Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2

St Gregory of Sinai, Τοῦ αὐτοῦ· εἴδησις ἀκριβὴς περὶ ἡσυχίας καὶ προσευχῆς· καὶ περὶ τῶν…

ΤΟΥ ΑΥΤΟΥ
ΕΙΔΗΣΙΣ ΑΚΡΙΒΗΣ
ΠΕΡΙ ΗΣΥΧΙΑΣ ΚΑΙ ΠΡΟΣΕΥΧΗΣ, ΕΤΙ ΔΕ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΤΕΚΜΗΡΙΩΝ
ΤΗΣ ΧΑΡΙΤΟΣ ΚΑΙ ΤΗΣ ΠΛΑΝΗΣ· ΚΑΙ ΤΙΣ Η ΔΙΑΦΟΡΑ ΤΗΣ
ΘΕΡΜΗΣ ΚΑΙ ΤΗΣ ΕΝΕΡΓΕΙΑΣ, ΚΑΙ ΟΤΙ ΧΩΡΙΣ ΟΔΗΓΟΥ ΕΥΧΕΡΩΣ
ΣΥΝΕΙΣΕΡΧΕΤΑΙ Η ΠΛΑΝΗ. ΚΕΦΑΛΑΙΑ Ι΄.

Ἔδει μὲν ἡμᾶς εἰπεῖν κατὰ τὸν μέγαν διδάσκαλον, μηδὲ δεῖσθαι τῆς ἀπὸ τῶν γραφῶν βοηθείας, ἢ τῆς ὑφ᾽ ἑτέρων πατέρων, ὦ σημειοφόρε Λογγῖνε, ἀλλ᾽ οὕτως εἶναι θεοδιδάκτους· ἔσονται γάρ, φησι, πάντες διδακτοὶ Θεῷ, ὡς ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ γινώσκειν τε καὶ μανθάνειν τὰ συμφέροντα· οὐ μόνον ἡμᾶς, ἀλλὰ καὶ ἅπαντα τὸν τῶν πιστῶν ἕκαστον, ὡς τὸν νόμον τοῦ πνεύματος ἐν ταῖς πλαξὶ τῶν καρδιῶν ἡμῶν φέρειν ἐγγεγραμμένον, καὶ ἀμέσως καὶ χερουβικῶς, τὸ ἐξαίσιον, τῷ Ἰησοῦ διὰ καθαρᾶς προσευχῆς προσομιλεῖν ἠξιωμένους· ἐπειδὴ δὲ νήπιοι κατὰ τὸν καιρὸν τῆς ἀναπλάσεως ἐσμέν, μήτε τὴν χάριν νοοῦντες, μήτε τὴν καινότητα συνορῶντες, ἀγνοοῦντες δὲ μᾶλλον τὸ ὑπερβάλλον μέγεθος τῆς τιμῆς τε, καὶ δόξης ἧς μετελάβομεν· καὶ ὅτι ὀφείλομεν διὰ τῶν ἐντολῶν ψυχικῶς, καὶ πιευματικῶς αὐξηθῆναι, καὶ ἰδεῖν νοερῶς, ὅπερ ἐλάβομεν, πίπτομεν διὰ τῆς ἀμελείας, καὶ ἐμπαθεστάτης ἕξεως εἰς ἀναισθησίαν καὶ σκότωσιν οἱ πολλοί· καὶ οὐδὲ εἰ ἔστι Θεὸς γινώσκομεν, οὐδὲ τίνες ἐσμέν, ἢ ποῖοι γεγόναμεν, υἱσὶ Θεοῦ, καὶ υἱσὶ φωτός, καὶ τέκνα καὶ μέλη Χριστοῦ γεγονότες· εἰ δὲ καὶ ἄνδρες βαπτιζόμεθα, πλὴν ἀλλ᾽ ἐν ὕδατι μόνον, καὶ οὐ πνεύματι αἰσθανόμεθα· εἰ δὲ καὶ ἐν πνεύματι καινουργούμεθα, πιστεύομεν διὰ ψιλῆς πίστεως τῆς νεκρᾶς καὶ οὐκ ἐνεργουμένης, καὶ ἐν διψυχία γίνεσθαι λέγομεν· καὶ οὕτως αὐτόχρημα σάρκες ὄντες, σαρκικῶς ζῶμεν, καὶ πορευόμεθα· εἰ δὲ καὶ μετανοήσομεν, σωματικῶς μόνον, καὶ οὐ πνευματικῶς τὰς ἐντολὰς ποιοῦμεν καὶ γινώσκομεν· εἰ δὲ καὶ διὰ πολλῶν κόπων ἡ χάρις φιλανθρώπως ἐνίους, ἐμφανείας ἀξιώσει, ὡς ἀπάτην αὐτὴν δεχόμεθα· εἰ δὲ καὶ παρ᾽ ἑτέρων ταύτην ἐνεργοῦσαν ἀκούσωμεν, ὡς πλάνην αὐτὴν διὰ φθόνον λογιζόμεθα· καὶ οὕτω μένομεν νεκροὶ μέχρι θανάτου, μὴ ἐν Χριστῷ ζῶντες καὶ ἐνεργούμενοι· καὶ ὃ ἔχομεν, κατὰ τὴν γραφήν, ἐν τῷ καιρῷ τῆς ἐξόδου, ἢ κρίσεως, δι᾽ ἀπιστίας, ἢ ἀπογνώσεως ἀρθήσεται ἀφ᾽ ἡμῶν· μὴ νοοῦντες ὅτι κατὰ τὸν πατέρα, χρὴ εἶναι καὶ τὰ τέκνα. Θεοὺς ἐκ Θεοῦ, καὶ πνευματικοὺς ἐκ πνεύματος· τὸ γεγεννημένον φησί, ἐκ τοῦ πνεύματος, πνεῦμα ἐστίν· ἡμεῖς δὲ σάρκες ἐσμέν, εἰ καὶ πιστοί, καὶ ἐπουράνιοι γεγόναμεν, καὶ τὸ πνεῦμα διὰ τοῦτο τοῦ Θεοῦ ἐκ ἐμμένει ἐν ἡμῖν· καὶ τούτου ἕνεκα παρέδωκε Κύριος τὰς ἐπαγωγὰς καὶ τὰς αἰχμαλωσίας, καὶ σφαγὰς ἐπλήθυνεν, ἴσως διορθῶσαι, ἢ ἐκκόψαι, ἢ σῶσαι διὰ φαρμάκων ἰσχυροτέρων βουλόμενος τὴν κακίαν.

Καὶ πρῶτον μὲν εἰπεῖν, Θεοῦ διδόντος ῥῆμα τοῖς εὐαγγελιζομένοις ἀγαθὰ τοιαῦτα, πῶς εύρῃ τις, μᾶλλον δὲ εὕρηται ὅνπερ ἔχει, ἢ εἴληφε Χριστὸν διὰ τοῦ βαπτίσματος ἐν πνεύματι; κατὰ τὸν Ἀπόστολον Παῦλον· ὅτι οὐκ οἴδατε ὅτι Χριστὸς Ἰησοῦς οἰκεῖ ἐν ταῖς καρδίαις ἡμῶν, φησίν· ἔπειτα δέ, καὶ τὸ πῶς προκόψει, εἰθ᾽ οὕτως καὶ πῶς φυλάξει τὸ εὑρεθέν· ἄριστος γὰρ καὶ σύντομος τρόπος, τὰ ἄκρα μετὰ τοῦ μέσου συντόμως εἰπεῖν, πολὺν ἔχοντα πλάτος· διότι πολλοὶ μὲν τὸν ἀγῶνα μέχρι τοῦ εὑρεῖν τὸ ζητούμενον ἠγωνίσαντο, καὶ ἔστησαν τὴν ἔφεσιν ἕως τούτου· περαιτέρω δὲ οὐ προβαίνουσιν, οὐδὲ μέλλει τούτοις, ἀρκουμένοις μόνον εἰς τὴν ἀρχήν, ἣν εὖρον, ἐμποδισθεῖσι δὲ καὶ λεληθότως δίοδον ἄρασι οἴονται καλῶς ὁδεύειν, καὶ ἀκερδῶς φέρονται ἔξωθεν ταύτης· ἄλλοι δὲ τὴν μεσότητα φθάσαντες τοῦ φωτισμοῦ, πρὸς τὸ τέλος ὥκλασαν, ῥαθυμήσαντες, ἢ εἰς τὰ ὀπίσω διὰ τῆς ἀδιαφόρου πολιτείας στραφέντες, καὶ ἀρχάριοι γεγονότες, οἱ δὲ πρὸς τὴν τελειότητα φθάσαντες, δι᾽ ἀπροσεξίας πίπτουσιν ἐξ οἰήσεως, καὶ εἰς τὰ ὀπίσω στρέφονται, καὶ τῶν μέσων, καὶ ἀρχαρίων ἴσοι πρὸς τὸ ἔργον καθίστανται· ἀρχαρίων δὲ, καὶ μέσων, καὶ τελείων ἐστί, τῶν μέν, ἡ ἐνέργεια· τῶν δέ, ὁ φωτισμός· τῶν δέ, ἡ τῆς ψυχῆς κάθαρσις, ἢ ἀνάστασις.

Περὶ τοῦ πῶς εὑρεῖν τὴν ἐνέργειαν.

Κατὰ δύω τρόπους εὑρίσκεται ἡ ἐνέργεια τοῦ πνεύματος, ἣν ἐν τῷ Βαπτίσματι μυστιχῶς προειλήφαμεν· καὶ πρῶτον μὲν καθολικῶς εἰπεῖν, διὰ τῆς τῶν ἐντολῶν ἐργασίας, διὰ πολλοῦ κόπου, καὶ χρόνου ἡ δωρεὰ ἀποκαλύπτεται, καθά φησιν ὁ Ἅγιος Μάρκος· καὶ καθόσον τὰς ἐντολὰς ἐνεργοῦμεν, κατὰ τοσοῦτον ἐμφανέστερον ἐκλάμπει ἡμῖν τὰς οἰκείας μαρμαρυγάς· δεύτερον δέ, διὰ τῆς ἐπιστημονικῆς καὶ ἐπικλήσεως συνεχοῦς τοῦ Κυρίου Ἰησοῦ, τουτέστι τῆς Θεοῦ μνήμης, φανεροῦται ἐν ὑποταγῇ· καὶ ἐκ μὲν τῆς πρώτης πολιτείας, βραδύτερον· ἐκ δὲ τῆς δευτέρας, συντομώτερον· ἐὰν καὶ μαθεῖν εὕρῃ ἐμπόνως καὶ καρτερικῶς ὀρύσσειν τὴν γῆν, καὶ τὸν χρυσὸν ἐκζητεῖν· εἰ οὖν βουλόμεθα ἀπλανῶς τὴν ἀλήθειαν εὑρεῖν, καὶ γνῶναι, τὴν καρδιακὴν ζητήσομεν μόνον ἐνέργειαν ἔχειν, ἀνείδεον πάντη καὶ ἀσχημάτιστον· καὶ μήτε μορφήν, ἢ τύπον δῆθεν ἁγίων φανταστικῶς ἐνοπτρίζεσθαι, μήτε φῶτα θεωρεῖν· (πέφυκε γὰρ ἡ πλάνη παρὰ τὰς ἀρχὰς μάλιστα τοῖς τοιούτοις φαντάσμασι ψευδέσι τὸν νοῦν ἀπατᾶν τῶν ἀπείρων)· ἀλλὰ μόνον τὴν ἐνέργειαν τῆς προσευχῆς ἐν τῇ καρδίᾳ ἐνεργοῦσαν ἔχειν σπουδάσωμεν, θερμαίνουσαν τὸν νοῦν καὶ εὐφραίνουσαν, καὶ πρὸς ἀγάπην Θεοῦ καὶ ἀνθρώπων ἄρρητον, τὴν ψυχὴν ἐκκαίουσαν· διὸ καὶ ταπείνωσιν καὶ συντριβὴν οὐκ ὀλίγην, ἔστιν ἰδεῖν γινομένην ἀπὸ τῆς προσευχῆς εἴπερ προσευχή ἐστι, παρὰ μὲν τοῖς ἀρχαρίοις, ἀεικίνητος ἐνέργεια νοερὰ τοῦ Ἁγίου Πνεύματος· ἐν μὲν τῇ ἀρχῇ ὡς πῦρ εὐφροσύνης ἀπὸ καρδίας ἀναδιδόμενον· ἐν δὲ τῷ τέλει, ὡς φῶς εὐωδιάζον ἐνεργούμενον.

Εἰσὶ δὲ τεκμήρια τῆς ἀρχῆς τοιαῦτα, τῶν ἐκζητούντων αὐτὴν ἀληθῶς, καὶ οὐχ ὡς οἱ πειράζοντες ὄντων· κατὰ τὴν αὐτὴν σοφίαν τὴν λέγουσαν· ὅτι εὑρίσκεται, τοῖς μὴ πειράζουσιν αὐτήν· ἐμφανίζεται δέ, τοῖς μὴ ἀπιστοῦσιν αὐτήν· ἔν τισι μὲν ὁρᾶται, ὡς φῶς ἀνατέλλον· ἐν ἄλλοις δέ, ἀγαλλίασις ἔντρομος· ἐν ἑτέροις δέ, χαρά· ἐν ἄλλοις δέ, σύμμικτος χαρὰ καὶ φόβος· ἔν τισι δέ, τρόμος καὶ χαρά· ἔστι δ᾽ ὅτε καὶ εἷς τινας, δάκρυα καὶ φόβος· χαίρει μὲν ἡ ψυχὴ τὴν ἐπισκοπὴν καὶ τὸ ἕλεος τοῦ Θεοῦ, φοβεῖται δὲ καὶ τρέμει τὴν παρουσίαν αὐτοῦ, ὡς ὑπεύθυνος ἐν ἁμαρτίαις πολλαῖς· ἑτέροις δὲ πάλιν γίνεται παρὰ τὰς ἀρχάς, ἄρρητος συντριβὴ καὶ πόνος ἄφατος ψυχῆς, ὀδυνομένη καθάπερ ἡ τίκτουσα καὶ ὡδίνουσα κατὰ τὴν γραφὴν διϊκνούμενος γὰρ ὁ ζῶν καὶ ἐνεργὴς λόγος, τουτέστιν ὁ Ἰησοῦς, ὥς φησιν ὁ Ἀπόστολος, μέχρι μερισμοῦ ψυχῆς καὶ σώματος, ἁρμῶν τε καὶ μυελῶν, ἵνα τὸ ἐμπαθὲς ἐξ ὅλων τῶν τῆς ψυχῆς μερῶν, καὶ σώματος βιαίως ἐκτήξῃ· ἐν ἄλλοις δέ, ἀγάπη καὶ εἰρήνη ἅμαχος πρὸς πάντας ὁρᾶται· ἐν ἑτέροις δέ, ἀγαλλίαμα, ὅπερ σκίρτημα πολλαχῶς οἱ Πατέρες εἰρήκασι, πνεύματος οὖσα δύναμις καὶ καρδίας ζώσης κίνημα, τοῦτο καὶ παλμὸς λέγεται, καὶ στεναγμός, τοῦ πνεύματος ἀλαλήτως ὑπὲρ ἡμῶν πρὸς τὸν Θεὸν ἐντυγχάνοντος· κύημα δὲ τοῦτο τῆς τοῦ Θεοῦ δικαιοσύνης καὶ ὁ Ἡσαίας ὠνόμασε· καὶ νυγμὸν ὁ μέγας Ἐφραίμ· ὁ δὲ Κύριος, πηγὴν ὕδατος ἀλλομένου εἰς ζωὴν αἰώνιον· (ὕδωρ δέ, τὸ πνεῦμα ᾠνόμασε), πηδῶντος ἐν καρδίᾳ, καὶ ὑπερζέον, τῷ σφοδρῷ τῆς δυνάμεως.

Δεῖ γινώσκειν, ὅτι δύω διαφορὰς ἔχει τὸ σκίρτημα, ἤτοι τὸ ἀγαλλίαμα· τὸ γαληνόμορφον, (ὅπερ παλμὸς καὶ στεναγμός, καὶ καὶ ἐντυχίᾳ τοῦ πνεύματος λέγεται)· καὶ τὸ μέγα τῆς καρδίας· (ὅπερ καὶ σκίρτημα, καὶ ἅλμα· ἥτοι πήδημα λέγεται, καρδίας ζώσης πρὸς τὸν θεϊκὸν ἀέρα, ἀνατατικὴ πτῆσις)· ὑπὸ γὰρ τοῦ θείου πνεύματος ἀναπτερουμένη τῷ ἔρωτι, καὶ τῶν δεσμῶν τῶν παθῶν ἡ ψυχὴ ἐλευθερουμένη, πρὸς τὰ ἄνω καὶ πρὸ τῆς ἐξόδου ἀνίπτασθαι δοκιμάζει· ἐφιεμένη τὴν τοῦ βάρους διάζευξιν, (τοῦτο καὶ ταραγμὸς τοῦ πνεύματος, εἴτ᾽ οὖν ἐκβρασμός, καὶ κίνησις λέγεται· κατὰ τό, ὁ δὲ Ἰησοῦς ἐτάραξεν ἑαυτὸν τῷ πνεύματι, κινηθεὶς ἐν δυνάμει, καὶ εἰπών, ποῦ τεθείκατε αὐτόν), δηλοῖ δὲ τὴν διαφορὰν τοῦ μεγάλου καὶ τοῦ μικροῦ σκιρτήματος ὁ Θεῖος Δαβίδ, εἰρηκώς· τὰ ὅρη ὡσεὶ κριοί, καὶ οἱ βουνοὶ ὡς ἀρνία σκιρτῶντες· περὶ τελείων, καὶ ἀρχαρίων εἰπών· περὶ γὰρ αἰσθητῶν ὀρέων καὶ βουνῶν ὅτι σκιρτῶσιν, ἄζωα ὄντα ὧν ἐμνημόνευσε, περιττὸν ἦν αὐτῷ.

Δεῖ δὲ γινώσκειν, ὅτι ὁ θεῖος φόβος τρόμον οὐκ ἔχει· (τρόμον δὲ λέγω, οὐ τὸν ἀπὸ τῆς χαρᾶς, ἀλλὰ τὸν ἀπὸ τῆς ὀργῆς, εἴτ᾽ οὖν παιδείας καὶ ἐγκαταλήψεως)· ἀλλ᾽ ἀγαλλίασιν ἔντρομον τὴν ἀπὸ τῆς εὐχῆς ἐν τῷ πυρὶ τοῦ θείου φόβου προσγινομένην· φόβον δέ, οὐ τὸν ἔντρομον τὸν ἐκ τῆς ὀργῆς εἴτ᾽ οὖν κολάσεως, ἀλλὰ τὸν τῆς σοφίας· ὃς, καὶ σοφίας ἀρχὴ λέγεται· διαιρεῖται δὲ ὁ φόβος εἰς τρία, (κἂν εἰς δύω οἱ Πατέρες εἰρήκασι)· τὸν εἰσαγωγικόν, καὶ τὸν τέλειον, εἶτα καὶ τὸν τῆς ὀργῆς φόβον· ὅν περ καὶ τρόμον δεῖ κυρίως καλεῖν, εἴτ᾽ οὖν κλόνον, καὶ σύντριμμα.

Ὁ δὲ τρόμος, διαφορὰς ἔχει πολυτρόπους, ἄλλος ὁ τῆς ὀργῆς, καὶ ἄλλος ὁ τῆς χαρᾶς, καὶ ἕτερος ὁ τοῦ θυμικοῦ, (ὅταν καθ᾽ ὑπερβολὴν γένηται ζέσις, ὥς φασι, τοῦ περὶ καρδίαν αἵματος·) καὶ ἄλλος ὁ ἐκ τοῦ γήρους, καὶ ἕτερος ὁ τῆς ἁμαρτίας, εἴτ᾽ οὖν πλάνης καὶ ἄλλος ὁ τῆς κατάρας, διὰ τοῦ Κάϊν δοθεὶς τῷ τῶν ἀνθρώπων γένει, πλὴν τῷ ἀγωνιστῇ παρὰ τὰς ἀρχάς, ὁ ἐκ τῆς χαρᾶς, καὶ ὁ ἐκ τῆς ἁμαρτίας πολεμεῖ τρόμος· πᾶσι δέ, οὐχ οὕτω συμβαίνει· σημεῖα δὲ ἀμφοτέρων· τοῦ μέν, ἡ ἔντρομος ἀγαλλίασις ἐν εὐφροσύνῃ πολλῇ καὶ δάκρυσιν ἡ χάρις τὴν ψυχὴν παρακαλεῖ· τοῦ δέ, ἀνώμαλος θέρμη, καὶ τύφος, καὶ σκληροκαρδία τὴν ψυχὴν ἐκκαίουσα, καὶ ἐκπυροῦσα τὰ συνουσιαστικὰ μέλη, καὶ πρὸς συμπλοκὴν σώματος καὶ ἔρωτα διὰ τῆς φαντασίας ἔνδον ἐν συγκαταθέσει τὴν αἰσχρουργίαν ποιοῦσα.

Διττὴν εἰς τὴν ἐνέργειαν τῷ ἀρχαρίῳ παντί, καὶ διττῶς ἐν καρδίᾳ ἐνεργουμένην καὶ ἀμιγῶς· τὴν μέν, ἐκ τῆς χάριτος, τὴν δέ, ἐκ τῆς πλάνης· μαρτυρεῖ ὁ Μέγας Μάρκος ὁ ἀσκητής, οὑτωσὶ φάσκων· ἔστιν ἐνέργεια πνευματική, καὶ ἔστιν ἐνέργεια σατανική, τῷ νηπίῳ ἀγνοουμένη· καὶ πάλιν· τριττὴν εἶναι τὴν θέρμην τῆς ἐνεργείας ἐν ἀνθρώποις ἀναπτομένην· τὴν ἐκ τῆς χάριτος, τὴν ἐκ τῆς πλάνης, εἶτ᾽ οὖν ἀμαρτίας καὶ τὴν ἐκ τῆς πλησμονῆς αἵματος· ὅπερ καὶ κρᾶσιν ὁ Ἀφρικανὸς ἔφησε Θαλάσσιος, καὶ δι᾽ ἐγκρατείας ἐμμέτρου ὁμαλίζειν ταύτην, καὶ εἰρηνεύειν.

Ἐνέργεια τῆς χάριτός ἐστι, δύναμις τοῦ πυρὸς τοῦ πνεύματος ἐν χαρᾶ καὶ εὐφροσύνῃ καρδιακῶς κινουμένη, στηρίζουσα καὶ θερμαίνουσα τὴν ψυχήν, καὶ καθαίρουσα· καὶ τοὺς μὲν λογισμοὺς παύουσά τε ὡς πρὸς ὥραν, τὴν δὲ τοῦ σώματος κίνησιν νεκροῦσα πρὸς καιρόν· καὶ ταῦτα τὰ σημεῖα αὐτῆς, καὶ οἱ καρποὶ οἱ ἐμφαίνοντες τὴν ἀλήθειαν· τὰ δάκρυα, ὁ σκιρτισμός, ἡ ταπείνωσις, ἡ ἐγκράτεια, ἡ σιωπή, ἡ ὑπομονή, τὸ κρύπτεσθαι, καὶ ὅσα τοιαῦτα, δι᾽ ὧν ἀδιστάκτως πληροφορούμεθα.

Ἐνέργεια πλάνης ἐστίν, ἡ τῆς ἁμαρτίας ἔκκαυσις, ἐν ἡδονῇ θερμαίνουσα τὴν ψυχήν, καὶ πρὸς συνουσιασμὸν ἐμμανῶς σωμάτων τὴν ἐπιθυμίαν ἐν τῇ τοῦ σώματος κινήσει διεγείρουσα· ἄποιος δὲ ἐστὶν ὅλη καὶ ἀδιάθετος, κατὰ τὸν Ἁγιον Διάδοχον· χαρὰν ἄλογον, καὶ οἴησιν, καὶ ταραχήν, καὶ εὐφροσύνην ἄποιον, καὶ ὡς εἰκὸς εἰπεῖν, ἄτροφον ἔχουσα, ἐν ἡδονῇ χλιαρότητος πρὸς τὸ ἐπιθυμητικὸν μάλιστα ἐνεργοῦσα· ποριζομένη ὕλην ἐκκαύσεως τὰς ἡδονάς, καὶ τὴν ἀκόρεστον γαστέρα ἔχουσα συνεργόν· ἐκεῖθεν γὰρ κοινωνεῖ καὶ ἀνάπτεται τὴν σύγκρασιν τῆς σαρκός, αἰτίαν λαμβάνουσα πρὸς τὸ ἐνεργεῖν καὶ καίειν τὴν ψυχὴν καὶ πρὸς ἑαυτὴν ἕλκειν ἵνα τῇ ἕξει ἡδυπαθῶν ὁ ἄνθρωπος, τὴν χάριν κατὰ μικρὸν ἐκδιώξῃ ἐξ ἑαυτοῦ.

· Contents ·