Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2

St Gregory of Sinai, 17. Σύντομος βιογραφία

ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΓΡΗΓΟΡΙΟΥ
ΤΟΥ ΣΙΝΑΙΤΟΥ

Γρηγόριος ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν ὁ κατὰ τὸ Σίναιον ὄρος Μοναχὸς ἀποκαρείς, καὶ διὰ τοῦτο ἐπικληθεὶς Σιναίτης· ἥκμασε μὲν ἐπὶ τῆς βασιλείας Ἀνδρονίκου τοῦ Παλαιολόγου, περίπου τὸ χιλιοστὸν τριακοσιοστὸν τριακοστὸν ἔτος, εἰς δὲ τὸ τοῦ Ἄθω ὄρος ἐλθών καὶ τὰ ἐκεῖσε περινοστήσας Μοναστήρια καὶ ἡσυχαστήρια· πολλοὺς μὲν εὗρε συνέσει καὶ τῇ κατὰ τὸ ἦθος σεμνότητι κεκοσμημένους, καὶ περὶ τὸ πρακτικὸν μόνον ἐσπουδακότας, περὶ δὲ τήρησιν νοός, καὶ ἡσυχίας ἀκρίβειαν, καὶ θεωρίαν ἐπὶ τοσοῦτον ἀμυήτους, ὥστε οὐδὲ ἐξ ὀνόματος τὰ τοιαῦτα οἵους ὄντας διαγινώσκειν· μόνοις δὲ τρισὶν ἐντυγχάνει κατὰ τὴν ἀντικρὺ Φιλοθέου κειμένην τοῦ Μαγουλᾶ σκήτην ( Ἡσαίας, Κορνήλιος καὶ Μακάριος αὐτοῖς τὰ ὀνόματα) μικρὸν καὶ περὶ τὸ θεωρητικὸν ἐνασχολουμένοις· ζήλῳ θείῳ τοίνυν πυρούμενος, οὐ μόνον τοὺς κατ᾽ ἰδίαν ἡσυχάζοντας, ἀλλὰ δὴ καὶ τοὺς ἐν Κοινοβίοις ἅπαντας, περὶ νήψεως, καὶ φυλακῆς νοὸς καὶ νοερᾶς προσευχῆς ἐδίδασκεν· οὐ μὴν ἀλλὰ καὶ κατὰ τὰ Παρόρια τῆς Μακεδονίας τρεῖς Λαύρας μεγίστας οἰκοδομήσας, καὶ τόπους παμπόλλους, καὶ ἐπαρχίας περιελθών, ἅπαντας κοινῶς ἐπὶ τὴν τῆς νοερᾶς καὶ ἀδιαλείπτου προσευχῆς ἐργασίαν, ταῖς θείαις αὐτοῦ διδασκαλίαις, προυτρέπετο· καὶ πολλοὺς δι αὐτῆς ἁμαρτωλοὺς ἐπιστρέψας, καὶ ἀξίους ἐξ ἀναξίων ἀποδείξας, τῆς σωζωμένων μερίδος ἀξιωθῆναι παραίτιος γέγονεν· οὖ καὶ τὸν βίον, Κάλλιστος ὁ Ἁγιώτατος Πατριάρχης, ὁ καὶ μαθητὴς αὐτοῦ χρηματίσας, κατὰ πλάτος συνέγραψεν· ἀλλὰ γάρ, ὥσπερ ἐν τῇ ζωῇ αὐτοῦ ὁ ἀοίδιμος, κοινὸς διδάσκαλος τῆς ἱερᾶς νήψεως ἐγνωρίζετο, οὕτως αὖ μετὰ θάνατον ἐπ᾽ αὐτὴν ταύτην διὰ τῶν παρόντων αὐτοῦ συγγραμάτων χειραγωγεῖ· τόν τε γὰρ τῆς νοερᾶς καὶ καρδιακῆς προσευχῆς πρακτικὸν τρόπον κάλλιστα καὶ τελειώτατα μυσταγωγεῖ, καὶ περὶ ἠθικῶν ἀρετῶν καὶ παθῶν ἐκδιδάσκει, καὶ τίνα μὲν τὰ σημεῖα τῆς παλάμης, τίνα δὲ τῆς χάριτος ἐν τούτοις διασαφεῖ· καὶ ὅλως χρησιμώτατόν ἐστιν, εἰπέρ τι ἄλλο, τουτὶ τὸ πόνημα, ἐπίσης ἀρχαρίοις, μέσοις τε καὶ τελείοις. Τὸν δὲ ἐν αὐτοῖς κεκρυμμένον πνευματικὸν πλοῦτον, ἡλίκος, καὶ ὅσος τίς ἐστιν, ὁ μὴ παρέργως ἀναγνοὺς εὑρήσει· καὶ χαρᾷ ὄντως ἀνεκλαλήτῳ χαρήσεται ἐπὶ τῇ εὑρέσει αὐτοῦ.

· Contents ·