Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2

St Gregory of Sinai, Τοῦ αὐτοῦ ἕτερα κεφάλαια τρία περὶ μεθηλικιώσεων τῶν ἐν Χριστῷ.

ΕΤΕΡΑ ΚΕΦΑΛΑΙΑ
ΤΟΥ ΑΥΤΟΥ

Τὰς μεθηλικιώσεις πάσας τὰς ἐν Χριστῷ φθάσαι πᾶς τις ὀφείλει ὁ βαπτισθεὶς ἐν Χριστῷ· προείληφε γὰρ τὴν τούτων δύναμιν καὶ διὰ τῶν ἐντολῶν ταύτας εὑρεῖν καὶ μαθεῖν δύναται· καὶ ἡ μὲν σύλληψις ἐστὶν ὁ ἀρραβὼν τοῦ πνεύματος· ἡ δὲ γέννησις ἡ ἐνέργεια τῆς ἀγαλλιάσεως· ἡ δὲ βάπτισις, ἡ καθαρτικὴ τοῦ πυρὸς τοῦ πνεύματος δύναμις· ἡ δὲ μεταμόρφωσις, ἡ τοῦ θείου φωτὸς θεωρία· ἡ δὲ σταύρωσις, ἡ ἐκ πάντων νέκρωσις, ἡ δὲ ταφή, ἡ τοῦ θείου ἔρωτος ἐν καρδίᾳ κατοχῇ· ἡ δὲ ἀνάστασις, ἡ τῆς ψυχῆς ζωοποιὸς ἔγερσις· ἡ δὲ ἀνάληψις, ἡ πρὸς Θεὸν ἔκστασις, καὶ ἡ ἁρπαγὴ τοῦ νοός· ὁ δὲ ταύτας μὴ εὑρών, μηδὲ αἰσθανόμενος, νήπιός ἐστιν ἔτι, καὶ τῷ σώματι, καὶ τῷ πνεύματι, κἂν πολιὸς καὶ πρακτικὸς παρὰ πάντων λογίζηται.

Τὰ πάθη τοῦ Χριστοῦ ζωοποιὸν ἔχουσι νέκρωσιν, τοῖς διὰ πάντων πεπονθόσιν· εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν· τὰ δὲ πάθη τῶν ἡδονῶν, νέκρωσιν θανατοποιὸν κέκτηνται τοῖς ἐνεργοῦσιν αὐτά· ἔστι γὰρ σταυρώσεως σταύρωσις, καὶ νεκρώσεως νέκρωσις, ἡ τῶν παθημάτων τοῦ Χριστοῦ ἑκούσιος πάθησις.

Τὸ πάσχειν ὑπὲρ Χριστοῦ ἐστί, τὸ ὑπομένειν τὰ συμβησόμενα· φθόνος γὰρ τοῖς ἀνευθύνοις πρὸς ὥφελος· ἔλεγχος δὲ πρὸς ἐπιστροφήν, ἡ παιδεία Κυρίου ἡμῖν γίνεται, ἀνοίγουσα ἡμῖν τὰ ὦτα τοῖς ὑπευθύνοις· διὸ καὶ στέφανον τοῖς ὑπομένουσιν ὁ Κύριος ἐπηγγείλατο, εἰς αἰῶνα αἰῶνος· δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι, Τριὰς Ἁγία, ἕνεκα πάντων, δόξα σοι.

Περὶ τῆς ἐμπαθοῦς ἀλλοιώσεως.

Ἡ ἀκηδία δυσκαταγώνιστον οὖσα πάθος, χαυνοῖ τὸ σῶμα· χαυνουμένου δὲ τοῦ σώματος, συγχαυνοῦται καὶ ἡ ψυχή· ἀμφοτέρων δὲ ἐκλυθέντων, ἀλλοιοῦσι τὴν κρᾶσιν τοῦ σώματος διὰ τῆς ἡδυπαθείας· ἡ δὲ ἡδυπάθεια, κινεῖ τὴν ὄρεξιν· ἡ ὅρεξις, τὴν πύρωσιν· ἡ πύρωσις, τὴν ἐπανάστασιν· ἡ ἐπανάστασις, κινεῖ τὴν μνήμην· ἡ μνήμη, τὴν φαντασίαν· ἡ φαντασία, τὴν προσβολήν· ἦ προσβολή, τὸν συνδυασμόν· ὁ συνδυασμός, τὴν συγκατάθεσιν· ἡ συγκατάθεσις, ποιεῖ τὴν πρᾶξιν, εἴτε τὴν διὰ σώματος, εἴτε τὴν διὰ πολυτρόπων παρατριβῶν· καὶ οὕτως ὁ ἄνθρωπος ἡττηθεὶς πτωματίζεται.

Περὶ τῆς ἀγαθῆς ἀλλοιώσεως.

Ἡ ὑπομονὴ ἐν παντὶ ἔργῳ, τίκτει τὴν ἀνδρείαν· ἡ ἀνδρεία, τὴν προθυμίαν· ἡ προθυμία, τὴν καρτερίαν· ἡ καρτερία, τὴν ἐπίτασιν· ἡ τοῦ ἔργου ἐπίτασις, ἤγουν προσθήκη, κατευνάζει τὴν ἀκρασίαν τοῦ σώματος, καὶ τὴν ἡδυπάθειαν ἡμεροῖ τῆς ἐπιθυμίας· ἡ ἐπιθυμία δέ, κινεῖ τὸν πόθον· ὁ πόθος, τὴν ἀγάπην· ἡ ἀγάπη, τὸν ζῆλον· ὁ ζῆλος, τὴν θέρμην· ἡ θέρμη, τὴν διέγερσιν· ἡ διέγερσις, τὴν σπουδήν· ἡ σπουδή, τὴν προσευχήν· ἡ προσευχή, τὴν ἡσυχίαν· ἡ ἡσυχία, τίκτει τὴν θεωρίαν· ἡ θεωρία, τὴν γνῶσιν· ἡ γνῶσις, τὴν τῶν μυστηρίων κατάληψιν· τέλος δὲ τῶν μυστηρίων, ἡ θεολογία· καρπὸς δὲ τῆς θεολογίας, ἡ τελεία ἀγάπη· τῆς ἀγάπης, ἡ ταπείνωσις· τῆς ταπεινώσεως, ἡ ἀπάθεια· τῆς ἀπαθείας, ἡ προόρασις, καὶ προφητεία, καὶ πρόγνωσις· οὐ γὰρ τελείας τίς ἀπ᾽ ἐντεῦθεν ἔχει τὰς ἀρετάς, οὐδὲ ἐκ μιᾶς ἀπομειοῖ τὰς κακίας· ἀλλὰ μικρὸν αὐξανομένης τῆς ἀρετῆς, κατ᾽ ὀλίγον ἡ κακία εἰς τὸ μὴ ὃν γίνεται.

Περὶ τῶν καθ᾽ ὕπνους πειρασμῶν.

Ποσαχῶς ἡ ῥευστικὴ ἁμαρτία γίνεται, ἡ ἐφάμαρτος καὶ ἡ ἀναμάρτητος;

Τριχῶς μέν, ἡ ἁμαρτητική, ἐν πορνείᾳ, καὶ μαλακίᾳ, καὶ συγκαταθέσει λογισμῶν· ἑπταχῶς δὲ ἡ ἀναμάρτητος· διὰ τῶν οὔρων, ἐν ὑλικοῖς βρώμασιν, ἐν κινητικοῖς, διὰ ψυχροποσίας, διὰ χαυνότητος σώματος, ἐν κόπῳ ἀμέτρῳ, καὶ διὰ δαιμονιώδους πολυτρόπως φαντασίας· καὶ τῶν μὲν γεγηρακότων πρακτικῶν, διὰ τῶν προειρημένων πέντε συμβαίνει πολλάκις τρόπων· τῶν δὲ ἀπαθῶν, διὰ τῶν οὕρων καὶ μόνων προχωρεῖ ἀναμὶξ ἡ τοῦ φλέγματος ὕλη· ὡς οἷα οἱ ἄδηλοι πόροι ἀραιοὶ γεγονότες, ἐκ πολλῶν πόνων καὶ θειοτέρας ἐνεργείας καθαρτικῆς τε καὶ ἁγιαστικῆς, τὸ τῆς σωφροσύνης προστεθὲν αὐτοῖς χάρισμα· ὁ δὲ ἔσχατος τῆς φανταστικῆς ῥεύσεως τρόπος ἐν ὕπνῳ, τῶν ἐμπαθῶν ἐστὶ καὶ τῶν ἀσθενῶν· ὅμως καὶ αὐτὸ ὡς ἀκούσιον, ἀναμάρτητον, ὥς φασιν οἱ πατέρες.

Τοῦ μὲν ἀπαθοῦς ἴδιον, ἡ ἐκ διαλειμμάτων κατὰ πρόνοιαν ἀναμάρτητος κίνησις, ὡς ἡ λοιπὴ ὕλη ἀναλίσκεται θείῳ πυρί· τοῦ δὲ πρακτικοῦ, πολύτροπος ἀνάγκη, καὶ ἄμεμπτος κένωσις· τοῦ δὲ ἐμπαθοῦς, ἡ διττὴ ἀπόρροιά τε καὶ δύσροια· ἡ καθ᾽ ὕπνους φανταστική, καὶ ἐγρηγορότως συγκατάθεσις· ὧν ἡ μὲν μία, ἄμεμπτος· ἡ δὲ ἄλλῃ, ἐφάμαρτος, καὶ ἐν ἐπιτιμίοις ὁρίζεται.

Τῶν μὲν ἀπαθῶν, μία ἐστὶν ἡ κίνησίς τε, καὶ κένωσις τοῦ σώματος, κατὰ πρόνοιαν διὰ τῶν οὔρων τὴν ὕλην, τὴν μέν, προχέεσθαι ὡς περίττωμα, τὴν δὲ ἀναλίσκεσθαι, πυρὶ θείῳ δαπανωμένην, κατὰ τὸν φάσκοντα· τῶν δὲ πρακτικῶν καὶ μέσων, ἓξ εἶναι φασὶ τοὺς καθολικοὺς τρόπους τῆς ῥευστικῆς κινήσεως ἀνεγκλήτους, δι᾽ ὧν τὸ σῶμα τῆς φθοροποιοῦ ὕλης, καὶ τῶν φυσικῶν, καὶ ἀναγκαίων καθαίρεται καὶ ἐλευθεροῦται· ἐν ὑλικοῖς βρώμασι, καὶ κινητικοῖς, διὰ ψυχροποσίας, καὶ χαυνότητος φύσεως, καὶ παρέσεως κόπων, καὶ τέλος, ἐν φθόνῳ δαιμόνων ἡ φύσις πάσχει δι᾽ ἑαυτῆς· τῶν δὲ ἀσθενῶν καὶ εἰσαγωγικῶν, ὁμοίως καὶ αὐτοὺς ἓξ εἶναι τοὺς ἐμπαθεῖς τρόπους· διὰ γαστριμαργίας, καὶ καταλαλιᾶς, καὶ κατακρίσεως, καὶ κενοδοξίας, καὶ τῆς διπλῆς ἐν φαντασίᾳ συγκαταθέσεως, καὶ τέλος, ὁ κατ᾽ ἐπίθεσιν τῶν δαιμόνων φθόνος· ὅμως καὶ ταῦτα προνοίας ἐστὶ σκοπός, καθαρίζειν τὴν φύσιν ἐκ τῆς φθορᾶς καὶ τῶν παρεισάκτων εἰς αὐτὴν ξένων περιττωμάτων καὶ ἀλόγων ὀρέξεων· παιδεύειν δὲ τὸν ἀγωνιστὴν ταπεινοῦσθαι τῇ προσοχῇ, καὶ πάντα ἐγκαρτεύεσθαι καὶ ἐκ πάντων.

Ὁ κατὰ μόνας καθήμενος, καὶ ἐσθίων ἀγάπην, ὀφείλει κατὰ τρόπους ἑπτὰ τὴν ἐλεημοσύνην δέχεσθαι· πρῶτον, χρειωδῶς αἰτεῖν· δεύτερον, χρειωδῶς λαμβάνειν· τρίτον, τὸ ὡς ἐκ Θεοῦ τὰ ἐπερχόμενα δέχεσθαι· τέταρτον, τὸ εἰς Θεὸν θαρρεῖν, καὶ αὐτὸν εἶναι μισθαποδότην· πέμπτον, τὸ ἐργάτην εἶναι τῶν ἐντολῶν· ἕκτον, τὸ μὴ ποιεῖν ἐκ τούτων παράχρησιν· ἕβδομον, τὸ μὴ εἶναι φειδωλόν, ἀλλὰ μεταδατικὸν καὶ οἰκτίρμονα· ὁ γὰρ ἐν τούτοις τοιοῦτος, χαίρει ὡς παρὰ Θεοῦ, καὶ μὴ παρὰ ἀνθρώπων οἰκονομούμενος.

· Contents ·