Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2
St Gregory of Sinai, Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Σιναίτου κεφάλαια πάνυ…
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΓΡΗΓΟΡΙΟΥ
ΤΟΥ ΣΙΝΑΙΤΟΥ
ΚΕΦΑΛΑΙΑ ΔΙ᾽ ΑΚΡΟΣΤΙΧΙΔΟΣ ΠΑΝΥ ΩΦΕΛΙΜΑ.
ΛΟΓΟΙ ΔΙΑΦΟΡΟΙ ΠΕΡΙ ΕΝΤΟΛΩΝ, ΔΟΓΜΑΤΩΝ, ΑΠΕΙΛΩΝ ΚΑΙ ΕΠΑΓΓΕΛΙΩΝ, ΕΤΙ ΔΕ ΚΑΙ ΠΕΡΙ ΛΟΓΙΣΜΩΝ ΚΑΙ ΠΑΘΩΝ ΚΑΙ ΑΡΕΤΩΝ,
ΕΤΙ ΔΕ ΚΑΙ ΠΕΡΙ ΗΣΥΧΙΑΣ ΚΑΙ ΠΡΟΣΕΥΧΗΣ.
ΩΝ Η ΑΚΡΟΣΤΙΧΙΣ ΗΔΕ.
Λογικὸν μὲν εἶναί τινα, ἢ γενέσθαι κατὰ φύσιν ὡς ἦν, πρὸ καθαρότητος καὶ ἀφθαρσίας, ἀδύνατον· τὴν μὲν γάρ, αἰσθητικὴ ἀλογίας ἕξις, τὴν δέ, φθορᾶς σαρκὸς κατάστασις ἐκυρίευσεν.
Οἱ κατὰ φύσιν λογικοί, μόνοι οἱ διὰ καθαρότητος ὥφθησαν ἅγιοι· λόγον γὰρ καθαρόν, οὐδεὶς τῶν ἐν λόγῳ σοφῶν ἔσχηκε, τὸ λογικὸν ἄνωθεν διὰ τῶν λογισμῶν διαφθειράντων· τὸ γὰρ ὑλικὸν καὶ πολύρρημον τῆς σοφίας τοῦ κόσμου τούτου πνεῦμα, τοὺς λόγους μὲν, ἐπὶ τῶν γνωστικωτέρων, τοὺς λογισμοὺς δὲ ἐπὶ τῶν ἀγροικοτέρων ἐπάγον, ποιεῖ τὴν συνοίκησιν, τῆς ἐνυποστάτου σοφίας καὶ θεωρίας, καὶ ἀμερίστου καὶ ἑνιαίας γνώσεως ὑστερῆσαν.
Γνῶσιν ἀληθείας, τὴν τῆς χάριτος αἴσθησιν εἶναι κυρίως νόμισον· τὰς δὲ λοιπάς, νοήσεων ἐμφάσεις, καὶ πραγμάτων ἀποδείξεις ἀποκαλεῖν δεῖ.
Ὅσοι τῆς χάριτος ἀποτυγχάνουσι, δι᾽ ἀπιστίαν καὶ ἀμέλειαν τοῦτο πάσχουσι· καὶ ὅσοι πάλιν εὑρίσκουσι, διὰ πίστεως καὶ σπουδῆς, ἀεὶ γάρ, διὰ ταῦτα μὲν εἰς τὰ ἔμπροσθεν προίασι· διὰ τὰ ἐναντία δέ, εἰς τοὐπίσω τελείως στρέφονται.
Ἰσον ἐστὶ καὶ νεκρὸν καὶ ἀναίσθητον εἶναι, καὶ τυφλὸν τῷ νοὶί, καὶ σωματικῶς μὴ ὁρᾶν· ὁ μὲν γάρ, ἐστερήθη τῆς ζώσης καὶ ἐνεργούσης δυνάμεως· ὁ δὲ μὴ βλέπων, τοῦ ποιοῦντος ὁρᾶν καὶ ὁρᾶσθαι θείου φωτός.
Δύναμιν καὶ σοφίαν, ὀλίγοι ἀμφότερα ἐκ Θεοῦ λαμβάνουσιν· ἡ μὲν γάρ ἐστι, τῶν θείων μεθεκτικὴ ἀγαθῶν· ἡ δέ, ἐκφαντικη· μεταλαμβάνειν δὲ καὶ μεταδιδόναι, θεῖον ὡς ἀληθῶς χρῆμα καὶ ὑπὲρ ἄνθρωπον.
Ἱερατεῖον ἀληθινὸν καὶ πρὸ τῆς μελλούσης βιώσεως, ἡ χωρὶς λογισμῶν καρδία ἐνεργουμένη τῷ πνεύματι· πάντα γὰρ ἐκεῖ τελεῖται, καὶ λέγεται πνευματικῶς· καὶ ὁ μὴ κτησάμενος τοῦτο ἀπ᾽ ἐντεῦθεν, λίθος ἐστὶ διὰ ἄλλας ἀρετάς, εἰς οἰκοδομὴν ἐπιτήδειος τοῦ θείου ναοῦ, καὶ οὐ ναὸς καὶ ἱερουργὸς τοῦ πνεύματος.
Ἄφθαρτος ὁ ἄνθρωπος ἐπλάσθη χωρὶς χυμοῦ, οἷος καὶ ἀναστήσεται· οὐκ ἄτρεπτος δέ, οὐδὲ πάλιν τρεπτός· δύναμιν ἔχων θελητικῆς ἕξεως τραπῆναι, ἢ οὔ· ἀτρεψίαν γὰρ παντελῆ οὐ ποιεῖ πρὸς τὴν φύσιν ἡ θέλησις· αὕτη γὰρ βραβεῖόν ἐστι τῆς μελλούσης ἀτρέπτου θεώσεως.
Φθορὰ γάρ, σαρκὸς γένεσις· ἐσθίειν δέ, καὶ περιττωματεῖν, καὶ γαυριᾶν, καὶ κοιμᾶσθαι, θηρίων καὶ κτηνῶν φυσικαὶ ἰδιότητες· ἀνθ᾽ ὧν διὰ τὴν παρακοὴν τοῖς κτήνεσιν ὁμοιωθέντες, τῶν οἰκείων καὶ θεοσδότων ἀγαθῶν ἐκπεπτώκαμεν· κτηνώδεις ἐκ λογικῶν, καὶ θήριώδεις γεγονότες ἐκ θείων.
Ὁ παράδεισος διττός ἐστιν, αἰσθητὸς καὶ νοητός· ἤγουν ὁ ἐν ἐδέμ, καὶ ὁ τῆς χάριριτος· ἔστιν οὖν ὁ τῆς ἐδὲμ τόπος ὑψηλὸς λίαν, ὡς εἶναι τρίτον ἕως οὐρανοῦ, καθὼς οἱ ἱστορήσαντες φάσκουσι, παντοίοις φυτοῖς εὐωδεστάτοις πεφυτευμένος ὑπὸ Θεοῦ· οὔτε οὖν τελείως ἐστὶν ἄφθαρτος, οὔτε πάντῃ φθαρτός· μέσον φθορᾶς καὶ ἀφθαρσίας πεποιημένος· ὡς εἶναι ἀεί, καὶ κατάκωμος τοῖς καρποῖς, καὶ ἀνθοῦντα ἄνθη, καὶ ὄμφακα καὶ ὥριμα ἔχων διηνεκῶς· σηπώμενα γὰρ τὰ δένδρα καὶ οἱ τέλειοι καρποί, καὶ εἰς γῆν ῥιπτόμενοι, χοῦς εὐώδης γίνονται καὶ οὐ φθορὰν ὄζουσιν ὡς τὰ τοῦ κόσμου φυτά· τοῦτο δὲ γίνεται ἐκ πολλῆς περιουσίας, καὶ ἁγιασμοῦ τῆς ἀεὶ περιπολαζούσης ἐκεῖσε χάριτος· ὅθεν διερχόμενος μέσον ὁ τοῦτον προσταχθεὶς ἀρδεύειν διηνεκῶς ᾠκεανὸς ποταμός, ὁ ἐκπορευόμενος ἐξ αὐτοῦ, καὶ εἰς τέσσαρας ἀρχὰς μεριζόμενος τὸν χοῦν τε καὶ τὰ φύλλα τὰ πεπτωκότα, τοῖς Ἰνδικοῖς καὶ Αἰθίοψιν καταρρέων, ἐπιφέρει καὶ δίδωσι· καὶ δεδεμένος ὢν, ἀεὶ περὶ τὰς ἀρούρας αὐτῶν πλυμμυροῖ ὁ Φυσὼν ὁμοῦ καὶ ὁ Γεών, ἕως ἂν πάλιν ἐπιμερισθῶσιν, ὁ μὲν τὴν Λυβικήν, ὁ δὲ τὴν Αἰγυπτιακὴν χώραν ἐπάρδοντες.
Ρευστή, εἴτ᾽ οὖν φθαρτὴ ἡ κτίσις, φασίν, οὐ κατεσκευάσθη πρότερον· ὕστερον δὲ διαφθαρεῖσα, καὶ ὑποταγεῖσα τῇ ματαιότητι, κατὰ τὴν γραφήν, ἤγουν τῷ ἀνθρώπῳ, οὐχ ἑκοῦσα δέ, ἀλλὰ μὴ βουλομένη, διὰ τὸν ὑποτάξαντα ἐπ᾽ ἐλπίδι τῆς ἀνακαινίσεως τοῦ φθαρέντος Ἀδάμ· ἀνακαινίσας δὲ τοῦτον καὶ ἁγιάσας, κἂν φθαρτὸν φέρῃ σῶμα διὰ τὴν πρόσκαιρον ζωήν, καὶ αὐτὴν ἀνεκαίνισε, μήπω φθορᾶς ἀπαλλάξας· φθορᾶς δὲ ἀπαλλαγὴν τῆς κτίσεως, οἱ μὲν τὴν ἐπὶ τὸ κρεῖττον ἀλλοίωσιν· οἱ δέ, τὴν παντελῆ μετάθεσιν τῶν αἰσθητῶν λέγουσιν εἴναι· ἔθος γὰρ τῇ γραφῇ ἁπλῶς περὶ τῶν τέως ἀπόρων ποιεῖν τὴν κατάφασιν, καὶ ἀπεριέργως.
Οἱ τὴν χάριν δεχόμενοι ὡς οἱ περὶ τὴν σύλληψιν, καὶ ἐγκυμονοῦντες τῷ πνεύματι, ἢ διὰ πτωμάτων τὸ θεῖον ἀποβάλλουσι σπέρμα, ἢ χηρεύοντες ἐκ Θεοῦ τῇ τοῦ ἐχθροῦ κοινωνίᾳ, ἐνδομυχοῦντος αὐτοῖς· καὶ ἡ μὲν ἀποβολὴ τῆς χάριτος, δι᾽ ἐνεργείας παθῶν· ἡ δὲ παντελὴς στέρησις διὰ τὴν τῶν ἁμαρτημάτων γίνεται πρᾶξιν· ψυχὴ γὰρ φιλοπαθὴς καὶ φιλάμαρτος, ὑστερημένη καὶ ἀποβαλλομένη τὴν χάριν καὶ χηρεύουσα, παθῶν, ἵνα μὴ εἴπω δαιμόνων, κατοικητήριον ἔσται, νῦν καὶ ἐν τῷ μέλλοντι.
Ἰλαρὸν καὶ ἥμερον οὐ ποιεῖ τὸν θυμόν, ὡς ἡ ἀνδρεία καὶ τὸ ἔλεος· ἡ μὲν τοὺς ἔξω, ἡ δὲ τοὺς ἔσω καθάπερ ἐλεπόλεις συντρίβουσα.
Πολλοὶ τὰς ἐντολὰς ἐργαζόμενοι δοκοῦσιν ὁδεύειν οἱ καὶ μήπω τὴν πόλιν φθάσαντες ἔξωθεν μένουσι· τὰς γὰρ διεξόδους τῶν βασιλικῶν εὐθειῶν, τουτέστι τὰς ἀγχιθύρους τῶν ἀρετῶν κακίας λεληθότως ἄραντες. ἀνοήτως πορεύονται· οὔτε γὰρ ἔλλειψιν, οὔτε ὑπερβολήν, ἀλλὰ καὶ σκοπὸν θεάρεστον, καὶ τὸ θεῖον μόνον ζητοῦσαι αἱ ἐντολαὶ δέονται θέλημα· εἰ δὲ μή, μάτην ὁ κόπος, εὐθείας κατὰ τὴν γραφὴν μὴ ποιεῖν τὰς τρίβους τοῦ Θεοῦ· ταυτὶ γὰρ ἔργῳ ὁ σκοπὸς ζητεῖται τοῦ πράγματος.
Ἐν ὁδῷ, τουτέστι δι᾽ ἐντολῶν ἐν καρδίᾳ ζήτει τὸν Κύριον· ὅταν γὰρ ἀκούσῃς τὸν Ἰωάννην βοῶντα καὶ προστάσσοντα πᾶσι τὰς ὁδοὺς ἑτοιμάσαι, καὶ τὰς τρίβους εὐθείας ποιεῖν κελεύοντα τὰς ἐντολὰς καὶ τὰς καρδίας καὶ τὰς πράξεις εἶναι νόμισον· ἀδύνατον γὰρ ὁδὸν εὐθείαν τῶν ἐντολῶν ποιῆσαι καὶ πρᾶξιν ἀνεύθυνον, εἰ μὴ καρδιακῇ εὐθύτητι.
Ράβδον καὶ βακτηρίαν ὅταν ἀκούσῃς τῆς γραφῆς λεγούσης, κατὰ μὲν τὸν Προφητικὸν λόγον τὴν κρίσιν καὶ τὴν πρόνοιαν εἶναι νόμισον, κατὰ δὲ τὸν ἠθικὸν λόγον τὴν ψαλμωδίαν καὶ προσευχήν· κρινόμενοι γὰρ ὑπὸ Κυρίου τῇ ῥάβδῳ τῆς παιδείας πρὸς ἐπιστροφὴν παιδευόμεθα· παιδεύοντες δὲ τοὺς ἐπανισταμένους ἡμῖν τῇ ῥάβδῳ τῆς ἀνδρικῆς ψαλμῳδίας, τῇ προσευχῇ στηριζόμεθα· ἔχοντες οὖν τῆν ῥάβδον καὶ τὴν βακτηρίαν ἐν χειρὶ πράξεως νοός, μὴ παυσώμεθα παιδεύοντες καὶ παιδεύεσθαι, ἄχρις ἂν ὑπὸ τὴν πρόνοιαν ὁλικῶς γενώμεθα, τὴν κρίσιν ἐκφυγόντες τὴν νῦν καὶ τὴν μέλλουσαν.
Ἴδιον τῶν ἐντολῶν τὸ προτιμᾶν ἀεὶ τὴν περιεκτικὴν ἐντολήν, τὴν τοῦ Θεοῦ μνήμην τὴν λέγουσαν μνήσθητι Κυρίου τοῦ Θεοῦ σου διαπαντός· δι᾽ ἧς γὰρ ἀπώλοντο διὰ ταύτης καὶ φυλαχθῆναι δύνανται· λήθη γὰρ τὴν θείαν ἐξ ἀρχῆς μνήμην ἀπώλεσε, τὰς ἐντολὰς ἀμαυρώσασα· καὶ οὕτω γυμνὸν ἐκ παντὸς ἀγαθοῦ τὸν ἄνθρωπον ἔδειξεν.
Ἐν δυσὶν ἐντολαῖς οἱ ἀγωνισταὶ πάλιν πρὸς τὸ ἀρχαῖον ἀξίωμα ἔρχονται, δι᾽ ὑπακοῆς, καὶ νηστείας· ἐκ γὰρ τῶν ἐναντίων τούτων ἡ κακία πᾶσα τῷ γένει τῶν βροτῶν ἐπεισῆλθε· καὶ οἱ μὲν δι᾽ ὑπακοῆς τὰς ἐντολὰς φυλάττοντες, πρὸς τὸν Θεὸν ἐπανέρχονται συντομώτερον· οἱ δὲ διὰ νηστείας, καὶ προσευχῆς, βραδύτερον καὶ ἡ μὲν ὑπακοή, τοῖς ἀρχομένοις ἁρμόδιος· ἢ δὲ νηστεία, τοῖς μέσοις καὶ γνωστικοῖς καὶ ἀνδρείοις· τὸ γὰρ τηρῆσαι τὴν διὰ τῶν ἐντολῶν ὑπακοὴν τῷ Θεῷ ἀνόθευτον, λίαν ἐστὶν ὀλίγοις, καὶ αὐτοῖς τοῖς ἀνδρείοις ἐπίμοχθον.
Νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐστὶ κατὰ τὸν Ἀπόστολον, ὁ ἐν καρδίᾳ ἐνεργῶν καὶ λαλῶν· ὡς περ καὶ τοῦ γράμματος, ὁ ἐν σαρκὶ ἐνεργούμενος· ἐκεῖνος μὲν γὰρ ἐλευθεροῖ τὸν νοῦν ἐκ τοῦ νόμου τῆς ἁμαρτίας, καὶ τοῦ θανάτου· οὗτος δὲ λεληθότως φαρισαῖον ἐργάζεται· σωματικῶς τὸν νόμον ποιῶν καὶ νοῶν, καὶ πρὸς τὸ θεαθῆναι τὰς ἐντολὰς ἐργαζόμενος.
Τὴν πασῶν τῶν ἐντολῶν σύνθεσιν συναρμολογουμένην, καὶ συμβιβαζομένην ἐν πνεύματι, ἄνθρωπον εἶναι λέγουσι τέλειον, ἢ ἀτελῆ κατὰ τὴν προκοπὴν γινόμενον καὶ τὰς ἐντολάς, ὡς σῶμα· τὰς δ᾽ ἀρετάς. ὡς ποιοτήτων ἕξεις, ὀστᾶ· τὴν δὲ χάριν, ὡς ψυχὴν ζῶσαν, καὶ κινουμένην, καὶ ἐνεργοῦσαν ὡς σῶμα τὰς τῶν ἐντολῶν ἐνεργείας· ἀμέλεια γὰρ καὶ σπουδὴ πρὸς τὰς μεθηλικιώσεις Χριστοῦ, νήπιον, ἢ τέλειον δείκνυσι, νῦν τε καὶ ἐν τῷ μέλλοντι.
Ὁ τὸ σῶμα τῶν ἐντολῶν αὐξάναι θέλων, τὸ λογικὸν καὶ ἄδολον γάλα τῆς μητρικῆς χάριτος ἐπιποθεῖν σπουδαζέτω· ἐκεῖθεν γὰρ γαλουχοτροφεῖται πᾶς ὁ τὴν ἐν Χριστῷ ζητῶν, καὶ θέλων αὔξησιν αὐξηθῆναι· γάλα μὲν πρὸς αὔξησιν, ἡ σοφία ἐκ τῶν αὑτῆς μαστῶν τὴν θέρμην δίδωσι· μέλι δὲ τροφῆς τοῖς τελείοις, τὴν ἑαυτῆς εὐφροσύνην πρὸς κάθαρσιν· μέλι, φησί, καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου· γάλα μὲν τὴν θρεπτικὴν καὶ αὐξητικήν, μέλι δὲ τὴν καθαρτικὴν τοῦ πνεύματος δύναμιν ὁ Σολομὼν ἔφησεν· ὁ δὲ μέγας Ἀπόστολος τὴν διαφορὰν τῶν ἐνεργειῶν αἰνιττόμενος, ἔλεγεν· ὡς νηπίους γάλα ὑμᾶς ἐπότισα καὶ οὐ βρῶμα.
Λόγους ἐντολῶν, ὁ χωρὶς ἐντολῶν ἐπιζητῶν, καὶ διὰ μαθήσεως, ἢ ἀναγνώσεως ἐπιποθῶν εὑρεῖν, ὅμοιός ἐστι τῷ σκιὰν ἀντὶ ἀληθείας φανταζομένῳ· οἱ λόγοι γὰρ τῆς ἀληθείας, ἐν τοῖς τῆς ἀληθείας μετόχοις μετέχονται· οἱ δὲ τῆς ἀληθείας ἀμέτοχα καὶ ἀμύητοι, λόγους ἐπιζητοῦντες, τοὺς ἐκ τῆς μωρανθείσης σοφίας εὑρίσκουσι οὓς καὶ ψυχικοὺς ἐκάλεσεν ὁ Ἀπόστολος, πνεῦμα μὴ ἔχοντας· κἂν τῇ ἀληθείᾳ σεμνύνωνται.
Ὥσπερ ὁ αἰσθητὸς ὀφθαλμὸς εἰς τὸ γράμμα ἀφορᾷ, καὶ ἐκ τοῦ γράμματος λαμβάνει τὰ αἰσθητὰ νοήματα· οὕτως ὁ νοῦς, ὅταν καθαρθῇ, καὶ εἶς τὸ ἀρχαῖον ἐπανέλθῃ ἀξίωμα, εἰς Θεὸν ὁρᾷ, καὶ ἐξ αὐτοῦ λαμβάνει τὰ θεῖα νοήματα· καὶ ἀντὶ μὲν βίβλου. ἔχει τὸ πνεῦμα· ἀντὶ δὲ καλάμου, τὴν διάνοιαν, καὶ τὴν γλῶσσαν· ἡ γλῶσσά μου, φησί, κάλαμος· τὸ φῶς δέ, ἀντὶ μέλανος· ἐμβάπτων οὖν τὴν διάνοιαν ἐν τῷ φωτί, καὶ φῶς ἀποτελῶν, διαγράφει τοὺς λόγους ἐν πνεύματι ἐν ταῖς τῶν ἀκουόντων καθαραῖς καρδίαις· τότε γινώσκει τὸ εἰρημένον, πῶς ἔσονται οἱ πιστοὶ διδακτοὶ Θεῷ, καὶ πῶς διδάσκει Θεὸς ἄνθρωπον γνῶσιν, κατὰ τὴν προφητείαν, ἐν πνεύματι.
Νόμον ἐντολῶν, τὴν καρδιακῶς ἐνεργουμένην πίστιν ἄμεσον, εἶναι νόμισον· δι᾽ αὐτῆς γὰρ πᾶσα ἐντολὴ πηγάζει, καὶ ἐνεργεῖ τὸν τῶν ψυχῶν φωτισμόν· ὧν οἱ καρποὶ τῆς ἀληθοῦς, καὶ ἐνεργουμένης πίστεώς εἰσιν, ἡ ἐγκράτεια, καὶ ἡ ἀγάπη· καὶ τέλος, ἡ Θεοδώρητος ταπείνωσις, ἡ τῆς ἀγάπης ἀρχή, καὶ κραταίωμα.
Δόξα τῶν ὄντων ἀψευδής, ἡ ὁρατῶν, καὶ ἀοράτων ἐστὶ γνῶσις ἀληθής· ὁρατῶν μέν, τῶν αἰσθητῶν· ἀοράτων δέ, τῶν νοητῶν, καὶ λογικῶν, καὶ νοερῶν, καὶ θείων.
Ὅρος ὀρθοδοξίας ἐστί, τὰ δύω τῆς πίστεως δόγματα ἐκ καθαρότητος ἰδεῖν, καὶ γνῶναι ἐξ αὐτοῦ, τὴν τριάδα, λέγω, καὶ δυάδα· τὴν μὲν τριάδα, ἐν μονάδι ἀσυγχύτως καὶ ἀτμήτως θεωρεῖν, καὶ γινώσκειν· τὴν δὲ δυάδα τῶν Χριστοῦ φύσεων, ἐν μιᾷ ὑποστάσει τουτέστιν ἕνα υἱὸν καὶ πρὸ σαρκώσεως, καὶ μετὰ τὴν σάρκωσιν ἐν δύω φύσεσιν ὁμολογεῖν, καὶ εἰδέναι, ἐν δύω θελήσεσι θεϊκῆς τε καὶ ἀνθρωπίνης ἀσυγχύτως δοξαζόμενον.
Γέννησιν, καὶ ἀγενησίαν, καὶ ἐκπόρευσιν, τὰς τρεῖς ἀκινήτους καὶ ἀμεταβλήτους ἰδιότητας τῆς Παναγίας τριάδος δέον ὁμολογεῖν εὐσεβῶς. Πατρὸς μὲν ἀγεννήτου καὶ ἀνάρχου· Υἱοῦ δὲ γεννητοῦ καὶ συνανάρχου. Πνεύματος δὲ Ἁγίου ἐκπορευτοῦ ἐκ τοῦ Πατρός, διὰ τοῦ Υἱοῦ (καθὼς φησὶν ὁ Δαμασκηνὸς) καὶ συναϊδίου διδόμενον.
Μόνη ἡ ἐν χάριτι πίστις ἤρκει πρὸς σωτηρίαν, διὰ τῶν ἐντολῶν ἐνεργουμένη τῷ πνεύματι, εἰ ἐφυλάξαμεν, καὶ μὴ τὴν νεκράν, καὶ ἀνενέργητον τῆς ζώσης καὶ ἐνεργουμένης ἐν Χριστῷ προτιμήσαντες· ἀρκεῖ γὰρ τῷ πιστῷ ἡ μόρφωσις, καὶ ζωὴ τῆς ἐν Χριστῷ ἐνεργουμένης πίστεως· πίστιν γὰρ ἐν λογῳ τὴν νεκρὰν καὶ ἀναίσθητον, ἡ ἄγνοια, καὶ οὐ τὴν ἐν χάριτι πίστιν, τοῖς εὐσεβέσι νῦν ἐδίδαξεν.
Ἀπλὴ μονὰς ἡ τριὰς, ἐπειδὴ ἄποιος καὶ ἀσύνθετος· τριὰς ἐν μονάδι· τρισυπόστατος γὰρ ὁ Θεός, ἀσύγχυτον ἔχων τὴν εἰς ἄλληλα περιχώρησιν ὁλικῶς.
Τριαδικῶς ἐν παντὶ ὁ Θεὸς γινώσκεταί τε καὶ λέγεται· ἀπερίγραπτος γάρ· πάντων γάρ ἐστι συνοχεύς, καὶ προνοητής, διὰ τοῦ Υἱοῦ, ἐν Ἁγίῳ Πνεύματι· καὶ οὐκ ἔστιν οὐδείς, ἐκτός, ἢ χωρὶς τῶν ἄλλων, λεγόμενος, καὶ νοούμενος ὅπου δ᾽ ἂν ὀνομάζηται.
Ὥσπερ ἐν ἀνθρώπῳ νοῦς, καὶ λόγος, καὶ πνεῦμα· καὶ οὔτε νοῦς χωρὶς λόγου, οὔτε λόγος ἄνευ πνεύματος, καὶ ἐν ἀλλήλοις ὄντα, καὶ καθ᾽ ἑαυτά· νοῦς γάρ διὰ τοῦ λόγου λαλεῖ, καὶ λόγος διὰ τοῦ πνεύματος φανεροῦται, κατὰ τὸ ὑπόδειγμα τοῦτο, ἀμυδρὰν εἰκόνα φέρει τῆς ἀνωνύμου καὶ ἀρχετύπου τριάδος ὁ ἄνθρωπος, τὸ δὲ κατ᾽ εἰκόνα τέως καὶ περὶ τούτου δηλῶν.
Νοῦς μὲν γάρ, ὁ Πατήρ· λόγος δέ, ὁ Υἱός· Πνεῦμα δὲ Ἁγιον, ἀληθῶς τὸ πνεῦμα οἱ θεοφόροι Πατέρες παραδειγματικῶς διδάσκουσι, τὴν ὑπερούσιον ἁγίαν, καὶ ὑπερφυῆ δογματίζοντες Τριάδα, τὸν ἕνα Θεὸν ἐν τρισὶν ὑποστάσεσιν· ἡμῖν πίστιν ἀληθινήν, καὶ ἄγχυραν ἐλπίδος καταλιπόντες· τὸ γὰρ γινώσκειν ἕνα Θεόν, κατὰ τὴν γραφήν, ῥίζα ἀθανασίας· καὶ εἰδέναι τὸ κράτος τῆς τρισυποστάτου μονάδος, ὁλόκληρος δικαιοσύνη· ἢ πάλιν· δέον τὸ εὐαγγελικῶς εἰρημένον οὕτω νοεῖν· αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν ἐν τρισὶν ὑποστάσεσι, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν ἐν δυσὶ φύσεσι καὶ θελήσεσιν.
Αἱ κολάσεις διάφοροί εἰσιν, ὥσπερ καὶ αἱ τῶν ἀγαθῶν ἀμοιβαί· ὑπὸ τὸν ἅδην δὲ εἰσίν, κατὰ τὴν γραφὴν τὴν φάσκουσαν· εἰς γῆν σκοτεινὴν καὶ ζοφεράν, εἰς γῆν σκότους αἰωνίου, ἔνθα ἁμαρτωλοὶ καὶ κατοικοῦσι πρὸ τῆς κρίσεως, καὶ διὰ τῆς ἀποφάσεως εἰς αὐτὴν ἀποστρέφονται· τὸ γὰρ ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ἅδην· καὶ θάνατος ποιμανεῖ αὐτούς, τί ἄλλο ἐστίν, εἰ μὴ ἡ τελευταία ἀπόφασις, καὶ καταδίκη αἰώνιος;
Πῦρ, σκότος, καὶ σκώληξ, καὶ τάρταρος ἐστίν, ἡ γενικὴ ἡδυπάθεια, καὶ καθολικὴ τοῦ σκότους ἄγνοια, καὶ ὁ ἐν πᾶσι γαργαλισμὸς τοῦ στρήνους, καὶ ὁ τρόμος, καὶ ὁ βρόμος ὁ δυσώδης τῆς ἁμαρτίας· οἵτινες ὡς ἀρραβῶνες καὶ ἀπαρχαὶ τῶν κολάσεων, ἤδη ἀπ᾽ ἐντεῦθεν ἐν ταῖς ψυχαῖς τῶν ἁμαρτωλῶν ἐνεργούμεναι, διὰ τῆς ἕξεως φαίνονται.
Ἔξεις αἱ τῶν παθῶν, ἀρραβῶνες εἰσὶ τῶν κολάσεων· ὥσπερ καὶ τῆς βασιλείας, τῶν ἀρετῶν αἱ ἐνέργειαι· δεῖ δὲ νοεῖν καὶ νοεῖν καὶ ἀποκαλεῖν τὰς μὲν ἐντολάς, ἐνεργείας· τὰς δὲ ἀρετάς, ἕξεις· ὥσπερ καὶ τὰς κακίας κατὰ συνέχειαν ἕξεις λέγουσιν.
Ἰσαι τῶν ἀμοιβῶν αἱ ἀντιδόσεις, κἂν παρὰ πολλοῖς ἄνισοι φαίνονται· τοῖς μὲν γάρ, τὴν αἰώνιον ζωήν· τοῖς δέ, τὴν αἰώνιον κόλασιν, ἡ θεία δικαιοσύνη χαρίζεται· ἀμφότεροι δὲ τὸν νῦν αἰῶνα καλῶς ἢ κακῶς διαπεράσαντες, κατὰ τὰ ἔργα τὰς ἀμοιβὰς ἕξουσι· τὸ δὲ ποσόν, ἢ ποιὸν τῆς μετοχῆς, κατὰ τὴν τῶν παθῶν, ἢ ἀρετῶν ἕξιν καὶ ἐνέργειαν, ἀπολαύουσι.
Λίμναι πυρὸς εἰσίν, αἱ ἡδυπαθοῦσαι ψυχαί· ἐν αἷς καθάπερ βόρβορος ὄζων ἡ ὀσμὴ τῶν παθῶν, σκώληκα τρέφει ἀκολασίας ἀκοίμητον, τὴν ὀρεκτικὴν τῆς σαρκὸς ἀκρασίαν, καὶ ὄφεις καὶ βατράχους, καὶ βδέλλας ἐπιθυμιῶν πονηρῶν, τοὺς ἐναγεῖς καὶ ἰοβολους λογισμούς τε, καὶ δαίμονας· ἡ τοιαύτη κατάστασις, ἀπ᾽ ἐντεῦθεν εἴληφε τὸν ἀρραβῶνα τῆς ἐκεῖσε κολάσεως.
Ὥσπερ τῶν κολάσεων αἱ ἀπαρχαὶ ἐν ταῖς ψυχαῖς τῶν ἁμαρτωλῶν ἐγκεκρυμμέναι εἰσίν, οὕτω καὶ τῶν ἀγαθῶν οἱ ἀρραβῶνες εἰς τὰς καρδίας τῶν δικαίων καὶ ἐνεργοῦσι διὰ τοῦ πνεύματος, καὶ μετέχονται· βασιλεία γὰρ οὐρανῶν ἐστίν, ἡ ἐνάρετος ἀναστροφή· ὥσπερ ἡ κόλασις, ἡ τῶν παθῶν ἕξις.
Νὺξ ἐρχομένη ἐστί, κατὰ τὸν λόγον τοῦ Κυρίου, ἡ παντελὴς ἀνενεργησία τοῦ μέλλοντος σκότους· ἢ καθ᾽ ἕτερον τρόπον, ὁ ἀντίχριστος νύξ, καὶ σκότος, καὶ ὢν καὶ καλούμενος· ἢ πάλιν κατὰ τὸν ἠθικὸν λόγον, ἡ καθ᾽ ἑκάστην ἀμέλεια, ἢ καθάπερ σκοτομήνη τὴν ψυχὴν ἀπονεκροῖ ἐν τῷ τῆς ἀναισθησίας ὕπνῳ· ὥς περ γὰρ ἡ νὺξ ὑπνῶσαι πάντας ποιεῖ, καὶ εἰκών ἐστι θανάτου κατὰ τὴν νέκρωσιν, οὕτως ἡ νὺξ τοῦ μέλλοντος σκότους νεκροὺς καὶ ἀναισθήτους, τῇ μέθῃ τῶν πόνων, τοὺς ἁμαρτωλοὺς ἀπεργάζεται.
Κρίσις ἐστὶ τοῦ κόσμου τούτου, κατὰ τὸν εὐαγγελικὸν λόγον, ἡ ἀπιστία τῶν ἀσεβῶν· κατὰ τό, ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται· καὶ αἱ κριτικαὶ τῆς προνοίας πρὸς συστολήν, ἢ ἐπιστροφὴν ἐπιφοραί· καὶ αἱ τῶν προθέσεων ἐν ἀγαθοῖς, ἢ κακοῖς ῥοπαί, κατὰ τὴν ἐνέργειαν· κατὰ τὸ ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, πρὸς γὰρ ἀπιστίαν, καὶ παιδείαν, καὶ πρᾶξιν, ἡ δικαία τοῦ Θεοῦ τότε κρίσις ἐμφαίνεται· τοὺς μὲν τιμωροῦσα, τοὺς δὲ ἐλεοῦσα, τοῖς δὲ στεφάνους, ἢ κόλασιν διδοῦσα· οἱ μὲν γὰρ πρῶτοι, εἰσὶν ἀσεβεῖς διόλου· οἱ δὲ δεύτεροι, πιστοὶ μὲν ἀμελεῖς δέ· διὰ τοῦτο καὶ φιλανθρώπως παιδεύονται· οἱ δὲ τέλειοι ἢ ἐν ἀρεταῖς, ἢ ἐν κακίαις πτωμάτων γενόμενοι, τὰς ἀμοιβὰς ἕξουσιν.
Ἀχραντος εἰ μὴ φυλαχθῇ, ἢ καθαρθῇ, ὡς πέφυκεν, ἡ φύσις διὰ τοῦ πνεύματος, εἰς ἓν σῶμα καὶ πνεῦμα ἐν Χριστῷ νῦν τε καὶ εἰς τὴν ἁρμονίαν τὴν μέλλουσαν, ἀδύνατον γενέσθαι· ῥάκος γὰρ παλαιότητος παθῶν, εἰς καινὸν χιτῶνα τῆς χάριτος πρὸς συμπλήρωσιν, ἡ περιεκτικὴ καὶ ἑνωτικὴ τοῦ πνεύματος δύναμις συρράπτειν οὐ πέφυκεν.
Ἰσοτιμίαν πρὸς τὴν ἐν Χριστῷ μόρφωσιν ἕξει, ὁ τὴν καινότητα τοῦ πνεύματος λαβὼν δωρεάν, καὶ φυλάξας· τὴν ὑπερφυᾶ θέωσιν τότε πάσχων ἀρρήτως· εἷς γὰρ ἐν Χριστῷ, ἢ Χριστοῦ μέλος οὐκ ἔσται, μὴ τῆς χάριτος μέτοχος ἀπ᾽ ἐντεῦθεν γενόμενος, τὴν μόρφωσιν τῆς ἀληθείας καὶ τῆς γνώσεως, κατὰ τὸν Ἀπόστολον, ἔχων ἐν ἑαυτῷ.
Ἔοικεν ἡ βασιλεία τῶν οὐρανῶν σκηνῇ θεοτεύκτῳ, κατὰ τὴν Μωσαϊκήν, ἐν δυσὶ καταπετάσμασι τοῦ μέλλοντος αἰῶνος ἔχουσα· καὶ εἰς μὲν τὴν πρώτην σκηνήν, πᾶντες, ὅσοι ἱερεῖς χάριτος εἰσελεύσονται· εἰς δὲ τὴν δευτέραν, ὡς νοητήν, μόνοι ὅσοι ἀπ᾽ ἐντεῦθεν ἐν τῷ τῆς θεολογίας γνόφῳ ἱεραρχικῶς ἐν τελειότητι τριαδικῶς λειτουργήσαντες, τὸν Ἰησοῦν τελετάρχην, καὶ Ἱεράρχην πρῶτον πρὸς τὴν Τριάδα ἔχοντες, ἐν τῇ σκηνῇ, ᾗ ἐπήξατο, εἰσερχόμενοι, καὶ ἐμφανέστερον τὰς αὐτοῦ μαρμαρυγὰς ἐλλαμπόμενοι.
Πολλὰς μονὰς ὁ σωτὴρ ἔφησε, τὰς διαφόρους ἀναβάσεις, καὶ προκοπὰς τῆς ἐκεῖσε καταστάσεως· μιᾶς μὲν οὔσης τῆς βασιλείας, πολλὰς δὲ ἔνδον διαφορὰς ἐχούσης· ὡς εἶναι οὐρανίους τε καὶ γηΐνους, κατά τε τὴν ἀρετὴν καὶ τὴν γνῶσιν, κατά τε τὸ ποσὸν τῆς θεώσεως ἔχοντας· ἄλλῃ γὰρ δόξα ἡλίου καὶ ἄλλῃ σελήνης καὶ ἄλλη ἀστέρων, καὶ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ, καθώς φησιν ὁ Ἀπόστολος· εἰ καὶ πάντες ἐν ἑνὶ θείῳ στερεώματι λάμπουσιν.
Ἀγγέλοις ὁμοδίαιτος γίνεται βραχύ τι καὶ ἀσώματος ὡς ἄφθαρτος ὁ τὸν μὲν νοῦν διὰ δακρύων καθάρας, τὴν δὲ ψυχὴν ἀναστήσας ἐντεῦθεν τῷ πνεύματι· τὴν δὲ σάρκα τῷ λόγῳ φωτοειδές τε καὶ πύρινον ἄγαλμα θείας ὡραιότητος ποιησάμενος, τὸν φύσει πήλινον ἀνδριάντα ἑαυτοῦ· εἴπερ ἀφθαρσία ἐστὶ σωμάτων, χυμῶν ἔκλειψις, καὶ παχυτήτων.
Γήϊνον ἔσται τὸ σῶμα τῆς ἀφθαρσίας. χωρὶς χυμῶν καὶ παχύτητος, μεταποιούμενον ἀρρήτως ἀπὸ τοῦ ψυχικοῦ, εἰς σῶμα πνευματικόν, ὡς εἶναι καὶ χοϊκὸν, καὶ οὐράνιον τῇ τῆς θεοειδίας λεπτότητι· οἶον γὰρ ἐπλάσθη ἐξ ἀρχῆς, τοιοῦτον καὶ ἀναστήσεται· ἵνα ᾖ σύμμορφον τῆς εἰκόνος τοῦ υἱοῦ τοῦ ἀνθρώπου, κατὰ τὴν ὁλόκληρον τῆς θεώσεως μέθεξιν.
Γῆ πραέων ἐστίν, ἡ βασιλεία τῶν οὐρανῶν, ἢ ἡ θεανδρικὴ τοῦ υἱοῦ ἕξις· εἰς ἣν βεβήκαμεν, ἢ ἐπιβαίνομεν· τὴν ἐν χάριτι γέννησιν τῆς υἱοθεσίας, καὶ τὴν διὰ τῆς ἀναστάσεως καινότητα εἰληφότες· ἢ πάλιν· γῆ ἁγία ἐστίν ἡ θεωθεῖσα φύσις, ἢ τυχὸν, καὶ καθαρθεῖσα γῆ αὕτη, πρὸς γεηροὺς κατ᾽ ἀξίαν τοιούτους· ἢ κατ᾽ ἄλλην ἐπίνοιαν· γῆ κατακληρονομουμένη ἐστὶ τοῖς ὄντως ἁγίοις, ἡ ἀκύμαντος τῆς ὑπὲρ νοῦν εἰρήνης θεία γαλήνη, εἰς ἣν ἡ γενεὰ τῶν εὐθέων κατωκισθήσεται, μηδενὸς τῶν ἐν τοῖς οὖσι περιβομβοῦντος, ἢ σαίνοντος, αὐτούς.
Ἐπαγγελίας γῆ ἐστίν, ἡ ἀπάθεια· καθ᾽ ἣν ἀναβλύζει μέλι καὶ γάλα, ἡ εὐφροσύνη τοῦ πνεύματος.
Λόγον οἱ ἅγιοι ἐν ἀλλήλοις ἐν τῷ μέλλοντι φθέγγονται μυστικῶς τὸν ἐνδιάθετον, ἐν Ἁγίῳ Πνεύματι ἐκφωνούμενον.
Ἐὰν μὴ γνῶμεν οἴους ἡμᾶς ἐποίησεν ὁ Θεός, οὐκ ἐπιγνωσόμεθα οἴους ἐποίησεν ἡ ἁμαρτία.
Ἰσοι κατὰ τὴν ἡλικίαν εἰσὶν ἐν πνεύματι, ὅσοι τὸ πλήρωμα τῆς τοῦ Χριστοῦ τελειότητος ἀπ᾽ ἐντεῦθεν εἰλήφασιν.
Ὧν οἱ πόνοι, τούτων αἱ ἀμοιβαί· τὸ ποσὸν δέ, ἢ τὸ ποιόν, τουτέστι τὸ μέτρον ὁποῖόν ἐστιν ἡ τάξις καὶ ἡ κατάστασις ἐκεῖσε διὰ τῆς μετοχῆς δείκνυσι.
Νόες, τουτέστιν ἰσάγγελοι, φησίν, ἔσονται οἱ υἱοὶ τοῖς ἀναστάσεως τοῦ Χριστοῦ, τῇ ἀφθαρσίᾳ καὶ θεώσει οἱ ἅγιοι.
Ἐν τῷ μέλλοντι οἱ Ἄγγελοι καὶ οἱ ἅγιοι, φασι, προκόπτοντες ἐν τῇ τῶν χαρισμάτων προσθήκῃ οὐδέποτε λήξουσιν, ἢ ἐνδώσουσι τῶν ἀγαθῶν ἐφετῶς ἔχοντες· ὕφεσιν γάρ, ἢ μείωσιν ἀπὸ τῆς ἀρετῆς ἐπὶ κακίαν ἐκεῖνος οὐκ ἔχει ὁ αἰών.
Τέλειον ἄνδρα νόμισον εἰναι νῦν, τὸν τὴν ὁμοίωσιν τῶν τοῦ Χριστοῦ μεθηλικιώσεων εἰληφότα, ὡς ἐν ἀρραβῶνι· τὸν δὲν ἐν τῷ μέλλοντι τέλειον, δείκνυσιν ἡ τῆς θεώσεως δύναμις.
ἴσην ἔχει πρὸς τοὺς ὁμοειδεῖς καὶ τὴν ἀξίαν καὶ τὴν θέωσιν ἐν τῷ μέλλοντι, ὁ τὴν ἀρετὴν ἐντεῦθεν πρὸς τὰς μεθηλικιώσεις τοῦ πνεύματος τέλειος.
Δόξαν ἀληθῆ, τὴν γνῶσιν, ἢ τὴν θεωρίαν τοῦ πνεύματος λέγουσιν εἴναι, ἢ καὶ τὴν τῶν δογμάτων ἀκριβῆ διάγνωσιν, πίστεως ἀληθινῆς ἐπίγνωσιν.
Ἐκπληξίς ἐστιν, πρὸς τὰ ἐπεγνωσμένα τε καὶ ἡνωμένα τῆς μεγαλοπρεποῦς δόξης τῶν τῆς ψυχῆς δυνάμεων ὁλικὴ ἔπαρσις· ἢ πάλιν· ἐκπληξίς ἐστιν, ἡ καθαρὰ καὶ ὁλόκληρος πρὸς τὴν ἐν φωτὶ ἄπειρον δύναμιν ἀνάτασις· ἔκστασις δὲ οὐ μόνον τῶν τῆς ψυχῆς δυνάμεων πρὸς οὐρανὸν ἁρπαγή, ἀλλὰ καὶ αὐτῆς τῆς αἰσθήσεως ὁλικῶς ἔκστασις· ἔρως δὲ ὁ διττός, ἡ τῆς ἐφέσεως κινητικὴ μέθη τοῦ πνεύματος.
Κυρίως δύω εἰσὶν ἐν πνεύματι ἐκστατικοὶ ἔρωτες· ὁ ἐγκάρδιος καὶ ὁ ἐκστατικός· ὁ μὲν γάρ, τῶν ἔτι φωτιζομένων ἐστὶν· ὁ δέ, τῶν ἐν τῇ ἀγάπῃ τελειωθέντων· ἀμφότεροι δὲ τὸν ἐνεργούμενον νοῦν τῆς αἰσθήσεως ἐκβάλουσιν· εἴπερ ἔρως θεῖός ἐστι, μέθη πρὸς τὸ κρεῖττον τῶν κατὰ φύσιν φρενῶν, τοῦ πνεύματος· δι᾽ ἧς καὶ ἡ αἴσθησις ἀφαιρεῖται τῶν σχέσεων.
Ἀρχὴ τῶν λογισμῶν καὶ αἰτία, ἡ διαιρεθεῖσα ἑνοειδὴς διὰ τῆς παραβάσεως τοῦ ἀνθρώπου ἁπλῆ μνήμη δι᾽ ἧς καὶ τὴν θείαν ἀπώλεσε, σύνθετος ἐξ ἁπλοῦ καὶ ποικίλην ἐκ μονοειδοῦς, ταῖς οἰκείαις δυνάμεσι γεγονεῖα ὤλλετο.
Ἴασις ἐστὶ τῆς ἀρχεγόνου μνήμης, ἀπὸ τῆς πονηρᾶς τῶν λογισμῶν ὀλεθροτόκου μνήμης, ἡ πρὸς τὸ ἀρχαῖον ἁπλοῦν αὐτῆς ἐπάνοδος· ὄργανον γὰρ κακίας, ἡ παρακοή, οὐ μόνον τὴν τῆς ψυχῆς πρὸς τὸ ἀγαθὸν ἁπλῆν μνήμην ἐδημιούργησεν, ἀλλὰ καὶ πάσας τὰς ἑαυτῆς δυνάμεις διέφθειρε, τὰς κατὰ φύσιν ὀρέξεις πρὸς ἀρετὴν ἀμαυρώσας· ἰᾶται δὲ τὴν μνήμην κυρίως, ἡ θεία παγιωθεῖσα ἔμμονος διὰ προσευχῆς μνήμη, ἀπὸ τοῦ κατὰ φύσιν, εἰς τὸ ὑπὲρ φύσιν ἀνακραθεῖσα τῷ πνεύματι.
Παθῶν μὲν αἰτίαι, αἱ καθ᾽ ἁμαρτίαν πράξεις· λογισμῶν δέ, τὰ πάθη· φαντασιῶν δέ, λογισμοί· ἐννοιῶν δέ, μνήμη· μνήμης δέ, λήθη· λήθης δέ, ἄγνοια γεννήτρια· ἀγνοίας δέ, ῥαθυμία· ῥαθυμίαν δὲ τίκτει ἐπιθυμίας ὄρεξις· ὀρέξεων δὲ μήτηρ τροπῆς κίνησις· κινήσεως δέ, ἐνέργεια πράξεως· πρᾶξις δέ ἐστι, κακοῦ ἀλόγιστος ἔφεσις, καὶ διάθεσις αἰσθητῶν καὶ αἰσθήσεων.
Ἐν μὲν τῷ λογικῷ, οἱ λογισμοί· ἐν δὲ τῷ θυμικῷ, τὰ θηριώδη πάθη· ἐν δὲ τῷ ἐπιθυμητικῷ, ἡ μνήμη τῆς κτηνώδους ὀρέξεως· ἐν δὲ τῷ νοερῷ, αἱ φανταστικαὶ μορφώσεις· ἐν δὲ τῷ διανοητικῷ, αἱ ἔννοιαι ἐνεργοῦσι, καὶ ἀνατέλλουσι.
Ῥεῦμα ποτάμιόν ἐστιν, ἡ ἔφοδος τῶν πονηρῶν λογισμῶν· ἐν οἷς ἡ προσβολή, καὶ μεθ᾽ ἧς ἡ συγκατάθεσις τῆς ἁμαρτίας ὡς πλημμύρα κυματουμένη γίνεται, τὴν καρδίαν καλύπτουσα.
Ἰλὴν βυθοῦ νόει τὴν κάθυγρον ἡδονήν, ἢ τῆς πορνείας τὸν βόρβορον, ἢ καὶ τῶν ὑλικῶν πραγμάτων τὴν ἀχθηδόνα· ἐξ ὧν βαρούμενος ὁ ἐμπαθὴς νοῦς, εἰς βυθὸν ἀπογνώσεως ἑαυτὸν καταβαπτίζει τοῖς λογισμοῖς.
Λογισμοὺς πολλάκις καὶ τοὺς λόγους τῶν πραγμάτων ἡ γραφὴ εἴρηκεν, ὥς περ καὶ νοήματα τοὺς λόγους, καὶ τοὺς λόγους ἀντιστρόφως νοήματα· τοῦτο δὲ γίνεται ἐπειδὴ ἡ κίνησις τῶν τοιούτων καθ᾽ ἑαυτὴν μὲν ἄϋλος ἐστι, μορφοῦται δὲ διὰ τῶν πραγμάτων εἰς εἶδος, καὶ μεταπλάττεται· καὶ οὕτω τὸ προσβαλὸν διὰ τῆς ἐπιφανείας, γνωρίζεταί τε καὶ λέγεται.
Οἱ λογισμοί, λόγοι τῶν δαιμόνων εἰσί, καὶ τῶν παθῶν πρόδρομοι, ὥς περ καὶ τῶν πραγμάτων οἱ λόγοι καὶ τὰ νοήματα· ἀδύνατον γὰρ ἀγαθόν, ἢ κακὸν ἐνεργῆσαι, μὴ προσβαλὸν πρότερον τὸν ἑαυτοῦ λογισμόν· εἴπερ λογισμός ἐστι, προσβολῆς ἀνείδεος κίνησις πραγμάτων ὁποιωνοῦν.
Γεννᾷ ἡ μὲν ὕλη τῶν πραγμάτων ψιλοὺς λογισμούς· ἡ δὲ προσβολὴ ἡ δαιμονιώδης τοὺς πονηροὺς τεκταίνει· δὶαφορὰν οὖν ἔχουσιν οἱ φυσικοὶ ἐκ τῶν παρὰ φύσιν, καὶ ὑπὲρ φύσιν λόγων καὶ λογισμῶν, κατὰ σύγκρισιν.
Ἰσουργοῦσι πρὸς τὴν ἐν ἀτόμῳ ἀλλοίωσιν, οἱ μὲν φυσικοί, πρὸς τοὺς παρὰ φύσιν, οἱ δὲ κατὰ φύσιν, πρὸς τοὺς ὑπὲρ φύσιν εὐθὺς τρεπόμενοι· αἴτιοι δὲ εἰσὶ πρὸς τὴν ἐν ἀλλήλοις τροπὴν καὶ γέννησιν, τῶν μὲν δαιμονικῶν, οἱ ἐκ τῆς ὕλης· τῶν δὲ ὑλικῶν ἐκ τῆς προσβολῆς· ὁμοίως καὶ τῶν θείων, οἱ φυσικοί· καὶ οἱ φυσικοί, τῶν ὑπὲρ φύσιν γεννήτορες· ἕκαστον γὰρ πρὸς τὸ συγγενὲς τὴν ἑαυτοῦ ἀλλοίωσιν ἔχει κινητικήν, τετραχῶς διῃρημένην, αἰτίαν καὶ γέννησιν.
Σημείωσαι ὅτι προβέβληνται τῶν μὲν λογισμῶν, αἱ αἰτίαι· τῶν δὲ φαντασιῶν, οἱ λογισμοί· τῶν δὲ παθῶν, αἱ φαντασίαι· τῶν δὲ δαιμόνων τὰ πάθη· ὡς σειρά τις, καὶ τάξις ἐν ἀτάκτοις πνεύμασι, δολίως· ἓν τοῦ ἐνὸς ἐχόμενον ἤρτηνται· πλὴν οὐδὲν ἐνεργεῖ καθ᾽ αὑτό, ἀλλ᾽ ὑπὸ δαιμόνων ἐνεργεῖται· οὔτε φαντασία εἰδωλοποιεῖται, οὔτε πάθος ἐνεργεῖ, χωρὶς τῆς λεληθότως κρυφίας δαιμονικῆς δυνάμεως· εἰ γὰρ καὶ πέπτωκεν ὁ σατὰν συντριβείς, ἀλλὰ πλέον ἰσχύει τῇ καθ᾽ ἡμῶν ῥαθυμία γαυριούμενος ὑπὲρ ἡμῶν.
Μορφοῦσι τὸν νοῦν ἡμῶν, μᾶλλον δὲ μορφοῦνται καθ᾽ αὑτοὺς ἡμᾶς, καὶ προσβάλλουσι, κατὰ τὴν ἕξιν τοῦ ἐπικρατοῦντος καὶ ἐνεργοῦντος πάθους ἐν τῇ ψυχῇ, αἰτίαν γὰρ πρὸς εἰδωλοποίησιν τὴν ἕξιν τοῦ πάθους οἱ δαίμονες κέκτηνται· ποικίλην οὖν καὶ πολύμορφον τὴν φαντασίαν ἐγρηγορότως καὶ καθ᾽ ὕπνους ὑμῖν δεικνύουσι· μεταμορφοῦνται γάρ, οἱ μὲν τῆς ἐπιθυμίας δαίμονες, ποτὲ μέν, εἰς χοίρους· ποτὲ δὲ εἰς ὄνους· ποτὲ δέ, εἰς ἵππους θηλυμανεῖς, καὶ πυροειδεῖς· ποτὲ δὲ εἰς Ἐβραίους, τῆς ἀκολασίας μάλιστα· τῆς δὲ ὀργῆς, ποτὲ μέν, εἰς ἐθνικούς, ποτὲ δὲ εἰς λέοντας· καὶ τῆς μὲν δειλίας, εἰς τοὺς Ἰσραηλίτας· τῆς δὲ ἀκολασίας, εἰς τοὺς Ἰδουμαίους· τῆς δὲ πολυποσίας, καὶ ἀκρασίας, εἰς τοὺς Ἀγαρηνούς· τῆς δὲ πλεονεξίας, ποτὲ μέν, εἰς τοὺς λύκους, ποτὲ δὲ εἰς τοὺς παρδάλεις· τῆς δὲ πονηρίας, ποτὲ μέν, εἰς τοὺς ὄφεις, ποτὲ δὲ εἰς ἐχίδνας μεταμορφοῦνται· ποτὲ δὲ καὶ εἰς ἀλώπεκας· τῆς δὲ ἀναιδείας, εἰς τοὺς κύνας· τῆς δὲ ἀκηδίας, εἰς τοὺς κάττους· ἔστι δ᾽ ὅτε καὶ τῆς πορνείας, ποτὲ μέν, εἰς ὄφεις, ποτὲ δὲ καὶ εἰς κόρακας, καὶ κολσιούς· εἰς πετεινὰ δὲ οἱ ψυχικοί, μάλιστα δὲ ἐναέριοι δαίμονες μεταβάλλονται· ἔχει δὲ τὴν αἰτίαν ἡ φαντασία τριχῶς, ἀλλοιοῦσαν τὰς μορφὰς τῶν πνευμάτων, κατὰ τὸ τριμερὲς τῆς ψυχῆς· ὥστε καὶ τὴν φαντασίαν τριπλῆν εἶναι ἐν πετεινοῖς, ἐν θηρίοις, ἐν κτήνεσι· πρὸς τὸ ἐπιθυμητικόν, θυμικόν, καὶ λογιστικὸν τὰς τῆς ψυχῆς δυνάμεις· οἱ τρεῖς γὰρ ἄρχοντες τῶν παθῶν, κατὰ τῶν τριῶν ἀεὶ ὁπλίζονται· καὶ πρὸς ὃ πεποίωται ἡ ψυχὴ πάθος, πρὸς αὐτὸ κατὰ τὸ συγγενὲς μορφάζονται ἡμῖν, καὶ προσέρχονται.
Ὡς πῦρ μὲν πολλάκις καὶ ὡς ἄνθρακες, οἱ τῆς ἡδονῆς προσέρχονται δαίμονες· τὰ φιλήδονα γὰρ πνεύματα, τὸ μὲν ἐπιθυμητικόν, ἐκκαίουσι· τὸ δὲ διανοητικὸν συγχέοντες, σκοτίζουσι τῆς ψυχῆς· καύσεως γάρ, ταραχῆς, καὶ σκότους αἰτία, ἡ κυρίως τῶν παθῶν ἡδονή.
Νὺξ τῶν παθῶν, τῆς ἀγνοίας τὸ σκότος ἐστίν· ἢ πάλιν, νὺξ ἐστίν, ἡ γεννητικὴ τῶν παθῶν ἐπικράτεια· ἐν ᾗ βασιλεύει ὁ τοῦ σκότους ἔξαρχος· καὶ ἐν ᾧ τὰ θηρία τοῦ ἀγροῦ, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τὰ ἑρπετὰ τῆς γῆς τροπικῶς λεγόμενα πνεύματα ᾠρυόμενα ζητοῦντα ἁρπάσαι ἡμᾶς εἰς βρῶσιν αὑτῶν.
Κατὰ καιρὸν τῆς τῶν παθῶν ἐνεργείας οἱ λογισμοί, οἱ μὲν προηγοῦνται, οἱ δὲ ἕπονται· καὶ προηγοῦνται, μὲν οἱ λογισμοὶ τῶν φαντασιῶν, ἕπονται δὲ τῶν φαντασιῶν τὰ πάθη· καὶ τῶν μὲν δαιμόνων προηγοῦνται τὰ πάθη, ἕπονται δὲ τοῖς πάθεσιν οἱ δαίμονες.
Ἀρχὴ τῶν παθῶν καὶ αἰτία, ἐστὶν ἡ παράχρησις· παραχρήσεως δέ, ἡ τροπή· τροπῆς δέ, ἡ ῥοπὴ τῆς θελητικῆς ἔξεως· θελήσεως δὲ δοκίμιον, ἡ προσβολή· προσβολῆς, δέ, οἱ δαίμονες, διὰ τῆς προνοίας παραχωρούμενοι δεικνύειν τὸ ἡμῶν αὐτεξούσιον ὁποῖόν ἐστιν.
Ἰὸς τοῦ κέντρου τῆς ἁμαρτίας πρὸς θάνατον, ἡ ἐμπαθὴς ἕξις τῆς ψυχῆς, ἀκίνητον γὰρ ἔχει καὶ ἀμετάβλητον τὸν τρόπον, ὁ τοῖς πάθεσι ποιωθεὶς ἑκουσίως.
Πάθη λέγονται πολυτρόπως· διαιροῦνται δὲ εἰς σωματικά, καὶ ψυχικά· τὰ σωματικὰ ὑποδιαιροῦνται εἰς ἀλγεινά, καὶ ἁμαρτητικά· τὰ ἀλγεινὰ ὑποδιαιροῦνται εἰς νοσερά, καὶ παιδευτικά· τὰ ψυχικὰ πάλιν διαιροῦνται εἰς θυμικά, ἐπιθυμητικά, καὶ λογιστικά· τὰ λογιστικὰ ὑποδιαιροῦνται, εἰς φανταστικά, καὶ διανοητικά· τούτων τὰ μὲν εἰσί, κατὰ παράχρησιν θελητικά· τὰ δέ, κατὰ ἀνάγκην ἀκούσια, ὡς ἀδιάβλητα πάθη λεγόμενα· ἃ καὶ παρακολουθήματα, καὶ φυσικὰ ἰδιώματα οἱ πατέρες ἐκάλεσαν.
Ἀλλα τὰ σωματικὰ πάθη, καὶ ἄλλα τὰ ψυχικά· τὰ τῆς ἐπιθυμίας ἕτερα, καὶ ἄλλα τοῦ θυμοῦ· ἕτερα τὰ τοῦ λογιστικοῦ, καὶ ἄλλα τὰ τοῦ νοὸς καὶ τῆς διανοίας· κοινωνοῦσι δὲ ἀλλήλοις, καὶ συνεργοῦσι θάτερα τοῖς ἑτέροις· τὰ μὲν σωματικά, πρὸς τὰ τῆς ἐπιθυμίας, τὰ δὲ ψυχικά, πρὸς τὰ τοῦ θυμικοῦ· καὶ πάλιν τὰ λογιστικά, πρὸς τὰ νοερά· καὶ τὰ νοερά, πρὸς τὰ τῆς διανοίας καὶ τῆς μνήμης παθήματα.
Θυμοῦ μὲν εἰσὶ πάθη, ὀργή, πικρία, κραυγή, ὀξυχολία, θράσος, τύφος, ἀλαζωνία, καὶ εἴτι ἕτερον· ἐπιθυμίας δέ, πλεονεξία, ἀκολασία, ἀκρασία, ἀπληστία, φιληδονία, φιλαργυρία, φιλαυτία ἡ πάντων χαλεπωτέρα· τὰ δὲ τῆς σαρκός, πορνεία, μοιχεία, ἀκαθαρσία, ἀσωτίᾳ, ἀδικία, γαστιμαργία, ἀκηδία, περπερότης, φιλοκοσμία, φιλοζωΐα, καὶ εἴτι ἕτερον· τὰ δὲ τοῦ λογιστικοῦ μέρους, εἰσίν, ἀπιστία, βλασφημία, πονηρία, πανουργία, περιέργεια, δυψυχία, λοιδορία, καταλαλιά, κατάκρισις, ἐξουδένωσις, εὐτραπελία, ὑπόκρισις, ψεῦδος, αἰσχρολογία, μωρολογία, ὑπουλότης, εἰρωνία, φανητία, ἀνθρωπαρέσκεια, μετεωρισμός, ἐπιορκίαι, ἀργολογίαι, καὶ τὰ λοιπά· τὰ δὲ τοῦ νοός, οἴησις, ἔπαρσις, μεγαλαυχίαι, ἔρις, ζῆλος, αὐταρέσκεια, ἀντιλογία, ἀνηκοία, φαντασία, ἀναπλασμοί, φιλενδειξίαι, φιλοδοξία, ὑπερηφανία τὸ πρῶτον, καὶ ἔσχατον πάντων τῶν κακῶν· τὰ δὲ τῆς διανοίας εἰσὶ ταῦτα· ῥεμβασμοί, μετεωρισμοί, αἰχμαλωσίαι, σκότωσις, τύφλωσις, ἀπαγωγαί, προσβολαί, συγκαταθέσεις, ῥοπαί, τροπαί, παραρρισμοί, καὶ τὰ ὅμοια τούτων· ὡς ἐν ὅρῳ δὲ φᾶναι, πάντα τὰ παρὰ φύσιν κακὰ ταῖς τρισὶ δυνάμεσι τῆς ψυχῆς συνεμίγησαν· ὡς περ καὶ τὰ ἀγαθὰ ἐν αὐταῖς πάντα συνυπάρχουσι κατὰ φύσιν.
Ὦ τῆς τοῦ Δαβὶδ πρὸς τὸν Θεὸν μετ ἐκπλήξεως μεγαληγορίας, ἐθαυμαστώθη, λέγοντος, ἡ γνῶσίς σου ἐξ ἐμοῦ, οὐ γὰρ δύναμαι πρὸς αὐτὴν ἰσχυροτέραν οὖσαν καὶ ἀνέφικτον ὑπὲρ τὴν ἐμὴν ἀσθενῆ γνῶσιν καὶ δύναμιν τὴν ἐπ᾽ ἐμοί· πῶς καὶ ἡ σὰρξ ἀκατάληπτος αὕτη κατὰ τὴν σύνθεσιν τῆς διαπλάσεως οὖσα, τριαδικὴν ἐν ἑκάστῳ εἴδει, καὶ μίαν ἔχουσα τὴν ἁρμονίαν τῶν ἰδίων μελῶν καὶ μερῶν, καὶ ἀριθμῷ ἑβδοματικῷ δευτέρῳ τιμωμένην, ὅπερ χρόνον καὶ φύσιν κατὰ τοὺς ἀριθμητικοὺς ἐμφαίνει, ὡς εἶναι καὶ αὐτὸ εἰς δόξαν Θεοῦ ὄργανον ἐκφαντορικὸν τριαδικῆς μεγαλοπρεπείας φυσιολογούμενον, κατὰ τοὺς ἐνεργεῖς νόμους τῆς φύσεως.
Νόμοι φύσεως εἰσὶν αἱ ποιαὶ τῶν ἐνεργουμένων μελῶν συνθέσεις, ἃς καὶ ἑτερότητας ὁ λόγος ἐκάλεσεν, ὡς πολυμερείας τῶν ἰδίων ἰδιοτήτων· ἢ πάλιν· νόμος φυσικός ἐστιν, ἡ ἑκάστου εἴδους, καὶ μέλους ἐνέργεια ἐν δυνάμει· ὥσπερ γὰρ ὁ Θεὸς τὴν ἅπασαν κτίσιν, οὕτως ἡ ψυχὴ τὰ τοῦ σώματος μέλη καὶ ἐνεργεῖ, καὶ κινεῖ ἕκαστον πρὸς τὴν ἰδίαν ἐνέργειαν· ζητητέον δὲ τίνι λόγῳ τὸν θυμόν, καὶ τὴν ἐπιθυμίαν, ποτὲ μὲν οἱ θεοφόροι ἄνδρες, τῆς σαρκὸς εἶναι φάσκουσι, ποτὲ δέ, ὅτι τῆς ψυχῆς εἰσὶ δυνάμεις; καὶ φαμέν, ὅτι οὐδεμίαν ἀσυμφωνίαν ἔχουσιν οἱ λόγοι τῶν ἁγίων παρὰ τοῖς ἀκριβῶς εἰδόσιν αὐτούς, ἀλλ᾽ ἀμφότεροι ἀληθεύουσι, καὶ κατὰ τὸ προσῆκον τὰς προσηγορίας ἐναλλάσσουσι πάνυ σοφῶς, διὰ τὴν ἀρρήτως ἄμφω γένεσιν εἰς τὸ εἶναι κατὰ τὸν τῆς συνυπάρξεως τρόπον· ὡς εἶναι μὲν τελεία ἡ ψυχὴ ἀπ᾽ ἐντεῦθεν, ἀτελὲς δὲ τὸ σῶμα, διὰ τὴν θρεπτικὴν αὔξησιν· ἡ ψυχὴ γὰρ καθ᾽ αὐτὴν ἔχει καὶ δύναμιν ὀρεκτικῆς ἐπιθυμίας, καὶ θυμικὴν πρὸς ἀνδρείαν ἔρωτος κινητικήν, ἀπὸ τῆς διαπλάσεως αὐτῆς, λογικῆς κτισθείσης, καὶ νοερᾶς· οὐ γὰρ συνεκτίσθη αὐτῇ θυμὸς ἄλογος, καὶ ἄνους ἐπιθυμία· ὥσπερ οὐδὲ ἐν τῇ σαρκὶ πρότερον· ἀλλὰ πλασθέν, ἄφθαρτον ἦν χωρὶς χυμῶν, ἐξ ὧν ἡ ἐπιθυμία, καὶ ὁ θυμὸς ὁ θηριώδης ἐπηκολούθησε. μετὰ γὰρ τὴν παρακοὴν ὑποπεσόντι τῇ φθορᾷ, καὶ τῇ παχύτητι τῶν ἀλόγων, ἐξ ἀνάγκης καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία ἐν αὐτῷ ἐνέκυψε· διὰ τοῦτο γὰρ καὶ ἐναντιοῦται τῷ βουλήματι τῆς ψυχῆς κατά τε τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν, ὅτε κυριεύει· ἐπὰν δὲ ὑποταγῇ τὸ θνητὸν τὸ λογικῷ, ἕπεται πρὸς τὴν τῶν ἀγαθῶν ἐνέργειαν τῇ ψυχῇ· ὅτε γὰρ συνεφύρησαν καὶ ἀναμὶξ ἐγένοντο τὰ τῆς σαρκὸς ἐπείσακτα μὲ τὰ τῆς ψυχῆς ἰδιώματα, τότε ὡμοιώθη τοῖς κτήνεσιν ὑποκύψας τῷ νόμῳ τῆς φύσεως, κτῆνος ἐκ λογικοῦ, καὶ θηρίον ἐξ ἀνθρώπου γενόμενος.
Καθάπερ τῇ ψυχῇ δια τοῦ ἐμφυσήματος δημιουργηθείσῃ λογικῇ, καὶ νοερᾷ διὰ τῆς ζωτικῆς ἐμπνεύσεως, θυμὸν καὶ ἐπιθυμίαν κτηνώδη οὐ συνέκτισεν αὐτῇ ὁ Θεός, ἀλλ᾽ ἐφέσεως δύναμιν ὀρεκτικήν, καὶ πρὸς αὐτῇ θέλξεως ἀνδρείαν ἐρωτικήν· οὕτως οὐδὲ τῷ σώματι, πλαστουργήσας, θυμὸν καὶ ἐπιθυμίαν ἄλογον παρὰ τὰς ἀρχὰς ἐνέθηκεν· ὕστερον γὰρ ταῦτα διὰ τῆς παρακοῆς προσέλαβε τὸ θνητόν, καὶ φθαρτόν, καὶ κτηνῶδες, ἐν οἷς καὶ ὡμοιώθη γενόμενον· τὸ γὰρ σῶμα, φασὶν οἱ θεολόγοι, ἄφθαρτον ἐκτίσθη, οἶον καὶ ἀναστήσεται, κἂν δεκτικὸν τῆς φθορᾶς, ὥσπερ καὶ ἡ ψυχὴ ἀπαθής· ἐφθάρησαν δ᾽ ἀμφότερα, καὶ συνεκράθησαν διὰ τὸν φυσικώτατον θεσμὸν τῆς εἰς ἄλληλα περιχωρήσεώς τε καῖ μεταδόσεως, ἥτε ψυχὴ καὶ τὸ σῶμα· ἡ μὲν τοῖς πάθεσι, μᾶλλον δὲ δαίμοσι ποιωθεῖσα· τὸ δὲ τοῖς ἀλόγοις κτήνεσιν ἐξομοιούμενον, τῇ τῆς καταστάσεως ἐνεργείᾳ, καὶ τῇ ἐπικρατείᾳ τῆς φθορᾶς· καὶ εἰς ἓν τῶν ἀμφοτέρων αἱ δυνάμεις γενόμεναι, ἓν κτῆνος ἄλογον καὶ ἄνευ τῷ θυμῷ καὶ τῇ ἐπιθυμίᾳ γενόμενον, ἀπετέλεσαν· καὶ οὕτω παρασυνεβλήθη τοῖς κτήνεσι κατὰ τὴν γραφήν, καὶ ὡμοιώθη αὐτοῖς κατὰ πάντα τρόπον.
Ἀρχὴ τῶν ἀρετῶν, καὶ γένεσις, ἡ ἀγαθὴ πρόθεσις· εἴτ᾽ οὖν ἡ ἔφεσις τοῦ καλοῦ· ὥσπερ ὁ Θεὸς αἰτία καὶ πηγή, παντὸς ἀγαθοῦ· καλοῦ δὲ ἀρχὴ ἡ πίστις, μᾶλλον δὲ ὁ Χριστός, ἡ πέτρα τῆς πίστεως, ὃν ὡς ἀρχὴν καὶ θεμέλιον ἔχομεν πάντων τῶν ἀρετῶν, ἐν ᾗ βεβήκαμεν, καὶ ἐν ᾧ οἰκοδομοῦμεν πᾶν ἀγαθόν· οὗτος ὁ λίθος ὁ ἀκρογωνιαῖος, ὁ συνδέων ἡμᾶς ἑαυτῷ, καὶ ὁ πολύτιμος μαργαρίτης· ὃν ζητῶν ὁ εἰς τὸν βυθὸν τῆς ἡσυχίας εἰσδύων Μοναχός, πάντα τὰ ὑπάρχοντα αὐτῷ θελήματα, πιπράσκει διὰ τῆς ὑπακοῆς τῶν ἐντολῶν, ἵνα ἀπ᾽ ἐντεῦθεν αὐτὸν κτήσηται.
Ἰσότητα πρὸς ἀλλήλας αἱ ἀρεταὶ κέκτηνται, καὶ πᾶσαι εἰς ἓν συνάγονται, καὶ ἕνα ὅρον, καὶ εἶδος ἀρετῆς συμπληροῦσιν· εἰσὶ γὰρ ἀρεταί, καὶ εἰσὶν ἀρετῶν ἀρεταὶ μείζους, ὡς περιεκτικαί, καὶ συνεκτικαὶ τῶν πλειόνων, ἢ καὶ πάντων, ὡς ἡ θεία ἀγάπη, καὶ ἡ ταπείνωσις, καὶ ἡ θεία ὑπομονή· φησί γαρ ὁ Κύριος περὶ αὐτῆς· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν· καὶ οὐκ εἶπεν ἐν τῇ νηστείᾳ ὑμῶν, ἢ τῇ ἀγρυπνίᾳ ὑμῶν· ὑπομονῆς δὲ λέγω, τῆς κατὰ Θεὸν γινομένης· τῆς βασιλίδος τῶν ἀρετῶν, τοῦ θεμελίου τῶν ἀνδραγαθημάτων· αὕτη γάρ ἐστιν αὕτη, ἡ ἐν πολέμοις εἰρήνη, ἡ ἐν ζάλῃ γαλήνῃ, ἡ ἐν τοῖς κατορθωκόσιν αὐτήν, ἀπερίτρεπτος ἵδρυσις· ἦν οὐχ ὅπλα καὶ δόρατα, οὐ στρατόπεδα ἀφιέμενα, οὐχ᾽ αὕτη ἡ τῶν δαιμόνων παράταξις, οὐχ ἡ ζοφερὰ τῶν ἐναντίων φάλαγξ βλάψαι δυνήσονται τὸν ταύτην κτησάμενον ἐν Χριστῷ Ἰησοῦ.
Αἱ ἀρεταί, κἂν ἀλλήλων εἰσὶ γεννητικαί, ἀλλ᾽ ἐκ τῶν τριῶν δυνάμεων τῆς ψυχῆς τὴν γένεσιν ἔχουσιν, ἄνευ τῶν θείων, αἰτία γὰρ καὶ ἀρχὴ τῶν τεσσάρων γενικῶν ἐν τοῖς φυσικοῖς, καὶ θείων ἀρετῶν, ἐξ ὧν, καὶ ἐν αἷς αἱ λοιπαὶ συνίστανται, τῆς τε φρονήσεως, καὶ ἀνδρείας, σωφροσύνης τε, καὶ δικαιοσύνης ἐστίν, ἡ θεία τῶν θεολόγων πνευματοκίνητος σοφία, κατὰ νοῦν τετραχῶς κινουμένη, οὐχ ἅμα δὲ πάσας ἐνεργεῖ, ἀλλ᾽ ἰδίᾳ ἑκάστην ἐν καιρῷ αὐτῆς καθὼς βούλεται· καὶ τὴν μέν, ὡς φῶς· τὴν δέ, ὡς δύναμιν ὀξείαν καὶ ἀεικίνητον ἔμπνευσιν· τὴν δέ, ὡς ἁγιαστικὴν δύναμιν, καὶ καθαρτικήν, τὴν δέ, ὡς δρόσον ἁγνείας εὐφραντικήν, καὶ τοῦ καύσωνος τῶν παθῶν ἀναψυχαγωγικήν· ἑκάστην ἑκάστῳ ὡς προείρηται τελείῳ τελείαν καὶ τὴν ἐνέργειαν κατὰ τὴν τροπικὴν δίδωσι.
Ρῶσιν τελείαν ψυχῆς οὐ χαρίζεται τῶν ἀρετῶν ἐξ ἰδίας σπουδῆς τὰ ἐπιτηδεύματα, εἰ μὴ αὖται οὐσιωδῶς ἐν τῇ ἕξει διὰ τῆς χάριτος παραγένωνται· ἑκάστη γὰρ ἔχει χάρισμα ἴδιον, ἐνέργειαν καθ᾽ αὑτήν, ὥστε δύνασθαι καὶ μὴ βουλομένους ἕλκειν τοὺς μετόχους αὐτῆς, πρὸς ἑαυτὴν τῇ ἕξει καὶ φύσει τοῦ ἀγαθοῦ· καὶ ὅτε ἡμῖν δοθῇ, ἀναλλοίωτον καὶ ἄτρεπτον ἔκτοτε συντηρεῖται, ζῶσαν γὰρ ὥς περ ψυχήν, ἐν ἰδίοις μέλεσιν ἔχουσι τοῦ ἐνεργεῖν αὐτάς, τὴν χάριν τοῦ πνεύματος, διὸ καὶ νεκρὸς ἅπας ὁ τῶν ἀρετῶν ὅμιλος, χωρὶς αὐτῆς πέφυκε, καὶ τοῖς δοκοῦσι τελείως ἔχειν ἢ κατορθοῦσιν αὐτάς, καὶ αὗται ἑαυτῷ μόναι, σκιαὶ καὶ τύποι τοῦ καλοῦ, καὶ οὐκ ἀληθείας ἰνδάλματα.
Εἰσιν οὖν τέσσαρες μὲν αἱ καθολικαὶ ἀρεταί, ἀνδρεία, φρόνησις, σωφροσύνη, καὶ δικαιοσύνη· ὀκτὼ δέ, αἱ καθ᾽ ὑπερβολὴν καὶ ἔλλειψιν αὐτῶν ἐγγὺς παρεπόμεναι, κακίαι μὲν παρ᾽ ἡμῖν, ἀρεταὶ δὲ παρὰ τοῖς ἐν τῷ κόσμῳ καὶ λεγόμεναι καὶ νοούμεναι· καὶ τῆς μὲν ἀνδρείας, θρασύτης, καὶ δειλία· τῆς φρονήσεως δέ, πονηρία, καὶ ἄγνοια· τῆς σωφροσύνης δέ, ἀκολασία, καὶ ἠλιθιότης· τῆς δὲ δικαιοσύνης, πλεονεξία, καὶ ἀδικία, εἴτ᾽ οὖν μειονεξία· μέσαι γάρ εἰσιν ἀρεταί, οὐ μόνον αἱ καθολικαὶ καὶ φυσικαί, καὶ πάσης ἐλλείψεως καὶ ὑπερβολῆς ἀνώτεραι, ἀλλὰ καὶ αἱ πρακτικαί· καὶ αἱ μὲν τὴν προαίρεσιν, τῇ τῆς γνώμης εὐθύτητι· αἱ δέ, τὴν τροπὴν καὶ τὴν οἴησιν συνεργὸν κέκτηνται· περὶ γὰρ αὐτῶν ὅτι μέσαι εἰσὶν ἀρεταὶ τῆς εὐθύτητος, μάρτυς ἡ παροιμία οὑτωσὶ φάσκουσα· καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς· πᾶσαι οὖν ἐν ταῖς τρισὶ δυνάμεσι τῆς ψυχῆς συνιστάμεναι, ἐν αἷς τίκτονται καὶ οἰκοδομοῦνται, ὡς θεμέλιον τὰς τέσσαρας γενικὰς ἔχουσι· μᾶλλον δὲ Χριστὸν τῆς ἑαυτῶν οἰκοδομῆς· ἵνα αἱ μὲν φυσικαί, διὰ τῶν πρακτικῶν καθαίρωνται· αἱ δὲ θεῖαι, καὶ ὑπὲρ φύσιν, δίδωνται ἐν τῇ χρηστότητι τοῦ πνεύματος.
Τῶν ἀρετῶν, αἱ μὲν εἰσὶ πρακτικαί, αἱ δὲ φυσικαί, αἱ δὲ θεῖαι, καὶ τοῦ πνεύματος· καὶ αἱ μὲν πρακτικαί, τῆς προαιρέσεως· αἱ δὲ φυσικαί, τῆς διαπλάσεως· αἱ δὲ θεῖαι, τῆς χάριτος·
Ὥσπερ τὴν τῶν ἀρετῶν γένεσιν ἡ ψυχὴ ἡμῶν ἔχει, οὕτω καὶ τὴν τῶν παθῶν· ἀλλὰ τὰς μὲν κατὰ φύσιν· τὰ δὲ παρὰ φύσιν τίκτειν εἴωθεν· αἰτίαν γὰρ πρὸς τὴν τοῦ καλοῦ ἢ κακοῦ γένεσιν ἡ ψυχή. τὴν ῥοπὴν τῆς θελήσεως κέκτηται· ὥσπερ τι κέντρον πρὸς γραμμάς, ἢ ζυγοῦ τὸ ἀνθέμιον· ὅποιδ᾽ ἂν τρέψῃ, τοῦτο συνεργὸν λαμβάνει, καὶ ἐνεργεῖ· ὑποκείμενον γὰρ ἐστὶν ἀμφοῖν πρὸς ταῖς δυσὶν ἐνεργείαις ἡ πρόθεσις· ἐπειδὴ καὶ ταύτας, κἀκείνας ἐν ἑαυτῷ περιφέρει· τὴν μὲν τῇ γενέσει· τὴν δὲ τῇ αὐθαιρέτῳ ῥοπῇ τοῦ θελήματος.
Νεάνιδας, ἡ γραφὴ καλεῖ, τὰς ἀρετάς, διὰ τὴν συγκρατικὴν αὐτῶν πρὸς τὴν ψυχὴν συνάφειαν γινομένην, καὶ εἰς ἓν πνεῦμα καὶ σῶμα μετ᾽ αὐτῆς θεωρουμένων· ἀγάπης γὰρ σύμβολον τὸ τῆς νεάνιδος εἴδος, καὶ ἁγνείας, καὶ ἁγνισμοῦ τεκμήριον, τὸ σχῆμα τῶν ἱερῶν τούτων παρθένων· ἔθος γὰρ τὰ θεῖα μετασχηματίζειν ἡ χάρις πρὸς ὃ πεποίωνται, καὶ πρὸς τὸ συγγενὲς ἀπλανῶς ἐν τοῖς δυναμένοις εἰδοποιεῖν πέφυκεν.
Εἰσὶν οὖν ὥσπερ ὀκτὼ οἱ προστάται τῶν παθῶν, τρεῖς μὲν οἱ μεγάλοι, οἱ τῆς γαστριμαργίας, οἱ φιλαργυρίας, καὶ κενοδοξίας· πέντε δὲ οἱ τούτοις ἀκόλουθοι· ὁ τῆς πορνείας, καὶ ὀργῆς, καὶ λύπης, καὶ ἀκηδίας, καὶ ὑπερηφανίας· οὕτως εἰσὶ καὶ αἱ ἀντικείμεναι τούτων περιεκτικαὶ τρεῖς ἀρεταί· ἀκτημοσύνη, ἐγκράτεια, καὶ ταπείνωσις· μεθ᾽ ὧν καὶ αἱ τούτοις ἑπόμεναι· ἅγνοια καὶ πραότης, καὶ χαρά, καὶ ἀνδρεία, καὶ ἐξου δένωσις· καὶ ἅπας ὁ τῶν ἀρετῶν ὁρμαθός δυνάμεως δὲ καὶ ἐνεργείας, καὶ ὀσμῆς ἰδίας ἑκάστης ἀρετῆς, ἢ κακίας μαθεῖν καὶ γνῶναι, οὐ τοῦ βουλομένου παντὸς ἐστίν ἀλλὰ τοῦ ποιοῦντος καὶ πάσχοντος ἔργῳ καὶ λόγῳ, καὶ ἐκ τοῦ πνεύματος τὰ χαρίσματα τῆς ἐπιστήμης λαβόντος καὶ τῆς διακρίσεως.
Τῶν ἀρετῶν, αἱ μὲν ἐνεργοῦσιν, αἱ δὲ ἐνεργοῦνται· καὶ ἐνεργοῦσι μὲν αὗται ἐν ἡμῖν, ἐπιδημοῦσαι ὅτε δεῖ, καὶ ἡνίκα, καὶ ὅσον βούλονται, καὶ καθὼς· ἐνεργοῦμεν δὲ δὲ ταύτας ἡμεῖς, κατὰ τὴν προαίρεσιν, καὶ τὴν ἠθικὴν ἕξιν τῆς ἡμῶν ἐπιτηδειότητος· ἀλλ᾽ ἐκεῖναι μέν, οὐσιωδῶς· ἡμεῖς δέ, τυπικῶς πρὸς ἦθος τυπούμενοι· εἴπερ τύπος ἐστίν, ὁ πασῶν τῶν ἡμετέρων ἐργασιῶν τρόπος, πρὸς τὰ ἐκεῖθεν ἀρχέτυπα· ἐπειδὴ ὀλίγοις λίαν οὐσιωδῶς τὰ νοητὰ μετέχονται πρὸ τῆς μελλούσης ἀφθάρτου ἀπολαύσεως· τοὺς κόπους γὰρ ἐντεῦθεν καὶ τοὺς τύπους οὐ τὰς ἀρετὰς κυρίως ἐνεργοῦμεν, καὶ ἀπολαμβάνομεν.
Ἱερουργεῖ τὸ Εὐαγγέλιον κατὰ Παῦλον, ὁ μεταλαμβάνων καὶ μεταδιδόναι δυνάμενος ἐνεργείᾳ καὶ ἑτέροις τὸν φωτισμὸν τοῦ Χριστοῦ· ὥσπερ τινὰ σπόρον θεῖον τὸν λόγον, ἐν ταῖς ψυχικαῖς τῶν ἀκουόντων ἀρούραις, αὐτὸν ἐνίησιν ὁ λόγος ὑμῶν, φησίν, ἔστω ἐν χάριτι ἠρτυμένος θείας χρηστότητος, ἵνα δῶ χάριν τοῖς ἐν πίστει ἀκούουσι· γεωργοὺς δὲ πάλιν, καὶ γεώργιον, τοὺς διδασκάλους, καὶ διδασκομένους εἰπών, ἐμφαίνει μάλα σοφῶς· τοὺς μέν, ὡς ἀροτῆρας και σπορεῖς τοῦ θείου λόγου· τοὺς δὲ ὡς τῶν ἀρετῶν γῆν πίαν, καρποφόρον, καὶ εὔσταχυν· ἱερουργία γὰρ κυρίως ἀληθινή, οὐ μόνον ἡ τῶν θείων ἐνέργεια, ἀλλὰ καὶ ἡ μετουσία τῶν ἀγαθῶν καὶ μετάδοσις.
Διάφορός ἐστιν ὁ διὰ προφορᾶς πρὸς διδαχὴν προερχόμενος λόγος, καὶ διαφόρως ἐκ πολλῶν τρόπων συνάγεται ἐκ τεσσάρων εἰδῶν· ὁ μὲν ἐκ μαθήσεως· ὁ δὲ ἐκ τῆς ἀναγνώσεως· ἄλλος ἐκ πράξεως, καὶ ἕτερος ἐκ τῆς χάριτος· ὥσπερ δὲ τὸ ὕδωρ ἓν ἐστὶ τῇ φύσει, μεταποιεῖται δέ, καὶ μεταβάλλεται κατὰ τὴν ὑποκειμένην διάφορον τοῦ χοὸς ὕλην, εἰς οἰκείαν ποιότητα, ὡς τῇ γεύσει νοούμενον εἶναι, τὸ μέν, πικρόν· τὸ δέ, γλυκύ· καὶ ἄλλο ἁλμυρὸν καὶ ὁζῶδες· οὕτω κατὰ τὴν ἠθικὴν ἕξιν ἑκάστου προερχόμενος ὁ λόγος καὶ ἀλλοιούμενος, ἐνεργείᾳ γινώσκεται καὶ τὴν ὠφέλειαν δίδωσιν.
Ἐπειδὴ δὲ ὁ λόγος εἰς ἀπόλαυσιν δέδοται πάσης λογικῆς φύσεως, ὥσπερ ἐδέσματα τινὰ πολλὰ διάφορα, τὴν ἡδονὴν αὐτῶν διαφόρως ἡ ψυχὴ ἀπολαμβάνουσα αἰσθάνεται· ἔχει γὰρ τὸν ἐπιστημονικὸν λόγον, ὡς παιδαγωγὸν πρὸς ἦθος τυποῦντα αὐτήν, τὸν δὲ τῆς ἀναγνώσεως, ὡς ὕδωρ ἀναπαύσεως ἐκτρέφοντα· τὸν δὲ τῆς πράξεως, ὡς τόπον χλόης πιαίνοντα· τὸν δὲ τῆς χάριτος, ὡς ποτήριον μεθύσκοντα αὐτήν, καὶ εὐφραίνοντα· τὴν δὲ ἄρρητον αὐτῆς ἀγαλλίασιν, ὡς ἔλαιον πρόσωπον ἱλαρύνουσαν, καὶ φαιδρὰν ἐργαζομένην.
Κυρίως οὐ μόνον ἐν αὐτῇ ὡς ζωὴν ἡ ψυχὴ ταῦτα κέκτηται, ἀλλ᾽ ὅτε καὶ παρ ἀλλοις ἀκούει ταῦτα πρὸς διδαχὴν αἰσθάνεται· ὁπηνίκα προηγῆται ἀμφοτέρων ἀγάπη καὶ πίστις· καὶ ὁ μὲν, πίστει ἀκούων· ὁ δέ, ἀγάπη παιδεύων, ἄνευ τύφου, καὶ δόξης τοὺς λόγους τῶν ἀρετῶν ποιούμενος· τὸν μὲν γὰρ ἐκ μαθήσεως λόγον, ὡς παιδαγωγὸν δέχεται· τὸν δὲ τῆς ἀναγνώσεως, ὡς τροφόν· τὸν δὲ τῆς πράξεως, ὡς ἐνδιάθετον, ὡς νυμφοστόλον ἡδύτατον· τὸν δὲ τοῦ πνεύματος φωτιστικόν, ὡς νυμφίον λόγον ἑνωτικὸν αὐτῆς, τὸν εὐφραίνοντα· πᾶν γὰρ ῥῆμα ἐκπορευόμενον διὰ στόματος Θεοῦ ἔστιν, οἱ διὰ τοῦ πνεύματος ἐκ στόματος τῶν ἁγίων προελθόντες λόγοι· ἡ δι᾽ ἐνέργειαν γλυκυτάτη τοῦ πνεύματος ἐπίπνοια, ἣν τρυφῶσιν οὐ πᾶντες, ἀλλὰ μόνοι οἱ ἄξιοι· ἐπειδὴ δὲ καὶ τρυφὴν ἔχουσι τὸν λόγον οἱ λογικοί· ἐνταῦθα μὲν οἱ τῶν τοῦ πνεύματος ἐναργῶς εὐφραινόμενοι, ὀλίγοι λίαν εἰσίν· τοὺς τύπους δὲ μόνον οἱ πολλοὶ τῶν πνευματικῶν λόγων διὰ τῆς μνήμης καὶ γινώσκουσι καὶ μετέχουσι, τὸν ἄρτον οὔπω τὸν ἀληθινὸν τοῦ μέλλοντος ἐν αἰσθήσει Θεοῦ λόγον μετασχόντες· μόνος γὰρ αὐτὸς ἐκεῖσε πρόκειται εἰς πᾶσαν τοῖς ἀξίοις ἱκανῶς ἡδονήν· μήτε ἐσθιόμενος, μήτε δαπανώμενος, ἢ θυόμενος πώποτε.
Ἄνευ αἰσθήσεως νοερᾶς, τῶν θείων ἐν αἰσθήσει τὴν ἡδονὴν ἀδύνατον γεύσασθαι· ὥς περ γὰρ ὁ τὰς αἰσθήσεις ἀμβλύνας, ἀνενεργήτους αὐτὰς ἐποίησε πρὸς τὰ αἰσθητά, καὶ οὔτε ὁρᾷ, οὔτε ἀκούει, οὔτε ὀσφραίνεται, πάρετος ὢν, μᾶλλον δὲ ἡμιθανής· οὕτω καὶ ὁ τὰς ψυχικὰς κατὰ φύσιν δυνάμεις νεκρώσας διὰ τῶν παθῶν, ἀναισθήτους πρὸς ἐνέργειαν καὶ μετοχὴν τῶν μυστηρίων τοῦ πνεύματος ἐποίησεν· ὁ γὰρ μὴ ὁρῶν, καὶ ἀκούων, καὶ αἰσθανόμενος πνευματικῶς, νεκρός ἐστι· μὴ ζῶν γὰρ ἐστὶν ἐν αὐτῷ ὁ Χριστός, μήτε αὐτὸς ἐν αὐτῷ κινούμενός τε καὶ ἐνεργούμενος.
ἴσην καὶ τὴν αὐτήν, ἵνα μὴ λέγω, καὶ μίαν, ἔχουσι τὴν ἐνέργειαν αἱ αἰσθήσεις πρὸς τὰς ψυχικὰς δυνάμεις, καὶ μάλιστα ὅτε ὑγειῶς ἔχουσι· δι᾽ ἐκείνων γὰρ αὖται καὶ ζῶσι καὶ ἐνεργοῦσι, καὶ ἀμφοτέροις τὸ ζωτικὸν συγκέκραται πνεῦμα· ἀρρωστεῖ γὰρ κυρίως ὁ ἄνθρωπος, ὅτε τὴν γενικὴν τῶν παθῶν ἀσθένειαν ἐπιφέρει, ἐν τῷ νοσοκομείῳ τῆς ῥαθυμίας ἀεὶ κατακείμενος· αἱ μὲν γὰρ αἰσθήσεις τὰ αἰσθητά, αἱ δέ, τὰ νοητὰ τρανῶς ἐποπτεύουσιν· ὅτε μάλιστα οὐκ ἔστι μάχη τίς σατανικὴ ἐν αὐταῖς, τῷ νόμῳ τοῦ νοὸς καὶ τοῦ πνεύματος ἀντιτασσομένη· ἡνίκα δὲ εἰς ἓν συναφθῶσι διὰ τοῦ πνεύματος ἑνοειδεῖς γενόμεναι, τηνικαῦτα τὰ θεῖα καὶ τὰ ἀνθρώπινα ἀμέσως καὶ οὐσιωδῶς, ὡς ἔχουσι φύσεως γινώσκουσι· καὶ τοὺς λόγους αὐτῶν τρανῶς θεωροῦσι, καὶ τὴν μίαν αἰτίαν τῶν ὅλων Τριάδα, ὡς δυνατόν, καθαρῶς ἐποπτεύουσι.
Πρῶτον μὲν ὀφείλει ὁ ἡσυχάζων, ὡς θεμέλιον ἔχειν τὰς πέντε ἀρετὰς ταύτας, ἐν ᾧ καὶ ἐργασίας οἰκοδομήν· ἤγουν· σιωπήν, ἐγκράτειαν, ἀγρυπνίαν, ταπείνωσιν, καὶ ὑπομονήν· ἐργασίας δὲ θεαρέστους τρεῖς· ψαλμῳδίαν, προσευχήν, καὶ ἀνάγνωσιν· καὶ ἐργόχειρον, ἐὰν ἐστὶν ἀσθενής, αἱ γὰρ προειρημέναι ἀρεταὶ οὐ μόνον εἰσὶ πασῶν περιεκτικαί, ἀλλὰ καὶ συστατικαὶ ἀλλήλων· καὶ ἀπὸ πρώτας σχολάζειν ἐπὶ τῇ μνήμῃ τοῦ Θεοῦ διὰ προσευχῆς, καὶ καρδιακῆς ἡσυχίας, ἐπιμόνως εὔχεσθαι, ὥραν πρώτην· εἶτα δευτέραν, ἀναγινώσκειν, τρίτην ψάλλειν· τετάρτην, εὔχεσθαι· πέμπτην, ἀναγινώσκειν· ἕκτην, ψάλλειν· ἑβδόμην, εὔχεσθαι· ὀγδόην, ἀναγινώσκειν· ἐννάτην ψάλλειν· δεκάτην, ἐσθίειν· ἐνδεκάτην, κοιμᾶσθαι, εἰ χρείαν ἔχει· δωδεκάτην, ψάλλειν τὰ ἑσπερινά· καὶ οὕτω καλῶς τὸ στάδιον τῆς ἡμέρας διερχόμενος, ἀρέσκει Θεῷ.
Ἐκ πάντων χρὴ ὡς μέλισσαν τῶν ἀρετῶν συλλέγειν τὰ χρησιμώτατα, καὶ οὕτω μεταλαμβάνοντα ἐκ πάντων μικρόν, ποιεῖν μεγάλην τῆς ἐργασίας τῶν ἀρετῶν σύνθεσιν· ἐξ ὧν τὸ μέλι τῆς σοφίας πορίζεται πρὸς εὐφροσύνην ψυχῶν·
Ρᾶον δέ, εἰ βούλει, καὶ τὸ τῆς νυκτὸς διάστημα διελθεῖν, ἄκουσον· τρεῖς πολιτείας ἔχει ἡ ἀγρυπνία τῆς νυκτός· ἀρχαρίων, μέσων, καὶ τελείων· καὶ ἡ μὲν πρώτη πολιτεία ἐστὶν αὕτη, τὸ ἥμισυ τῆς νυκτὸς κοιμᾶσθαι, καὶ τὸ ἥμισυ ἀγρυπνεῖν· καὶ ἢ ἀφ᾽ ἑσπέρας ἕως μέσης νυκτός, ἢ ἀπὸ μέσης νυκτὸς ἕως πρωί· ἡ δὲ δευτέρα πολιτεία ἐστὶν αὕτη· ἀγρυπνεῖν ἀφ᾽ ἑσπέρας ὥραν μίαν, ἢ δύω· εἶτα κοιμᾶσθαι ὥρας τέσσαρας· ἐγείρεσθαι δὲ εἰς τὸν ὄρθρον, ψάλλοντα καὶ προσευχόμενον ὥρας ἓξ ἕως πρωί· εἴτα ψάλλειν τὴν πρώτην ὥραν, καὶ καὶ καθέζεσθαι ἡσυχάζοντα, ὡς προείρηται καὶ ἢ τοὺς ὅρους τῶν ἐργασιῶν φυλάττειν διὰ τῶν ὡρῶν, ἢ τὴν συνέχειαν δηλαδὴ τῆς προσευχῆς ἀδιάστατον τηρεῖν, δι᾽ ἧς ἡ ἕξις τὸν πολιτευόμενον· ἡ δὲ τρίτη πολιτεία, παννύχιον ἔχει τὴν στάσιν, καὶ τὴν ἐγρήγορσιν.
Ἰδοὺ γὰρ καὶ περὶ βρώσεως φαμέν, ὅτι λίτρα ἄρτου ἀρκεῖ παντὶ τῷ ἀγωνιζομένῳ πρὸς ἡσυχίαν· καὶ οἴνου μέν, δύω βαυκάλια ἀκράτου πίνειν· ὕδατος δέ, τρία, καὶ ἀπὸ τῶν εὑρισκομένων σισιτίων τρέφεσθαι, οὐχ ὅσα ζητεῖ ἡ φύσις ἐπιθυμητικῶς, ἀλλ᾽ ὅσα ἡ πρόνοια οἰκονομεῖ, χρᾶσθαι ἐγκρατῶς· ἄριστος οὖν καὶ σύντομος εἴδησις περὶ τῶν ἀκριβῶς, πολιτεύεσθαι βουλομένων, τὰς τρεῖς τῶν ἀρετῶν περιεκτικὰς ἐργασίας τηρεῖν, νηστείαν φημί, ἀγρυπνίαν, καὶ προσευχήν· τὸ ἔρεισμα πάντων, βεβαιούσας κραταιότατα.
Ἡ ἡσυχία πρὸ πάντων πίστεως δεῖται καὶ ὑπομονῆς, καὶ τῆς ἐξ ὅλης καρδίας καὶ ἰσχύος καὶ δυνάμεως, ἀγάπης, καὶ ἐλπίδος· ὁ μὲν γὰρ πιστεύων, κἂν ἐνταῦθα τοῦ ζητουμένου ἀποτύχῃ δι᾽ ἀμέλειαν τυχόν, ἢ ἄλλην αἰτίαν, ἀλλ᾽ ἐν τῇ ἐξόδῳ πάντως ἀδύνατον μὴ πληροφορηθῆναι τὸν τῆς πίστεως καὶ τοῦ ἀγῶνος, καὶ ἰδεῖν τὴν ἐλευθερίαν· ὃς ἐστὶν Ἰησοῦς ὁ Χριστός, ἡ τῶν ψυχῶν ἀπολύτρωσις καὶ σωτηρία, ὁ θεάνθρωπος λόγος· ὁ δὲ ἀπιστῶν, κατακριθήσεται πάντως ἐν ἐξόδῳ· ἀλλὰ καὶ ἤδη κἑκριταί, φησιν ὁ Κύριος· ὁ γὰρ ταῖς ἡδοναῖς δουλεύων, καὶ δόξαν τὴν παρὰ ἀνθρώπων ζητῶν, καὶ οὐ τὴν ἐκ Θεοῦ, ἄπιστός ἐστι, φησί, κἂν ἐν λόγῳ πιστὸς εἶναι δοκῇ, ὁ τοιοῦτος ἠπάτησεν ἑαυτὸν λεληθότως· ἀκούσεται γάρ, ὅτι ἀνθ᾽ ὧν οὐκ ἔλαβές με ἐν τῇ καρδίᾳ σου, ἀλλ᾽ ἀπέρριψάς με ὀπίσω τοῦ νώτου σου, κἀγὼ ἀπώσωμαί σε· δεῖ γὰρ τὸν πιστόν, εὔελπιν εἶναι· καὶ πιστεύειν μὲν τὴν τοῦ Θεοῦ ἀλήθειαν, μαρτυρουμένην ἐν πάσαις ταῖς γραφαῖς, ὁμολογεῖν δὲ τὴν ἑαυτοῦ ἀσθένειαν, ἵνα μὴ διπλοῦν ἕξῃ τὸ κρίμα καὶ ἀπαραίτητον.
Συντετριμμένην καρδίαν, καὶ ψυχὴν τεταπεινωμένην οὐδὲν οὕτως ἐμποιεῖ, ὡς τὸ ἰδιάζειν ἐν γνώσει, καὶ ἡ ἐκ πάντων σιωπή, κυρίως οὐκ ἄλλο τί ἐστι τὸ λυμαῖνον τὴν κατάστασιν τῆς ἡσυχίας, καὶ τὴν θείαν ἐξ αὐτῆς περιαιροῦν δύναμιν, ὡς τὰ περιεκτικὰ ἓξ πάθη ταῦτα· παρρησία, γαστριμαργία, πολυλογία τε, καὶ περισπασμός· φυσίωσις, καὶ ἡ κυρία τῶν παθῶν οἴησις· εἰς ἅπερ ὁ μετὰ προθυμίας ἐθίσας, τελείως, καὶ μετὰ τὴν προκοπὴν ἐπὶ πλεῖον σκοτιζόμενος, ἀναίσθητος γίνεται· καὶ εἰ μὲν ἀνανεύσει πάλιν, μετὰ πίστεως καὶ προθυμίας βαλὼν ἀρχήν, τοῦ ζητουμένου τεύξεται πάλιν· καὶ μάλιστα ταπεινούμενος καὶ ζητῶν· εἰ δὲ ἓν τῶν προειρημένων διὰ τῆς ἀμελείας βασιλεύει ἐν αὐτῷ, τότε ἅπας ὁ τῶν κακῶν κατάλογος σὺν τῆ ὀλέθρῳ ἀπιστίᾳ ἐκστρατεύσας, ἔρημον τὴν ψυχὴν ἀπεργάζεται· οἷον τινὰ Βαβυλωνίαν πόλιν ἄλλην, ταῖς τῶν δαιμόνων γινομένην ταραχαῖς καὶ θορύβοις· ὡς εἶναι τὰ ἔσχατα χείρονα τῶν πρώτων· καὶ ἐχθρὸν θυμοειδῆ, καὶ κατήγορον κατὰ τῶν ἡσυχαζόντων γινόμενον, καὶ τὴν γλῶσσαν ὡς ὀξείαν καὶ ὡς δίστομον ἀεὶ κατ᾽ αὐτῶν μάχαιραν θίγοντα.
Ὕδατα παθῶν, ἐξ ὧν ἡ θολερὰ καὶ σύμμικτος τῆς ἡσυχίας πλημμυροῖ τὴν ψυχὴν θάλασσα. οὐκ ἔστιν ἄλλως περάσαι, εἰ μὴ ἐν τῷ πλοίῳ τῷ κούφῳ καὶ ἐλαφρῷ τῆς περιεκτικῆς ἀκτησίας, καὶ ἐγκρατείας· ἐκ γὰρ τῆς ἀκρασίας, καὶ φιλοῦλίας οἱ τῶν παθῶν χείμαρροι τὴν γῆν τῆς καρδίας περικλύσαντες, καὶ πᾶσαν σαπρίαν, καὶ ὕλην λογισμῶν ἐν αὐτῇ καταγαγόντες, τότε σύγχυσιν μὲν τῷ νοῖ, θόλωσιν δὲ τῇ διανοίᾳ, βάρος δέ, τῷ σώματι ἐμποιοῦσι· καὶ ὁλίγωρον, καὶ σκοτεινήν, καὶ ναρκῶσαν τὴν ψυχὴν καὶ τὴν καρδίαν ἀπεργάζονται, καὶ τῆς οἰκίας κατὰ φύσιν ἕξεως, καὶ αἰσθήσεως ἐκβαλλουσιν.
Χαύνην, καὶ ὀλίγωρον, καὶ ἄνουν οὐχ οὕτως, ὡς ἡ φιλαυτία κυρίως ἡ τῶν παθῶν τροφὸς τὴν ψυχὴν τῶν σπουδαίων ἐμποιεῖ· ἡνίκα γὰρ τὰς τοῦ σώματος ἀναπαύσεις τῶν ὑπὲρ ἀρετῆς πόνων προτιμᾶ, καὶ περιποιητικὴν ἡγεῖται γνῶσιν, τὸ μὴ πονεῖν ἐν τοῖς ἔργοις ἑκουσίως, μάλιστα ἐν εὐχερέσι τῶν ἐντολῶν μικροῖς ἱδρῶσι, τότε ἀτονίαν τῇ ψυχῇ πρὸς τὸ τῆς ἡσυχίας στάδιον ποιεῖν πέφυκε, καὶ τὴν ἔκλυσιν ἐν τοῖς ἔργοις κραταιὰν καὶ ἀκαταμάχητον ἀπεργάζεται.
Ἰατρὸς ἄριστος καὶ πρῶτος τοῖς πρὸς τὰς ἐντολὰς ἀσθενοῦσι, καὶ τὴν θολώδη σκότωσιν ἑλομένοις ἐμεῖν εὐχερῶς οὐκ ἔστιν, ὡς ἡ ἀδιάκριτος, καὶ μετὰ πίστεως ἐν πᾶσιν ὑπακοή· φάρμακόν γάρ ἐστι ζωτικὸν πολυσύνθετον ἀρετῶν τοῖς πίνουσι, καὶ μάχαιρα τὰς οὐλὰς τῶν τραυμάτων ἀφ᾽ ἑνὸς ἐκκαθαίρουσα· ἣν ὁ ἐν πίστει, καὶ ἁπλότητι προκρίνας πασῶν ἐνεργεῖν, πάντα τὰ πάθη ὑφ᾽ ἓν περιέκοψε· καὶ ἡσυχίαν οὐ φθάσας μόνον, ἀλλ᾽ ἤδη καὶ διὰ τῆς ὑπακοῆς κατώρθωσεν αὐτὴν Χριστὸν εὑρών, καὶ μιμητὴς αὐτοῦ, καὶ δοῦλος, καὶ γενόμενος, καὶ λεγόμενος.
Ἄνευ πενθικῆς ἐργασίας, καὶ πολιτείας, ἀδύνατον τὸν τῆς ἡσυχίας καύσωνα ὑπομεῖναι· ὁ μὲν γὰρ πενθῶν, καὶ τὰ πρὸ τοῦ θανάτου, καὶ μετὰ θάνατον δεινὰ μελετῶν, πρὶν ἢ ἀφ᾽ ἑαυτῶν ἥξουσι, καὶ ὑπομονὴν ἕξει, καὶ ταπείνωσιν τὰ δύω τῆς ἡσυχίας θεμέλια, ὁ δὲ χωρὶς τῶν προειρημένων ἡσυχίαν ἄγων, σύντροφον ἔχει ἀεὶ τῆς ὀλιγωρίας τὴν οἴησιν· ἐξ ὧν αἰχμαλωσίαι, καὶ ρεμβασμοὶ πληθύνονται, καὶ πρὸς τὴν χαύνωσιν συνωθῶσιν ἡμᾶς· ἐντεῦθεν ἡ τῆς ῥαθυμίας θυγάτηρ ἀκρασία, χαῦνον μὲν καὶ ἄτονον τὸ σῶμα ἐμποιεῖ, τὸν νοῦν δὲ ἐσκοτισμένον καὶ πεπωρωμένον ἐργάζεται· τότε δὲ καὶ Ἰησοῦς ἐκρύβη, ὄχλου ὄντος νοημάτων καὶ λογισμῶν ἐν τῷ κατὰ διάνοιαν τόπῳ.
Συνειδήσεως βάσανον τῆς νῦν, ἢ τῆς μελλούσης ἐν αἰσθήσει γεύσασθαι, τοῖς πᾶσιν ἀδύνατον, μόνοις γὰρ ἐκείνοις ἰδικῶς προσγίνεται, οἷς ἡ δόξα καὶ ἡ ἀγάπη ἀπ᾽ ἐντεῦθεν, ἢ ἐκεῖθεν ὑστερεῖται· ὡς γὰρ δήμιός τις ἐστὶ φοβερὸς τοὺς ὑπευθύνους πολυτρόπως κολάζων, καὶ τὸν ζῆλον ἢ ἔλεγχον, ὡς ῥομφαίαν ἄτομον τυραννικῶς ἀπογυμνῶν ἀεὶ φαίνεται· τριχῶς οὖν κινεῖσθαι πρός τε τοὺς ἐναντίους, καὶ τὴν φύσιν, καὶ τῆν ψυχήν, δοθείσης τῆς συνειδήσεως, ὁ καλούμενος ζῆλος, καὶ παρ᾽ ἑτέροις φυσικὸς θυμός· ὃν ὡς ῥομφαίαν ἀπότομον πρὸς τοὺς ἐχθροὺς ὀξύνειν ἡμᾶς προστάσσουσι· καὶ εἰ μὲν νικήσας, ὑποτάξοι τὰ δύω τῷ ἑνί, ὄρος ἀνδρείας τότε μεταποιούμενος, πρὸς Θεὸν γίνεται· εἰ δὲ ὑποταγῇ ταῖς δυσὶν ἡ ψυχή, ἁμαρτίᾳ φημί, καὶ σαρκί, τέλος ἐκεῖθεν καθίσταται, ὡς δουλωθείσῃ αὐθαιρέτῳ γνώμη τοῖς ἐναντίοις, ἐντεῦθεν πράττουσα τὰ αἴσχιστα, καὶ ὡς τὴν ἐξ ἀρετῶν κατάστασιν ἀπωλέσασα, ἐκπέπτωκε, τοῦ Θεοῦ χωρισθεῖσα.
Κυρίως πάντων τῶν παθῶν, δύω εἰσὶ σκληρὰ καὶ βαρύτατα πάθη· πορνεία, καὶ ἀκηδία, τὰ συνέχοντα, καὶ ἐκλύοντα τὴν ταλαίπωρον ψυχήν, κοινὴν ἀλληλουχίαν ἔχοντα, καὶ συζυγίαν ἀλλήλοις, δυσκαταμάχητα ὄντα καὶ ἀήττητα, καὶ τελείως ὑφ᾽ ἡμῶν ἀνίκητα· καὶ τὸ μὲν πλεονάζει ἐν τῷ ἐπιθυμητικῷ, περιέχει δὲ τὴν ὕλην φύσει ἀδιορίστως ἀμφοτέρων, λέγω, ψυχῆς καὶ σώματος, συγκεκραμμένην ἔχον ὅλην ἐν ὅλοις μέλεσι τὴν ἡδονὴν αὐτῆς· ἡ δὲ ἄνωθεν τὸ ἡγεμονικὸν κρατοῦσα, ὅλην ψυχὴν καὶ τὴν σάρκα καθάπερ σμίλαξ ὅλη περιλαμβάνουσα, νωθράν, καὶ ἐκλελυμένην, καὶ πάρετον τὴν φύσιν ποιεῖ· ἐκβέβληνται δὲ καὶ οὐ τελείως ἡττῶνται πρὸ τῆς μακαρίας ἀπαθείας, ὁπόταν ἡ ψυχὴ Πνεύματος Ἀγίου εἰληφυῖα δύναμιν ἐν προσευχῇ, τὴν ποιοῦσαν ἄνεσιν αὐτῇ καὶ ἰσχὺν καὶ βαθείαν εἰρήνην ἐν καρδίᾳ διὰ τῆς ἡσυχίας εὐφραίνεται· αὕτη ἐστὶν ἡ ἀρχή, καὶ βασιλίς, καὶ κυρία, καὶ ἡ περιεκτικὴ τῶν ἡδονῶν ἡδονή, καὶ ἡ σύντροφος αὐτῆς ῥαθυμία ἡ τοὺς τριστάτας τοῦ Φαραὼ ἐπιφέρουσα τὸ ἀκαταμάχητον ἅρμα· δι᾽ ὧν αἱ ἀφορμαὶ τῶν παθῶν τῷ βίῳ τοῖς ἀθλίοις ἡμῖν ἐπεισῆλθον.
Ἀρχὴ τῆς νοερᾶς προσευχῆς, ἡ ἐνέργεια, εἴτ᾽ οὖν ἡ καθαρτικὴ τοῦ πνεύματος δύναμις, καὶ ἡ μυστικὴ τοῦ νοὸς ἱερουργία· ὥσπερ ἀρχὴ τῆς ἡσυχίας, ἡ σχολή· μεσότης δέ, ἡ φωτιστικὴ δύναμις, καὶ θεωρία καὶ τέλος, ἡ ἔκστασις καὶ ἡ ἁρπαγὴ τοῦ νοὸς πρὸς Θεόν.
Ἱερατεῖον πνευματικὸν ἐστι πρὸ τῆς μελλούσης ὑπὲρ νοῦν ἀπολαύσεως, ἡ νοερὰ τοῦ νοὸς ἐνέργεια, τὸν ἀμνὸν μυστικῶς ἐν ἀρραβῶνι τοῦ Θεοῦ ἐν τῷ τῆς ψυχῆς θυσιαστηρίῳ καὶ ἱερουργοῦντος καὶ μετέχοντος· ἐσθίειν δὲ ἐστὶ τὸν ἀμνὸν τοῦ Θεοῦ ἐν τῷ νοερῷ θυσιαστηρίῳ τῆς ψυχῆς, οὐ τὸ νοῆσαι, ἢ μετασχεῖν μόνον, ἀλλὰ καὶ τὸ γενέσθαι ὡς τὸν ἀμνὸν κατὰ τὴν μόρφωσιν ἐν τῷ μέλλοντι· τούς μὲν γὰρ λόγους, ἐνταῦθα· τὰ δὲ πράγματα τῶν μυστηρίων, ἐκεῖσε ἀπολαβεῖν ἐλπίζομεν·
Προσευχή ἐστι, παρὰ μὲν τοῖς ἀρχαρίοις, ὡς πῦρ εὐφροσύνης ἀπὸ καρδίας ἀναδιδόμενον· παρὰ δὲ τοῖς τελείοις, ὡς φῶς εὐωδιάζον ἐνεργούμενον· ἢ πάλιν· προσευχή ἔστιν, Ἀποστόλων κήρυγμα· πίστεως ἐνέργεια· μᾶλλον δέ, πίστις ἄμεσος· ἐλπιζομένων ὑπόστασις· ἐνεργουμένη ἀγάπη· ἀγγελικὴ κίνησις· δύναμις ἀσωμάτων· ἔργον καὶ εὐφροσύνη αὐτῶν· Εὐαγγέλιον Θεοῦ· πληροφορία καρδίας· σωτηρίας ἐλπίς· ἁγνισμοῦ σημεῖον· ἁγιότητος σύμβολον· Θεοῦ ἐπίγνωσις· βαπτίσματος φανέρωσις· λουτροῦ κάθαρσις· Πνεύματος Ἁγίου ἀρραβών· τὸ τοῦ Ἰησοῦ ἀγαλλίαμα· εὐφροσύνη ψυχῆς· ἔλεος Θεοῦ· καταλλαγῆς σημεῖον· Χριστοῦ σφραγίς· ἀκτὶς νοητοῦ ἡλίου· ἑωσφόρος καρδιῶν· χριστιανισμοῦ βεβαίωσις· καταλλαγῆς Θεοῦ δήλωσις· χάρις Θεοῦ· σοφία Θεοῦ· μᾶλλον δὲ αὐτοσοφίας ἀρχή· Θεοῦ φανέρωσις· μοναστῶν ἔργον· ἡσυχαζόντων πολίτευμα· ἡσυχίας ἀφορμή· ἀγγελικῆς πολιτείας τεκμήριον· καὶ τί δεῖ πλεῖστα λέγειν; προσευχή ἐστιν ὁ Θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι, διὰ τὸ μίαν εἶναι Πατρός, καὶ Υἱοῦ, καὶ Ἁγίου Πνεύματος τὴν ἐνέργειαν, τοῦ ἐνεργοῦντος τὰ πάντα ἐν Χριστῷ Ἰησοῦ.
Ράβδον δυνάμεως. εἰ μὴ Μωῦσῆς παρὰ Θεοῦ εἰλήφει, οὐκ ἂν Θεὸς Φαραὼ γενόμενος, αὐτόν τε μαστίζῃ, καὶ τὴν Αἴγυπτον, καὶ νοῦς, εἰ μὴ δύναμιν προσευχῆς ἐν χειρὶ μετάσχοι, τὴν ἁμαρτίαν καὶ τὰς ἐναντίας δυνάμεις συντρίψαι ἀδύνατον.
Οἱ λέγοντες, ἢ πράττοντες τί χωρὶς ταπεινώσεως, ἐοίκασιν ἐν χειμῶνι, ἢ ἄνευ πηλοῦ οἰκοδομεῖν· πεῖρα δέ, καὶ γνώσει ταύτην εὑρεῖν, καὶ γνῶναι, ὀλίγων λίαν ἐστίν· οἱ γὰρ ἐν λόγῳ περὶ ταύτης διεξιόντες, ὅμοιοί εἰσιν οἱ μετροῦντες τὴν ἄβυσσον, ἡμεῖς δὲ οἱ τυφλοὶ νεανικῶς περὶ τοῦ μεγάλου φωτὸς τούτου μικρὸν φανταζόμενοι, λέγομεν· ἡ ταπείνωσις κυρίως οὔτε ταπεινολογίαν ἔχει, οὔτε ταπεινοσχημοῖ· οὐδὲ φρονεῖν ταπεινὰ βιάζεται, οὐδὲ ἑαυτὸν μέμφεται ταπεινούμενος· κἂν ταῦτα ἀφορμαὶ καὶ σχήματα ταπεινώσεως εἰσιν, ὡς τρόποι διάφοροι, ἀλλὰ χάρις ἐστὶν αὕτη, καὶ δωρεὰ ἄνωθεν· δύο δὲ εἰσίν, ὡς φησὶν οἱ πατέρες ταπεινώσεις· τὸ ἔχειν ἑαυτὸν ὑποκάτω πάντων, καὶ τὸ ἐπιγράφειν Θεῷ τὰ κατορθώματα· καὶ τὸ μὲν πρῶτον, ἀρχή· τὸ δὲ δεύτερον, τέλος· ἐπιγίνεται δὲ τοῖς ζητοῦσιν αὐτήν, τὸ μετὰ γνώσεως ἔχειν, καὶ λογίζεσθαι τὰ τρία ταῦτα ἐν ἑαυτῷ· τὸ ὑπὲρ πάντας ἁμαρτωλοὺς εἶναι, καὶ τὸ ὑπὲρ πάντα τὰ κτίσματα αἰσχρούς, ὡς εἰς τὸ παρὰ φύσιν ὄντας· καὶ τὸ ὑπὲρ τοὺς δαίμονας ἐλεεινοτέρους, ὡς τὸ εἶναι δούλους τοῖς δαίμοσιν· λέγειν δὲ οὕτως ὀφείλει· ποῦ γὰρ οἶδα ἐγὼ ἀκριβῶς τὰς τῶν ἀνθρώπων ἁμαρτίας ὁποῖαι ἢ ὅσαι εἰσίν; ὅτι ὑπερβαίνουσιν, ἢ ἐξισοῦνται ταῖς ἐμαῖς ἁμαρτίαις; καὶ διὰ τὴν ἄγνοιαν, ὦ ψυχή, ὑποκάτω πάντων ἀνθρώπων ἐσμέν, ὡς γῆ καὶ σποδός, καὶ ὑπὸ κάτω τῶν ποδῶν αὐτῶν· πῶς δὲ καὶ μὴ ἔχῃ ἑαυτὸν αἰσχρότερον, πάντων τῶν κτισμάτων εἰς τὸ κατὰ φύσιν ὄντων, ὥσπερ γεγόνασιν, ἐμοῦ δὲ διὰ τὰς ἀμετρήτους ἀνομίας εἰς τὸ παρὰ φύσιν; ἀληθῶς γὰρ καὶ τὰ θηρία καὶ τὰ κτήνη καθαρώτερα ἐμοῦ τοῦ ἁμαρτωλοῦ τυγχάνουσι· καὶ διὰ τοῦτο εἰμὶ ὑποκάτω πάντων, ὡς εἰς τὸν ἅδην καὶ πρὸ θανάτου κατενεχθείς, καὶ κατάκειμαι· τίς δὲ οὐκ οἶδεν ἐν αἰσθήσεσι, ὅτι καὶ τῶν δαιμόνων ἐστὶ χείρων ὁ ἁμαρτωλός, ὡς δοῦλος αὐτῶν καὶ ὑπήκοος, καὶ ἀπ᾽ ἐντεῦθεν σὺν αὐτοῖς τῷ σκότει συγκαθειργμένος; ὄντως καὶ χείρων τῶν δαιμόνων ὁ ὑπ᾽ αὐτῶν κυριευόμενος· καὶ διὰ τοῦτο σὺν αὐτοῖς τὴν ἄβυσσον ἐκπληρώσω ταλαίπωρε· γῆν δὲ καὶ ἅδην καὶ ἄβυσσον ὃ καὶ πρὸ θανάτου κατοικῶν, πῶς ἑαυτὸν δίκαιον ὀνομάζων φρεναπατᾷς, ἀμαρτωλὸν καὶ βέβηλον καὶ δαίμονα τοῖς κακοῖς ἔργοις ποιήσας; φεῦ τῆς σῆς ἀπάτης καὶ πλάνης δεισιδαίμων, κύων ἀκάθαρτε, τῷ πυρὶ καὶ τῷ σκότει διὰ ταῦτα παραπεμπόμενος.
Σοφία πνευματοκίνητός ἐστι, κατὰ τοὺς θεολόγους, ἡ δύναμις τῆς νοερᾶς καὶ καθαρᾶς καὶ ἀγγελικῆς προσευχῆς, ἧς τὸ σημεῖον ἐν τῷ εὔχεσθαι ὁ νοῦς ἀνείδεως πάντῃ ὁρᾶσθαι· καὶ μήτε ἑαυτόν, μήτε τί ἄλλο ἐν παχύτητι βλέπων· ἀλλὰ καὶ τῶν αἰσθήσεων πολλάκις ὑπὸ τοῦ φωτὸς ἐκείνου συστελλομένων· ὁ γὰρ νοῦς ἄϋλος καὶ φωτοειδὴς τότε γίνεται, Θεῷ ἀρρήτως εἰς ἓν πνεῦμα κολλώμενος.
Εἰσὶν οὖν οἱ ἐνάγοντες, καὶ ὁδηγοῦντες εἰς αὐτὴν τὴν θεόσδοτον ταπείνωσιν, τρόποι διάφοροι ἑπτά· συστατικοὶ ἀλλήλων καὶ γεννητικοί· σιωπή, ταπεινοφροσύνη, ταπεινολογία, ταπεινοφορία, αὐτομεμψία, συντριβή, ἐσχατιά· καὶ ἡ μὲν σιωπή, ἐν γνώσει, τίκτει τὴν ταπεινοφροσύνην· ἐκ δὲ τῆς ταπεινοφροσύνης, τίκτονται οἱ τρεῖς τρόποι τῆς ταπεινώσεως· τὰ ταπεινὰ φθέγγεσθαι, τὰ ταπεινὰ καὶ εὐτελῆ φορεῖν, καὶ τὸ ἑαυτὸν διὰ παντὸς μέμφεσθαι· οἱ τρεῖς δὲ τρόποι οὖτοι, τίκτουσι τὴν συντριβὴν τὴν ἐκ τῆς παραχωρήσεως τῶν πειρασμῶν γινομένην, ἣν καὶ οἰκονομικὴν παίδευσιν φάσκουσι, καὶ ἐκ δαιμόνων ταπείνωσιν· ἡ δὲ συντριβὴ εὐχερῶς ἔργῳ ποιεῖ τὴν ψυχὴν ὑποχάτω πάντων εἶναι, καὶ ἔσχατον πάντων, ὡς ὑπὸ πάντων κυριευομένην· οἱ δύω δὲ οὗτοι τρόποι τὴν τελείαν καὶ θεοδώρητον φέρουσι ταπείνωσιν· ἥν τινα δύναμιν, τελειότητα πασῶν τῶν ἀρετῶν καλοῦσι· καὶ αὕτη ἐπιγράφει Θεῷ τὰ κατορθώματα· πρώτη οὖν πάντων ἐστὶν ἡ σιωπή, ἐξ ἧς τίκτεται ἡ ταπεινοφροσύνη, αὕτη δὲ τίκτει τοὺς τρεῖς τρόπους τῆς ταπεινώσεως· οἱ τρεῖς δὲ τίκτουσι τὸν ἕνα τῆς συντριβῆς, ὁ δὲ τῆς συντριβῆς τίκτει τὸν ἕβδομον τὸν ὑποκάτω πάντων τῆς πρώτης ταπεινώσεως τρόπον, ὅν τινα καὶ οἰκονομικὴν ταπείνωσιν λέγουσιν· ἡ δὲ οἰκονομικὴ φέρει τὴν θεοδώρητον, καὶ τελείαν, καὶ ἀσχημάτιστον καὶ ἀληθινὴν ταπείνωσιν· καὶ ἡ μὲν πρώτη ἐπιγίνεται οὕτως· ἐὰν μὴ ἐγκαταλειφθῇ ὁ ἄνθρωπος καὶ νικηθῇ, καταδουλωθείς, καὶ κυριευθῇ παντὶ πάθει καὶ λογισμῷ, καὶ πνεύματι νικώμενος, καὶ μήτε βοήθειαν εὑρίσκων ἐξ ἔργων, ἢ ἐκ Θεοῦ, ἢ ἔκ τινος τὸ σύνολον, ὥστε μικροῦ δεῖν, καὶ εἰς ἀπελπισμὸν ἔλθῃ, καὶ ταπεινούμενος εἰς πάντα, οὐ δύναται συντριβῆναι καὶ ἔχειν ἑαυτὸν ὑποκάτω πάντων, καὶ ἔσχατον, καὶ δοῦλον πάντων, καὶ αὐτῶν δὴ χείρονα τῶν δαιμόνων, ὡς ὑπ᾽ αὐτῶν τυραννούμενον, καὶ νικώμενον· καὶ αὕτη ἐστὶν ἡ οἰκονομικὴ τῆς προνοίας ταπείνωσις, δι᾽ ἧς ἡ δευτέρα, καὶ ὑψηλὴ θεόθεν δίδοται· ἥτις ἐστὶ θεία δύναμις, ἡ ἐνεργοῦσα καὶ ποιοῦσα τὰ πάντα· δι᾽ αὐτῆς ὄργανον αὐτὸν ἑαυτῇ βλέπων διὰ παντός, καὶ δι᾽ αὐτῆς τὰ θαυμάσια τοῦ Θεοῦ ἐργαζόμενον.
Ὑποστατικὴν τοῦ φωτὸς θεωρίαν πνευματικήν, νοῦν ἀφάνταστον, καὶ ἀμετεώριστον, ἐνέργειαν προσευχῆς ἀληθινήν, καὶ ἐκ μέσης καρδίας ἀείρρυτον, ψυχῆς ἀνάστασιν, ἔκπληξιν θείαν καὶ μετεωροπορίαν τοῦ δε τοῦ παντός, ἔκστασιν διανοίας ἐν πνεύματι ὁλικὴν τῶν αἰσθήσεων, ἁρπαγὴν νοὸς τῶν οἰκείων δυνάμεων, ψυχῆς κίνησιν Ἀγγελικὴν θεοκίνητον πρός τε τὸ ἄπειρον καὶ τὸ ἄναντες κινουμένην, ἐν τῇ καθ᾽ ἡμᾶς γεννεᾷ εὑρεῖν ἀμήχανον· τῆς τῶν παθῶν τυραννίδος ἐν ἡμῖν βασιλευούσης νῦν, διὰ τὸ πλῆθος τῶν πειρασμῶν· πέφυκε γὰρ ὁ νοῦς ἐν τοῖς κουφοτέροις μάλιστα, ταῦτα καὶ πρὸ καιροῦ φαντάζεσθαι· ἵνα καὶ τὴν δοθεῖσαν αὐτῷ θεόθεν μικρὰν κατάστασιν ἀπολέσας, νεκρὸς ἐκ πάντων γένηται· διὸ χρὴ μετὰ πολλῆς διακρίσεως μήτε τὰ τοῦ καιροῦ ζητεῖν πρὸ καιροῦ, μήτε τὰ ἐν χερσὶν ἀποβάλλειν καὶ ἄλλα φαντάζεσθαι· φύσει γὰρ ὁ νοῦς πρὸς τὰ προειρημένα εὐχερῶς ἔχει τὸ φαντασιοποιεῖν, καὶ ἀναπλάττειν καὶ εἰς ἃ οὐκ ἔφθασε· διὰ τοῦτο φόβος οὐ μικρός, ἵνα μὴ καὶ τῶν δοθέντων ὁ τοιοῦτος ὑστερηθῇ, καὶ τὴν φρένα πολλάκις ἀπολέσῃ ἀπατηθείς, φανταστής, καὶ οὐχ ἡσυχαστὴς γενόμενος.
Χάρις, οὐ μόνον ἡ πίστις ἐστίν, ἀλλὰ καὶ ἡ ἐνεργουμένη προσευχή· πίστιν γὰρ ἀληθινὴν τὴν ἔχουσαν τὴν ζωὴν τοῦ Ἰησοῦ φανερουμένην δείκνυσιν, ἡ δι᾽ ἀγάπης ἐνεργουμένη τῷ πνεύματι· οὐκοῦν τὴν ἐναντίαν, καὶ νεκράν, καὶ ἄζωον κέκτηται πίστιν, ὁ μὴ ἐνεργουμένην εἰδὼς αὐτὴν ἑαυτῷ· ἀλλ᾽ οὐδὲ πιστὸς λέγοιτ᾽ ἂν κυρίως εἶναι, ὁ λόγῳ μόνῳ ψιλῷ πιστεύων, καὶ μὴ ἐνεργουμένην αὐτὴν ταῖς ἐντολαῖς, ἢ τῷ πνεύματι χρὴ τοιγαροῦν φανερουμένην αὐτὴν δεικνύειν ταῖς προκοπαῖς διὰ τῶν ἔργων, ἢ τοῖς ἔργοις ἐνεργουμένην ἐν φωτὶ καὶ λάμπουσαν ἔχειν· καθώς φησιν ὁ θεῖος Ἀπόστολος· δεῖξόν μοι σὺ τὴν πίστιν σου ἐκ τῶν ἔργων σου, κἀγώ σοι δείξω τὰ ἔργα μου ἐκ τῆς πίστεώς μου· δεικνύων ἐντεῦθεν ὅτι ἐκ τῶν ἔργων τῶν ἐντολῶν, φανεροῦται ἡ τῆς χάριτος πίστις, καθὼς ἐνεργοῦνται αἱ ἐντολαὶ διὰ τῆς ἐν χάριτι πίστεως καὶ λάμπουσι· ῥίζα γὰρ τῶν ἐντολῶν, ἐστὶν ἡ πίστις· μᾶλλον δὲ πηγὴ πρὸς αὔξησιν ταύτας ἁρδεύουσα· εἰς δύω διαιρουμένη, ὁμολογίαν, καὶ χάριν, κἂν ἀδιαίρετος φύσει πέφυκεν.
Ἡ μικρὰ καὶ μεγάλη καὶ σύντομος τῶν ὑποτασσομένων κλίμαξ, πέντε βαθμίδας τὰς περὸς τελειότητα φερούσας κέκτηται· πρώτη ἡ ἀποταγή, δευτέρα ἡ ὑποταγή, τρίτη ἡ ὑπακοή, τετάρτη ἡ ταπείνωσις, πέμπτη ἡ ἀγάπη, ἦ ἐστὶν ὁ Θεός· καὶ ἡ μὲν ἀποταγή, ἐκ τοῦ ἅδου ἀνάγει· τὸν κείμενον, καὶ τὸν δεδουλωμένον, τῆς ὕλης ἐκνευροῖ· ἡ δὲ ὑποταγή, Χριστὸν εὗρε, καὶ τούτῳ διακονεῖ, ὡς αὐτός φησιν· ὁ ἐμοὶ διακονῶν, ἐμοὶ ἀκολουθεῖ· καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· ποῦ δέ ἐστιν ὁ Χριστός; ἐν δεξιᾷ τοῦ Πατρὸς ἐφεζόμενος· οὐκοῦν ἐκεῖ δεῖ εἴναι καὶ τὸν διάκονον, ὅπου καὶ ὁ διακονούμενος· ἐπιβιβάζων τὸν πόδα πρὸς τὴν ἀνάβασιν· ἢ πρὸ τοῦ ἀνελθεῖν τοῖς τρόποις Χριστῷ συναναβὰς καὶ συνανερχόμενος· ἡ δὲ ὑπακοὴ ἐνεργουμένη ταῖς ἐντολαῖς διόλου, τεκταίνει τὴν κλίμακα ἐκ διαφόρων ἀρετῶν, καὶ ταύτας ὡς ἀναβάσεις ἐν τῇ ψυχῇ διατίθεται ἐξ ἧς ἡ ὑψοποιὸς ταπείνωσις τοῦτον ἀναλαβοῦσα καὶ ἄνωθεν φέρουσα πρὸς οὐρανόν, τῇ βασιλίδι τῶν ἀρετῶν ἀγάπη δίδωσι· καὶ Χριστῷ προσαγαγοῦσα, παρίστησι· καὶ οὕτω διὰ τῆς συντόμου Κλίμακος, εὐκόλως πρὸς οὐρανὸν ἀνέρχεται, ὁ ἐν ἀληθείᾳ ὑποτασσόμενος.
Συντονωτέρα ὁδὸς πρὸς τὰ ἄνω βασίλεια, διὰ τῆς μικρᾶς κλίμακος τῶν ἀρετῶν οὐκ ἔστιν ἄλλη, ὡς ἡ τῶν πέντε τῆς ὑπακοῆς ἀντικειμένων παθῶν ἀναίρεσις· παρακοῆς, φημί, καὶ ἀντιλογίας, αὐταρεσκείας τε καὶ δικαιώματος καὶ τῆς ὀλεθρίου οἰήσεως· αὗται γὰρ εἰσὶ μέλη καὶ μέρη τοῦ ἀφηνιαστοῦ δαίμονος, τοῦ καταπίνοντος τοὺς νόθους τῶν ὑπηκόων, καὶ παραπέμποντος τῇ ἀβύσσῳ τῷ δράκοντι· καὶ ἡ μὲν παρακοή ἐστι, τὸ τοῦ ἅδου στόμα, ἡ δὲ ἀντιλογία, ἡ γλῶσσα αὐτοῦ ὡς ὀξεῖα μάχαιρα· ἡ δὲ αὐταρέσκεια, ὀδόντες αὐτοῦ ἠκονημένοι· τὸ δὲ δικαίωμα, ὁ θώραξ αὐτοῦ· ἡ δὲ διάπνευσις τῆς παμφάγου γαστρὸς αὐτοῦ, ἡ πρὸς τὸν ἄδην προπέμπουσα οἴησις· ὅστις δὲ τὸ πρῶτον διὰ τῆς ὑπακοῆς νικᾶ, τὰ λοιπὰ ὑφ᾽ ἓν περιέκοψε, καὶ εἰς οὐρανοὺς διὰ τῆς μιᾶς βαθμίδος, ὀξέως ἀνέρχεται· θαῦμα δὲ ὄντως, καὶ τῶν ἀῤῥήτων ὅν, καὶ ἀνέφικτον, καὶ τοῦτο ὁ φιλάνθρωπος ἡμῶν πεποίηκε Κύριος, διὰ μιᾶς ἀρετῆς, ἢ μᾶλλον ἐπιταγῆς, ἀχρόνως εἰς οὐρανοὺς ἀνέρχεσθαι, ὥσπερ καὶ διὰ μιᾶς παρακοῆς εἰς τὸν ἅδην κατήλθομεν καὶ κατερχόμεθα.
Ὥσπερ ἄλλος κόσμος διττὸς ὁ ἄνθρωπος, καὶ καινὸς ὀνομάζεται, κατὰ τὸν θεῖον Ἀπόστολον τὸν εἰπόντα· εἴτις ἐν Χριστῷ καινὴ κτίσις· καὶ γὰρ καὶ οὐρανός, καὶ γῆ, καὶ πάντα ὅσα ὁ κόσμος, ὁ ἄνθρωπος γίνεταί τε κατὰ ἀρετὴν καὶ ὀνομάζεται· ὑπὲρ οὗ ἅπας λογος καὶ ἅπαν μυστήριον, ὡς φησιν ὁ θεολόγος· ἐπειδὴ γὰρ τὴν πάλην ἡμῶν εἶναι οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις τοῦ ἄρχοντος τοῦ ἀέρος, τοῦ Ἀποστόλου φήσαντος, ἁρμόδιον εἶναι ὡς εἰς κόσμον ἄλλον μέγαν τῆς φύσεως τῶν ψυχικῶν ἡμῶν δυνάμεων εἶναι τοὺς ἀντιπαλαίοντας ἡμῖν κρυπτῶς, κατὰ τῶν τριῶν γὰρ οἱ τρεῖς ἄρχοντες τοῖς ἀγωνισταῖς ἀντικαθιστάμενοι, ἐκστρατεύουσι, καὶ καθ᾽ ὁ ἂν προέκοψέ τις, καὶ εἰς ὅπερ ἐργάζεται, ὑπ᾽ αὐτῶν πολεμεῖται· καὶ ὁ μὲν δράκων ὁ ἄρχων τῆς ἀβύσσου, πρὸς τοὺς καρδιακῶς προσέχοντας ἐκστρατεύων ἐνίσταται, ὡς πρὸς τὴν ὁσφὺν τῆς ἐπιθυμίας καὶ τοῦ ὀμφαλοῦ τὴν ἰσχὺν ἔχων, καὶ διὰ τοῦ τῆς λήθης ἐνηδόνου γίγαντος, τὰς καυστικὰς τῶν πεπυρομένων βελῶν δυνάμεις ἀκοντίζων αὐτοῖς, ὥσπερ θάλασσαν ἄλλην, καὶ ἄβυσσον τὴν ἐπιθυμίαν ἔχων, δύνων καὶ ἕρπων καὶ ἐκταράττων αὐτὴν καὶ ἀφρίζων, ἀναζέει αὐτήν· καὶ πρὸς συνουσιασμοὺς ἐκκαίει, καὶ τοῖς τῶν ἡδονῶν χειμάρροις ἐπικλύζει αὐτήν, καὶ ὡς ἄπληστον οὐκ ἐμπιπλᾶ· ὁ δὲ ἄρχων τοῦ κόσμου τούτου, πρὸς τοὺς τὴν πρακτικὴν ἀρετὴν μετερχομένους ἀνθίσταται, ὡς πρὸς τὸ θυμικὸν τὴν πάλην ἔχων, καὶ διὰ τοῦ τῆς ῥαθυμίας γίγαντος, τὰς παντοδαπὰς τῶν παθῶν μαγγανίας ὡς εἰς κόσμον ἄλλον, ἢ θέατρόν τε καὶ στάδιον τὴν πάλην νοερῶς ποιῶν, νικῶν, ἢ ἡττώμενος τοὺς ἀεὶ αὐτῷ ἀνδρικῶς προσπαλαίοντας, καὶ στεφάνους, ἢ αἰσχύνην ἐνώπιον Ἀγγέλων αὐτοῖς προξενῶν, τὰς παρατάξεις αὐτοῦ καθ᾽ ἡμῶν διηνεκῶς καθοπλίζει, ἡμῖν μαχόμενος· ὁ δὲ ἄρχων τοῦ ἀέρος, τοὺς τῇ διανοίᾳ πρὸς θεωρίαν σχολάζοντας ἐπέρχεται, φαντασιοσκοπῶν, ὡς πρὸς τὸ λογικόν τε καὶ νοερὸν ἐγγίζων, μετὰ τῶν τῆς πονηρίας τοῦ ἀέρος πνευμάτων· καὶ διὰ τοῦ τῆς ἀγνοίας γίγαντος τὴν ἀνατατικὴν διάνοιαν καθάπερ ἄλλον λογικὸν οὐρανὸν ἐκταράττων θολοῖ, τὰς φανταστικὰς καὶ ὁμιχλώδεις τῶν πνευμάτων μορφώσεις καὶ τοὺς μετασχηματισμοὺς ἀπατηλῶς καθάπερ ἀστραπάς, καὶ βροντάς, καταιγίδας τε καὶ ψόφους φέρων, δειλίαν ἐπάγει· ἕκαστος ἑκάστῳ δηλονότι διὰ τῶν τριῶν πρὸς τὸ τριμερὲς τῆς ψυχῆς προσπαλαίων, ἀνθίσταται· καὶ πρὸς ὃ τὸν πόλεμον ἔχει, πρὸς αὐτὸ καὶ τὸν ἀγῶνα κέκτηται.
Νόες γὰρ ὄντες ποτὲ καὶ αὐτοί, καὶ τῆς αὑλίας ἐκείνης καὶ λεπτότητος ἐκπεσόντες, ὑλικήν τινα παχύτητα ἕκαστος κέκτηται· κατὰ τὴν τάξιν, ἢ ἐνέργειαν σωματούμενος, οὗ ἐνεργῶν πεποίωται· ἐπειδὴ γὰρ καὶ αὐτοί, κατὰ ἄνθρωπον, τὴν Ἀγγελικὴν ἡδονὴν ἀπολέσαντες, τρυφῆς θείας ὑστερηθέντες, χοῦν, καθάπερ καὶ ἡμεῖς, καὶ αὐτοὶ τρυφᾶν πάσχουσιν, ὑλώδεις πως καὶ αὐτοὶ γεγονότες ταῖς τῶν ὑλικῶν παθῶν ἔξεσι· καὶ οὐ δεῖ θαυμάζειν, ὅπου γε καὶ ἡ κατ᾽ εἰκόνα Θεοῦ λογική, καὶ νοερὰ κτισθεῖσα ψυχὴ ἡμῶν κτηνώδης καὶ ἀναίσθητος, καὶ σχεδὸν ἄνους ταῖς τῶν ὑλικῶν πραγμάτων ἀπολαύσεσι γέγονε, Θεὸν ἀγνοήσασα· πέφυκε γὰρ ἡ ἕξις μεταποιεῖν τὴν φύσιν, καὶ ἀλλοιοῦν τὴν ἐνέργειαν πρὸς τὴν προαίρεσιν· καὶ τὰ μὲν εἰσὶν ὑλώδη, καὶ βαρέα τινὰ καὶ δυσκάθεκτα, θυμοειδῆ καὶ ἀμυντικά, καὶ ὡς θηρία τινὰ σαρκοφάγα πρὸς τὴν ὑλικὴν ἡδονήν, καὶ τρυφὴν κεχηνότα, δίκην κυνῶν αἰμοβόρων, τὴν σαπρίαν μετὰ τῶν πνευματιόντων ἐσθίοντα τὴν φίλην αὐτῶν φαντάζουσι, τὰς παχείας καὶ ὑλώδεις σάρκας, καὶ τρυφὴν καὶ οἰκίαν ἔχοντα· τὰ δὲ ἀκολαστά τινα καὶ ὑγρώδη, ὡς εἰς λίμνην βδέλλαι τινὲς τὴν ἐπιθυμίαν, καὶ βάτραχοι, καὶ ὄφεις, ἔστι δ᾽ ὅτε καὶ εἰς ἰχθύας ἀλλοιούμενα, ἕρποντα τὴν ἁλμυρὰν τῆς ἀκολασίας ἡδονήν, ὡς ἀπόλαυσιν κεκτημένα· νηχόμενα τῷ πελάγει τῆς πολυποσίας, λεῖά τινα ὄντα, καὶ ἀπαλάπως τὴν φύσιν, τῇ ὑγρότητι τῶν ἀλόγων ἡδονῶν χαίροντα κύματα λογισμῶν, καὶ μολυσμῶν, καὶ τρικυμίας, καὶ ζάλας ἀεὶ τῇ ψυχῇ διεγείρουσι· τὰ δὲ κοῦφά τινα καὶ λεπτά, ὡς ἐναέρια πνεύματα ὄντα, τὸ θεωρητικὸν τῆς ψυχῆς ριπίζουσιν, ἀνέμους τινὰς βιαίους καὶ φαντασίας προτείνοντα, εἰς πετεινὰ ἔστι δ᾽ ὅτε καὶ εἰς Ἀγγέλους μεταμορφούμενα τὴν ψυχὴν ἀπατῶσι· μνήμας εἰδοποιοῦντα γνωστῶν τινων, μετασχηματίζοντά τε καὶ μετατρέποντα πᾶσαν θεωρίαν πνευματικὴν ἐν τοῖς ἔτι μάλιστα ἀγωνιζομένοις, πρὸ τῆς καθαρότητος καὶ τῆς πνευματικῆς διακρίσεως· οὐδὲν γάρ ἐστι πνευματικόν, ᾧ μὴ ὡς αὐτὸ κατὰ φαντασίαν λεληθότως μετασχηματίζονται· πρὸς γὰρ τὴν κατάστασιν, καὶ τὸ μέτρον τῆς προκοπῆς, καὶ αὐτοὶ καθοπλίζονται, πλάνην ἀντὶ ἀληθείας, καὶ φαντασίαν ἀντὶ θεωρίας ἐπιφέροντες, εἰσοικίζονται· περὶ γὰρ τούτων ἡ γραφὴ μαρτυρεῖ λέγουσα, τὰ θηρία τοῦ ἀγροῦ, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τὰ ἑρπετὰ τῆς γῆς, τὰ πνεύματα τῆς πονηρίας ἐπισημάνασα ἐδήλωσεν.
Ἡ ἐπανάστασις τῶν παθῶν, καὶ ὁ ἐπεγειρόμενος τῆς σαρκὸς πόλεμος κατὰ τῆς ψυχῆς, κατὰ πέντε τρόπους προσγίνεται ἐν ἡμῖν· ποτὲ μὲν ἡ σὰρξ παραχρωμένη τοῖς οὖσι, ποτὲ δὲ τὰ παρὰ φύσιν, ὡς κατὰ φύσιν ἐπιζητοῦσα ἐνεργεῖν· ποτὲ δὲ καὶ ὑπὸ τῶν δαιμόνων ὁπλιζομένη κατὰ τῆς ψυχῆς, ὡς ἡδέως συμφιλιάζουσα τούτοις, ἔστι δ᾽ ὅτὲ καὶ αὐτὴ καθ᾽ ἑαυτήν ἀτακτεῖ, ὡς πεποιωμένη τοῖς πάθεσι· γίνεται δὲ καὶ πόλεμος ἐπ᾽ ἐσχάτων πάντων, ἐκ φθόνου δαιμόνων κατὰ παραχώρησιν ἀνθισταμένων ἡμῖν διὰ ταπείνωσιν, ὁπόταν ἐκ πάντων τῶν προειρημένων ἀστοχήσωμεν.
Αἰτίαι δὲ κυρίως τοῦ πολέμου τρεῖς εἰσιν, ἐκ πάντων καὶ διὰ πάντων ἡμῖν προσγινόμεναι· ἡ ἕξις, ἡ παράχρησις τῶν ὄντων, καὶ ὁ κατὰ παραχώρησιν τῶν δαιμόνων φθόνος, καὶ πόλεμος· τὸ δὲ ἐπανίστασθαι, ἢ ἐπιθυμεῖν, τὴν σάρκα κατὰ τῆς ψυχῆς, καὶ τὴν ψυχὴν κατὰ τῆς σαρκός, τὸν αὐτὸν τρόπον κατὰ τὴν ἕξιν καὶ τὴν ἐνέργειαν ἔχουσιν τὰ τῆς σαρκὸς κατὰ τῆς ψυχῆς πάθη, καὶ τὰ τῆς ψυχῆς κατὰ τῆς σαρκὸς ἀριστεύματα· καὶ αὐτὸς δὲ ὁ πολέμιος ἔστι δ᾽ ὅτε ἀπερισκέπτως καὶ ἀναιτίως, ὡς ἀναιδής, καθ᾽ ἡμῶν θρασυνόμενος μάχεται· μὴ δὸς οὖν, ὦ φίλος, τῇ βδελλῃ ὡς αἱμοχαρεῖ, ἀναιμάττειν τὰς ἀρτηρίας, καὶ οὐδ᾽ ἐμεῖν αἶμα δυνηθείη ποτέ· μήτε χοῦν εἰς κόρον τῷ ὄφει, καὶ δράκοντι παραχώρει, καὶ καταπατήσεις εὐχερῶς λέοντος καὶ δράκοντος φρύαγμα· στέναξον ἄχρι ἂν ἐκδυθεὶς ἐπενδύσῃ τὸ ἄνωθεν οἰκητήριον καὶ τὴν μώρφωσιν τοῦ κατ᾽ εἰκόνα σε πλάσαντος Ἰησοῦ Χριστοῦ.
Κυρίως οἱ αὐτόχρημα σάρκες ὄντες καὶ τὴν φιλαυτίαν ἁσπαζόμενοι, ἡδονῇ καὶ κενοδοξίᾳ ἀεὶ δουλεύουσιν· οἷς ὁ φθόνος ἐρρίζωται· τῇ βασκανίᾳ γὰρ τηκόμενοι, καὶ τὴν τοῦ πλησίον εὐπραγίαν πικρίαν ἡγούμενοι, διαβάλλουσι τὰ καλὰ ὡς κακὰ, καὶ τῆς πλάνης ὄντα γεννήματα, καὶ οὐδὲ τὰ τοῦ πνεύματος δέχονται, ἢ πιστεύουσι, μήτε Θεὸν ἰδεῖν, ἢ ἐπιγνῶναι τῇ ὀλιγοπιστίᾳ δύνανται· οἱ τοιοῦτοι κατὰ τὴν τύφλωσιν αὐτῶν, καὶ ὀλιγοπιστίαν, εἰκότως ἐκεῖθεν ἀκούσουσι τό, οὐκ οἶδα ὑμᾶς· χρὴ γὰρ τὸν ἐρωτῶντα πιστόν, ἢ πιστεύειν ἃ οὐκ οἶδεν ἀκούων, ἢ μανθάνειν ἃ πιστεύει, ἢ διδάσκειν ἅπερ ἔγνω, καὶ πολυπλασιάζειν ἀφθόνως ἐν τοῖς δεχομένοις πιστῶς τὸ τάλαντον· εἰδ᾽ ἀπιστεῖ ἃ οὐκ οἶδε, καὶ ἐξουθενεῖ ἃ οὐκ ἔγνω, καὶ διδάσκει ἃ οὐκ ἔμαθε, βασκαίνων τοῖς διδάσκουσι πρακτικῶς ταῦτα, ἔσται ἡ μερὶς αὐτοῦ πάντως, μετὰ τῶν ἐχόντων χολὴν πικρίας ἐπιτιμώμενος.
Ρήτωρ ἐστί, κατὰ τοὺς ὅντως ἐν λόγῳ σοφούς, ὁ ἐν συντομίᾳ διὰ τῆς γενικῆς ἐπιστήμης τὰ ὄντα περιλαμβάνων, καὶ ὡς ἓν σῶμα καὶ διαιρῶν καὶ συνάπτων αὐτά, δεικνύων ταῦτα ὡς ὁμοδύναμα, κατά τε τὴν ἑτερότητα, καὶ κατὰ τὴν ταυτότητα, ἢ καὶ ὁ κατ᾽ ἀλήθειαν ἀποδεικτικὸς λεγόμενος· ἢ πάλιν ῥήτωρ ἐστὶ κυρίως πνευματικός, ὃ τὰς διῃρημένας καθολικὰς τῶν ὄντων πέντε γενικὰς ἰδιότητας, ἃς ὁ ἐνανθρωπήσας λόγος συνῆψε, διαιρῶν καὶ συνάπτων περιληπτικῷ λόγῳ φωνῆς ποιᾶς, ὡς ῥήτωρ περιλαμβάνων τὸ πᾶν· οὐ λόγῳ ψιλῷ μόνον ἀποδεικτικῷ κατὰ τοὺς ἔξω δεικνύων ἄλλοις αὐτά, ἀλλ᾽ ἐκ τῶν ἐμφαινομένων αὐτῷ ἐν πνεύματι τοῖς οὖσι θεωρημάτων, καὶ ἑτέροις φωτίζειν δυνάμενος· φιλόσοφος δὲ ἐστιν ἀληθινός, ὁ ἐκ τῶν ὄντων τὴν αἰτίαν τῶν ὄντων εἰδώς, ἢ ἐκ τῆς αἰτίας τὰ ὄντα γινώσκων κατὰ τὴν ὑπὲρ νοῦν ἕνωσιν, καὶ τὴν ἄμεσον πίστιν γενόμενος· οὐ μόνον μαθών, ἀλλὰ καὶ παθὼν τὰ θεῖα· ἢ πάλιν φιλόσοφός ἐστι κυρίως, ὁ πρακτικός τε καὶ θεωρητικὸς γενόμενος, καὶ πολιτευόμενος νοῦς· τέλειος δὲ ἐστὶ νοῦς φιλόσοφος, ὁ τὴν ἠθικὴν καὶ φυσικὴν καὶ θεολογικὴν κατορθώσας φιλοσοφίαν, μᾶλλον δὲ φιλοθείαν· καὶ τῆς μὲν ἠθικῆς, τὰς πράξεις· τῆς δὲ φυσικῆς, τοὺς λόγους· τῆς δὲ θεολογικῆς, τὴν θεωρίαν, καὶ τὴν τῶν δογμάτων ἀκρίβειαν ἐκ Θεοῦ διδαχθείς· ἢ πάλιν ῥήτωρ θεῖος ἐν θείοις ἐστίν, ὁ τὰ κυρίως ὄντα ἐκ τῶν ὄντων, ἢ μὴ ὄντων διαιρῶν· καὶ τοὺς μὲν λόγους ἐκείνων, ἐκ τούτων δεικνύων. καὶ ἐκ τούτων, ἐκείνων τοὺς λόγους ὁρῶν ἐνθεαστικώτατα· καὶ τὸν μὲν νοητὸν καὶ ἀόρατον, ἐκ τοῦ αἰσθητοῦ καὶ ὁρωμένου· τὸν δὲ αἰσθητὸν καὶ ὁρώμενον κόσμον, ἐκ τοῦ ἀοράτου καὶ ἀναισθήτου συγκρίνων· ὡς τὸν μὲν ὁρατόν, εἰκόνα τοῦ ἀοράτου, τὸν δὲ ἀόρατον τοῦ ὁρωμένου ἀρχέτυπον· προβέβληται, φησί, τῶν ἀτυπώτων οἱ τύποι, καὶ τὰ σχήματα, τῶν ἀσχηματίστων· ὡς δι ἐκείνου, τοῦτον, καὶ διὰ τούτου ἐκεῖνον ἐμφαίνεσθαι πνευματικῶς, καὶ τρανῶς ἐν ἀλλήλοις θάτερον ἐν θατέρῳ ὁρᾶν, καὶ ἐμφανῆ ποιεῖν τῷ τῆς ἀληθείας λόγῳ· οὐκ ἀναγωγικοῖς, ἢ ἀλληγορικοῖς λόγοις πλάττειν τὴν δίκην ἡλίου τῆς ἀληθείας ἐλλάμπουσαν γνῶσιν, ἀλλ᾽ ἐπιστήμῃ καὶ δυνάμει πνευματικῇ τοὺς τῆς ἀληθείας ἀμφοτέρων λόγους, διατρανοῦντα καὶ ἀποδεικνύοντα τούτους ἐμφαντικώτατα, ὡς τὸν μέν, παιδαγωγὸν ἡμῶν εἶναι· τὸν δέ, οἶκον αἰώνιον θετον, δι᾽ ἡμᾶς γενόμενον ἀριδήλως· φιλόσοφος δὲ ἐστὶ θεῖος, ὁ διὰ πράξεως καὶ θεωρίας ἀμέσως ἑνωθεὶς τῷ Θεῷ, καὶ φίλος αὐτῷ γενόμενος, καὶ λεγόμενος, ὡς τὴν πρώτην, καὶ ποιητικήν, καὶ ἀληθινὴν σοφίαν καὶ φιλήσας, καὶ ἀγαπήσας ὑπὲρ πᾶσαν ἄλλην φιλίαν, καὶ σοφίαν, καὶ γνῶσιν· φιλολόγος δὲ ἐστί, καὶ οὐ κυρίως φιλόσοφος, (κἂν ἡ δόξα τὸ τῆς φιλοσοφίας ὄνομα σφετερισαμένη, ὥς φησιν ὁ μέγας Γρηγόριος, λέληθεν) ὁ τὴν σοφίαν τήν δε τῆς δημιουργίας, φιλῶν καὶ ἐρευνῶν, τοῦ Θεοῦ, κατὰ τὸ ἔσχατον ἀπήχημα, ἀλλὰ μὴ δι᾽ ἔπαινον καὶ δόξαν ἀνθρωπίνην τὴν φιλοσοφίαν ταύτην ἀσκῶν ἐπιδεικτικῶς, ἵνα μὴ φιλόυλος εἴη, καὶ οὐ φιλόσοφος τῆς φυσιολογικῆς τοῦ Θεοῦ σοφίας, γραμματεὺς δὲ ἐστίν, ὁ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ μαθητευθείς, πᾶς ὁ διὰ πράξεως εἰς τὴν περὶ Θεοῦ θεωρίαν σχολάζων καὶ τῇ ἡσυχίᾳ προσκαρτερῶν· ὃς ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ τῆς καρδίας, καινὰ καὶ παλαιά, τουτέστιν εὐαγγελικὰ καὶ προφητικά· ἢ ἐκ τῆς νέας, καὶ παλαιᾶς διαθήκης· ἢ διδασκαλικὰ καὶ πρακτικά· ἢ νομικὰ καὶ ἀποστολικά· ταῦτα γὰρ τὰ καινὰ καὶ παλαιὰ μυστήρια, ἅπερ ὁ πρακτικὸς γραμματεὺς ἐκβάλλει, μαθητευθεὶς εἰς τὴν θεάρεστον πολιτείαν· γραμματεὺς δὲ ἐστί, πᾶς πρακτικῶς, ὁ σωματικῶς ἔτι πρὸς τὰς πράξεις ἐνασχολούμενος· ῥήτωρ δὲ θεῖος, ὁ φυσικῶς, ὁ πρὸς τὰς γνώσεις καὶ τοὺς λόγους τῶν ὄντων μέσος ἑστώς, καὶ ἀποδεικτικὸς τῶν ὅλων ἐν πνεύματι τῇ διαιρετικῇ τοῦ λόγου δυνάμει· φιλόσοφος δὲ ἀληθής, ὁ τὴν ὑπερφυᾶ τοῦ Θεοῦ ἕνωσιν γνωστῶς καὶ ἀμέσως ἔχων ἐν ἑαυτῷ.
Οἱ χωρὶς πνεύματος γράφοντές τε καὶ λέγοντες, καὶ τὴν Ἐκκλησίαν οἰκοδομεῖν βουλόμενοι, ψυχικοὶ εἰσιν, ὥς παυ. φησὶν ὁ θεῖος Ἀπόστολος, πνεῦμα μὴ ἔχοντες· οἱ γὰρ τοιοῦτοι ὑπόδικοί εἰσι τῇ ἀρᾷ τῇ λεγούσῃ· οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες· ἀφ᾽ ἑαυτῶν γὰρ λαλοῦσι, καὶ οὐ τὸ πνεῦμα τοῦ Θεοῦ ἐστὶ τὸ λαλεῦν ἐν αὐτοῖς· κατὰ τὸν τοῦ Κυρίου λόγον· ἐκ γὰρ τῶν οἰκείων λογισμῶν πρὸ καθαρότητος οἱ λέγοντες, πνεύματι οἰήσεως ἐπλανήθησαν· περὶ τούτου γάρ φησιν ἡ παροιμία· εἶδον ἄνδρα δόξαντα παρ᾽ ἑαυτῷ σοφὸν εἶναι· ἐλπίδα μᾶλλον ἔχει ὁ ἄφρων αὑτοῦ, καὶ τὸ μὴ γίνεσθε φρόνιμοι παρ᾽ ἑαυτοῖς, ἡ σοφία παραγγέλει ἡμῖν· ἀλλὰ καὶ αὐτὸς ὁ πλήρης πνεύματος θεῖος Ἀπόστολος, δρομολογεῖ λέγων· οὐ γὰρ ἱκανοὶ ἐσμὲν παρ᾽ ἑαυτῶν, ἀλλ᾽ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ· καὶ τό· ἀλλ᾽ ὡς ἐκ Θεοῦ κατ᾽ ἐνώπιον τοῦ Θεοῦ λαλοῦμεν ἐν Χριστῷ· τῶν γὰρ τοιούτων οἱ λόγοι ἀηδεῖς καὶ ἀφώτιστοι· οὐκ ἐκ τῆς ζώσης γὰρ πηγῆς τοῦ πνεύματος μεταλαμβάνοντες λέγουσιν, ἀλλ᾽ ἐκ λίμνης οἶά τινος βορβορώδους καρδίας, βδέλλας καὶ ὄφεις καὶ βατράχους ἐπιθυμιῶν καὶ τύφου, καὶ ἀκρασίας ἐχούσης τρέφονται, καὶ τὸ ὕδωρ τῆς γνώσεως αὐτῶν ὄζον θολερόντε καὶ χλιαρόν· οὗ οἱ πίνοντες, εἰς καχεξίαν καὶ ἀηδίαν καὶ ἔμετον ἀλλοιούμενοι, μετατρέπονται.
Σῶμα Χριστοῦ, ἡμεῖς ἐσμέν, φησὶν ὁ θεῖος Ἀπόστολος, καὶ μέλη ἐκ μέρους· καὶ πάλιν ἓν σῶμα, καὶ ἓν πνεῦμα ἐστέ, καθὼς καὶ ἐκλήθητε· ὡς περ γὰρ τὸ σῶμα νεκρὸν καὶ ἀναίσθητον ἐστι χωρὶς πνεύματος, οὕτως ὁ νεκρωθεὶς τοῖς πάθεσι διὰ τῆς τῶν ἐντολῶν ἀμελείας μετὰ τὸ βάπτισμα, ἀνενέργητος γίνεται, καὶ ἀφώτιστος τῷ Ἁγίῳ Πνεύματι καὶ τῇ τοῦ Χριστοῦ χάριτι· ἔχων μὲν τὸ πνεῦμα διὰ τῆς πίστεως καὶ τῆς ἀναγεννήσεως, ἀνενέργητον δὲ καὶ ἀκίνητον διὰ τὴν ψυχικὴν νεκρότητα· καὶ γὰρ ἡ ψυχὴ μία μὲν οὖσα, τὰ δὲ μέλη τοῦ σώματος πολλά, πάντα αὐτὴ κρατεῖ, καὶ ζωοποιεῖ, καὶ κινεῖ τὰ ζωῆς δεκτικά, τὰ δὲ κατά τινα συμβατικὴν ἀσθένειαν καταψυγέντα μέλη, ὡς νεκρὰ καὶ ἀκίνητα, φέρει μὲν ἐν ἑαυτῇ, πλὴν ἄζωα, καὶ ἀναίσθητα· οὕτως ὅλον ἐν ὅλοις ἀμιγῶς τοῖς Χριστοῦ μέλεσιν ἐστὶ τὸ Χριστοῦ πνεῦμα ἐνεργοῦν, καὶ ζωοποιοῦν, τὰ μετέχειν ζωῆς δυνάμενα, ἀλλὰ καὶ τὰ μὴ μετέχειν ἀσθενῆ φιλανθρώπως ὡς οἰκεῖα περικρατεῖ· διὸ καὶ πᾶς πιστὸς μετέχει μὲν διὰ τῆς πίστεως τῆς υἱοθεσίας τοῦ πνεύματος, ἀνενέργητος δὲ γίνεται, καὶ ἀφώτιστος διὰ τῆς ἀμελείας καὶ ἀπιστίας, τοῦ φωτός, καὶ τῆς ζωῆς τοῦ Ἰησοῦ ὑστερούμενος ὡς ἔστι μὲν πιστὸς ἅπας, μέλος Χριστοῦ, καὶ πνεῦμα Χριστοῦ ἔχων· ἀνενέργητος δὲ καὶ ἀκίνητος καὶ πρὸς μετουσίαν τῆς χάριτος ἀνεπίδεκτος.
Τὰς ὀκτὼ γενικὰς θεωρίας φαμὲν εἶναι πρώτην, τὴν περὶ Θεοῦ τοῦ ἀνειδέου, καὶ ἀνάρχου, καὶ ἀκτίστου, καὶ τῶν ὅλων αἰτίου, τῆς τριαδικῆς μιᾶς, καὶ ὑπερουσίου Θεότητος· δευτέραν, τῆς τῶν νοερῶν δυνάμεων τάξεώς τε καὶ στάσεως· τρίτην, τῆς τῶν ὄντων συστάσεως· τετάρτην, τῆς οἰκονομικῆς τοῦ λόγου συγκαταβάσεως· πέμπτην, τῆς καθολικῆς ἀναστάσεως· ἕκτην, τῆς φοβερᾶς καὶ δευτέρας τοῦ Χριστοῦ ἐλεύσεως· ἑβδόμην, τῆς αἰωνίου κολάσεως· ὀγδόην, τῆς βασιλείας τῶν οὐρανῶν· καὶ αἱ μὲν τέσσαρες, τῶν παρῳχηκότων καὶ γεγενημένων εἰσίν· αἱ δὲ τέσσαρες, τῶν μελλόντων καὶ οὔπω φανερουμένων· θεωροῦνται αὗται τηλαυγῶς, καὶ εὑρίσκονται παρὰ τῶν κτησαμένων διὰ τῆς χάριτος πολλὴν νοὸς καθαρότητα· ὁ δὲ χωρὶς φωτὸς προσβάλλων αὐταῖς, ἴστω φαντασίας ἀνατυπῶν, καὶ οὐ θεωρίας, διά τοῦ φανταστικοῦ πνεύματος φανταζόμενος, καὶ φαντάζων.
Ἰδοὺ καὶ περὶ πλάνης ἀναγκαῖον κατὰ δύναμιν εἰπεῖν, ὡς οὖσαν τοῖς πολλοῖς, κατὰ τὴν πολυμήχανον καὶ πολύτροπον αὐτῆς ἔνεδραν, δυσδιάγνωστον, καὶ σχεδὸν ἁκατάληπτον· ἡ πλάνη, φησίν, ἐν δυσὶ τρόποις ἐμφαίνεται, ἢ μᾶλλον ἐπέρχεται καὶ προσγίνεται, κατὰ φαντασίαν, καὶ κατ᾽ ἐνέργειαν, κἂν ἐκ μιᾶς, τῆς ὑπερηφανίας, τὴν ἀρχὴν ἔχει καὶ τὴν αἰτίαν· καὶ ἡ μὲν πρώτη, ἀρχὴ τῆς δεντέρας· ἡ δὲ δευτέρα, ἀρχὴ τῆς κατ᾽ ἔκστασιν τρίτης πέφυκεν· ἀρχὴ γὰρ τῆς κατὰ φαντασίαν θεωρίας, ἡ οἴησις, ἢ τὸ θεῖον ὡς σχῆμά τι ποιεῖ φαντάζεσθαι, ἐξ ἧς ἕπεται ἡ κατὰ φαντασίαν πρὸς ἀπάτην πλάνη, δι᾽ ἧς ἡ βλασφημία γεννᾶται, καὶ μεθ᾽ ὧν ἡ κατὰ φαντασίαν πλάνη, τίκτει τὴν τῶν ἀλλοκότων φασμάτων δειλίαν, ἐγρηγορότως, καὶ κατὰ τοὺς ὕπνους· ὅν τινα, τρόμον καὶ κλόνον ψυχῆς ὀνομαζόμενον φάσκουσι, τῇ μὲν γὰρ ὑπερηφανίᾳ, ἕπεται ἡ πλάνη· τῇ πλάνῃ, ἡ βλασφημία· τῇ βλασφημίᾳ, ἡ δειλία· τῇ δειλίᾳ, ὁ τρόμος· τῷ δὲ τρόμῳ ἡ ἔκτασις τῶν κατὰ φύσιν φρενῶν· οὖτος ὁ τῆς κατὰ φαντασίαν πλάνης, τρόπος πρῶτος· ὁ δὲ κατ᾽ ἐνέργειαν δεύτερος τρόπος, ἐστὶν οὗτος· τὴν γὰρ ἀρχὴν διὰ τῆς ἡδυπαθείας τῆς ἀπὸ τῆς φυσικῆς δῆθεν ἐπιθυμίας τικτομένης ἔχει· ἐκ μὲν γὰρ τῆς ἡδονῆς, τίκτεται ἡ ἀκολασία τῶν ἀρρήτων ἀκαθαρσιῶν· διαθερμαίνουσα δὲ αὐτὴ τὴν ὅλην φύσιν, καὶ τὸ ἡγεμονικὸν θολώσασα τῷ τῶν ἰνδαλμάτων συνουσιασμῷ, εἰς ἔκστασιν ἄγει τὸν νοῦν, τῇ μέθῃ τῆς καυστικῆς ἐνεργείας, φρενήρη αὐτὸν ἀπεργαζομένη, καὶ προλέγειν ποιεῖ ψευδοπροφητείας, μαντευόμενον ἁγίων τινῶν δῆθεν ὁράσεις, καὶ λόγους ἐκείνων, ὡς δὲ αὐτοῦ ἀποκαλυπτομένων μεμεθυσμένων τῷ κόρῳ τοῦ πάθους, καὶ τὸ ἦθος ἐνηλλαγμένον, καὶ δαιμονιώδη· τοὺς τοιούτους οἱ κατὰ κόσμον τῇ ἀπάτῃ τῆς πλάνης ἀγόμενοι, ψυχάρια ὀνομάζουσι· παρακαθεζόμενα καὶ παραμένοντα τεμένεσιν ἁγίων τινῶν· καὶ ὡς δῆθεν πνευματιῶντας, καὶ ὑπ᾽ αὐτῶν ἐκείνων δῆθεν ἐνεργουμένους, καὶ βασανιζομένους, καὶ τὰ δι᾽ αὐτῶν τοῖς ἀνθρώποις ἀναγγέλλοντας, οὓς δαιμονιζομένους κυρίως, καὶ ἠπατημένους, καὶ τῇ πλάνῃ δεδουλωμένους, δέον ἀποκαλεῖν, καὶ οὐ Προφήτας, καὶ προλέγοντας τὰ ἐνεστῶτα καὶ μέλλοντα· αὐτὸς γὰρ ὁ τῆς ἀκολασίας δαίμων σκοτώσας διὰ τῆς ἐνηδόνου πυρᾶς τὸν νοῦν αὐτῶν, εἰς ἔκστασιν ἄγει φρενῶν, φαντάζων ἁγίους τινὰς αὐτοῖς, καὶ ὁμιλίας, καὶ θέας δεικνύων ἔστι δ᾽ ὅτε καὶ αὐτοὶ ἐκεῖνοι οἱ δαίμονες παραφαίνονται, πρὸς δειλίαν ταράξαι τούτους· τῷ γὰρ ζυγῷ τοῦ βελίαρ συνδήσας αὐτούς, πρὸς τὴν κατ᾽ ἐνέργειαν κατεπείγων αὐτοὺς ὡθεῖ· ἵνα ἐκδότους ἔχῃ καὶ δούλους μέχρι θανάτου, τῇ κολάσει παραπεμψόμενος.
Χρὴ εἰδέναι, ὅτι τρεῖς καθολικὰς ἡ πλάνη αἰτίας ἔχει δι᾽ ὧν ἐπέρχεται τοῖς ἀνθρώποις· ἐξ ὑπερηφανίας, ἐκ φθόνου δαιμόνων, καὶ ἐκ παιδευτικῆς παραχωρήσεως· αἰτία δὲ τούτων, τῆς μὲν ὑπερηφανίας, ὴ κουφότης· τῆς δὲ προκοπῆς, ὁ φθόνος· τῆς δὲ παιδευτικῆς παραχωρήσεως, ἡ ἐφάμαρτος βιωτή· καὶ ἡ μὲν ἐκ φθόνου, καὶ οἰήσεως μόνης, ταχεῖαν ἔχει τὴν ἴασιν, ὅταν μάλιστα καὶ ταπεινωθῆ· ἡ δὲ ἐκ παιδείας δι᾽ ἁμαρτίαν τῷ σατανᾶ ἔκδοσις, πολλάκις μέχρι θανάτου πρὸς ἄφεσιν ὁ Θεὸς παραχωρεῖ ταύτην· ἔστι δ᾽ ὅτε καὶ ἀνευθύνους κολάζεσθαι, πρὸς σωτηρίαν ἐκδίδωσι· χρῆ δὲ εἰδέναι, ὅτι καὶ αὐτὸς ὁ τῆς οἰήσεως δαίμων προλέγει ἐν τοῖς μὴ ἀκριβῶς τῇ καρδίᾳ προσέχουσιν.
Ἱερεῖς καὶ βασιλεῖς τῇ ἀληθείᾳ χρίονται ἐν τῇ ἀνακαινίσει πάντες οἱ εὐσεβεῖς, ὥς περ κατὰ τὸν τύπον τότε καὶ οἱ παλαιοί· τύποι γὰρ ἦσαν ἐκεῖνοι τῇ ἡμετέρα ἀληθείᾳ· οὐκ ἐκ μέρους, ἀλλ᾽ ὅλοι ὅλους ἡμᾶς ἐτεκμαίροντα· οὔτε γὰρ κατ᾽ ἐκείνους ὁμοιότροπος καὶ ὁμοειδὴς ἡ ἡμετέρα βασιλεία καὶ ἱερατεία, κἂν σύμβολα τὰ αὐτά· οὔτε καθ᾽ ἡμᾶς διορισμὸν ἔχει ἡ φύσις, ἢ ἡ χάρις, καὶ ἡ κλῆσις πρὸς τὴν χρίσιν, τοῦ εἶναι τὰ χρισθέντα διάφορα· ἀλλὰ μίαν καὶ τὴν αὐτὴν κλῆσιν, καὶ πίστιν, καὶ μόρφωσιν ἔχομεν· δηλοῖ δὲ καὶ ἐμφαίνει, κατὰ τὸν τῆς ἀληθείας λόγον, τὸ καθαρὸν καὶ ἀπαθές, καὶ ὅλον ἀφιερωμένον, Θεῷ γενέσθαι νῦν τε, καὶ ἐν τῷ μέλλοντι.
Σοφίαν τηνικαῦτα ἐκεῖνος τῷ στόματι λαλεῖ, καὶ τῇ τῆς καρδίας μελέτῃ σύνεσιν ὁ Θεὸν λόγον, τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἐνυπόστατον σοφίαν, τρανῶς ἐκ τῶν ὄντων ἐμβαίνων, ὡς τοὺς λόγους τῶν ἀρχετύπων ἐν τοῖς οὖσιν ἔχων χαρακτηρίζοντας, καὶ διὰ τοῦ κατ᾽ ἐνέργειαν ζῶντος λόγου, τῷ στόματι λαλεῖ σοφίαν ἐκ σοφίας· τῇ δὲ καρδίᾳ ἐλλαμπόμενος τῇ δυνάμει τῆς μεταποιητικῆς συνέσεως μελετωμένης τῷ πνεύματι, ποιεῖν καὶ φωτίζειν δύναται διὰ τῆς συνέσεως, τοὺς πιστῶς ἀκούοντας.
Ἡ μεγάλη τῆς ἀληθείας ἀντίπαλος, καὶ πρὸς ἀπώλειαν τοὺς ἀνθρώπους ἕλκουσα πλάνη σήμερον, (δι᾽ ἧς ἡ ἄγνοια τοῦ σκότους ἐν ταῖς ψυχαῖς τῶν ῥαθύμων ἐβασίλευσεν, ἐκ Θεοῦ ἀλλοτριώσασα αὐτούς· οἱ καὶ ὡς μὴ εἶναι Θεὸν γινώσκοντες, τὸν ἡμᾶς ἀναγεννήσαντα καὶ φωτίσαντα, ἢ λόγῳ μόνῳ ψιλῷ πιστευόμενον καὶ γινωσκόμενον, καὶ οὐκ ἔργῳ, ἢ τοῖς ἀρχαίοις μόνοις ἐπιφαινόμενον, καὶ οὐχὶ καὶ ἡμῖν· τὰς γραφικὰς περὶ Θεοῦ μαρτυρίας ἄλλοις, ἢ καὶ τοῖς εἰρηκόσι προσάπτουσι· καὶ δόξαν, ὡς φησι περὶ Θεοῦ, βλασφημοῦσι, τὴν δὲ ἐπιγνώσεως ὄντως εὐσέβειαν ἀπαρνούμενοι· καὶ σωματικῶς μόνον, ἵνα μὴ εἴπω Ἰουδαϊκῶς, τὰς γραφὰς ἀναγινώσκουσι, τὴν διὰ τῆς ἀναστάσεως τῆς ψυχῆς ἐντεῦθεν ἔγερσιν ἀπαρνούμενοι, καὶ κατοικεῖν ἐν τάφοις ἀγνώστως ἐπιποθοῦσι), τὰ τρία ταῦτα πάθη ὑπάρχουσιν· ἀπιστία, πονηρία, καὶ ῥαθυμία· ἀλλήλων δὲ εἰσὶ γεννητικὰ καὶ συνεκτικά· ἀπιστία γάρ, πονηρίας διδάσκαλος· πονηρία δέ, σύντροφος ῥαθυμίας, ἧς ἡ ὀκνηρία σύμβολον· ἢ τὸ ἀνάπαλιν ῥαθυμία, πονηρίας γεννήτρια, ὡς ὁ Κύριος ἔφησεν· πονηρὲ δοῦλε καὶ ὀκνηρέ· πονηρία δὲ μήτηρ ἀπιστίας· πᾶς γὰρ πονηρὸς ἄπιστος· ὁ δὲ μὴ πιστεύων καὶ ἄφοβος Θεῷ· ἐξ ἧς ἡ ῥαθυμία γεννᾶται, ἡ μήτηρ τῆς καταφρονήσεως, δι᾽ ἧς πᾶν ἀγαθὸν ἀμελεῖται καὶ πᾶν κακὸν διαπράττεται.
Δόξα περὶ Θεοῦ ἀληθὴς καὶ γνῶσις τῶν ὄντων ἀψευδής, τὴν τελείαν τῶν δογμάτων ὀρθοδοξίαν συνίστησι· διὸ καὶ δοξολογεῖν οὕτως ὁ ταιοῦτος ὀφείλει· δόξα σοι Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι· ὅτι δι᾽ ἡμᾶς ἐνηνθρώπησας ὁ Θεὸς λόγος ὁ ὑπερούσιος· διὰ τοῦτο μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου Σωτὴρ ἡμῶν, δόξα σοι.
Εἰσὶν οῦν τῶν συγγραφομένων λόγων, κατὰ τὸν μέγαν Μάξιμον, τρόποι διάφοροι τρεῖς, ἀκατάγνωστοί τε καὶ ἀκατάκριτοι· πρῶτος, ὁ δι᾽ ὑπόμνησιν ἑαυτοῦ· δεύτερος, ὁ πρὸς ὠφέλειαν ἄλλων· τρίτος, ὁ δι᾽ ὑπακοὴν συγγραφόμενος· ἐν ᾧ καὶ τὰ πλεῖστα τῶν γραφῶν συνετέθησαν τοῖς ταπεινῶς ἐκζητήσασι τὸν λόγον· ὁ δὲ πρὸς ἀρέσκειαν καὶ δόξαν καὶ πρὸς τὸ θεαθῆναι τὰς ἀρετὰς λογογραφῶν, ἀπέχει, φησί, τὸν μισθὸν αὐτοῦ, μηδεμίαν ὠφέλειαν ἔχων ἐνταῦθα ἢ μισθὸν ἐν τῷ μέλλοντι· ἀλλὰ καὶ ὡς ἀνθρωπάρεσκος καὶ δόλιος, καπηλεύων τὸν λόγον τοῦ Θεοῦ, κατακριθήσεται.