Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2
St Peter of Damascus, 3. ΒΙΒΛΙΟΝ Β΄.
ΤΟΥ ΑΥΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΠΕΤΡΟΥ
ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ
ΛΟΓΟΙ ΣΥΝΟΠΤΙΚΟΙ ΚΔ΄. ΠΛΗΡΕΙΣ ΟΝΤΕΣ ΠΝΕΥΜΑΤΙΚΗΣ ΓΝΩΣΕΩΣ
Πρόλογος ἰδοὺ καὶ ἄλφα τὸ στοιχεῖον,
Τὴν πνευματικὴν περιέχει σοφίαν.
Ὥσπερ γὰρ αὐτὸ τῶν γραμμάτων ἁπάντων,
Ἀρχὴ τυγχάνει διαλέκτῳ ἐν πάσῃ.
Οὕτως ἁπασῶν τῶν ἀρετῶν καὶ αὕτη,
Ἐναρξίς ἐστι, κἂν τέλος πάλιν πάντων.
Ἀλλὰ καθάπερ ὁ Ἀλφάβητος πέλει,
Νηπιῶδες μάθημα, οὖτινος ἄνευ
Οὐκ ἔστι μαθεῖν τῶν κάτω μαθημάτων.
Καὶ τῆς γνώσεως ἡ ἀρχὴ οὑτωσί περ,
Μικρὰ κἂν πάνυ ἐστιν, ἀλλ᾽ ἧς περ δίχα
Οὐκ ἔστιν εὑρεῖν ἀρετὴν τὸ παράπαν.
Νῦν δὲ τὴν ἀρχὴν εὐλόγησον ὦ Πάτερ.
ΛΟΓΟΣ Α΄.
Ἀρχὴ πάντων τῶν γραμμάτων εἰς ἑκάστην διάλεκτον τὸ α ὑπάρχει, κἄν τινες ἀγνοῶσι· καὶ ἀρχὴ πασῶν τῶν ἀρετῶν ἡ πνευματικὴ σοφία, κἂν τέλος ὑπάρχῃ πάλιν, διότι εἰμὴ αὕτη προσπελάσῃ τῷ νῷ, οὐ δύναται ὁ ἄνθρωπος τί ἀγαθὸν ἐργάσασθαι διὰ τὸ μηδέποτε ἀκοὴν ἔχειν περὶ τούτου· εἰ δὲ ποσῶς ἠξιώθη ἀκοῦσαι, αὐτὸ τοῦτο σοφία ἐστίν· ἀλλ᾽ ὥσπερ ὁ ἀλφάβητος νηπιῶδές ἐστι μάθημα, χωρὶς δὲ τούτου οὐκ ἔστιν εὑρεῖν σοφίαν τῶν κάτω μαθεῖν μαθημάτων· οὕτω καὶ ἡ ἀρχὴ τῆς γνώσεως, εἰ καὶ μικρά ἐστι πάνυ, ἀλλὰ ταύτης ἐκτός, οὐκ ἔστιν εὑρεῖν ἀρετὴν τὸ παράπαν· διά τοι τοῦτο δειλιῶ τοῦ γράψαι τι περὶ σοφίας, ἄσοφος ὢν ὅλως· καὶ γὰρ ὡς οἶμαι τέσσαρές εἰσιν αἱ κατασκευάζουσαι τὸν νοῦν πρὸς τὸ δύνασθαι λέγειν διαφοραί, ἢ χάρις ἄνωθεν ὑπερφυῶς καὶ μακαριότης, ἢ καθαρότης ἐξ ἀσκήσεως κατὰ Θεὸν γινομένη, καὶ δυναμένη εἰς τὸ ἀρχαῖον κάλλος φέρειν τὴν ψυχήν, ἢ πεῖρα τῶν κάτω διδαγμάτων, διὰ παιδεύσεως ἀνθρωπίνης, καὶ ἀσκήσεως τῆς ἔξω σοφίας γινομένης, ἢ πάλιν ἐπικατάρατος καὶ σατανικὴ πλάνη ἐξ ὑπερηφανίας, καὶ δαιμόνων πανουργίας ἐνεργουμένη καὶ παρατροπὴ φύσεως· ἐγὼ δὲ πάντων τῶν προειρημένων ἄμοιρος ὑπάρχων, πῶς δύναμαι γράψαι, ἀπορῶ· οὐκ οἶδα μήπως ἡ πίστις ὑμῶν τῶν εἰς τοῦτο βιαζόντων κατὰ Θεόν, ἔλξῃ τὴν χάριν πρὸς τὸν κάλαμον· ἐπειδὴ ὁ νοῦς, καὶ ἡ χεὶρ ἡ ἐμή, ἀνάξιά εἰσι καὶ ἀκάθαρτα· οἶδα σαφῶς ἐκ τῆς πείρας· ὡς καὶ ἐγένετό μοι πολλάκις τοῦτο, καὶ γίνεται ἀεί· ὁσάκις γὰρ, πιστεύσατέ μοι Πατέρες, ἠβουλήθην γράψαι τί, οὐκ ἠδυνήθην εἰς νοῦν τοῦτο φέρειν, πρὸ τοῦ κατέχειν με τὸν κάλαμον· ἀλλὰ μόνον νόημα πολλάκις μικρὸν ἐκ τῆς γραφῆς, ἢ ἐξ ἀκοῆς, καὶ θέας τινὸς τῶν αἰσθητῶν πραγμάτων τοῦ κόσμου· ἐξ οὖ πολλάκις τὴν ἀφορμὴν ἐλάμβανεν ὁ νοῦς, καὶ ἅμα τοῦ βαστάζειν με τὸν κάλαμον, καὶ τῆς γραφίδος ἀπάρξασθαι, εὐθέως εὕρισκον τὸ πρᾶγμα, ὃ ἔμελλον γράφειν· περὶ οὖ εἶχον τὸν βιάζοντα γράψαι τοῦτο, καὶ οὕτως ἀκωλύτως, καὶ ἀμερίμνως γράφω ἔκτοτε, ὅσον εὐτονεῖ ἡ χείρ, μηδ᾽ ὅλως ἔχουσα ἀναμονήν· ἀλλ᾽ εἴτι βάλλει ὁ Θεὸς εἰς τὴν σκοτεινήν μου καρδίαν, τοῦτο γράφω χωρὶς σκέψεως· οἶμαι δὲ ἵνα μὴ δοκῶ ἔχειν ὃ ἔλαβον ἐξ εὐχῶν ἑτέρου τινός, κατὰ τὸν τοῦ τῆς Κλίμακος λόγον, ἐκ τοῦ Ἀποστόλου τὴν χρῆσιν λαβόντος, φησὶ γὰρ· τί ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; ἀλλ᾽ αὐτὸς ποιῶν; καὶ γὰρ αἱ ἐρχόμεναι ἔννοιαι αὐτομάτως ἐν τῷ νοὶ τῶν ἡσυχαζόντων κατὰ Θεόν, χωρὶς σκέψεως, δεκταί εἰσι, (καθὼς) φησὶν ὁ Ἅγιος Ἰσαάκ· τὸ δὲ σκέψασθαί τινα, ἴδιόν ἐστι νόημα· καὶ ὁ Ἅγιος Ἀντώνιός φησι· πᾶν ἔργον, ἢ λόγος ὀφείλει ἔχειν μαρτυρίαν ἐκ τῶν θείων γραφῶν· διά τοι τοῦτο ὥσπερ ποτε ἡ ὄνος τοῦ Βαλαὰμ ἐλάλησεν, οὕτω καὶ νῦν ἄρξομαι γράφειν· οὐ διδάσκων, μὴ γένοιτο ἀλλὰ πρὸς ἔλεγχον τῆς ἀθλίας μου ψυχῆς ἵνα κἂν τοὺς λόγους αἰσχυνόμενος, ὡς φησιν ὁ τῆς Κλίμακος, ἄρχηται τῆς ἐργασίας, ὁ μὴ ἔργον κεκτημένος, ἀλλὰ λόγον δηλαδή· τίς δὲ οἶδεν, ἢ ζῆσαι ἔχω, καὶ γράψαι ἰσχύσω· ἢ πάλιν ὑμεῖς ἔργα ἐκτελεῖν δυνηθῆτε; ἀλλ᾽ ὅμως ἀρξώμεθα ἀμφότερα, καὶ ὅπου ἕκαστος φθάσαι δυνηθῇ· ἄδηλος γὰρ ὁ ἡμέτερος θάνατος· καὶ πότε ἥξει τὸ τέλος ἀγνοοῦμεν· τῷ δὲ πάντα προγινώσκοντι Θεῷ, γνωστὰ τὰ ἡμέτερα. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Πρόλογος νῦν ἐγράφη παρ᾽ ἐλπίδα.
Πάλιν δὲ ἰδοὺ τὸ δεύτερον στοιχεῖον,
Τὸ βῆτα φημί, καὶ δεύτερος ὁ λόγος,
Ἐν ἐπιτομῇ ῥηθήσεται σὺν τούτῳ,
Πίστις γὰρ γεννᾷ τὴν ἄλλην, καὶ μεγάλην·
Πίστιν ὥς φασιν οἱ Ἅγιοι Πατέρες.
Τὴν τῶν ἀρετῶν θεμέλιον, ὡς ἔφη,
Ὁ ταύτην τιθεὶς Ἀπόστολος Κυρίου,
Ἡ μὲν γὰρ, χωρὶς ἐργασιῶν τοῦ νόμου
Γίνεται, ἡ δὲ, ἐξ ἔργων τελειοῦται.
Εὑρίσκεται μὲν ἐν ἡσυχίᾳ αὕτη,
Διὰ δὲ πολλῶν πολέμων κατορθοῦται.
Νῦν δὲ τὴν ἀρχὴν εὐλόγησον ὦ Πάτερ.
ΛΟΓΟΣ Β΄.
Βουλόμενος ὁ Ὅσιος ἡμῶν Πατὴρ Ἰσαὰκ δεῖξαι τὴν πίστιν, ἣν ἔφη ὁ Ἀπόστολος θεμέλιον εἶναι τῶν κατὰ Θεὸν ἐργασιῶν, τὴν μὲν τοῦ θείου Βαπτίσματος ἐλάβομεν· χάριτι Χριστοῦ, καὶ οὐκ ἐξ ἔργων· καὶ ὅτι αὕτη γεννᾷ τὸν τῆς πίστεως φόβον, δι᾽ οὖ ἡ τῶν ἐντολῶν φυλακὴ γίνεται, καὶ ὑπομονὴ τῶν πειρασμῶν, ὡς φησιν ὁ Ἅγιος Μάξιμος· καὶ ὅτι μετὰ τὸ ἐργάζεσθαι ἡμᾶς, τότε γίνεται ἐν ἡμῖν ἡ μεγάλη πίστις τῆς θεωρίας· περὶ ἧς ἔφη ὁ Κύριος. Ἐὰν ἔχητε πίστιν ὡς κόκκον συνάπεως καὶ τὰ ἑξῆς· ἔφη, ὅτι ἄλλη ἡ πίστις ἡ κοινὴ τῶν ὀρθοδόξων, ἤγουν τὰ ὀρθὰ δόγματα, περί τε τοῦ Θεοῦ, καὶ τῶν αὐτοῦ κτισμάτων νοητῶν τε καὶ αἰσθητῶν, καθώς, Θεοῦ χάριτι, ἡ Ἁγία καὶ Καθολικὴ Ἐκκλησία παρέλαβε· καὶ ἄλλη ἡ τῆς θεωρίας, ἤγουν τῆς γνώσεως, ἥτις οὐδ᾽ ὅλως ἐναντιοῦται τῇ γεννώσῃ αὐτήν, ἀλλὰ μᾶλλον βεβαιοτέραν ἐμποιεῖν πέφυκε· διότι τὴν μὲν ἐξ ἀκοῆς, ἐμάθομεν, κληρονομήσαντες ἐκ γονέων εὐσεβῶν, καὶ διδασκάλων τῆς ὀρθοδόξου πίστεως· ἡ δὲ ἐκ τοῦ πιστεύειν ὀρθῶς, καὶ φοβεῖσθαι τὸν Κύριον, εἰς ὃν ἐπιστεύσαμεν, ἐγγίνεται· ἐκ γὰρ τοῦ φόβου τὰς ἐντολὰς φυλάξαι προῃρήθημεν, καὶ τούτου χάριν τὰς σωματικὰς ἀρετὰς ἐργάσασθαι ἠβουλήθημεν, ἡσυχίαν, φημί, νηστείαν ἀγρυπνίαν σύμμετρον, ψαλμῳδίαν, προσευχήν, ἀνάγνωσιν, καὶ ἐρώτησιν τῶν ἐν πείρα ὄντων περὶ παντὸς λογισμοῦ, λόγου τε καὶ ἐγχειρήματος· ἵνα διὰ τῶν τοιούτων πράξεων καθαίρηται μὲν τὸ σῶμα τῶν αἰσχίστων παθῶν, λέγω δὴ γαστριμαργίας, καὶ πορνείας, καὶ χρημάτων περιττῶν, ἀρκούμενοι τοῖς παροῦσι, κατὰ τὸν Ἀπόστολον, καὶ ἐντεῦθεν λαμβάνει ἰσχὺν ὁ ἄνθρωπος εἰς τὸ παραμένειν τῷ Θεῷ διὰ τῆς ἀμεριμνίας· μανθάνει ἐκ τῶν γραφῶν, καὶ ἐμπείρων ἀνθρώπων περὶ τῶν θείων δογμάτων τε, καὶ ἐντολῶν· κἀντεῦθεν τῶν λοιπῶν ὀκτὼ προστατῶν τῆς κακίας καταφρονεῖν ἄρχεται· καὶ κατανοῶν τὰς ἀπειλάς, φοβεῖται τὸν Θεὸν οὐχ ἁπλῶς, ἀλλ᾽ ὡς Θεόν, κατὰ τὸν Ἅγιον Νεῖλον· κἀκ τούτου τοῦ φόβου ἄρχεται τὴν τῶν ἐντολῶν φυλακὴν ἐν γνώσει· καὶ ὅσον ὑπομένει ὑπὲρ ἑκάστης ἐντολῆς τὸν κατὰ προαίρεσιν θάνατον, τοσοῦτον ἔρχεται εἰς μείζονα γνῶσιν, καὶ θεωρεῖ τὰ γινόμενα ἐν ἑαυτῷ ὑπὸ τῆς χάριτος τοῦ Χριστοῦ· κἀκ τούτου πιστεύει, ὅτι ὄντως μεγάλη ἡ πίστις τῶν ὀρθοδόξων· καὶ ποθεῖν ἄρχεται τοῦ ἀρέσαι τῷ Θεῷ· καὶ οὐκ ἔτι ὡς τὸ πρὶν διστάζει περὶ τῆς τοῦ Θεοῦ βοηθείας, ἀλλὰ πᾶσαν αὐτοῦ τὴν μέριμναν ἐπ᾽ αὐτὸν τίθησι, κατὰ τὸν Προφήτην· καὶ ὡς φησιν ὁ Μέγας Βασίλειος· ὅτι ὁ βουλόμενος τὴν μεγάλην πίστιν ἐν ἑαυτῷ ἔχειν, οὐκ ὀφείλει ὅλως φροντίδα ποιεῖν, περὶ τῆς ἑαυτοῦ ζωῆς, ἢ θανάτου· ἀλλὰ κἂν θηρίον θεάσηται, κἂν δαιμόνων ἐπαναστάσεις, ἢ ἀνθρώπων πονηρῶν οὐδ᾽ ὅλως πτοεῖται, ὡς γινώσκων, ὅτι ἑνὸς εἰσὶ δημιουργοῦ κτίσματα, καὶ ὅτι σύνδουλα αὐτῷ εἰσί, καὶ οὐκ ἔχουσιν ἐξουσίαν κατ᾽ αὐτοῦ, εἰ μὴ ὁ Θεὸς παραχωρήσει· αὐτὸν γὰρ μόνον ὡς ἔχοντα ἐξουσίαν φοβεῖσθαι, καθὼς εἶπεν αὐτὸς ὁ Κύριος, ὑποδείξω ὑμῖν τίνα φοβηθῆτε;
καὶ ἐπήγαγε· Φοβήθητε τὸν ἔχοντα ἐξουσίαν καὶ ψυχήν, καὶ σῶμα ἐμβαλεῖν εἰς γέενναν· καὶ ἵνα βεβαιώσῃ τὸν λόγον, φησί, καὶ λέγω ὑμῖν, τοῦτον φοβεῖσθε· καὶ εἰκότως· εἰ μὲν γὰρ ἦν ἄλλος ἔχων ἐξουσίαν ἐκτὸς τοῦ Θεοῦ, ἔδει ἡμᾶς ἐκεῖνον φοβεῖσθαι· ἐπεὶ δὲ αὐτὸς μόνος ἐστὶν ὁ τῶν ἄνω καὶ κάτω ποιητής, καὶ δεσπότης, τίς ἐστιν ὁ χωρὶς αὐτοῦ δυνάμενος τί ποιῆσαι; εἰ δὲ λέγει τίς, ὅτι εἰσὶ κτίσματα ἔχοντα τὴν αὐτεξουσιότητα, ἐρῶ κἀγώ, ὅτι ἔχουσι μὲν αἱ νοεραὶ δυνάμεις, καὶ οἱ ἄνθρωποι, ὁμοίως καὶ οἱ δαίμονες· ἀλλ᾽ αἱ μὲν τάξεις τῶν οὐρανίων ἀσωμάτων, καὶ οἱ ἀγαθοὶ ἄνθρωποι οὐκ ἀνέχονται βλάψαι τινὰ τὸ παράπαν τῶν ὁμοδούλων, κἂν λίαν πονηρός ἐστιν, ἀλλὰ μᾶλλον οἰκτείρουσι, καὶ τὸν Θεὸν ὑπὲρ αὐτοῦ ἱκετεύουσιν, ὡς φησιν ὁ Μέγας Ἀθανάσιος· οἱ δὲ πονηροὶ ἄνθρωποι, καὶ οἱ τούτων διδάσκαλοι τῆς πονηρίας δαίμονες, θέλουσι μὲν οὐ δύνανται δὲ ὅλως βλάψαι τινά· εἰ μήπου αὐτὸς ἀφορμὴν δώσῃ τοῦ ἐγκαταλειφθῆναι ἀπὸ τοῦ Θεοῦ δι᾽ ἔργων πονηρῶν· καὶ τοῦτο πρὸς παίδευσιν αὐτοῦ, καὶ σωτηρίαν γίνεται παρὰ τοῦ ὑπεραγάθου Θεοῦ· εἴπερ βούλεται καὶ αὐτός, διὰ τῆς εὐχαρίστου ὑπομονῆς διορθωθῆναι τῆς ἰδίας κακίας· εἰ δὲ μήγε, πρὸς ὀφέλειαν ἄλλου, ὡς θέλοντος αὐτοῦ τοῦ παναγάθου Θεοῦ πάντας σωθῆναι· οἱ δὲ πειρασμοὶ τῶν δικαίων, καὶ ἁγίων ἀνθρώπων κατ᾽ εὐδοκίαν Θεοῦ γίνονται, καὶ πρὸς τελείωσιν τῶν ψυχῶν αὐτῶν, καὶ αἰσχύνην τῶν ἐχθρῶν αὐτῶν δαιμόνων· ταῦτα τοίνυν ἐν γνώσει λαβὼν ὁ ἐργάτης τῶν θείων ἐντολῶν τοῦ Χριστοῦ, πιστεύει οὐχ᾽ ἁπλῶς, ὅτι Θεός ἐστιν ὁ Χριστὸς καὶ ὅτι δύναται. (Τοῦτον γὰρ οἱ δαίμονες ἐξ ἔργων εἶδον καὶ ἔφριξαν.) ἀλλ᾽ ὅτι πάντα αὐτῷ δυνατά, καὶ πᾶν θέλημα αὐτοῦ ἀγαθόν ἐστι, καὶ χωρὶς αὐτοῦ οὐ δύναταί τι γενέσθαι ἀγαθόν· καὶ τούτου χάριν οὐ θέλει ὁ τοιοῦτος τί παρὰ τὸ θεῖον θέλημα ποιεῖν κἂν ζωή ἐστι· καίπερ οὐκ ἔστιν εὑρεῖν τοῦτο, ἀλλὰ μᾶλλον τὸ θέλημα τοῦ Θεοῦ· ζωὴ ἐστίν αἰώνιος, καὶ ἀγαθὴ σφόδρα, κἂν φαίνηταί τισιν· ἐπίπονος ἡ ἐργασία τῆς τοιαύτης ζωῆς· καὶ διὰ τοῦτο ἀπίστου χείρων εἰμὶ ὁ ἄθλιος, ὅτι οὐ θέλω ἐργάσασθαι, ἵνα εὕρω τὴν μεγάλην πίστιν, καὶ δι᾽ αὐτῆς ἔλθω εἰς τὸν φόβον τοῦ Θεοῦ, καὶ ἀρχὴν τῆς σοφίας τοῦ Πνεύματος· ἀλλὰ ποτὲ μὲν ἑκὼν τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς μύσσων παραβαίνω τὸν νόμον· ποτὲ δὲ ὑπὸ τῆς λήθης σκοτιζόμενος εἰς τελείαν ἄγνοιαν ἔρχομαι· κἀντεῦθεν ἀγνοῶ τὸ συμφέρον τῇ ψυχῇ μου, καὶ εἰς συνήθειαν ἐρχόμενος πονηράν, εἰς ἕξιν γίνομαι τῆς κακίας· ὥστε κἂν θελήσω στραφῆναι ὅθεν ἐξέπεσα, οὐ δύναμαι. διότι μεσότειχον γίνεται τὸ ἐμὸν θέλημα, χωρίζον με ἀπὸ τοῦ Θεοῦ, ὡς φησὶν οἱ Πατέρες· καὶ οὐ θέλω κοπιάσαι εἰς τό καταλύσαι τὸ μεσότειχον τοῦτο· εἰ γὰρ εἶχον πίστιν, τὴν ἐξ ἔργων τῆς μετανοίας γινομένην, ἠδυνήθην ἂν εἰπεῖν, ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος· καὶ οὐ μὴ ἐδειλίασα ἐκ τοῦ δισταγμοῦ, λέγων ἐν ἐμαυτῷ· ἄρα τί ἀπαντήσει με ἐν τῷ ὁρμῆσαί με βαίνειν τὸ ὕψος τοῦ τείχους;
μὴ βόθρος ἐκεῖσε; μὴ οὐκ ἰσχύω ἄνω ὑπερβαίνειν, καὶ κρημνισθεὶς πάλιν στρέφομαι κάτω μετὰ τὸ κοπιᾶσαι; καὶ ἄλλα πολλὰ τοιαῦτα· ἅπερ ὁ ἔχων πίστιν ὅτι ὁ Θεὸς ἐγγὺς ἐστὶ καὶ οὐ πόρρω, οὐδέποτε λογίζεται ταῦτα· ἀλλὰ πρὸς τὸν Θεὸν τὸν ἔχοντα πᾶσαν δύναμιν, καὶ ἐξουσίαν, καὶ πᾶσαν ἀγαθότητα, καὶ φιλανθρωπίαν, εὐθέως τρέχει ἵνα καταλάβῃ, ὡς οὐκ ἀέρα δαίρων, ἀλλὰ νηχόμενος τὰ ἄνω ζητεῖ· καὶ πᾶν θέλημα κάτω ἐάσας, πρὸς τὸ θεῖον θέλημα ποιεῖται τὴν ὁδοιπορίαν, μέχρις ἂν γλώσσαις καιναῖς ἀκούσῃ καὶ αὐτός, ἢ καὶ λαλήσῃ ἴσως τὰ μυστήρια γινώσκων, καὶ ἐκ δυνάμεως πρακτικῆς εἰς δύναμιν θεωρίας τὰς ἀναβάσεις ποιῶν, μᾶλλον δὲ λαμβάνων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμή, καὶ κράτος εἰς τοὺς αἰῶνας· ἀμήν.
Τρίτον μὲν ἐστὶ τὸ Γάμμα ἐν στοιχείοις,
Τρίτος δὲ ἰδοὺ ὁ λόγος περὶ φόβου·
Δύω γάρ εἰσιν οἱ φόβοι τοῦ Κυρίου·
Εἰσαγωγικός, ἀπέχων τῆς κακίας,
Καὶ τέλειος, ὃς ἐργάζεται σπουδαίως,
Νῦν δὲ τὴν ἀρχήν, εὐλόγησον, ὦ Πάτερ.
ΛΟΓΟΣ Γ΄.
Γαστριμαργία ἐστὶ πρώτη τῶν ὀκτὼ προστατῶν τῆς κακίας, ὁ δὲ θεῖος φόβος, καὶ πρώτη ἐντολὴ πάντα καταβάλλει, καὶ ὁ μὴ ἔχων τοῦτον, οὐδ᾽ ἄλλον ἀγαθὸν ἔχειν δύναται· πῶς γὰρ ὁ μὴ φοβούμενος, ἐντολὴν τηρῆσαι δυνηθῇ, εἰ μήπου εἰς τὴν ἀγάπην φθάσας ὁ τοιοῦτος; πλὴν καὶ οὕτος ἐκ τοῦ φόβου ἤρξατο, κἂν ἴσως ἀγνοεῖ πῶς παρῆλθεν ἐξ αὐτοῦ ὁ φόβος ὁ εἰσαγωγικός· εἰ δὲ λέγει τις, ὅτι δι᾽ ἄλλης ὁδοῦ ὥδευσε πρὸς τὴν ἀγάπην, αἰχμάλωτος ὑπῆρχεν εἴτε ὑπὸ τῆς πνευματικῆς χαρᾶς, εἴτε ἐξ ἀναισθησίας, ὡς οἱ περάσαντες κοιμώμενοι τὸν ποταμόν, κατὰ τὸν λόγον τοῦ Ἁγίου Ἐφραίμ· διότι ὁ τοιοῦτος ἐκ τῶν πολλῶν τοῦ Θεοῦ εὐεργεσιῶν ὧν ἠξιώθη χάριτι ἐκπληττόμενος, ἀγαπᾶ τὸν εὐεργέτην· ὅταν δέ τις ἀναισθήτως διάγων ἐν τρυφῇ, καὶ δόξῃ, ὡς ὁ πλούσιος ἐκεῖνος, καὶ δοκῶν ὅτι οἱ τηκόμενοι ὑπὸ τοῦ φόβου καὶ ἐν πειρασμοῖς διάγοντες ἐξ ἁμαρτιῶν πάσχουσι, κατεπαίρεται τούτων ἐξ ἀπονοίας, ἡγούμενος ἑαυτὸν ἄξιον τῆς τοιαύτης ἀνέσεως, ἧς ἔτυχεν ἀνάξιος ὢν, ἐκ τοῦ ἀνάξιον ἑαυτὸν ποιῆσαι τῆς μελλούσης ζωῆς· καὶ διὰ τῆς ἀλόγου φιλίας τῆς προσκαίρου σκοτίζεται· καὶ ἴσως δοκεῖ ὅτι εἰς τὴν ἀγάπην ἔφθασεν, κἀκ τούτου εὐεργετῆται ὑπὲρ ἐκείνους· δι᾽ ὃ καὶ ταῦτα ἠγνόησε τὴν περὶ αὐτὸν τοῦ Θεοῦ συγκατάβασιν· ὅθεν καὶ ἀναπολόγητος ἐν τῇ κρίσει εὑρεθήσεται ὁ τοιοῦτος, καὶ ἀκούσει δικαίως τὸ «Ἀπέλαβες τὰ ἀγαθά σου· ἐν τῇ ζωῇ σου»· καὶ τοῦτο δῆλον, ἐκ τοῦ εἶναι πολλοὺς τῶν ἀπίστων τοιούτους ἀναξίως εὐεργετουμένους καὶ οὐδεὶς τῶν εὖ φρονούντων μακαρίζει αὐτούς, ἢ λέγει, ὅτι ἄξιοί εἰσι τοῦ ὑπὸ Θεοῦ ἀγαπᾶσθαι, ἢ τὸν Θεὸν ἀγαπῶσι, καὶ τούτου χάριν εὐημεροῦσιν ἴσως κατὰ τὸν βίον· καὶ ταῦτα μὲν οὕτως.
Ὁ δὲ φόβος Κυρίου διττός ἐστιν, ὡς ἡ πίστις· τὰ μὲν εἰσαγωγικά, τὰ δὲ τέλεια, καὶ ἐκ τῶν εἰσαγωγικῶν γινόμενα· ὁ γὰρ φοβούμενος τὰς κολάσεις, φοβεῖται ὡς δοῦλος, καὶ ἐκκλίνει ἀπὸ τῶν κακῶν· τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ· καὶ φόβον Κυρίου διδάξω ὑμᾶς· ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα περὶ τοῦ εἰσαγωγικοῦ φόβου εἴρηται, κατὰ τὸν Ἅγιον Δωρόθεον, ἵνα φόβῳ τῶν ἀπειλῶν, ἐρχώμεθα οἱ ἁμαρτωλοὶ εἰς μετάνοιαν, ζητοῦντες πῶς εὕρωμεν λύσιν τῶν ἁμαρτιῶν ἡμῶν· καὶ πάλιν ἀναστρεφόμενος ἐν ἡμῖν ὁ φόβος διδάσκει ἡμᾶς τὴν ὁδὸν τῆς ζωῆς· ὡς λέγει· «ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν»· καὶ ὅσον τις ἀγωνίζεται εἰς τὸ ἀγαθόν, τοσοῦτον ὁ φόβος αὔξει ἐν αὐτῷ, μέχρις ἂν καὶ τὰ λεπτότατα αὐτοῦ πταίσματα, ἅπερ εἰς οὐδὲν ἐλογίζετο ποτέ, ἐν σκότει τῆς ἀγνωσίας ὑπάρχων, δείκνυσιν αὐτῷ· καὶ τοῦ φόβου τελειωθέντος, τελειοῦται ὁ ἄνθρωπος διὰ τοῦ πένθους, καὶ οὐκ ἔτι ἁμαρτῆσαι θελήσειεν, ἀλλὰ φοβούμενος τὴν ἐπιστροφὴν τῶν παθῶν, μένει ἐν τῷ ἁγνῷ φόβῳ ἄτρωτος· ὁ φόβος Κυρίου, φησίν, ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος· διότι ὁ πρῶτος φόβος οὐχ ἁγνός, ἀλλὰ μᾶλλον ἐξ ἁμαρτιῶν ἐστιν· νῦν δὲ χωρὶς ἁμαρτίας, φοβεῖται ὁ καθαρθείς, οὐχ ὡς πταίων, ἀλλ᾽ ὡς τρεπτὸς ἄνθρωπος, καὶ πρόχειρος εἰς τὸ κακόν· καὶ ὅσον ὑψωθῇ τῇ κτήσει τῶν ἀρετῶν, τοσοῦτον φοβεῖται, ὡς ταπεινόφρων· καὶ εἰκότως· πᾶς γὰρ ὁ ἔχων πλοῦτον, φοβεῖται πολλὰ τήν τε ζημίαν, τὴν κόλασιν, καὶ τὴν ἀτιμίαν, μετὰ καὶ τὴν τοῦ ὕψους πτῶσιν· ὁ δὲ πτωχὸς ἄφοβος μένει ὡς τὰ πολλά· μόνον τὸ μὴ δαρῆναι φοβεῖται· καὶ ταῦτα μὲν περὶ τῶν τελείων σφόδρα καὶ καθαρῶν τῇ ψυχῇ καὶ τῷ σώματι εἴρηται· εἰδέ τις πταίων ἔτι, κἂν ἐλάχιστα καὶ μηδαμινὰ πταίσματα, μὴ πλανηθῇ· πεπλάνηται, φησὶν ὁ τῆς Κλίμακος· οὐ γὰρ ἐστιν ὁ τοιοῦτος φόβος ἁγνός, οὐδὲ ταπείνωσις, ἀλλὰ δουλικὴ εὐγνωμοσύνη καὶ φόβος τῶν ἀπειλῶν· δι᾽ ὃ καὶ δεῖται ὁ τοιοῦτος διορθώσεως τοῦ λογισμοῦ, ἵνα μάθῃ ἐν ποίῳ φόβῳ ἐστί, καὶ διὰ τοῦ ἀκροτάτου πένθους ἐν τῇ ὑπομονῇ τῶν θλίψεων καθαίρῃ αὐτοῦ τὰ πταίσματα, καὶ οὕτως ἐλθεῖν δυνηθῇ εἰς τὸν τέλειον φόβον, χάριτι Χριστοῦ· σημεῖον δὲ τοῦ πρώτου φόβου, τὸ μισεῖν, καὶ ὀργίζεσθαι τὴν ἁμαρτίαν, ὡς ὁ πληγεὶς ὑπὸ θηρός· τοῦ δὲ τελείου, τὸ ἀγαπᾶν τὴν ἀρετὴν, καὶ φοβεῖσθαι τὴν τροπήν, ὅτι οὐδεὶς ἀναλλοίωτος· ὅθεν ἐπὶ παντὸς πράγματος ἐν τῷ βίῳ τούτῳ ὀφείλομεν ἀεὶ τὴν πτῶσιν φοβεῖσθαι, ὁρῶντες τὸν Μέγαν Προφήτην καὶ Βασιλέα ἐπὶ δυσὶν ἁμαρτήμασι πενθοῦντα, καὶ τὸν Σολομῶντα εἰς τοσαύτην κακίαν ἐκκλίναντα· καὶ ὥς φησιν ὁ Ἀπόστολος· ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· εἰ δὲ λέγει τις, ὅτι ἡ ἀγάπη ἕξω βάλλει τὸν φόβον κατὰ τὸν Θεολόγον, καλῶς λέγει· ἀλλὰ τὸν πρῶτον καὶ εἰσαγωγικόν· περὶ δὲ τοῦ τελείου φόβου φησὶν ὁ Δαβίδ· μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα· ἤγουν τὸ φιλεῖν σφόδρα τὴν ἀρετήν· οὗτος δὲ ἐν τῇ τάξει τοῦ υἱοῦ ὑπάρχει, διότι οὐκ ἐκ φόβου τῶν κολάσεων τοῦτο ποιεῖ, ἀλλ᾽ ἐξ ἀγάπης τῆς ἔξω βαλλούσης τὸν φόβον· διὰ τοῦτο θελήσει σφόδρα, καὶ οὐχ ὡς δοῦλος κατ᾽ ἀνάγκην ποιῶν τὰς ἐντολάς, φόβῳ τῶν κολάσεων· ὧν ῥυσθείημεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις εἰς τοὺς αἰῶνας. Ἀμήν.
Τέταρτος ἰδοὺ περὶ τῆς εὐσεβείας
Λόγος ὁ παρὼν τυγχάνει, καὶ στοιχεῖον
Τὸ δέλτα καὶ γὰρ ὁ ψῆφος οὗτος κεῖται,
Ἔχει δὲ αὐτὸς ἐγκράτειαν, διότι
Ἀρχὴ τῶν ὀκτὼ ἀντιπάλων τυγχάνει,
Τῶν ὀκτὼ παθῶν, ἅμα τῇ σωφροσύνῃ.
Αὗται γάρ εἰσιν ἔργα τῆς εὐσεβείας.
Νῦν δὲ τὴν ἀρχήν, εὐλόγησον, ὦ Πάτερ.
ΛΟΓΟΣ Δ΄.
Δῆλον ὅτι ἡ εὐσέβεια πολυειδής, καὶ πολύτροπος ὀνομασίᾳ ἐστί, καθὼς ἡ ἔξω φιλοσοφία· διότι, ὥσπερ τὰ δέκα μαθήματα ὅταν συντελεσθῶσι, τότε λέγεται φιλοσοφία, καὶ οὐχ ἓν μόνον ἢ δύω μαθήματά ἐστιν ἡ ὀνομασίᾳ αὕτη, ἀλλ᾽ ἡ τῶν δέκα μαθημάτων προσηγορία· οὕτω καὶ ἡ εὐσέβεια οὐκ ἔστι μιᾶς ἀρετῆς ὀνομασίᾳ, ἀλλὰ πασῶν τῶν ἐντολῶν προσηγορία· ἐκ τοῦ εὐσεβεῖν, ἤγουν καλῶς δουλεύειν, εἰ δέ τις λέγει, ὅτι περὶ πίστεως ὁ λόγος, τὸ σέβεσθαι καλῶς, εἰπάτω ἡμῖν πῶς μετὰ τὸ φοβεῖσθαι τὸν Κύριον τότε πιστεύει τις; καὶ οὐ μᾶλλον πρῶτον πιστεύει τῷ Κυρίῳ, καὶ οὕτω φοβεῖται αὐτόν; ὥστε ἐκ πίστεως ὁ φόβος, κἀκ τούτου ἡ εὐσέβεια κατὰ τὸν Προφήτην, ὃς ἄνωθεν εἰρηκὼς περὶ τῆς σοφίας, καὶ κατερχόμενος, ἔφη· πνεῦμα γνώσεως, καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ· καὶ ὁ Κύριος ἀπὸ φόβου ἀρξάμενος εἰς τὸ πένθος ὡδήγησε τὸν ἔχοντα φόβον· καὶ λοιπὸν κατὰ τάξιν εἰπεῖν περὶ πάσης εὐσεβείας ἤγουν ἐργασίας πνευματικῆς οὐκ ἔστι καιρός· ἀλλὰ τὰς πρὸ τῆς μεγάλης πίστεως, καὶ τοῦ ἁγνοῦ φόβου σωματικὰς πράξεις ἐάσαντες, ὡς ὑπὸ πάντων γινωσκομένας, περὶ τῶν φυτῶν τοῦ νοητοῦ Παραδείσου, ἤγουν τῶν ψυχικῶν ἀρετῶν ἐν ἐπιτόμῳ, τῆς χάριτος συνεργούσης, ῥηθήσεται· ἐξ ὧν ἡ περιεκτικὴ ἐγκράτεια, ἡ ἀποχὴ πάντων τῶν παθῶν φημί· ἀλλ᾽ ἐπεὶ ἐστὶν ἄλλη μερικὴ ἐν ταῖς σωματικαῖς πράξεσιν, ἐκείνη μὲν, τὴν χρῆσιν διδάσκει τῶν βρωμάτων καὶ πομάτων, αὕτη δὲ κατέχει πάντα λογισμὸν καὶ πᾶσαν κίνησιν μελῶν μὴ κατὰ Θεὸν γινομένην, ἥτις λέγεται ἐγκράτεια τῶν παθῶν· οὐκ ἀνέχεται δὲ ὁ ταύτην ἔχων, ὅλως λογισμόν. ἢ λόγον, ἢ κίνημα ποδός, ἢ χειρός, ἢ τινὸς τῶν λοιπῶν μελῶν τοῦ σώματος, παρὰ τὴν χρῆσιν τὴν ἀναγκαίαν τοῦ σώματος, ἤγουν τοῦ ζῆσαι σωματικῶς, καὶ σωθῆναι ψυχικῶς· κἀντεῦθεν πληθύνονται οἱ πειρασμοὶ τῶν δαιμόνων, ὁρῶντες τὸν ἐν σώματι Ἄγγελον, τῇ προθυμίᾳ καὶ ἐργασίᾳ τῶν καλῶν καὶ τοῦτο ἂν εἴη τὸ ἐργάσασθαι καὶ φυλάττειν, διότι ἔργον ἐστὶ τέλειον, καὶ δεῖται φυλακῆς ἀδιαλείπτου, μήπως λάθῃ τι τῶν ἔξω ἱσταμένων παθῶν καὶ εἰσέλθῃ· καὶ οὐχ ὁμοίως ἔχουσιν αἱ δύω ἐγκράτειαι, καὶ αἱ σωφροσύναι· ἀλλ᾽ ἡ μὲν τὴν πορνείαν κατέχει, καὶ τὰ αἴσχιστα πάθη· ἡ δὲ καὶ τὸν λεπτότατον λογισμόν, καὶ ἀναμάρτητον συνάγει πρὸς ἑαυτήν, καὶ δι᾽ ἑαυτῆς ἀνάγει πρὸς τὸν Θεόν· διά τοι τοῦτο, οὐδὲ ἀκριβῶς διὰ λόγου δύναταί τις λέγειν, ἢ γινώσκειν ἐξ ἀκοῆς, ἀλλ᾽ ἐκ τῆς πείρας εἰς τὴν ἐργασίαν καὶ γνῶσιν ἑκάστης τούτων τῶν σφόδρα ἐκπληττόντων τὸν νοῦν ἔρχεται· καὶ πῶς ὀνομασίᾳ ψιλῇ τοσαῦτα δύναται, ὥστε ἀνάγειν τὸν χοῦν, καὶ ποιῆσαι ἄῦλον τὸν ἔνυλον· ἄλλα μὲν ὀνόματα καὶ ἡ ἔξω παιδεία γινώσκει τί εἰσιν, ἐξ ἐτυμολογίας· τὴν ἀφορμὴν λαμβάνουσα· ἡ δὲ πεῖρα καὶ κτῆσις τῶν ἀρετῶν, Θεοῦ δέεται, καὶ διὰ κόπου πολλοῦ καὶ χρόνου γίνεται, καὶ μάλιστα τῶν τῆς ψυχῆς, διὰ τὸ εἶναι ταύτας μυστικωτέρας καὶ κυρίως ἀρετάς· αἱ γὰρ σωματικαὶ ἀρεταί, μᾶλλον δὲ ἀρετῶν ἐργαλεῖα, εὐκολώτεραί εἰσιν, εἰ καὶ πόνων σωματικῶν δέονται· αἱ δὲ τῆς ψυχῆς, εἰ καὶ λογισμοῦ μόνου ἐπιστασίας δέονται, ἀλλὰ δυσκατόρθωτον ἔχουσι τὴν κτῆσιν· διὰ τοῦτο ὁ νόμος ἐν πρώτοις φησί, πρόσεχε σεαυτῷ· περὶ τούτου τοίνυν τοῦ ῥητοῦ ἔγραψεν ὁ Μέγας Βασίλειος λόγον ἀξιάγαστον· ἡμεῖς δὲ τί ἐροῦμεν μηδ᾽ ὅλως προσέχοντες, ἀλλὰ κατὰ τοὺς Φαρισαίους τινὲς ἐσμέν· νηστείας μὲν, καὶ ἀγρυπνίας καὶ τὰ τοιαῦτα ἴσως ἐχουσί τινες, καὶ πολλάκις ἐν γνώσει μερικῇ· διάκρισιν δὲ μὴ ἔχοντες, διὰ τὸ μὴ θέλειν ἡμᾶς προσέχειν ἑαυτοῖς, καὶ γινώσκειν τί τὸ ζητούμενον ἐξ ἡμῶν· οὐδὲ γὰρ θέλει τις ὑπομένειν ἐν προσοχῇ λογισμῶν, ἵνα ἴσως πεῖραν λάβῃ ἐκ τῶν πολλῶν πολέμων, καὶ πειρασμῶν, καὶ κἂν γένηται τοῖς ἄλλοις ἔμπειρος ναύτης, μήτι γε ναύκληρος· ἀλλ᾽ ὡς ὁρῶμεν πάντες τυφλοὶ ὄντες, λέγομεν, ὅτι βλέπομεν κατὰ τοὺς Φαρισαίους· διὰ τοῦτό φησι μεῖζον λήψονται κρῖμα· εἰ γὰρ τυφλοὶ ἦμεν, οὐκ ἂν εἴχομεν κρῖμα, ἀλλ᾽ ἤρκει ἡμῖν ἡ εὐγνωμοσύνη, καὶ τὸ ὁμολογεῖν τὴν ἧτταν, καὶ τὴν ἀγνωσίαν· ἀλλ᾽ οἴμοι· διὰ τοῦτο μείζονα ἔχομεν κατάκρισιν, κατὰ τοὺς ἕλληνας, ὥς φησιν ὁ Σολομῶν· ὅτι τοσαῦτα ἐπενόησαν, καὶ τὸ ζητούμενον ἀπώλεσαν· λοιπὸν σιωπήσωμεν ὡς μὴ ἔχοντες ἐργασίαν;
ἀλλὰ χεῖρον γίνεται· μᾶλλον δὲ φησί, καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῇ γινόμενα, αἰσχρόν ἔστι καὶ λέγειν· δι᾽ ὃ περὶ τούτων μὲν σιωπήσω· περὶ δὲ τῶν ἀξιοθαυμάστων ἀρετῶν ἄρξομαι λέγειν· ἡδονὴν γὰρ ἔχει ἡ ἐμὴ σκοτεινὴ καρδία ἐκ τῆς μνήμης, καὶ τῆς γλυκύτητος αὐτῶν, δι᾽ ὃ καὶ ἐκ ταύτης ἐπιλανθάνομαι τοῦ μέτρου μου, καὶ οὐ μέλει μοι περὶ τῆς ἀποκειμένης μοι κατακρίσεως ἐκ τοῦ λέγειν, καὶ μὴ ποιεῖν· ἐγκράτεια τοίνυν, καὶ σωφροσύνη ὡσαύτως ἔχουσι τὸ κράτος, καὶ διπλαῖ εἰσὶν ὡς εἴρηται, πλὴν ἄρτι περὶ τῶν τελεωτέρων λέξομεν.
Ὁ οὖν Θεοῦ χάριτι τὴν μεγάλην πίστιν τῆς θεωρίας καὶ τὸν ἁγνὸν καὶ θεῖον φόβον ἔχων, καὶ τούτων τὴν ἐγκράτειαν καὶ σωφροσύνην κατέχειν βουληθῇ, ὀφείλει ἑαυτὸν ἔσωθεν καὶ ἔξωθεν κατέχειν διόλου, καὶ ὡς νεκρὸς τὸ σῶμα, καὶ τὴν ψυχὴν ἐκ τοῦ κόσμου τούτου καὶ τῶν ἀνθρώπων διακεῖσθαι, λέγων εἰς πάντα πρὸς τὸν ἴδιον λογισμόν, τίς εἰμὶ ἐγώ; καὶ τίς ἡ ὑπόστασίς μου, ἀλλ᾽ ἢ βδέλυγμα; καὶ ἄνω μὲν γῆ, ὕστερον δὲ σαπρία, ἡ δὲ μέση πάσης ὕβρεως, καὶ ἐπέκεινα· τί ἐστιν ἡ ζωή μου; καὶ πόσον ἐστίν; ὥρα μία, καὶ ὁ θάνατος· τί μέλλει μοι περὶ τούτου, ἢ ἐκείνου; ἄρτι ἀποθνήσκω, ζωὴν γὰρ καὶ θάνατον Χριστὸς κατέχει, ἐγὼ δὲ τί μεριμνῶ, καὶ φιλονεικῶ εἰς μάτην; μικροῦ ἄρτου χρεία, τὸ δὲ περισσὸν διατί; εἰμὲν ἔχω τοῦτο, ἔπαυσε πᾶσα μέριμνα· εἰδ᾽ οὐ, περὶ τούτου μόνον διὰ τὸ ἀτελὲς τῆς γνώσεως μεριμνήσω ἴσως, καί περ ἐστὶν ὁ Θεὸς ὁ προνοῶν· πᾶσα τοίνυν μέριμνα ἀνθρώπῳ περὶ τῆς φυλακῆς τῶν αἰσθήσεων ἔστω, καὶ τῶν λογισμῶν, ἵνα μηδόλως στήσειεν. ἢ ποιήσειέ τι, ἃ μὴ μετὰ Θεὸν δοκεῖ εἶναι· ἑτοιμαζέτω δὲ ἑαυτὸν καὶ πρὸς ὑπομονὴν τῶν ἐπερχομένων ἔκ τε δαιμόνων, καὶ ἀνθρώπων ἡδέων καὶ δυσχερῶν, ὥστε μηδ᾽ ἐκ τούτων, μηδ᾽ ἐξ ἐκείνων πτοηθῇ, ἢ ἔλθῃ, εἰς χαρὰν ἄλογον, καὶ οἴησιν, ἢ εἰς λύπην καὶ ἀπόγνωσιν, μηδὲν δεχόμενος λογισμοῦ θάρσος, μέχρις ἂν ἔλθῃ ὁ Κύριος· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Πέμπτος μέν ἐστιν ὁ λόγος, καὶ στοιχεῖον
Τὸ ἐψιλόν, περὶ δὲ ὑπομονῆς τυγχάνει,
Αὕτη γάρ ἐστιν ἡ πρώτη καὶ μεγάλη,
Ἐν ταῖς ἀρεταῖς, καὶ πάσῃ ἐπιστήμῃ.
Νῦν δὲ τὴν ἀρχήν, εὐλόγησον, ὦ Πάτερ.
ΛΟΓΟΣ Ε΄.
Εἶπεν ὁ Κύριος, «ὁ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται»· ὑπομονὴ δὲ ἐστὶ πασῶν ἀρετῶν συγκρότησις· οὐδὲ γὰρ μία τῶν ἀρετῶν δίχα ταύτης ἵσταται· διότι πᾶς ὁ στραφεὶς εἰς τὰ ὀπίσω, οὐκ εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλ᾽ εἰ καὶ πασῶν τῶν ἀρετῶν ἐν μετοχῇ δοκεῖ εἶναί τινι, οὐκ εὐθετός ἐστι, μὴ εἰς τέλος ὑπομείνας, καὶ σωθεὶς ἐκ τῶν παγίδων τοῦ διαβόλου, εἰς τὴν βασιλείαν τῶν οὐρανῶν καταντήσειεν· ἐπειδὴ καὶ αὐτοὶ οἱ τὸν ἀρραβῶνα λαβόντες, ὑπομονῆς δέονται, ἵνα τὸ τέλειον ἔπαθλον ἐν τῷ μέλλοντι κομίσωνται· ἐν πάσῃ γὰρ ἐπιστήμῃ, καὶ γνώσει, ὑπομονῆς χρεία, καὶ εἰκότως, διότι οὐδὲ αὐτὰ τὰ αἰσθητὰ πράγματα δίχα ταύτης γίνονται ἀλλὰ κἂν γένηταί τι ἐξ αὐτῶν, ὑπομονῆς δεῖται, ἵνα παραμένῃ αὐτοῦ τὸ γινόμενον· καὶ ἁπλῶς εἰπεῖν, πᾶν πρᾶγμα πρὸ τοῦ γενέσθαι δι᾽ αὐτῆς γίνεται, καὶ γενόμενον, δι᾽ αὐτῆς παραμένει, καὶ ταύτης χωρὶς οὐκ ἵσταται, ἀλλ᾽ οὐδὲ τελειοῦται· διότι εἰμὲν καλόν ἐστιν, αὕτη χορηγὸς καὶ φύλαξ· εἰ δὲ κακόν, αὕτη ἄνεσιν καὶ μεγαλοψυχίαν δίδωσι, καὶ οὐκ ἐᾷ τὸν πειραζόμενον στενοχωρηθῆναι ἐκ τῆς μικροψυχίας, τοῦ ἀρραβῶνος τῆς γεέννης· αὕτη ἀποκτείνειν εἴωθε τὴν ἐπεκτείνουσαν τὴν ψυχὴν ἀπόγνωσιν· αὕτη διδάσκει παρηγορηθῆναι τὴν ψυχήν, καὶ μὴ ἀκηδιᾶν ἐκ τοῦ πλήθους τῶν πολέμων καὶ τῶν θλίψεων· ταύτης ὁ Ἰούδας ἀστοχήσας, τὸν διπλοῦν θάνατον εὔρεν, ὡς ἀπειροπολεμος· ταύτης τυχὼν ὁ κορυφαῖος Πέτρος, ὡς ἐμπειροπόλεμος, καὶ πεσών, ἐνίκησε τὸν καταβαλόντα διάβολον· ταύτην εὑρὼν ὁ Μοναχὸς ἐκεῖνος ὁ ποτὲ πεσὼν εἰς πορνείαν ἐνίκησε τὸν νικήσαντα διὰ τὸ μὴ ὑπείκειν τῷ λογισμῷ τῆς γνώσεως, ὡθοῦντι εἰς τὸ ἀποχωρῆσαι τῆς κέλλης, καὶ τῆς ἐρήμου, ἀλλὰ μεθ᾽ ὑπομονῆς ἔλεγε πρὸς τοὺς λογισμούς· οὐχ ἥμαρτον καὶ πάλιν λέγω ὑμῖν οὐχ ἥμαρτον· ὦ τῆς ἐνθέου φρονήσεως καὶ ὑπομονῆς τοῦ γενναίου ἀνδρός· αὕτη ἡ μακαρία τὸν Ἰὼβ καὶ τὰ πρῶτα αὐτοῦ ἀγαθὰ ἔργα ἐτελείωσε, καὶ γὰρ εἰ μικρὸν ταύτης ἀστοχήσειεν ὁ δίκαιος, πάντα τὰ πρῶτα ἐκεῖνα ἀπώλεσεν ἄν· ἀλλ᾽ ὁ γινώσκων αὐτοῦ τὴν ὑπομονὴν, τὴν πληγὴν παρεχώρησε πρὸς τελείωσιν αὐτοῦ, καὶ πολλῶν ὠφέλειαν· ὁ οὖν γινώσκων τὴν αὑτοῦ ὠφέλειαν, πρὸ πάντων ταύτην ἔχειν ἀγωνίζεται, κατὰ τὸν Μέγαν Βασίλειον, φησὶ γάρ, μὴ πάντα τὰ πάθη πολεμήσῃς ἐφάπαξ, καὶ ἴσως ἀστοχήσας στρέφεσαι εἰς τὰ ὀπίσω, καὶ οὐκ εὔθετος εὑρεθήσῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλὰ πρὸς ἓν ἕκαστον πολέμησον τῶν παθῶν, ἀρξάμενος ἀπὸ τῆς ὑπομονῆς τῶν ἐπερχομένων· καὶ εἰκότως· εἰ μὲν γὰρ ταύτην ἔχῃ τις, οὐδέποτε δυνηθῇ ἑστάναι εἰς πόλεμον αἰσθητόν, ἀλλὰ μόνον ἑαυτῷ καὶ τοῖς ἄλλοις τὴν φυγὴν καὶ τὴν ἀπώλειαν προσφέρει διὰ τροπῆς· κατὰ τὸν λόγον, ὃν ἔφη ὁ Θεὸς πρὸς Μωϋσῆν, ὅτι δειλὸς εἰς πόλεμον μὴ ἐξιέτω, καὶ τὰ ἑξῆς· καὶ ἐν μὲν τῷ αἰσθητῷ πολέμῳ δύναταί τις μένειν ἔσω ἐν τῷ οἴκῳ, καὶ μὴ εἰς πόλεμον ἴσως ἐξελθεῖν· κἀκ τούτου τῶν μὲν δωρεῶν καὶ στεφάνων ἐκπίπτει, μένει δ᾽ ἴσως ἐν πενία, καὶ ἀτιμίᾳ μόνῃ, ἐν δὲ τῷ νοητῷ πολέμῳ οὐκ ἔστιν εὑρεῖν τόπον μὴ ἔχοντα πόλεμον, κἂν πᾶσαν τὴν κτίσιν διέλθῃ τις, ἀλλ᾽ ὅπου δ᾽ ἂν ἀπέλθῃ πόλεμον εὑρίσκει· εἰς τὴν ἔρημον θηρία, καὶ δαίμονας, καὶ τὰς λοιπὰς κακουχίας, καὶ φόβητρα· ἐν ἡσυχίᾳ, δαίμονας, καὶ πειρασμούς· ἐν μέσῳ τῶν ἀνθρώπων, δαίμονας, καὶ ἀνθρώπους πειράζοντας· καὶ οὐκ ἔστι τόπος ἀνεπηρρέαστος πώποτε· διὰ τοῦτο δίχα ὑπομονῆς οὐκ ἐστιν εὑρεῖν ἀνάπαυσιν· αὕτη δὲ γίνεται ἐκ τοῦ φόβου, καὶ τῆς πίστεως, ἄρχεται δὲ ἐκ τῆς φρονήσεως· δοκιμάζει δὲ ὁ ἐχέφρων τὰ πράγματα κατὰ νοῦν, καὶ εὑρίσκων ταῦτα στενά, ὡς ἔφη ἡ Σωσάννα, προαιρεῖται τὰ κρείττονα, ὡς ἐκείνη· ἔφη γὰρ αὕτη ἡ μακαρία πρὸς τὸν Θεόν, στενὰ μοι πάντα, ἐὰν ποιήσω τῶν ἀνόμων Ἱερέων τὸ βούλημα, ἀπώλεταί μου ἡ ψυχὴ διὰ τῆς μοιχείας, εἰ δὲ παρακούσω αὐτῶν, κατηγοροῦσί μου μοιχείαν, καὶ ὡς κριταὶ τοῦ λαοῦ κατακρινοῦσί με θανάτῳ· ἀλλὰ κρεῖττόν μου καταφεύγειν πρὸς τὸν παντοδύναμον, κἂν θάνατος πρόκειται· ὦ τῆς φρονήσεως τῆς μακαρίας ἐκείνης· ὅτι οὕτω διέκρινε καὶ οὐκ ἀπέτυχε τῆς ἐλπίδος· ἀλλ᾽ ἅμα τοῦ συναχθῆναι τὸν λαόν, καὶ καθεσθῆναι τοὺς ἀνόμους κριτὰς πρὸς τὸ κατηγορεῖν αὐτῆς, καὶ κατακρῖναι θανάτῳ, ὡς μοιχαλίδα τὴν ἄμεμπτον, εὐθέως ὁ Δανιὴλ δωδεκαετὴς ὢν, Προφήτης ἀνεδείχθη ὑπὸ Θεοῦ καὶ ἐρρύσατο αὐτὴν ἐκ τοῦ θανάτου, στρέψας τὸν θάνατον ἐπὶ τοὺς ἀνόμους κρῖναι αὐτὴν μέλλοντας ἱερεῖς· καὶ ἐκ ταύτης ἔδειξεν ὁ Θεὸς ὅτι ἐγγύς ἐστι τοῖς δι᾽ αὐτὸν πειρασμὸν ὑπομεῖναι θέλουσι, καὶ μὴ προδοῦναι τὴν ἀρετὴν ἐξ ὀλιγωρίας διὰ τὸν πόνον, ἀλλὰ προτιμᾶν τὸν νόμον τοῦ Θεοῦ διὰ τῆς ὑπομονῆς τῶν ἐπερχομένων τῇ ἐλπίδι τῆς σωτηρίας εὐφραινομένοις· καὶ εἰκότως· ἐὰν γὰρ δύω κίνδυνοι πρόκεινται, ὁ μὲν πρόσκαιρος, ὁ δὲ αἰώνιος, ἄρα οὐκ ἔστι καλὸν τὸν πρῶτον ἐκλέξασθαι;
διὰ τοῦτό φησιν ὁ Ἅγιος Ἰσαάκ, κρεῖττον ὑπομεῖναι τοὺς κινδύνους, ὑπὲρ τῆς τοῦ Θεοῦ ἀγάπης, καὶ φέρειν πρὸς αὐτόν, τῇ ἐλπίδι τῆς αἰωνίου ζωῆς· ἢ φόβῳ τῶν πειρασμῶν ἐκπίπτειν τινὰ ἀπὸ τοῦ Θεοῦ εἰς τὰς χεῖρας τοῦ διαβόλου, καὶ σὺν αὐτῷ εἰς τὴν κόλασιν ἀπελθεῖν. Ὅθεν καλὸν μὲν ἦν, ἐάν τις χαίρηται, κατὰ τοὺς ἁγίους, ἐν τοῖς πειρασμοῖς, ὡς φιλόθεος, εἰ δὲ οὐκ ἐσμὲν τοιοῦτοι, κἂν τὸ κοῦφον ἐκλεξώμεθα διὰ τὴν προκειμένην ἀνάγκην, ἐπειδὴ ἀνάγκη πρόκειται, ἢ ἐνταῦθα κινδυνεῦσαι σωματικῶς, καὶ σὺν Χριστῷ βασιλεῦσαι νοητῶς ἐν τῷ νῦν αἰῶνι διὰ τῆς ἀπαθείας, καὶ ἐν τῷ μέλλοντι, ἢ ἐκπεσεῖν φόβῳ τῶν πειρασμῶν, ὡς εἴρηται, καὶ εἰς τὴν αἰώνιον κόλασιν ἀπελθεῖν· ἐξ ἧς ῥύσαιτο ἡμᾶς ὁ Θεὸς διὰ τῆς τῶν δεινῶν ὑπομονῆς, ἥτις ἐστὶν ὡς πέτρα ἀσάλευτος ἐναντίων τῶν ἀνέμων, καὶ κυμάτων τοῦ βίου, καὶ οὔτε πλημμύρας γενομένης ἀτονεῖ, ἢ στρέφεται εἰς τὰ ὀπίσω ὁ ταύτης τυχών· οὐδὲ πάλιν ἄνεσιν εὑρών, καὶ χαρὰν συνεπάγεται τῇ οἰήσει, ἀλλ᾽ ὡσαύτως ἔχει ἀεί, ἐν εὐημερίᾳ τε καὶ δυσχερείᾳ, διὰ τοῦτο καὶ ἄτρωτος διαμένει ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, ὅτε καὶ χειμῶνα εὑρίσκει, ὑπομένει μετὰ χαρᾶς ἀναμένων τὸ τέλος· ὅτε δὲ εὖδιος καιρὸς γίνεται προσδοκᾶ πειρασμόν, ἕως ἐσχάτης ἀναπνοῆς, κατὰ τὸν Μέγαν Ἀντώνιον· ὁ τοιοῦτος γὰρ γινώσκει, ὅτι οὐκ ἔστιν ἐν τῷ βίῳ τούτῳ ἀναλλοίωτόν τι τὸ παράπαν, ἀλλὰ πάντα παρέρχονται· δι᾽ ὃ καὶ οὐδεμίαν ποιεῖται φροντίδα περί τινος τούτων, ἀλλὰ τῷ Θεῷ πάντα καταλιμπάνει, ὅτι αὐτῷ μέλει περὶ ἡμῶν, καὶ αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Εὐαγγελικὸς ἐγράφη πάλιν λόγος,
Νῦν δὲ περὶ τῆς ἐλπίδος τῶν μελλόντων.
Ζῆτα γάρ ἐστι τὸ ἔκτον ἐν στοιχείοις,
Ζητεῖ δὲ ὁ νοῦς ἀμέριμνος γενέσθαι.
Νῦν δὲ τὴν ἀρχήν, εὐλόγησον, ὦ Πάτερ.
ΛΟΓΟΣ ΣΤ΄.
Ζωή ἐστιν ἐλπὶς ἀμέριμνος καὶ πλοῦτος, ἄδηλος μὲν κατ᾽ αἴσθησιν, μαρτυρούμενος δὲ ὑπὸ τῆς φρονήσεως, καὶ τῆς τῶν πραγμάτων φύσεως· καὶ γὰρ γεωργοὶ κοπιῶσι, σπείροντες καὶ φυτεύοντες· καὶ ναυτικοὶ ὁμοίως πολλοὺς κινδύνους ὑπομένουσι· καὶ παῖδες γράμματα, καὶ τὰς λοιπὰς ἐπιστήμας μανθάνοντες· καὶ οὗτοι πάντες εἰς τὴν ἐλπίδα βλέπουσι, διὸ μετὰ χαρᾶς κοπιῶσι, καὶ τὰ ἕτοιμα πράγματα πέμπουσιν εἰς ἀπώλειαν κατὰ τὸ φαινόμενον· κατὰ δὲ τὸ νοούμενον, πρὸς τὸ κερδῆσαι μείζονα ὑπομένουσι, πολλάκις καὶ ὑστερούμενοι ὧν περ μέλλουσι καταβαλεῖν· ἀλλὰ ταῦτα μὲν ἴσως ἐρεῖ τις ἐκ τῆς πείρας μανθάνοντες περὶ τοῦ κέρδους· περὶ δὲ τῶν νοητῶν, οὐδεὶς ἀνέστη ἐκ τῶν νεκρῶν, ἵνα μάθωμεν· τοῦτο τοίνυν γίνεται ἐξ ἀπειρίας τῶν πνευματικῶν χαρισμάτων, καὶ γνώσεων, καὶ οὐ θαῦμα· ἐπειδὴ καὶ οἱ ἄπειροι τῶν προτέρων δειλιῶσι μέχρις ἂν πεῖραν λάβωσι καὶ γὰρ οἱ παῖδες τῶν γραμμάτων, καὶ τῶν λοιπῶν μαθημάτων τὴν ὠφέλειαν ἀγνοοῦντες φεύγουσι ταῦτα· ἀλλ᾽ οἱ γονεῖς αἰσθόμενοι τοῦ κέρδους, ὡς φιλότεκνοι ἄγχουσι καὶ βιάζουσι πρὸς τὰ τοιαῦτα, καιροῦ δὲ καλοῦντος, λαμβάνουσι καὶ οἱ παῖδες τὴν πεῖραν καὶ ἄρχονται, οὐ μόνον ἀγαπᾶν ταῦτα καὶ τοὺς βιάζοντας, ἀλλὰ καὶ αὐτοὶ μετὰ χαρᾶς ὑπερπάσχουσι τῶν μαθημάτων ὧν ἔτυχον· διά τοι τοῦτο καὶ ἡμεῖς ὀφείλομεν πρῶτον ἐκ πίστεως διὰ τῆς ὑπομονῆς τρέχειν, καὶ μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσι, καὶ, καιροῦ καλοῦντος, εἰς τὸ γνῶναι τῶν γινομένων τὴν ὠφέλειαν ἔλθωμεν, καὶ οὕτω μετὰ χαρᾶς καὶ εὐφροσύνης ἐργαζόμεθα ἀκόπως· διὰ πίστεως περιπατοῦμεν, ὡς φησιν ὁ Ἀπόστολος, καὶ οὐκ ἀπὸ εἴδους, ἀλλ᾽ ὥσπερ ἀμήχανον ἐξ αὐτῆς εὑρεῖν τὸ κέρδος τινὰ τῶν πραγματευομένων ἐν τῷ καιρῷ τούτῳ, οὕτως ἀδύνατον εὑρεῖν τινὰ τὴν γνῶσιν καὶ ἄνεσιν πρὸ τοῦ κοπιάσαι ἔργῳ καὶ λόγῳ ἐν ταῖς ἀρεταῖς· καὶ ὡς ἐκεῖνοι ἀείποτε φοβοῦνται τὴν ζημίαν καὶ ἐλπίζουσιν εἰς τὸ κέρδος, οὕτω καὶ ἐνταῦθα ὀφείλει γίνεσθαι ἕως ἐσχάτης ἀναπνοῆς· καὶ ὥσπερ οἱ πρότεροι, οὐ μόνον ὅτε κερδήσουσι τρέχουσιν, ἀλλὰ καὶ μετὰ τὴν ζημίαν καὶ τοὺς κινδύνους πάλιν τρέχουσιν, οὕτω καὶ οἱ δεύτεροι ποιῆσαι ὀφείλουσιν, εἰδότες ὅτι ὁ ἀργὸς οὐκ ἐσθίει ἐξ ἰδίων πόνων, δι᾽ ὃ καὶ πένης γίνεται καὶ χρεώστης ἴσως πολλῶν ταλάντων· διὰ τοῦτο ἐπ᾽ ἐλπίδι κατώκησάς με, φησὶν ὁ Προφήτης, καὶ ἐπ᾽ ἐλπίδι ἐτελειώθησαν, φησὶν ὁ Ἀπόστολος.
Καὶ ταῦτα μὲν ἐκ τῶν πραγμάτων τῆς φύσεως καὶ τῶν θείων γραφῶν ἐν ἐπιτόμῳ εἴρηται· εἰ δέ τις βούλεται μαθεῖν τὴν πεῖραν, ἐργαζέσθω, κατὰ τὸ δυνατὸν αὐτῷ, τὰς ἑπτὰ σωματικὰς πράξεις δι᾽ ὅλου ὡς ἐν σχολείῳ ἀμετεωρίστως, καὶ τῆς ἠθικῆς ἐπιμελείσθω πράξεως, ἤγουν τῆς ψυχικῆς· κἀντεῦθεν εἰς τὴν ἐλπίδα φθάσας, καὶ καρτερήσας ἐν αὐτῇ, εὑρήσει τὴν γνῶσιν τῶν λεγομένων ἐν ἀκριβείᾳ καὶ ὅτι ἐξ ἀρχῆς τῆς μετανοίας, ὅτε τὰς ἑπτὰ ἤρξατο, ἐκ τῆς πρώτης πράξεως, ἤτοι ἡσυχίας, ἦν ὁ μισθὸς τῆς ἐλπίδος καὶ τὸ κέρδος ἕτοιμον πρὸ τοῦ κοπιάσαι ἐν ταῖς λοιπαῖς ἓξ, ἤγουν νηστείᾳ, ἀγρυπνίᾳ καὶ τὰ ἑξῆς· ἀλλ᾽ ἅμα τὴν πρώτην καὶ ἀρχὴν τῆς καθάρσεως τῆς ψυχῆς ἡσυχίαν, ἀσκήσαντος αὐτοῦ, εὐθέως τὸ κέρδος ἡτοίμαστο· ἀλλ᾽ ἄπειρος ὢν ὁ μαθητὴς οὐκ ἐγίνωσκε τὴν χάριν τοῦ δεσπότου· ὡς οὐδὲ ὁ νήπιος τὴν ὠφέλειαν τῶν γονέων, καίτοιγε πρὸ τοῦ γεννηθῆναι αὐτόν, κατὰ προαίρεσιν οἱ γονεῖς αὐτοῦ εὐεργέται ἦσαν, προσευχόμενοι γεννηθῆναι αὐτὸν καὶ ζῆσαι· οὐ μόνον δὲ ἀλλὰ καὶ κληρονομῆσαι αὐτοὺς καὶ ἔχειν ὅσα τε προητοιμάσαντο, καὶ μετὰ ταῦτα μοχθήσονται· ἀλλ᾽ οὗτος μὲν ἀγνοῶν, οὐδ᾽ ὅλως φροντίδα περὶ τῶν τοιούτων ποιεῖται, ἀλλὰ πειρασμὸν ἡγεῖται τὴν ὑποταγὴν τῶν γονέων· καὶ εἰμὴ ἦν τροφῆς ἡ ἀνάγκη καὶ τῆς φύσεως οὐδ᾽ ὅλως ηὐγνωμόνει· ὁ δὲ θέλων τὴν βασιλείαν κληρονομῆσαι τῶν οὐρανῶν καὶ οὐχ ὑπομένει τὰ ἐπερχόμενα ἀγνωμονέστερος φαίνεται· διότι ἐκτίσθη χάριτι καὶ πάντα τὰ ὄντα λαβὼν καὶ τὰ ἑπόμενα ἐλπίζων, καὶ αἰωνίως συμβασιλεύει Χριστῷ τῷ καταξιώσαντι αὐτὸν τὸν οὐδὲν ὄντα, τοσούτων καὶ τηλικούτων δωρεῶν, αἰσθητῶν τε καὶ νοητῶν ὥστε καὶ τὸ ὑπέρτιμον αὐτοῦ αἶμα ὑπὲρ αὐτοῦ ἐκχέαι εὐδοκήσαντι, μηδὲν ἐξ αὐτοῦ ζητοῦντι, πλὴν τοῦ λαβεῖν τὰ ἀγαθὰ αὐτοῦ προαιρεῖσθαι καὶ πλεῖον οὐδέν.
Αὕτη γάρ ἐστιν ἡ ἀπαίτησις αὐτοῦ καὶ μόνη, ἣν ὁ κατανοεῖν δυνηθεὶς ἐκπλήττεται· τί γὰρ ἐκζητεῖ ἀπὸ σοῦ ὁ Θεός φησιν; ὢ τῆς ἀνοίας· πῶς βλέποντες οὐ βλέπομεν τὰ φρικτὰ αὐτοῦ μυστήρια; αὐτὸ γὰρ τοῦτο ὃ καὶ ζητῶν φαίνεται μεῖζόν ἐστι δῶρον· πῶς οὐ συνιῶμεν ὅτι κρείττων ἐστὶ παρὰ πάντας ὁ τῆς ἀρετῆς ἐπιμελούμενος, καὶ ἐπάνω πάντων ἵσταται καὶ ὑψιπετῶν, κἂν πένης ῇ καὶ ἀγενής; οὐκ οἴδαμεν τοὺς Προφήτας ἐν τῷ νῦν, οὐδὲ τοὺς Ἀποστόλους καὶ Μάρτυρας, καὶ, περὶ τῶν μελλόντων διστάζομεν; ἴδωμεν τοὺς βίους αὐτῶν καὶ τὶ ἐποίησαν, καὶ πόθεν λέγουσιν αὐτοὶ λαμβάνειν τὴν χάριν καὶ τὴν ἰσχύν; οὐ μόνον ἀλλὰ καὶ μετὰ θάνατον θαυματουργοῦσιν; ἴδωμεν τοὺς βασιλεῖς καὶ πλουσίους πῶς τὰς ἁγίας αὐτῶν εἰκόνας προσκυνοῦσιν; ἴδωμεν τοὺς ἐναρέτους νῦν ἐν ἀχαριστίᾳ πάσῃ καὶ ἀρετῇ διάγοντας καὶ χαρᾶ πνευματικῇ, τοὺς δὲ πλουσίους ἀγανακτοῦντας καὶ πλείονα τῶν ἀσκητῶν καὶ ἀκτημόνων πειραζομένους· κἀκ τούτου ἐλπίζομεν ὅτι ὄντως ἡ ἀρετὴ κρείττων ἐστὶ πάντων· εἰ δὲ μήγε σκοπήσωμεν πῶς οἱ ἄπιστοι τὸν μὲν Θεὸν ἴσως ἀγνοοῦσι, τὴν δὲ ἀρετὴν εὐφημίζουσι, κἂν ἀλλόπιστος φαίνεται αὐτοῖς ὁ ἐνάρετος, οἶδε γὰρ ἀρετὴν αἰδεῖσθαι καὶ πολέμιος· καὶ ἐὰν πιστεύωμεν ὅτι ἡ ἀρετὴ ἀγαθὴ ἐστίν, ἐξ ἀνάγκης ὁ ποιήσας τὴν ἀρετὴν καὶ χαρισάμενος τοῖς ἀνθρώποις Θεὸς ἐστί· καὶ εἰ ἀγαθός, ἐξ ἀνάγκης καὶ δίκαιος, ἀρετὴ γὰρ ἡ δικαιοσύνη, δι᾽ ὁ καὶ ἀγαθή· εἰ δὲ ἀγαθὸς καὶ δίκαιός ἐστιν ὁ Θεός, πάντως καὶ ἐξ ἀγαθότητος ποιεῖ ὅσα ἐποίησε καὶ ποιεῖ, κἂν τοῖς πονηροῖς τοῦτο οὐ φαίνεται· οὐδὲν οὕτω σκοτίζειν εἴωθεν ὡς ἡ πονηρία· ἁπλότητι δὲ καὶ ταπεινώσει ὁ Θεὸς ἐμφανίζεται, καὶ οὐ κόποις· ἐμφανίζεται δὲ οὐχ᾽ ὡς δοκοῦσι τινες ἐξ ἀπειρίας, ἀλλὰ διὰ τῆς θεωρίας τῶν ὄντων, ἤτοι τῶν κτισμάτων αὐτοῦ, καὶ Ἀποκαλύψεων τῶν ἐν ταῖς θείαις γραφαῖς μυστηρίων· οὗτος ὁ μισθὸς τῆς ἡσυχίας, καὶ τῶν λοιπῶν πράξεων ἐν τῷ νῦν, ἐν δὲ τῷ μέλλοντι, ἃ ὀφθαλμὸς οὐκ οἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, καὶ καταλείπουσι τὰ θελήματα αὐτῶν διὰ τῆς ὑπομονῆς καὶ ἐλπίδος τῶν μελλόντων ἀγαθῶν, ὧν εὐχόμεθα τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ κράτος, εἰς τοὺς αἰῶνας· ἀμήν.
Ἔβδομον ἐστιν ἐν στοιχείοις τὸ ἤτα,
Λόγος ὁ παρῶν περὶ ἀπροσπαθείας·
Καὶ γεννᾶται μὲν ἐκ τῆς ἐλπίδος αὕτη,
Αὕτη δὲ ἐστὶ φυγὴ παντὸς τοῦ Κόσμου.
Νῦν δὲ τὴν ἀρχήν, εὐλόγησον, ὦ Πάτερ.
ΛΟΓΟΣ Ζ΄.
Ἡ Ἀπροσπάθεια γίνεται ἐκ τῆς ἐλπίδος, διότι ὁ ἐλπίζων τεύξεσθαι ἀλλαχοῦ αἰωνίου πλούτου, εὐχερῶς τοῦ ὑπὸ χεῖρα καταφρονεῖ, κἂν πᾶσαν ἀνάπαυσιν ἥχη ὁ πρόσκαιρος· εἰ δὲ καὶ ἐπίπονός ἐστιν ὁ βίος καὶ πολυώδυνος, τίς πείθει τῷ λογικῷ ἀνθρώπῳ προτιμᾶν τοῦτον ὑπὲρ τὴν ἀγάπην τοῦ Θεοῦ, τοῦ διδόντος τοῦτον κἀκεῖνον τοῖς ἀγαπῶσιν αὐτόν; εἰ μήπου τυφλὸς εἴη, μηδ᾽ ὅλως βλέπειν δυνάμενος ἐξ ἀπιστίας ἢ κακῆς προαιρέσεως καὶ πονηρᾶς συνηθείας· εἰ γὰρ ἐπίστευσεν, ἐφωτίσθη ἄν· καὶ εἰ μικρὸν φωτισμὸν γνώσεως ἐκ βεβαίας πίστεως ἔλαβεν, ἠγωνίσατο ἂν καταλῦσαι τὴν κακίστην αὐτοῦ συνήθειαν· καὶ εἰ τοῦτο ἐν τῇ ψυχῇ ἔθετο, ἡ χάρις ἂν συνήργει καὶ συνηγωνίζετο· ἀλλὰ διὰ τοῦτό φησιν ὁ Κύριος, ὀλίγοι οἱ σωζόμενοι, διότι γλυκέα φαίνονται τὰ βλεπόμενα, κἂν πικρά εἰσι· καὶ γὰρ καὶ ὁ κύων λείχων τὴν ῥίνην τῇ γλώττῃ αὐτοῦ, ἐκ τῆς γλυκύτητος, οὐκ αἰσθάνεται τοῦ πόνου ὅτι ἐκ τοῦ ἰδίου αἵματος πίνει· καὶ γαστρίμαργος ἐσθίων τὰ βλάπτοντα αὐτὸν ψυχικῶς τε, καὶ σωματικῶς, οὐκ αἴσθησιν λαμβάνει τῆς βλάβης αὐτοῦ· καὶ πάντες οἱ τοῖς πάθεσι δουλεύοντες ὡσαύτως πάσχουσιν ἐξ ἀναισθησίας, εἰδ᾽ ἴσως καὶ ἀνανεύσουσιν, ἀλλ᾽ ἐκ τῆς συνηθείας πάλιν ἕλκονται, διὰ τοῦτό φησιν ὁ Κύριος, βιαστή ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, οὐχὶ φυσικῶς, ἀλλ᾽ ἐκ τῆς συνηθείας τῶν παθῶν· εἰ γὰρ φύσει ἦν βιαστή, οὐδεὶς ἂν εἰσῆλθεν εἰς αὐτήν, ἀλλὰ τοῖς μὲν προαιρουμένοις χρηστὸς ὁ ζυγὸς, καὶ ἐλαφρὸν τὸ φορτίον τοῦ Κυρίου, τοῖς δὲ μὴ προαιρουμένοις στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδός, καὶ βιαστὴ ἡ βασιλεία, τοῖς γὰρ προτέροις ἐντὸς καὶ ἐγγὺς ὑπάρχει, διὰ τὸ θέλειν αὐτήν, καὶ εὐθὺς τεύξασθαι τῆς ἀπαθείας· θέλημά γάρ ἐστι τὸ συνεργοῦν, καὶ κωλύον εἰς τὸ σωθῆναι, καὶ οὐδὲν ἕτερον· ἠβουλήθης τί ἀγαθόν, ποίησον τοῦτο· οὐ δύνασαι, προαιροῦ, καὶ ἰδοὺ ἔχεις αὐτό, καί περ μὴ ἔχων τοῦτο· καὶ ἰδοὺ οὕτω κατὰ μικρὸν ἡ συνήθεια αὐτομάτως ἐργάζεται, εἴτε καλόν, εἴτε κακόν· εἰ γὰρ οὐκ ἦν τοῦτο, οὐδεὶς λῃστὴς ἐσώθη· οὐ μόνον δὲ, ἀλλὰ καὶ ἔλαμψαν πολλοὶ τῶν λῃστῶν· ἴδε πόσον ἐστὶ μακρὰν ὁ δρόμος ἀναμέσον λῃστοῦ, καὶ ἁγίου· οὐκ ἴσχυσε δὲ ἡ συνήθεια, ἀλλ᾽ ἐνίκησεν ἡ προαίρεσις· ὁ δὲ χάριτι Χριστοῦ εὐλαβής, ἢ καὶ Μοναχός, τί τὸ κωλύον κατ᾽ ἐκείνους γενέσθαι; ἐκεῖνος μακράν, οὗτος ἐγγύς, καὶ πλεῖστον τῆς ὁδοῦ ἔλαβε κατὰ χάριν, ἢ φυσικῶς, ἢ ἐκ τῶν γονέων τὴν εὐσέβειαν, καὶ εὐλάβειαν ἐκληρονόμησεν· ἄρα οὐκ ἔστι ξένον, ὅταν λῃσταὶ καὶ τυμβωρύχοι ἅγιοι γίνωνται, καὶ Μοναχοὶ κατακριθήσωνται; ἀλλ᾽ οἴμοι τῷ ἀθλίῳ, ὅταν ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με· οἱ βασιλεῖς πτωχεύουσι κατὰ τὸν Ἰωάσαφ, καὶ τοὺς τοιούτους, καὶ ὁ πτωχὸς οὐ δύναται τὴν ἀρχαίαν συνήθειαν κατέχειν, καὶ ἀκοπότως εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, διὰ ἀπροσπαθείας τῶν πραγμάτων, ὧν οὐκ ἔτυχεν ἐκ τῆς τῶν γονέων κληρονομίας· ἀλλ᾽ ὅτε εἶπεν ἀποτάσσομαι καὶ οἷς περ οὐκ εἶχε (τὸν γὰρ κόσμον καὶ τὰ ἐν τῷ κόσμῳ ἄλλος κατέχει, οὕτος δὲ τοῦ ἐπιθυμεῖν εἶχεν ἐξουσίαν) καὶ ὅτε τούτῳ ἀπετάξατο, τότε πολυκτήμων ἐγένετο· καὶ λέγει οὐ δύναμαι ἀκτημονεῖν, οὐδὲ ὑπομένειν τὰ ἐπερχόμενα· ποῖα εἰπέ μοι; τὰς φυλακάς, καὶ τὰ κλοιά, ἅπερ εἶχε πρότερον κἂν ἄρχων ἦν; καὶ γὰρ οἱ ἔχοντες τὰς ἀρχάς, καὶ τὰ πλούτη, αὐτὸ καὶ ταῦτα πάσχουσιν· ἀλλὰ ποῖα;
τὴν στέρησιν τῶν ἀναγκαίων, τὴν γυμνότητα, καὶ τὰ λοιπά, ἅπερ εἶχε δεινά; καὶ ἵνα μὴ κατὰ λεπτὸν λέγων, μηκύνω τὸν λόγον, καὶ καταισχύνω τοὺς γέμοντας αἰσχύνης· ἀρκεῖ γὰρ ἡμῖν αὐτὸ τοῦτο· τὸ προσπάθειαν ἔχειν τινὸς τῶν ὁρωμένων, ὧν τῇ ἐπιθυμίᾳ ἀπεταξάμεθα, εἰς αἰσχύνην καὶ ὄνειδος ἐν τῷ μέλλοντι, κατὰ τὸν Γιεζῆ καὶ Ἰούδαν· ὅτι ὁ μὲν ἐπεθύμησεν, ὧν περ οὐκ εἶχε, δι᾽ ὃ καὶ τὴν λέπραν σὺν τῇ πτώσει ἐκ Θεοῦ ἔλαβεν· ὁ δὲ οἷς εἶχεν ἀποταξάμενος, πάλιν ἐπεθύμησεν ἔχειν· δι᾽ ὃ καὶ σὺν τῇ ἀγχόνῃ τὴν ἀπώλειαν ἐκληρονόμησε· τί δὲ τὸ περισσὸν τοῦ Μοναχοῦ, ἐὰν οὐ παρθενεύῃ, καὶ ἀκτημονῇ; τὰς γὰρ λοιπὰς ἐντολάς, καὶ οἱ λοιποὶ πάντες φυλάξαι χρεωστοῦσιν, ὡς φυσικὰς οὔσας, τὸ γὰρ ἀγαπᾶν τὸν Θεόν, καὶ τὸν πλησίον, καὶ τὸ ὑπομένειν τὰ ἐπερχόμενα, καὶ τὸ χρήσασθαι κατὰ φύσιν τοῖς πράγμασι, καὶ ἀπέχεσθαι τῶν πονηρῶν ἔργων, κἂν μὴ θέλῃ τις χρεωστεῖ, καὶ δίχα τῆς φυλακῆς τούτων, οὐ δὲ ἐν τῷ νῦν εὑρίσκει ἀνάπαυσιν· διότι καὶ οἱ νόμοι κολάζουσι τοὺς πταίοντας, καὶ οἱ ἄρχοντες βιάζουσι πρὸς σύστασιν ἀρετῆς, κατὰ τὸν Ἀπόστολον· οὐ γὰρ εἰκῆ, φησί, τὴν μάχαιραν φορεῖ· καὶ πάλιν, θέλεις μὴ φοβηθῆναι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς· καὶ ταῦτα μὲν πάντα ὡς φυσικὰ οἱ πάντες καὶ ποιοῦσι, καὶ θέλουσιν, οὐ μὴν ἀλλὰ καὶ ἐκδικοῦσιν.
Ὁ δὲ κλῆρος τοῦ Μοναχοῦ τὰ ὑπὲρ φύσιν, ὡς στρατιώτης Χριστοῦ, δι᾽ ὁ καὶ ὀφείλει γεύσασθαι ἐκ τῶν παθημάτων αὐτοῦ, ἵνα τύχῃ καὶ τῆς δόξης αὐτοῦ· ἀλλὰ καὶ τοῦτο πάλιν φυσικός ἐστι νόμος, μαρτυρούμενος ὑπὸ τῶν αἰσθητῶν πραγμάτων· οὐχ οἱ στρατιῶται τοῦ βασιλέως ἐκ τοῦ συμπάσχειν δοξάζονται; οὐχ ὅσον πάσχει ἕκαστος, τοσοῦτον ἔπαινον ἔχει ἐνταῦθα; καὶ ὅσον φανῇ ἀνίκανος, ἀτιμάζεται; οὐχ ὅσον καθ᾽ ὁμοίωσιν τῆς ἐσθῆτος τοῦ βασιλέως φορεῖ τις, φαίνεται οἰκειότερος αὐτοῦ; καὶ ὅσον μακρὰν ταύτης, φαίνεται ξένος, οὕτω δεῖ σκοπεῖν καὶ περὶ τοῦ ἡμετέρου βασιλέως· ὅσον γάρ τις συμπάσχει, καὶ μιμεῖται τὴν πτωχείαν τοῦ Χριστοῦ, γευόμενος ἐκ τῶν παθημάτων, καὶ ὕβρεων αὐτοῦ, τῶν πρὸ τοῦ σταυρωθῆναι δι᾽ ἡμᾶς καὶ ταφῆναι, τοσοῦτον γίνεται οἰκειότερος αὐτοῦ, καὶ συγκοινωνὸς τῆς δόξης αὐτοῦ, κατὰ τὸν Ἀπόστολον· εἴπερ συμπάσχομέν φησι, καὶ συνδοξασθῶμεν· βαβαί, πῶς ἀγνοοῦμεν ὅτι ὑπὲρ ἄρτου μόνου πόσον πάσχουσι κοπιῶντες στρατιῶται, καὶ λῃσταί; καὶ πόσον ξενιτεύονται ὁδοιπόροι, καὶ θαλασσομάχοι; καὶ πόσον πόνον ὑπομένουσιν ἅπαντες οἱ ἄνθρωποι ἄνευ τῆς βασιλείας τῶν οὐρανῶν ἐλπίδος; καίτοι γε πολλάκις οὐδὲ τοῦ σκοποῦ, δι᾽ οὖ μοχθοῦσιν ἐπιτυγχάνουσι· καὶ ἡμεῖς ὑπὲρ βασιλείας οὐρανῶν καὶ αἰωνίων ἀγαθῶν, οὐ θέλομεν μικρόν τι ὑπομεῖναι· καὶ τοῦτο ἴσως οὐ γίνεται ποληκόποτον, ἐὰν ἡ προαίρεσις εὐδοκῇ καὶ οὐ φορτικὴν καὶ ἀνύποιστον λογίζεται τὴν κτῆσιν τῶν ἀρετῶν, ἀλλὰ μᾶλλον χαράν, καὶ ἀνάπαυσιν διὰ τῆς ἐλπίδος, ἀμεριμνίας τε, καὶ τῆς ἀκουσίου τιμῆς τῆς ἑπομένης τῇ ἀρετῇ· (οἶδε γὰρ αὐτὴν καὶ πολέμιος αἰδεῖσθαι, καὶ θαυμάζειν) καὶ τὸ πέρας ταύτης εὐφροσύνη, καὶ ἀγαλλίασις· οὐ μόνον δὲ, ἀλλὰ καὶ ἐν αὐτῇ ἔχει τὴν χαρὰν μεμιγμένην ἡ ἀπροσπάθεια, ὥσπερ τὴν λύπην ἐν τοῖς πάθεσι τῆς ἀτιμίας ἡ ὑλώδης ζωή· ἧς ῥυσθείημεν, καὶ τύχοιμεν τῆς ἀΰλου ζωῆς καὶ αἰωνίου διὰ τῆς ἀπροσπαθείας τῆς γεννώσης τὴν νέκρωσιν τοῦ σώματος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα πᾶσα, τιμή τε καὶ προσκύνησις πρέπει εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ὅγδοός ἐστιν ὁ λόγος, καὶ τὸ θῆτα·
Νέκρωσιν παθῶν γεννᾷ ἀπροσπάθεια,
Εἰ μὴ γὰρ αὐτὴν κατέχει τίς ἐμπόνως,
Οὐδὲ τῶν παθῶν λυτροῦται ὁ τοιοῦτος,
Νῦν δὲ τὴν ἀρχήν, εὐλόγησον, ὦ Πάτερ.
ΛΟΓΟΣ Η΄.
Θεῷ διὰ παντὸς προσέχει διὰ τῆς θεωρίας ὁ ἀπροσπαθής· ἀπροσπάθεια γὰρ αἰσθητῶν, θεωρίαν νοητῶν ἐγείρει· θεωρίαν δὲ ἐνταῦθα οὐ τὴν τῶν ὄντων, ἀλλὰ τὴν τῶν πρὸ θανάτου, καὶ μετὰ θάνατον δεινῶν περὶ ὧν διδάσκεται ὑπὸ τῆς χάριτος ὁ ἀπροσπαθής, πρὸς νέκρωσιν παθῶν ἐκ τοῦ πένθους, ἵνα εἰς πραότητα λογισμῶν ἔλθῃ, καιροῦ καλοῦντος· ἐκ γὰρ πίστεως, φόβος, κἀκ τούτου ἡ εὐσέβεια, ἤτοι ἐγκράτεια, ὑπομονὴ πένθους, πραότης, πεῖνα, καὶ δίψα τῆς δικαιοσύνης, ἤγουν πασῶν τῶν ἀρετῶν, ἐλεημοσύνη, κατὰ τοὺς μακαρισμοὺς τοῦ Κυρίου, ἀπροσπάθεια, καὶ ἐκ ταύτης, νέκρωσις τοῦ σώματος, ἐκ τῶν πολλῶν στεναγμῶν καὶ πικρῶν δακρύων τῶν τῆς μετανοίας, καὶ τῆς λύπης, ἐξ ὧν ἡ ψυχὴ ἀποβάλλεται τὴν χαρὰν τοῦ κόσμου, καὶ αὐτὴν τὴν τροφὴν ἐκ τῆς ἀδημονίας· διότι ἄρχεται βλέπειν τὰ ἑαυτῆς πταίσματα, ὡς τὴν ἄμμον τῆς θαλάσσης· καὶ τοῦτό ἐστιν ἡ ἀρχὴ τοῦ φωτισμοῦ τῆς ψυχῆς, καὶ τεκμήριον τῆς ὑγείας αὐτῆς· τὰ γὰρ πρὸ τούτου γινόμενα ἴσως δάκρυα, καὶ δῆθεν νοήματα θεῖα καὶ κατάνυξις καὶ τὰ τοιαῦτα, χλεύη εἰσί, καὶ κλοπὴ τῶν δαιμόνων, καὶ μάλιστα τοῖς ἐν μέσῳ ἀνθρώπων διάγουσιν ἢ ἐν περισπασμῷ, κἂν λίαν σμικρὸς εἴῃ· διότι οὐκ ἔστι δυνατὸν ἔτι πρός τινα τῶν αἰσθητῶν διακείμενοι περιγενέσθαι τῶν παθῶν· εἰδέ τις προβάλλεται τοὺς ἀρχαίους, ὡς εἶχον τὰ ἀμφότερα, γινωσκέτω, ὅτι εἶχον μὲν οὐ κατὰ πάθος δὲ ἐχρήσαντο τινὶ τὸ παράπαν· καὶ δῆλον ἐκ τοῦ λαβεῖν αὐτοὺς γυναῖκας, καὶ μετὰ πολλὰ ἔτη γινώσκειν ταύτας· ὡς γέγραπται ἐν τῇ παλαιᾷ περὶ τῆς γενεαλογίας τῶν ἀνθρώπων, πῶς ἔχοντας, καὶ μὴ ἔχοντας ὡσαύτως ἦν· καὶ ἐκ τοῦ Ἰώβ, καὶ ἐκ τῶν λοιπῶν δικαίων· οὐ μόνον δὲ ἀλλὰ καὶ ὁ Δαβὶδ Βασιλεὺς ἦν, καὶ Προφήτης· καὶ ὁ Σολομὼν μέχρι τινός· καὶ πῶς, ἔφη ὁ αὐτός· περισπασμὸν πονηρὸν ἔδωκεν ὁ Θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων, τοῦ περισπᾶσθαι ἐν τοῖς ματαίοις; ἵνα μὴ ἐκκλίνωσιν εἰς τὰ χείρονα· καὶ ταῦτα τῶν πραγμάτων ἡ φύσις διδάσκει· εἰ γὰρ καὶ μυρίων περισπασμῶν ὄντων, τινὲς εὐκαιρίαν εὑρίσκουσιν εἰς τὸ ποιεῖν τὰ ἄθεσμα, πόσῳ μᾶλλον, εἰ ἦν ἡ ζωὴ ἡμῶν ἀπερίσπαστος; διὰ τοῦτο ὁ μὲν τοιοῦτος περισπάσθω· κρεῖττον γὰρ τὸ πονηρῶς περισπασθῆναι αὐτόν, καὶ ἐκ τῶν θείων πραγμάτων καὶ νοημάτων ἀργὸν εὑρίσκεσθαι, ἢ ποιεῖν ἀλλὰ πονηρὰ πολλὰ χείρονα τούτων· ὁ δὲ Θεοῦ χάριτι, εἰς μερικὴν γνῶσιν φθάσας καὶ κατανοεῖν δυνηθῇ τὰ πρὸ θανάτου καὶ μετὰ θάνατον δεινά, ἅπερ ἡ παρακοὴ προσέφερεν, οὐκ ὀφείλει καταλιπεῖν τὰ τοιαῦτα νοήματα, καὶ τὰ φέροντα ταῦτα ἔργα ἐν ἡσυχίᾳ πάσῃ καὶ ἀμεριμνίᾳ, καὶ περισπᾶσθαι ἐν τοῖς ματαίοις· ματαιότης γὰρ ματαιοτήτων, τὰ πάντα ματαιότης· ἐξ οὖ λαβὼν ὁ Δαμασκηνὸς τὴν ἀφορμήν, ἔφη, ἀληθῶς ματαιότης τὰ σύμπαντα· ὁ δὲ βίος σκιὰ καὶ ἐνύπνιον· καὶ γὰρ μάτην ταράττεται πᾶς ἄνθρωπος, ὡς εἶπεν ἡ γραφή· καὶ εἰκότως· ὅπου γὰρ τὸ τέλος σαπρία καὶ χοῦς, τί ματαιότερον;
διὰ τοῦτο νέκρωσις μὲν ἡ ἀπροσπάθεια, πλὴν οὐ τοῦ νοός, ἀλλὰ τοῦ σώματος ἐκ τῶν προτέρων κινημάτων αὐτοῦ πρὸς τρυφὴν καὶ ἀνάπαυσιν· σαρκικὸν γὰρ θέλημά ἐστιν ἡ ἀνάπαυσις, κἂν λίαν σμικρὰ ὑπάρχῃ. Ἐπειδὴ ἡ ψυχὴ ἐκ τούτου μᾶλλον λυπεῖται, εἴπερ ὁρᾷ τι πνευματικὸν ὅλως ἔργον ἐν αὐτῇ, ἢ γνῶσιν· εἰ δὲ ἐστὶ καὶ αὐτὴ σάρξ, οὐ μὴ καταμείνῃ τὸ Πνεῦμα τοῦ Θεοῦ· ὅθεν οὐδὲ μέλλει αὐτὴ περί τινος ἔργου ἀγαθοῦ, ἀλλὰ τὰ τοῦ σώματος καὶ τῶν ἐν αὐτῇ κειμένων παθῶν ἐκπληρῶν ἀγωνίζεται θελήματα, καὶ σκότος ἐπὶ σκοτώσει, λαμβάνουσα, ἀεὶ ἐν καθόλου ἀγνωσίᾳ διάγει μετὰ προθυμίας· ὁ δὲ φωτισθεὶς εἰς τὸ βλέπειν τὰ ἑαυτοῦ πταίσματα, οὐ παύεται θρηνῶν ἑαυτόν, καὶ πάντας ἀνθρώπους, βλέπων τὴν τοσαύτην τοῦ Θεοῦ ἀνοχήν, καὶ τοσαῦτα πταίσματα, ἅπερ ἐξ ἀρχῆς καὶ ἄνωθεν ἐποιήσαμεν, καὶ ποιοῦμεν ἀεὶ οἱ ἄθλιοι· κἀκ τούτου γίνεται εὐγνώμων, μηδ᾽ ὅλως τολμῶν κατακρῖναί τινα, αἰσχυνόμενος ἐκ τῶν πολλῶν εὐεργεσιῶν τοῦ Θεοῦ, καὶ τῶν ἡμετέρων πταισμάτων· κἀντεῦθεν μετὰ χαρᾶς καταλιμπάνει πᾶν ἴδιον θέλημα, μὴ κατὰ Θεὸν γινόμενον, καὶ τῶν αἰσθήσεων ἐπιμελεῖται, ἵνα μή τι τὸ παράπαν ποιῶσιν παρὰ τὴν ἀναγκαίαν χρῆσιν, κατὰ τὸν Προφήτην· Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου· ἀλλὰ δεῖ προσέχειν, μήπως καὶ αὐτός, μετὰ τὸ φθάσαι εἰς τοσοῦτον ὕψος, ἐξ ἀμελείας ἢ ἐπάρσεως πάθῃ τὰ ἐκείνου, καὶ ἴσως οὐ μὴ δυνηθῆ μετανοῆσαι κατ᾽ ἐκεῖνον, διότι ἡ μὲν ἁμαρτία πρόχειρος καὶ τοῖς λίαν δικαίοις· ἡ δὲ μετάνοια, οὐ πᾶσι πρόχειρος, διὰ τὸ ἐγγὺς εἶναι τὸν θάνατον, καὶ πρὸ τούτου τὴν ἀπόγνωσιν· καλὸν μὲν οὖν τὸ μὴ πίπτειν, ἢ πίπτειν, καὶ ἐγείρεσθαι εἰ δὲ πεσεῖν συμβῇ, καλὸν τὸ μὴ ἀπογνῶναι ἑαυτοὺς καὶ ἀποξενοῦσθαι τῆς φιλανθρωπίας τοῦ δεσπότου· δύναται γὰρ θέλων καὶ ποιῶν ἔλεος μετὰ τῆς ἀσθενείας ἡμῶν· μόνον αὐτοῦ μὴ ἀναχωρῶμεν, μηδὲ στενοχωρώμεθα ὑπὸ τῶν ἐντολῶν βιαζόμενοι, καὶ μὴ δυνάμενοι φθάσαι ἀποκάμωμεν· ἀλλὰ μάθωμεν ὅτι χίλια ἔτη ἐνώπιον Κυρίου, ὡς ἡμέρα μία, καὶ ἡμέρα μία, ὡς χίλια ἔτη· μηδὲ σπουδάζωμεν, μηδὲ ὀκλάζωμεν, ἀλλ᾽ ἀεὶ ἀρχὴν βάλλωμεν· ἔπεσες, ἀνάστα· καὶ πάλιν ἔπεσες, ἀνάστα· μόνον τὸν ἰατρὸν μὴ καταλείπῃς, καὶ αὐτοκτόνου χείρων κατακριθήσῃ τῇ ἀπογνώσει· παράμεινον αὐτὸν καὶ αὐτὸς ποιήσει ἔλεος, εἴτε δι᾽ ἐπιστροφῆς, εἴτε διὰ πειρασμῶν, εἴτε δι᾽ ἄλλης προνοίας, ἀγνοοῦντός σου· ἔχει γὰρ ἔθος ὁ διάβολος ἐπιβάλλειν τῇ ψυχῇ, οἷα εὑρίσκει αὐτῇ προκείμενα, εἴτε χαρὰν καὶ οἴησιν, εἴτε λύπην καὶ ἀπόγνωσιν, εἴτε καμάτων ὑπερβολήν, εἴτε ἀργίαν παντελῆ, εἴτε δῆθεν παρὰ καιρὸν καὶ παρὰ χρῆσιν πράγματα, καὶ νοήματα· εἴτε σκοτασμὸν καὶ μῖσος ἄκριτον πρὸς πάντα τὰ ὄντα· καὶ ἁπλῶς, οἵαν εὑρίσκει κειμένην ἐν ἑκάστῃ ψυχῇ ὕλην, τοιαύτην καὶ ἐπιβάλλει, ἵνα μὴ χρήσιμος γένηται· κἂν ἴσως ἀγαθή ἐστι καὶ θεάρεστος, ἐὰν μεμετρημένη γένηται ὑπὸ τῶν δυναμένων κρίνειν τὰ πράγματα καὶ εὑρεῖν τὸν σκοπὸν τοῦ Θεοῦ, τὸν κεκρυμμένον μέσον τῶν κυκλούντων αὐτὸν ἓξ παθῶν, λέγω, τοῦ ἄνωθεν αὐτοῦ, καὶ κάτω, τῶν δεξιῶν αὐτοῦ, καὶ ἀριστερῶν, καὶ τοῦ ἔξωθεν αὐτοῦ καὶ ἔσωθεν· εἴτε γὰρ πρᾶξις κατὰ Θεόν, εἴτε γνῶσις, ἔχει σκοπὸν ἀγαθὸν ἐγκείμενον τῶν ἐναντίων αὐτῷ ἓξ παθῶν· διὰ τοῦτο εἰς πᾶν πρᾶγμα δέεταί τις τοῦ ἐρωτᾶν κατὰ τὸν Ἅγιον Ἀντώνιον, καὶ τοῦτο οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς ἔχουσι χάρισμα διακρίσεως, ἵνα μὴ ἄπειροι ὄντες, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται κατὰ τὸ Εὐαγγελικὸν παράδειγμα· διότι χωρὶς διακρίσεως οὐδὲν καλὸν γίνεται, κἂν λίαν καλὸν φαίνηται τοῖς ἀγνοοῦσιν, εἴτε διὰ τὸ παρὰ καιρὸν ἢ παρὰ τὴν χρῆσιν, εἴτε παρὰ τὸ μέτρον τοῦ πράγματος, ἢ τὴν ἰσχὺν τοῦ ἀνθρώπου, ἢ τὴν γνῶσιν αὐτοῦ καὶ ἄλλα πολλά· ὁ γὰρ ἔχων διακρίσεως χάρισμα ἐκ ταπεινοφροσύνης ἔλαβεν αὐτό· διὰ τοῦτο πάντα γινώσκει κατὰ χάριν, καὶ καιροῦ καλοῦντος, εἰς διόρασιν ἔρχεται· ἐκ τοῦ πένθους τοίνυν καὶ τῆς ὑπομονῆς γίνεται ἐλπὶς καὶ ἀπροσπάθεια, δι᾽ ὧν ἡ νέκρωσις ἐκ τοῦ κόσμου· καὶ ἐὰν καλῶς ὑπομένῃ τις μὴ ἀπογινώσκων ἐκ τοῦ βλέπειν πανταχοῦ στενοχωρίας καὶ θανάτους, ἀλλὰ γινώσκων ὅτι δοκιμή ἐστι καὶ φωτισμός· μήτε πάλιν θαρρήσας ὅτι ἔφθασεν εἰς μέτρον· βλέπων τὰ πολλὰ δάκρυα τῆς λύπης, ἔρχεται εἰς τὸ βλέπειν ἐναργῶς τὰ τοῦ Κυρίου ἅγια παθήματα, καὶ μεγάλως παρηγορεῖσθαι ἐκ τούτων, καὶ ἡγεῖται ἑαυτὸν ὑπὸ κάτω πάντων ἐν ἀληθείᾳ, ὁρῶν τοσαῦτα ἀγαθὰ γινόμενα εἰς αὐτὸν ὑπὸ τῆς χάριτος τοῦ Θεοῦ. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἰῶτα ἰδοὺ καὶ ἔννατος λόγος,
Περὶ τῶν σεπτῶν τοῦ Χριστοῦ παθημάτων,
Ἐκ θανάτου γὰρ καὶ πταισμάτων τῆς μνήμης,
Δάκρυα πολλὰ γεννῶνται τῷ ἐργάτῃ,
Καὶ ἐκ τούτων τίς ἐν νῷ ἰσχύει ἔχειν
Τὰ πάθη Χριστοῦ, καὶ τῶν αὐτοῦ Ἁγίων,
Νῦν δὲ τὴν ἀρχήν, εὐλόγησον, ὦ Πάτερ.
ΛΟΓΟΣ Θ΄.
Ἵνα μὴ δοκῇ τις μέγα τι ποιῶν ἐκ τῆς ἀσκήσεως, καὶ τῶν πολλῶν στεναγμῶν καὶ δακρύων, δίδοται αὐτῷ ἡ γνῶσις τῶν τοῦ Χριστοῦ παθημάτων, καὶ τῶν Ἁγίων πάντων, καὶ ταῦτα κατανοῶν ἐκπλήττεται θαυμάζων ἅμα καὶ κατακόπτων ἑαυτὸν ἐν ἀσκήσει· καταγινώσκει γὰρ τὴν ἑαυτοῦ ἀσθένειαν ἐκ τῆς θεωρίας τῶν τοσούτων πειρασμῶν, ὧν οὐκ ἔστιν ἀριθμός· καὶ πῶς τοσαῦτα ὑπέμειναν οἱ ἅγιοι μετὰ χαρᾶς; καὶ πόσα δι᾽ ἡμᾶς ἔπαθεν ὁ Κύριος; καὶ σὺν τούτοις φωτίζεται εἰς γνῶσιν τῶν γινομένων καὶ λεγομένων ὑπ᾽ αὐτοῦ· καὶ πάντα τὰ εἰρημένα ἐν τῷ Εὐαγγελίῳ κατανοῶν, ἄρχεται, ποτὲ μὲν θρηνεῖν πικρῶς ἐκ τῆς λύπης, ποτὲ δὲ ἐκ τῆς εὐχαριστίας χαίρεται πνευματικῶς· οὐχ ὅτι ἔργα λογίζεται ἔχειν ἀγαθά, τοῦτο γὰρ οἴησίς ἐστιν, ἀλλ᾽ ὅτι ἁμαρτωλὸς ὢν σφόδρα, τούτων τῆς θεωρίας ἠξιώθη, καὶ ταπεινοῦται μᾶλλον ἔργῳ καὶ λόγῳ, διὰ τῶν εἰρημένων ἑπτὰ πράξεων, καὶ διὰ τῆς ἠθικῆς πράξεως, ἤγουν ψυχικῆς, καὶ τῆς φυλακῆς τῶν πέντε αἰσθήσεων, καὶ τῶν ἐντολῶν τοῦ Κυρίου· καὶ ταῦτα οὐχ ὡς ἔργα ἀγαθά, καὶ μισθοῦ ἄξια λογίζεται, ἀλλὰ μᾶλλον χρέος, καὶ οὐδὲ ποσῶς ἀπολῃθῆναι ἐλπίζων τοῦ χρέους, ἐκ τοῦ μεγέθους τῶν δεδωρημένων αὐτῷ γνώσεων· καὶ γίνεται τρόπῳ τινὶ ὡς αἰχμάλωτος, πρὸς τὰ νοήματα τῶν ἀναγινωσκομένων καὶ ψαλλομένων λογίων· καὶ ἐκ τῆς ἡδονῆς πολλάκις λανθάνεται ἄκων τῶν ἁμαρτιῶν αὐτοῦ, καὶ ἄρχεται ἐκ τῆς χαρᾶς δακρύειν τῇ τοῦ μέλιτος γλυκύτητι· καὶ πάλιν φοβούμενος τὴν πλάνην, μήπως παρὰ καιρόν ἐστι τοῦτο συστέλλεται· καὶ μιμνησκόμενος τῆς πρώτης διαγωγῆς αὐτοῦ πικρῶς δακρύει πάλιν, καὶ οὕτω μέσον τῶν ἀμφοτέρων δακρύων ὁδεύει· ἐὰν προσέχῃ καὶ εἰς πάντα συμβουλεύηται τινὶ ἐμπείρῳ, καὶ προσπίπτῃ τῷ Θεῷ διὰ καθαρᾶς προσευχῆς τῆς πρεπούσης τῷ πρακτικῷ, ἐν τῷ συνάξαι τὸν νοῦν αὐτοῦ ἐκ πάντων ὧν οἶδεν, ἢ ἤκουσε πρὸς τὴν τοῦ Θεοῦ μνήμην, καὶ ζητεῖ μόνον τὸ θέλημα τοῦ Θεοῦ γενέσθαι ἐν πᾶσι τοῖς ἐγχειρήμασιν αὐτοῦ, καὶ νοήμασιν· εἰ δὲ μήγε, ἔχει πλανηθῆναι, ἐν τῷ δοκεῖν ὅτι ἐμφάνειαν μέλλει θεάσασθαι τινὸς τῶν Ἁγίων Ἀγγέλων, ἢ τοῦ Χριστοῦ· ἀγνοῶν, ὅτι ὁ ζητῶν ἰδεῖν τὸν Χριστόν, οὐκ ἔξωθεν ὀφείλει ζητεῖν, ἀλλ᾽ ἐν ἑαυτῷ διὰ τῆς μιμήσεως αὐτοῦ τῆς ἐν τῷ κόσμῳ διαγωγῆς, καὶ τὸ γενέσθαι σῶμα καὶ ψυχὴν ἀναμάρτητος, ὡς ὁ Χριστός· καὶ νοῦν ἔχειν διὰ Χριστὸν νοοῦντα ἀεί· τὸ δὲ σχῆμα, ἢ χρῶμα, ἢ λογισμὸν ἔχειν κατὰ τὸν καιρὸν τῆς προσευχῆς, οὐκ ἔστι καλόν, ἀλλὰ μᾶλλον βλαβερὸν πάνυ· τὸ γὰρ ἐν τόπῳ Θεοῦ εἶναι τὸν νοῦν, ἐδήλωσεν ὁ Ἅγιος Νεῖλος, λαβὼν τὴν χρῆσιν ἐκ τοῦ ψαλτῆρος, καὶ ἐγενήθη φησίν, ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ· εἰρήνη δὲ ἐστὶ τὸ μηδόλως ἔχειν λογισμὸν καλόν, ἢ πονηρόν, ἐπειδή, φησὶν ὁ αὐτός, ἐὰν ὁ νοῦς αὐτοῦ αἴσθηται, οὐκ ἔστιν ἐν τῷ μόνῳ Θεῷ, ἀλλὰ καὶ ἐν ἑαυτῷ· καὶ εἰκότως· ἀπερίγραπτον γὰρ τὸ θεῖον καὶ ἀόριστον, ἀνείδεόν τε καὶ ἄχρουν· καὶ ὁ λέγων εἶναι μετὰ μόνου Θεοῦ, οὕτως ὀφείλει εἶναι ἀνείδεος, ἄχρους, ἀσχημάτιστος καὶ ἀπερίσπαστος· τὸ δὲ ἔξωθεν τούτου πλάνη ἐστὶ δαιμονική· διὰ τοῦτο ὀφείλει τις προσέχειν καὶ ἐκτὸς ἐρωτήσεως τῶν ἐμπείρων μηδόλως λογισμὸν στήσῃ καλὸν ἢ κακόν· διότι τὰ ἀμφότερα ἀγνοοῦμεν· οἱ γὰρ δαίμονες σχηματίζονται εἰς ἅπερ βούλονται καὶ φαίνονται, ὡς καὶ ὁ ἀνθρώπινος νοῦς, πρὸς ἃ βούλεται καὶ αὐτὸς σχηματίζεται καὶ βάφεται πρὸς τὸ εἶδος τοῦ ἀναλαμβανομένου ὑπ᾽ αὐτοῦ πράγματος· ἀλλ᾽ οἱ μὲν δαίμονες πρὸς τὸ ἀποπλανῆσαι ἡμᾶς τοῦτο ποιοῦσιν, ὁ δὲ ἡμέτερος νοῦς ῥέμβεται ἀλόγως πρὸς τὸ φθάσαι αὐτὸν εἰς τελειότητα· πλὴν ὅσον δύναταί τις κατέχειν αὐτὸν ὀφείλει εἴς τινα μελέτην κατὰ Θεόν· ὥσπερ γὰρ ἑπτά εἰσιν αἱ σωματικαὶ ἐργασίαι, οὕτω καὶ ὀκτώ εἰσιν αἱ θεωρίαι τοῦ νοός, ἤτοι γνώσεις· τρεῖς μέν εἰσιν αἱ προειρημέναι περὶ τῶν ἀχράντων παθημάτων τοῦ Κυρίου, ἃς καὶ ὀφείλει τις ἀφ᾽ ἑαυτοῦ μελετᾶν ἀεὶ πρὸς τὸ πενθεῖν τὴν ἑαυτοῦ ψυχήν, καὶ τῶν ὁμογενῶν, τοῦτ᾽ ἔστιν ἐννοεῖν τὰ γενόμενα ἐξ ἀρχῆς δεινὰ ὑπὸ τῆς παραβάσεως, καὶ πῶς εἰς τοσαῦτα πείθει ἡ φύσις ἐξέπεσε, καὶ τὰ ἑαυτοῦ πταίσματα καὶ τοὺς πειρασμοὺς τοὺς γινομένους πρὸς διόρθωσιν· ἔπειτα τὸν θάνατον καὶ τὰ μετὰ θάνατον ἀναμένοντα τοὺς ἁμαρτωλοὺς δεινά, ὅπως στιφθεῖσα ἡ ψυχὴ σχολάζῃ εἰς τὸ πένθος πρὸς παράκλησιν καὶ ταπείνωσιν ταύτης, ἵνα μὴ ἴσως ἀπογινώσκῃ ἐκ τῶν πολλῶν καὶ φρικτῶν ἐκείνων νοημάτων, μηδὲ πάλιν δοκῇ εἰς ἔργον πνευματικὸν πεφθακέναι· ἀλλ᾽ ἵνα μένῃ εἰς τὸν φόβον καὶ τὴν ἐλπίδα, ὅπερ λέγεται πραότης τῶν λογισμῶν, ἥτις ὡσαύτως ἔχει καὶ αὕτη εἰς γνῶσιν καὶ διάκρισιν φέρει τὸν νοῦν κατὰ τὸν Προφήτην· ὁδηγήσῃ πραεῖς ἐν κρίσει, μᾶλλον δὲ ἐν διακρίσει· ἥτις λέγεται ὑπὸ τοῦ Προφήτου γνῶσις μετ᾽ εὐσεβείας, ἀλλ᾽ ὥσπερ ἡ εὐσέβεια, μία μέν ἐστιν ὀνομασία, πολλὰς δὲ ἔχει τὰς ἐργασίας, οὕτω καὶ ἡ γνῶσις, μία μὲν ὀνομάζεται, πολλὰς δὲ γνώσεις, καὶ θεωρίας ἔχει· καὶ γὰρ ἡ ἀρχὴ τῆς σωματικῆς πράξεως γνῶσις ἦν, καὶ δίχα γνώσεως, οὐδεὶς ἔρχεται εἰς τὸ ποιεῖν τὸ ἀγαθόν, καὶ μέχρι τέλους τῆς υἱοθεσίας φημί, καὶ τῆς τοῦ νοὸς εἰς τὸν οὐρανὸν ἀναλήψεως ἐν Χριστῷ γνῶσις λέγεται καὶ θεωρία· ἀλλ᾽ ἡ μὲν πρὸ τοῦ καμάτου, ἵνα δι᾽ αὐτῆς κατορθῆται τὸ ἔργον, ὥσπερ δι᾽ ἐργαλείου κτίσις· ἡ δὲ μετὰ τὴν πίστιν ἵνα φυλάττηται ὡς τεῖχος ἐκ τοῦ φόβου· καὶ πάλιν ἡ γνῶσις καὶ ἐργασία τῶν ἀρετῶν τῆς ψυχῆς γίνεται, ἵνα τὰ τοῦ παραδείσου φυτὰ ἑτοιμάζωνται καὶ φυτεύωνται· εἶθ᾽ οὕτως ἡ γνῶσις τοῦ νοός, καὶ ἡ πνευματικὴ ἐργασία, ἤγουν ἡ τούτου ἐπιστασία, καὶ κατάστασις τῶν ἠθῶν τῆς ψυχῆς, ἵνα ἐπιστημόνως ἐργάζηται, καὶ φυλάττῃ ὁ ἐργάτης τῶν ἐντολῶν· ἐξ ὧν ἐπιμέλεια τῶν φυτῶν, καὶ ἡ θεία κυβέρνησις γίνεται, ὡς ἥλιος, βροχή, ἄνεμος, καὶ αὔξησις, ὧν χωρίς, ὅλος ὁ κόπος τοῦ ἐργάτου μάταιός ἐστι, κἂν ἴσως κατὰ λόγον γίνεται· διότι οὐδὲ δίχα τῆς ἄνωθεν ῥοπῆς, δύναταί τι ἀγαθὸν γενέσθαι, οὐδὲ ἡ ἄνωθεν ῥοπή, οὔτε ἡ χάρις ἐπὶ τὸν μὴ προαιρούμενον γίνεταί φησιν ὁ θεῖος Χρυσόστομος· ἀλλὰ πάντα διπλᾶ τὰ τοῦ βίου τούτου, πρᾶξις, καὶ γνῶσις· προαίρεσις, καὶ χάρις· φόβος καὶ ἐλπίς· ἄθλα καὶ ἔπαθλα· ἀλλ᾽ οὐδὲ τὰ δεύτερα γίνονται, πρὶν τελεσθῶσι τὰ πρῶτα· εἰδ᾽ ἴσως φαίνονται, ἀλλὰ πλάνη ἐστίν· ὥσπερ ὁ ἄπειρος τῆς γεωργικῆς ἐπιστήμης, ὅταν ἴδῃ τὸ ἄνθος, καὶ δοκῇ ὅτι καρπός ἐστιν, εὐθέως ὁρμήσει τοῦ ἐπισυνάγειν αὐτό, καὶ οὐκ οἶδεν, ὅτι τὸν καρπὸν ἀπόλλυσιν ἐν τῷ συνάγειν τὸ φαινόμενον, οὕτω καὶ ἐνταῦθα· τὸ γὰρ οἴεσθαι οὐκ ἐᾷ γενέσθαι τὸ οἰόμενον, φησὶν ὁ Ἅγιος Νεῖλος· διὰ τοῦτο ὀφείλει τις παραμένειν τῷ Θεῷ, καὶ μετὰ διακρίσεως ποιεῖν πάντα· αὕτη δὲ γίνεται ἐκ τοῦ ἐρωτᾶν μετὰ ταπεινώσεως καὶ τοῦ μέμφεσθαι ἑαυτόν, καὶ τὰ ὑπ᾽ αὐτοῦ γινόμενα καὶ νοούμενα· διότι σχηματίζεται ὁ διάβολος εἰς Ἄγγελον φωτός· καὶ οὐ θαῦμα· ἐπεὶ καὶ οἱ ἐξ αὐτοῦ φυόμενοι λογισμοί, ὡς νοήματα δικαιοσύνης φαίνονται τοῖς ἀπείροις· ταπείνωσις μὲν ἐστὶ θύρα ἀπαθείας φησὶν ὁ τῆς Κλίμακος· ὕλη δὲ ταύτης ἡ πραότης ἐστί· κατὰ τὸν Μέγαν Βασίλειον· αὕτη γὰρ ποιεῖ τῷ ἀνθρώπῳ ἀεὶ ἔχειν ὡσαύτως, ἔν τε δυσχερέσι πράγμασι, καὶ νοήμασι· καὶ οὔτε τιμῆς, οὗτε ἀτιμίας φροντίζει, ἀλλὰ τὰ ἡδέα καὶ ἐπίπονα μετὰ χαρᾶς· δέχεται, καὶ οὐ ταράσσεται, ὡς ἡ παρθένος ἐκείνη, περὶ ἧς ἔφη ὁ Μέγας Ἀντώνιος· ὅτι καθημένου μου ποτὲ πρὸς τὸν Ἀββᾶν ὁδεῖνα, ἦλθε παρθένος τίς, καὶ εἶπε τῷ γέροντι· Ἀββᾶ ἕλκω τὰς ἓξ ἕξ, καὶ τὴν παλαιὰν καὶ καινὴν ἐκστηθίζω καθ᾽ ἑκάστην· πρὸς ἣν ἀπεκρίθη ὁ γέρων ἐκεῖνος· ἐγένετό σοι ἡ ἔνδεια, ὡσεὶ δαψίλεια;
ἡ δὲ ἔφη, οὐχί· οὐδὲ ἡ ἀτιμία, ὡς ἡ εὐφημία; οὐχὶ Ἀββᾶ· οὐδὲ οἱ ἐχθροί, ὡς οἱ φίλοι; καὶ εἶπεν οὐχί· λέγει πρὸς αὐτὴν ὁ σοφὸς γέρων ἐκεῖνος· ὕπαγε· ἐργάζου, οὐδὲν γὰρ ἔχεις· καὶ εἰκότως· ἐὰν τοσαῦτα ἐνήστευεν, ὥστε ἅπαξ τῆς ἑβδομάδος ἤσθιε, καὶ τοῦτο ἐλάχιστόν τι βρῶμα, οὐκ ἔδει αὐτὴν ἔχειν τὴν ἔνδειαν, ὡς τὴν δαψίλειαν; καὶ πάλιν τὴν παλαιὰν καὶ νέαν ἐκστήθιζε καθ᾽ ἑκάστην, καὶ οὐκ ἔμαθε ταπεινωθῆναι; καὶ μὴ ἔχουσά τι ὅλως ἐκ τοῦ βίου, οὐκ ἔδει πάντας φίλους ἔχειν; οὐδὲ κἂν τοὺς ἐχθρούς, ὡς φίλους μαθεῖν ἴσχυσεν ἐκ τοσούτων καμάτων; καλῶς λοιπὸν εἶπεν, οὐδὲν ἔχεις· ἐγὼ δὲ καὶ προστίθημι, ὅτι ὁ τοιοῦτος καὶ μεγάλως κατακέκριται, ὥς φησιν ὁ Χρυσόστομος περὶ τῶν πέντε παρθένων τῶν μωρῶν· ὅτι τὸ βαρύτερον ἴσχυσαν ἀσκῆσαι, ἤγουν τὴν ὑπὲρ φύσιν παρθενίαν, καὶ τὸ ἐλαφρότερον οὐκ ἠδύναντο, ἤτοι τὴν ἐλεημοσύνην ἣν μᾶλλον καὶ ἕλληνες, καὶ ἄπιστοι, ὡς φυσικὴν ποιοῦσι, μέχρι τῆς σήμερον· ἀλλὰ καθὼς οὐκ ἐγίνωσκε τὸ ζητούμενον ἐκοπία εἰς μάτην· ἔδει ὑμᾶς, φησὶν ὁ Κύριος, ταῦτα ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι· καλὴ μὲν ἡ ἄσκησις ἀλλὰ μετὰ ὀρθοῦ σκοποῦ· καὶ τοῦ οὐχ ὡς ἔργον, ἀλλ᾽ ὡς ἑτοιμασίαν ἔργου ὀφείλομεν ἔχειν, μηδὲ ὡς καρπόν, ἀλλ᾽ ὡς γῆν, δυναμένην μετὰ χρόνου, κόπου τε, καὶ Θεοῦ τρέφειν φυτά, ἐξ ὧν ὁ καρπὸς γίνεται, ἤτις ἐστὶ κάθαρσις τοῦ νοός, καὶ ἕνωσις τῷ Θεῷ· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.
Δέκατον ἰδοὺ τὸ κάππα, καὶ ὁ λόγος,
Περὶ τῆς Χριστοῦ ταπεινώσεως πάλιν,
Ἐκ τοῦ μηδαμῶς περί τινος φροντίζειν,
Ἀλλὰ ἑαυτὴν ἐργάζεσθαι διόλου,
Ἀεὶ ἡ ψυχὴ σὺν πάσῃ ἐργασίᾳ.
Νῦν δὲ τὴν ἀρχήν, εὐλόγησον, ὦ Πάτερ
ΛΟΓΟΣ Ι΄.
Κυρίως ὁ ταπεινόφρων οὐδέποτε παύεται τοῦ μέμφεσθαι ἑαυτόν, κἂν ὅλος ὁ Κόσμος μάχωνται αὐτῷ καὶ ἀτιμάζωσιν· ἵνα μὴ μόνον ἀκουσίως σωθῇ, ὡς οἱ ἔχοντες ὑπομονήν, ἀλλ᾽ ἵνα ἑκουσίως τρέχῃ πρὸς τὰ πάθη τοῦ Χριστοῦ· ἐξ ὧν ἔμαθεν ὁ τοιοῦτος τὴν μείζονα πασῶν τῶν ἀρετῶν εἰς ἣν κατοικεῖ τὸ Πνεῦμα τὸ Ἅγιον· αὕτη γάρ ἐστιν ἡ θύρα τῆς βασιλείας, ἤγουν τῆς ἀπαθείας· καὶ ὁ εἰσελθὼν δι᾽ αὐτῆς πρὸς τὸν Θεὸν ἔρχεται· καὶ χωρὶς ταύτης, μάταιος ὁ κόπος καὶ πολύπονος ὁ δρόμος· αὕτη δὲ πᾶσαν ἀνάπαυσιν χαρίζει τῷ ἔχοντι αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ, διότι τὸν Χριστὸν ἔχει ἔνοικον· διὰ ταύτης γὰρ ἡ χάρις παραμένει, καὶ τὰ χαρίσματα φυλάττονται· αὕτη μὲν γεννᾶται ἐκ πλείστων ἀρετῶν· ἤγουν ἐξ ὑπακοῆς, ὑπομονῆς, ἀκτημοσύνης, πτωχείας, θείου φόβου, γνώσεως, καὶ ἄλλων· κυριώτερον δὲ ἐξ ὧν ἡ διάκρισις, ἡ φωτίζουσα τὰ πέρατα τοῦ νοός· πλὴν μὴ δοκῇ τις, ὅτι ἁπλῶς καὶ ὡς ἔτυχε γίνεται ταπεινόφρων, ἀλλὰ πρᾶγμά ἐστιν ὑπὲρ φύσιν, καὶ σχεδὸν καθ᾽ ὅσον μέγα ἐστὶ τὸ χάρισμα, κατὰ τοῦτο πολλὴν ἔχει καὶ τὴν δυσχέρειαν, καὶ πολλῆς φρονήσεως δέεται, καὶ ὑπομονῆς ἐναντίον τῶν ἐναντιουμένων αὐτῷ πειρασμῶν καὶ δαιμόνων· διότι πάσας τὰς αὐτῶν παρέρχεται παγίδας· ἡ ταπείνωσις γέννημά ἐστι τῆς γνώσεως, ἡ δὲ γνῶσις γέννημα τῶν πειρασμῶν· ὁ δὲ γνοὺς ἑαυτόν, δίδοται αὐτῷ ἡ γνῶσις τῶν πάντων· καὶ ὁ ὑποταγεὶς τῷ Θεῷ, ὑποταγήσεται αὐτῷ τὰ πάντα, ὅτε βασιλεύσῃ ἡ ταπείνωσις ἐν τοῖς μέλεσιν αὐτοῦ· καὶ εἰκότως· ἐκ γὰρ τῶν πολλῶν πειρασμῶν, καὶ τῆς τούτων ὑπομονῆς γίνεταί τις ἔμπειρος, κἀκ τούτου γινώσκει τὴν ἰδίαν ἀσθένειαν, καὶ τὴν τοῦ Θεοῦ δύναμιν· καὶ ἐκ τῆς γνώσεως τῆς ἰδίας ἀσθενείας καὶ ἀγνωσίας, ὅτι ἠγνόει ποτὲ, ἅπερ νῦν ἔμαθεν, ὑπολαμβάνει· ὅτι ὄντως ὡς ταῦτα ἠγνόει ποτὲ καὶ οὐκ οἶδεν ὅτι ἀγνοεῖ, οὕτω καὶ ἄλλα πολλά εἰσιν, ἅπερ μετὰ ταῦτα ἴσως γνῶσιν ἔχει λαβεῖν κατὰ τὸν Μέγαν Βασίλειον· φησὶ γὰρ εἰ μὴ τις γεύσηται πράγματος, οὐκ οἶδε τί ὑστερεῖται· ὁ δὲ γευσάμενος τῆς γνώσεως, γινώσκει ἐκ μέρους ὅτι ἀγνοεῖ καὶ γίνεται αὐτῶ ἡ γνῶσις ταπεινώσεως πρόξενος· καὶ πάλιν ὁ γνοὺς ἑαυτὸν ὅτι κτίσμα ἐστὶ τρεπτόν, οὐδέποτε ἐπαίρεται ἐν μηδενί· ὅτι κἂν τι ἔχει ἴσως, τοῦ κτίσαντος αὐτόν ἐστιν· οὐδεὶς γὰρ σκεῦος τι ἐπαινεῖ, ὅτι αὐτὸ ἑαυτὸ ἐποίησεν εὔχρηστον, ἀλλὰ τὸν ποιητὴν τούτου ἐγκωμιάζει· ὅταν δὲ ἀφανισθῇ τότε τὸν αἴτιον μέμφεται, καὶ οὐχὶ τὸν ποιητήν· εἰ δὲ λογικόν ἐστι σκεῦος, ἐξ ἀνάγκης καὶ αὐτεξούσιόν ἐστιν· καὶ λοιπὸν εἰς μὲν τὰ καλά, ὁ ποιητὴς δοτήρ, ὥσπερ καὶ τῆς πλάσεως αἴτιος εἰς δὲ τὴν πτῶσιν, καὶ παρατροπήν, ἡ προαίρεσις τοῦ αὐτεξουσίου· ὥσπερ οὖν ἕπεται καὶ κατὰ χάριν ἔπαινος μένοντι ἀτρέπτῳ, οὕτω καὶ ψόγος δεχομένῳ τὴν κακίαν τοῦ ὄφεως· οὐ γὰρ τῷ λαμβάνοντι δῶρα ἔπαινος, ἀλλὰ τῷ παρέχοντι πρέπει σὺν τῇ εὐχαριστίᾳ, κατὰ χάριν δὲ ἴσως ἔχει ὁ λαβὼν ἔπαινον διὰ τὸ προθέσει λαβεῖν ἃ οὐκ εἶχέ, μᾶλλον δὲ διὰ τὸ εὐγνωμονεῖν περὶ τὸν εὐεργέτην· καὶ εἰ μὴ τοῦτο γίνεται, οὐ μόνον ἐκπίπτει τῶν ἐπαίνων, ἀλλὰ καὶ κατακρίνεται τῇ ἀγνωμοσύνῃ αὐτοῦ· οὐδεὶς δὲ οὕτως ἀναιδῶς τολμᾶ λέγειν, ὅτι οὐκ ἔλαβε δωρεάν, ἀλλὰ μετὰ πανουργίας κλέπτων τὸν ἔπαινον, καὶ καυχώμενος ἡσυχῇ, κατακρίνει τοὺς δῆθεν μὴ κατ᾽ αὐτὸν γινομένους, ὡς ὅτι αὐτὸς τὸν πλοῦτον, ὃν δοκεῖ ἔχειν, προσέφερεν ἑαυτῷ, καὶ οὐ κατὰ χάριν ἔλαβεν· εἰ δὲ ἴσως εὐχαριστεῖ ὁ τοιοῦτος τῷ δοτῆρι, ἀλλὰ κατὰ τὸν Φαρισαῖον ἐκεῖνον σχηματίζεται, καὶ λέγει πρὸς ἑαυτόν, εὐχαριστῶ σοι ὅτι τάδε, καὶ τάδε εἰμί· καλῶς οὖν εἶπεν ὁ Εὐαγγελιστής, μᾶλλον δὲ ὁ καρδιογνώστης Θεός· πρὸς ἑαυτόν, ἀλλ᾽ οὐ πρὸς τὸν Θεὸν ἔλεγεν· εἰ γὰρ καὶ πρὸς τὸν Θεὸν ἐδόκει τῷ στόματι λέγειν, ἀλλ᾽ ὁ γινώσκων τὴν ἐπηρμένην αὐτοῦ ψυχήν, οὐ πρὸς τὸν Θεὸν εἶπεν· ἀλλὰ φησί, σταθεὶς ὁ Φαρισαῖος πρὸς ἑαυτόν, τάδε ἔλεγε.
Τὸ δὲ λέγειν τὴν γραφὴν πολλάκις τὰ αὐτὰ ῥητά, ἢ τὰ τούτοις ὅμοια, οὐκ ἔστι, φησὶν ὁ Χρυσόστομος ἀλληλογία, ἢ πολυλογία, ἀλλ᾽ ἵνα ἐντυπωθῇ ὁ λόγος ἐν τῇ καρδίᾳ τῶν ἀκροατῶν· ὁ δὲ ψαλμῳδὸς ἐκ πόθου οὐκ ἤθελε τὸ ῥητὸν καταλιπεῖν ὡς οἱ μὴ γευσάμενοι τῆς τούτου γλυκύτητος, ἀλλ᾽ ἀπὸ τῆς ἀκηδίας καὶ αὐτὸ τὸ ῥητὸν καταπατοῦσιν ἵνα λυτρωθῶσι τοῦ βάρους αὐτοῦ· ἄρα ὁ τοιοῦτος πότε καρπώσαιτο ἐκ τῶν θείων γραφῶν τι χρήσιμον; καὶ οὐ μόνον κατάκρισιν, καὶ σκοτασμὸν νοὸς ἐν τῷ ἀνοῖξαι θύραν τοῖς πολεμοῦσιν αὐτὸν δαίμοσιν; κατὰ τὸ ῥητὸν τοῦ Κυρίου, εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται; καὶ εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἄδικος καὶ ἀσεβὴς ποῦ φανεῖται; καὶ εἰ τοὺς ἔχοντας ὅλον τὸν νοῦν εἰς τὴν μνήμην τοῦ Θεοῦ ἄῦλον, καὶ ἀνείδεον πολεμοῦσιν οἱ δαίμονες, καὶ εἰ μὴ ὁ Θεὸς ἀντελαμβάνετο αὐτῶν, διὰ τῆς ταπεινοφροσύνης τῶν τοιούτων, οὐκ ἴσχυσεν ἀνελθεῖν ἡ προσευχὴ αὐτῶν, ἀλλ᾽ ἐπεστρέφετο κενή; τί ποιήσωμεν ἡμεῖς οἱ ἄθλιοι, ὅτι οὐδὲν κἂν τῷ ἀέρι διὰ στόματος προσλαλοῦμεν, ἵνα ὀψέποθε σπλαγχνισθεὶς ὁ Θεός, συγκαταβήσεται τῇ ἀγωνίᾳ ἡμῶν, καὶ ἀσθενείᾳ διὰ τῆς εὐγνωμοσύνης; ὅτι δὲ καὶ τοὺς τελείους πολεμοῦσιν οἱ δαίμονες, ἀκούσωμεν τί φησιν ὁ Ἅγιος Μακάριος, ὅτι οὐδεὶς ἐνταῦθα τέλειος γίνεται ἐν τῷ νῦν αἰῶνι, ἐπεὶ οὐκ ἀρραβὼν ἦν τὸ διδόμενον ἐνταῦθα· καὶ μαρτυρίαν ἐπιφέρει τινὰ τῶν ἀδελφῶν, ὅς τις ηὔχετο μετά τινων, καὶ εὐθὺς ἡρπάγη εἰς τὸν οὐρανὸν κατὰ διάνοιαν, καὶ εἶδε τὴν ἄνω Ἰερουσαλὴμ, καὶ σκηνὰς τῶν Ἁγίων, καὶ κατελθών, ἐξέπεσε τῆς ἀρετῆς, καὶ εἰς τελείαν ἀπώλειαν κατήντησε, διὰ τὸ οἴεσθαι αὐτὸν τί πεφθακέναι, καὶ οὐ μᾶλλον μεῖζον χρέος ἔχειν, ὡς ἀξιωθέντα τοιούτου ὕψους, ἀνάξιον ὄντα, καὶ χοῦν κατὰ φύσιν· καὶ πάλιν ὁ αὐτὸς ἔφη, πολλοὺς οἶδα, καὶ ἐκ τῆς πείρας κἀγὼ ἐν τοῖς τοιούτοις εἰσῆλθον, καὶ οἶδα ἀκριβῶς, ὅτι οὐδεὶς ἐνταῦθα τέλειος· ἀλλὰ κἂν ἄϋλος πάντη γένηται, καὶ τῷ Θεῷ σχεδὸν ἑνούμενος; ἡ ἁμαρτία πάλιν ἀκολουθεῖ ὄπισθεν αὐτοῦ, καὶ οὐδέποτε πρὸ τοῦ θανάτου ἀφανίζεται τέλεον καὶ ὁ Ἅγιος Νεῖλος περί τινος ἔφη ὅτι προσηύχετο καὶ κατὰ συγχώρησιν Θεοῦ πρὸς ὠφέλειαν αὐτοῦ καὶ ἄλλων πολλῶν, ἐτίνασσον αὐτὸν οἱ δαίμονες εἰς τὸ ὕψος, λαμβάνοντες ἐκ τῶν χειρῶν καὶ τῶν ποδῶν αὐτόν, καὶ ἵνα μὴ βλάβῃ αὐτοῦ τὸ σῶμα, πεσὸν εἰς τὴν γῆν, ἐν τῷ ψιαθίῳ ἐδέχοντο· καὶ τοῦτο ποιοῦντες ἐπὶ πολύ, οὐκ ἠδυνήθησαν καταβιβάσαι τὸν νοῦν αὐτοῦ ἐκ τῶν οὐρανῶν· ἄρα, ὁ τοιοῦτος, πότε αἴσθοιτο βρώσεως; ἢ πότε ψαλμωδίας, καὶ ἀναγνώσεως δεηθήσεται; ἀλλ᾽ ἡμεῖς δεόμεθα τούτων διὰ τὴν ἀσθένειαν τοῦ νοὸς ἡμῶν, εἰ καὶ οὐδ᾽ οὕτω θέλομεν προσέχειν· βαβαί, ὁ τοιοῦτος ἅγιος ἐπολεμεῖτο, καὶ ἡμεῖς ἀμεριμνοῦμεν ἐκ τοῦ πολέμου;
οἱ ἅγιοι διὰ τῆς ταπεινώσεως φυλάττονται ἐκ τῶν τοῦ διαβόλου παγίδων καὶ ἡμεῖς ἐπαιρόμεθα ἐξ ἀγνωσίας; καὶ εἰκότως· ἀγνωσία μεγάλη ἐστί, τὸ ἐπαίρεσθαί τινα εἰς ὃ οὐκ ἔχει· τί γὰρ ἔχεις, φησίν, ὃ ἔλαβες δωρεὰν ἐκ Θεοῦ, ἢ δι᾽ εὐχῶν ἄλλων τινῶν; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών, ἀλλ᾽ αὐτὸς ποιῶν; φησὶν ὁ Ἀββᾶς Κασσιανός· ἡ ταπείνωσις τοίνυν γεννᾶται ἐκ τῆς γνώσεως· αὕτη δὲ γεννᾷ τὴν διάκρισιν· ἐξ ἧς γεννᾶται ἡ διόρασις, ἣν καλεῖ ὁ Προφήτης βουλήν· ἥτις βλέπει τὰ πράγματα κατὰ φύσιν, καὶ νεκροῦται ὁ νοῦς ἐκ τοῦ κόσμου, διὰ τῆς θεωρίας τῶν κτισμάτων τοῦ Θεοῦ· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἔνδεκά εἰσιν οἱ λόγοι καὶ τὸ λάμβδα.
Ταπείνωσις δὲ γεννᾷ τὸ διακρίνειν
Τὴν τῶν αἰσθητῶν κτισμάτων κατὰ φύσιν,
Νῦν δὲ τὴν ἀρχήν, εὐλόγησον, ὦ Πάτερ.
ΛΟΓΟΣ ΙΑ΄.
Λίαν ἐστὶ καλὸν τὸ ἐρωτᾶν εἰς πάντα, τοῖς ἐμπείροις ὅμως, τῆς δὲ ἀπείροις ἐπισφαλές, διὰ τὸ μὴ ἔχειν διάκρισιν· γινώσκει γὰρ αὕτη τὸν καιρόν, τὴν χρῆσιν, τὴν κατάστασιν τοῦ ἀνθρώπου, τὴν ποσότητα, τὴν δύναμιν, τὴν γνῶσιν τοῦ ἐρωτῶντος, καὶ τὴν προαίρεσιν, τὸν σκοπὸν τοῦ Θεοῦ, καὶ ἑκάστου ῥητοῦ τῆς θείας γραφῆς, καὶ ἄλλα πολλά· διότι ὁ μὴ ἔχων τὴν διάκρισιν, ἴσως κοπιᾷ μὲν πολλά, οὐδὲν δὲ ἀνύσαι δύναται· καὶ εἰ μὲν εὑρεθῇ τις ἔχων ταύτην, ὁδηγός ἐστι τυφλῶν, καὶ φῶς τοῖς ἐν σκότει· καὶ ὀφείλομεν αὐτῷ ἀνατεθεῖναι πάντα, καὶ τὰ παρὰ τοῦ τοιούτου δέχεσθαι, κἂν ἴσως οὐχ ὁρῶμεν ὡς θέλομεν ἐξ ἀπειρίας· ἀλλ᾽ ὅμως ὁ ἔχων ταύτην, ἐκ τοῦ δύνασθαι αὐτὸν κατασκευάζειν νοεῖν τὰ λεγόμενα ἄκοντας καὶ βουλομένους· ἐπειδὴ τὸ πνεῦμα ἐρευνᾷ, καὶ ἐμφάνεια τῶν θείων πραγμάτων, ἐκ τοῦ δύνασθαι καὶ μὴ θέλοντα τὸν νοῦν πεῖσαι πιστεῦσαι, κατὰ τὸν Ἰωνᾶν, Ζαχαρίαν καὶ Δαβὶδ τὸν ἀπὸ ληστῶν, ὃν ἐκράτησεν ὁ Ἄγγελος τοῦ λαλεῖν τι τὸ παράπαν, ἐκτὸς τοῦ κανόνος αὐτοῦ ἐν τῷ ψάλλειν· εἰδ᾽ ἴσως οὐκ ἔστι νῦν τὸ εἶναί τινα ἐν διακρίσει ἐν τῇ γενεᾷ ταύτῃ, διὰ τὸ μὴ εἶναι τὴν γεννῶσαν αὐτὴν ταπείνωσιν, ἐμπόνως περὶ ἑκάστου ἐγχειρήματος ὀφείλομεν εὔχεσθαι, κατὰ τὸν Ἀπόστολον· κἂν γὰρ ἀπορῶμεν ὁσίων χειρῶν, ἤγουν καθαρότητος ψυχῆς καὶ σώματος, ἀλλ᾽ οὖν τέως ἐκτὸς μνησικακίας καὶ λογισμῶν σπουδασμῶν εἶναι· τοῦτο γὰρ ἐστὶ τὸ Ἀποστολικόν, τὸ χωρὶς ὀργῆς, καὶ διαλογισμῶν ὁσίας χεῖρας αἴρειν· καὶ εἴτι νοοῦμεν κατὰ Θεὸν εἶναι, ἀπαθῶς ποιήσωμεν, κἂν ἴσως οὐ πάνυ καλόν ἐστι, διὰ γοῦν τὴν ἀπορίαν καὶ τὸν κατὰ Θεὸν σκοπόν, εἰς καλὸν ἡμῖν τὸ πραχθὲν ὑπὸ τῆς χάριτος λογισθήσεται· εἴπερ ἔστη πάθος, ἀλλὰ τὸ θεῖον βούλημα, ὡς εἴρηται· καὶ ταῦτα μὲν κατὰ ἀνάγκην, διὰ μόνην Θεοῦ ἀγαθότητα· ὅπου δὲ ἴδιον θέλημα καὶ οὐ θεῖον, ἐκεῖ ἔπαρσις, καὶ ὁ Θεὸς οὐκ εὐδοκεῖ, οὐδὲ ἀποκαλύπτει τὴν αὐτοῦ βουλήν, ἵνα μή τις γινώσκων, καὶ μὴ ποιῶν, μειζόνως κατακριθῇ· διότι ὅσα ὁ Θεὸς δίδωσιν ἡμῖν, καὶ ὅσα κατέχει ἀφ᾽ ἡμῶν, πρὸς τὸ συμφέρον ποιεῖ, κἂν ἡμεῖς ὡς νήπιοι ἀγνοοῦμεν· οὐ καταπέμπει τὸ Ἅγιον αὐτοῦ Πνεῦμα τῷ μὴ καθάραντι ἑαυτὸν ἐκ τῶν παθῶν, διὰ σωματικῶν, καὶ ἠθικῶν πράξεων, ἵνα μὴ ἐκ τῆς συνηθείας πρὸς τὰ πάθη ἐκκλίνῃ ὁ τοιοῦτος, καὶ γένηται ἔνοχος τῆς τοῦ Ἁγίου πνεύματος ἐπιφοιτήσεως· ἀλλ᾽ ὅταν χρονίσῃ τις ἐν τῇ ἀσκήσει, καὶ καθάρῃ πρῶτον τὸ σῶμα ἐκ τῆς κατ᾽ ἐνέργειαν ἁμαρτίας, μικρᾶς τε καὶ μεγάλης, εἶτα τὴν ψυχὴν ἐκ πάσης ἐπιθυμίας, καὶ εἴδους θυμοῦ, καὶ τὰ ἤθη τῇ καλῇ συνηθείᾳ καταστήσῃ, πρὸς τὸ μηδ᾽ ὅλως τι παρὰ τὸ βούλημα τοῦ νοὸς ποιεῖν αὐτὰ διὰ τῶν πέντε αἰσθήσεων, μήτε κατὰ τὸν ἔσω ἄνθρωπον συγκατάβασις, γένηται πρός τι τοιοῦτον, καὶ ὑποταγήσεται ἑαυτῷ ὁ ἄνθρωπος, τότε καὶ ὁ Θεὸς ὑποτάσσει αὐτῷ τὰ πάντα, τῇ τοῦ Ἁγίου Πνεύματος χάριτι, διὰ τῆς ἀπαθείας, δεῖ γὰρ αὐτὸν ὑποταγῆναι πρῶτον τῷ νόμῳ τοῦ Θεοῦ, καὶ οὕτως ὑποτάσσει ὡς λογικὸς τοῖς ὑπὸ χεῖρα, ὥστε τὸν νοῦν βασιλεύειν, καθὼς ἀρχῆθεν ἐκτίσθη, βασιλείαν φρόνιμον, σώφρονα, ἀνδρείαν τε, καὶ δικαίαν· καὶ νῦν μὲν καταπαύει τὸν θυμὸν τῇ τῆς ἐπιθυμίας μαλακότητι, νῦν δὲ τὴν ἐπιθυμίαν κατευνάζει τῇ αὐστηρότητι τοῦ θυμοῦ, καὶ γινώσκει ὅτι αὐτοκράτωρ ἐστί, καὶ πράττει πάντα τὰ μέλη τοῦ σώματος, κατὰ τὴν ἐντολὴν τοῦ Θεοῦ, καὶ οὐκ ἔτι ὑπὸ τῆς λήθης, καὶ ἀγνωσίας κλέπτεται ὡς τὸ πρίν· τότε τοίνυν ἀπὸ τῆς κατὰ Θεὸν σχολῆς διορατικὸς γίνεται, καὶ προβλέπειν ἄρχεται τὰς ἡτοιμασμένας παγίδας τοῦ διαβόλου, καὶ τὰ ἀφανῆ, καὶ κατὰ κλοπὴν γινόμενα· οὐ μέν τοι δὲ προορᾷ τὰ μέλλοντα ὡς οἱ Προφῆται· τοῦτο γὰρ ὑπὲρ φύσιν· ἐστι, καὶ δίδοται πρὸς τὸ συμφέρον τοῦ κοινοῦ· ἡ δὲ διόρασις φυσική ἐστι, καὶ τοῦ νοὸς καθαρθέντος, φαίνεται αὕτη ἐκ τῆς ἐπικρατείας τῶν παθῶν, ὡς ἐν σκότει καλυπτομένη· διὰ δὲ τῆς ταπεινοφροσύνης ἔρχεται ἡ χάρις, καὶ ἀνοίγει τὸν ὀφθαλμὸν τῆς ψυχῆς, ὃν ἐτύφλωσεν ὁ διάβολος, καὶ εὐθέως ἄρχεται ὁ ἄνθρωπος βλέπειν τὰ πράγματα κατὰ φύσιν, καὶ οὐκ ἔτι δελεάζεται ὑπὸ τῆς ἔξωθεν θεωρίας τῶν πραγμάτων, ὡς τὸ πρίν· βλέπει γὰρ ἀπροσπαθῶς ὁ τοιοῦτος, τὸν χρυσόν, τὸν ἄργυρον, τοὺς τιμίους λίθους καὶ οὐ πλανᾶται, οὐδὲ παρακρίνει ἐμπαθῶς, ἀλλὰ γινώσκει, ὅτι ἐκ τῆς γῆς εἰσι ταῦτα, ὡς καὶ αἱ λοιπαὶ ὕλαι τοῦ κόσμου, κατὰ τοὺς ἁγίους Πατέρας, βλέπει ἄνθρωπον, καὶ γινώσκει, ὅτι ἐκ τῆς γῆς ἐστι, καὶ εἰς τὴν γῆν στραφῆναι μέλλει, τοῦτο δὲ οὐχ ἁπλῶς λογίζεται· καὶ γὰρ πάντες οἱ ἄνθρωποι ἐκ τῆς πείρας ταῦτα γινώσκουσι, ἀλλ᾽ ἐκ τῶν παθῶν τυραννούμενοι προσπαθοῦσι τὰ πράγματα, εἰδέ τις ἐξ οἰήσεως δοκεῖ, ὅτι χωρὶς τῶν προτέρων πόνων καὶ ἀρετῶν ἔφθασεν εἰς τὸ βλέπειν τὰ πράγματα κατὰ φύσιν, οὐδὲν θαυμαστόν· οἶδε γὰρ αὕτη ποιεῖν καὶ τυφλοὺς δοκοῦντας βλέπειν, καὶ ἄφρονας μεγαλαυχεῖν διακενῆς· εἰ γὰρ οὕτως ἐλαφρὸν ἦν τὸ βλέπειν κατὰ φύσιν τὰ πράγματα ἐκ τοῦ λογίζεσθαι μόνον, περισσὸν ἦν τὸ πένθος, καὶ ἡ ἐκ τούτου κάθαρσις· οὐ μὴν, ἀλλὰ καὶ ἡ πολύτροπος ἄσκησις, καὶ ἡ ταπείνωσις, καὶ ἡ ἄνωθεν χάρις, καὶ ἡ ἀπάθεια· ἀλλ᾽ οὐκ ἔστι τοῦτο, οὐκ ἔστι· γίνεται γὰρ εὐκοπώτερον πολλάκις εἰς τοὺς ἁπλουστάτους, καὶ καθαρὸν ἔχοντας τὸν νοῦν ἐκ τῶν τοῦ κόσμου πραγμάτων, καὶ πονηριῶν, ὅταν συμβῇ τοιούτῳ ὑποταγῆναι ἐμπείρῳ καὶ Πνευματικῷ Πατρί, ἢ πάλιν κατὰ τοὺς ἀρχαίους κατ᾽ οἰκονομίαν τῆς χάριτος, πρὸ τοῦ γνῶναι δεξιά, ἢ ἀριστερὰ αὐτοῦ, ὥς φησιν ὁ Σολομών· τὸ δὲ δουλεῦσαι ἡμᾶς τοῖς πάθεσιν ἐκ νεαρᾶς ἡλικίας, καὶ πᾶσαν πονηρίαν.
καὶ ῥαδιουργίαν ἀσκῆσαι σχεδὸν μετὰ πάσης προθυμίας, χωρὶς κόπου, καὶ χρόνου, καὶ Θεοῦ, τῶν τοιούτων κακῶν ἐκλυτρωθῆναι, καὶ οὕτω βλέπειν, ἀμήχανον εἰ μήπου ὡς ἐκεῖνα, καὶ τὴν κτῆσιν τῶν ἀρετῶν ἀγαπήσαντες, ἔργῳ καὶ λόγῳ τούτων σπουδαίως ἐπιμελούμεθα· εἰ καὶ οὐδ᾽ οὕτω πολλάκις γίνονται χρήσιμα ἡμῖν τὰ σπουδάσματα, εἴτε διὰ τὸ μὴ ὑπομένειν τοὺς πειρασμοὺς μέχρι τέλους, εἴτε ἐκ τοῦ ἀγνοεῖν ἡμᾶς τὴν ὁδόν, ἢ τὸν σκοπόν, ἢ ἐξ ὀκνηρίας, ἢ ἀπιστίας, ἢ ἄλλων πολλῶν τρόπων, ὧν οὐκ ἔστιν ἀριθμός· εἰ δὲ καὶ ταῦτα οὕτως ἔχει, καὶ μακρὰν τυγχάνομεν καθ᾽ ὑπερβολήν, πῶς τολμήσωμεν εἰπεῖν, ὅτι ἐφθάσαμεν εἰς τὸ ἀρχαῖον κάλλος; εἰ μὴ ἐξ αὐταρεσκείας πλανώμεθα, καὶ ἀφανοῦς ἀπωλείας· ὡς γὰρ ἡ αὐτομεμψία ἀφανὴς προκοπή ἐστι, διὰ τὸ ὁδεύειν καλῶς, καὶ μὴ αἰσθάνεσθαι, οὕτω καὶ ἡ οἴησις καὶ αὐταρέσκεια, ἀφανὴς ἀπώλειά ἐστι, διὰ τὸ στραφῆναι ἡμᾶς εἰς τὰ ὁπίσω, καὶ μὴ γινώσκειν· καὶ εἰκότως· ἐν κενοδόξῳ ψυχῇ καὶ τὰ ὑπὸ τῆς χάριτος καθαρθέντα πάθη στρέφονται, καὶ ὁ Κύριος, ὅταν ἐξέλθῃ, φησί, τὸ ἀκάθαρτον πνεῦμα καὶ τὰ ἑξῆς· διατί; ὅτι οὐκ ἔχει ἐργασίαν πνευματικὴν ὁ τόπος, ἀφ᾽ οὖ ἐξῆλθεν, οὐδὲ ταπείνωσιν, διὰ τοῦτο καὶ μετὰ προσθήκης ἄλλων κακῶν, καὶ πολλῶν ἐκ τῆς δουλείας ἔρχεται, καὶ κατοικεῖ· ὁ νοῶν νοείτω· οὐ βούλεται γὰρ ὁ λόγος παραδοῦναι σαφῆ πάντα, οὐδὲ πάλιν καταλιπεῖν τὸ ἔμπαλιν, ἀλλ᾽ ὡς συμφέρει· καὶ γὰρ φησίν ὁ Χρυσόστομος, μεγάλη καὶ αὕτη εὐεργεσία τοῦ Θεοῦ, ἐν τῷ εἶναι τινὰ μὲν τῶν θείων γραφῶν εὔδηλα, τινὰ δὲ ἄδηλα· ἵνα διὰ μὲν τῶν, εἰς πίστιν καὶ προθυμίαν ἐρχώμεθα, καὶ μὴ ἐκ τῆς ἄγαν ἀκαταληψίας, εἰς ἀπιστίαν καὶ ῥαθυμίαν ἐκπίπτωμεν· διὰ δὲ τῶν, εἰς ζήτησιν, καὶ πόνον διεγειρώμεθα, καὶ τῆς ἀπονοίας λυτρώμεθα, καὶ τὴν ταπείνωσιν εὑρίσκωμεν, ἐκ τοῦ μὴ δύνασθαι ἡμᾶς καταλαβεῖν· καὶ οὕτως ἐξ ἀμφοτέρων καρπούμεθα ταπείνωσιν, καὶ πόθον πρὸς τὸν Θεόν εἰ αἴσθησιν λάβωμεν τῶν γινομένων εἰς ἡμᾶς δωρεῶν· ἡ πέμπτη τοίνυν θεωρία, περὶ ἧς ὁ λόγος, καὶ ἡ ἀσφάλεια αὕτη ἐστί, τὸ δύνασθαί τινα ἔργῳ βλέπειν τὰ αἰσθητὰ κτίσματα, καὶ τοὺς λογισμοὺς ἐκ τῆς διακρίσεως, καὶ μὴ ἔκ τινος πλάνης ἀγνοεῖν, καὶ παρὰ τὸν θεῖον σκοπὸν οἱ ἐμπαθεῖς ποιεῖν τί, ἢ συγκαταβαίνειν τῷ λογισμῷ· ἀλλὰ κἂν θάνατος πρόκειται ἐκ τοῦ θείου σκοποῦ μὴ ἐξέρχεσθαι λόγῳ καὶ ἔργῳ· τοῦτο δὲ περὶ τοῦ τέλους τῆς γνώσεως ἐρρέθη, ἐπειδὴ εἰς τὴν ἀρχὴν ὡς μαθητὴς ἐξ ἀνάγκης ἐπιτυγχάνει τοῦ σκοποῦ· ἴσως δὲ καὶ ἐκ τοῦ ἔργου, ἡττώμενος ἐκ τῆς συνηθείας, καὶ ποτὲ μὲν κατ᾽ οἰκονομίαν πλανᾶται μικρὸν καὶ εὐθὺς στρέφεται μετὰ πολλῆς ταπεινώσεως· ποτὲ δὲ ἐκ τῆς οἰήσεως σχηματίζεται πρὸς ἔπαρσιν· ὅταν δὲ οὕτω διάκειται, ὀφείλει γινώσκειν ὅτι ἡ χάρις παιδεύουσα διδάσκει αὐτὸν ταπεινωθῆναι καὶ γινώσκειν πόθεν λαμβάνει τὴν ἰσχὺν καὶ τὴν γνῶσιν, ἵνα μὴ ὦμεν πεποιθότες ἐφ᾽ ἑαυτοῖς, φησίν, ἀλλ᾽ ἐπὶ τὸν ἐγείραντα καὶ τὰ ἑξῆς, ὅπερ καὶ ἐνταῦθα γίνεται· ἂν γὰρ ὑπομένῃ τις μήτε ἐπαιρόμενος, μήτε στρεφόμενος ἐκ τῆς ἀρετῆς, ἐγείρεται καὶ αὐτὸς ἐκ τῆς νεκρώσεως τοῦ σώματος καὶ τῶν πραγμάτων πρὸς τὴν τῶν ὄντων γνῶσιν· καὶ γὰρ κατὰ τὸν Ἀπόστολον συσταυροῦται διὰ τῶν σωματικῶν πράξεων ὁ ἄνθρωπος σωματικῶς καὶ διὰ τῶν ψυχικῶν πράξεων ψυχικῶς, εἴθ᾽ οὕτω συνθάπτεται διὰ τῆς νεκρώσεως τῶν αἰσθήσεων καὶ τῆς κατὰ φύσιν γνώσεως, καὶ ἀνίσταται διὰ τῆς ἀπαθείας νοερῶς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Στοιχεῖον τὸ μῦ, καὶ δωδέκατος λόγος
Τοίνυν ὁ παρὼν αἰσθητῶν τε κτισμάτων,
Τὴν πεῖραν δηλοῖ τῆς θεωρίας τούτων,
Καὶ ἵνα μηδεὶς παρὰ καιρὸν ζητήσῃ.
Νῦν δὲ τὴν ἀρχήν, εὐλόγησον, ὦ Πάτερ.
ΛΟΓΟΣ ΙΒ΄.
Μὴ νέκρωσιν ὁ νοῦς ἐκ τῶν παθῶν κτησάμενος, οὐ συμφέρει αὐτῷ εἰς τὴν τῶν αἰσθητῶν θεωρίαν ἐλθεῖν· ἐὰν δὲ περισπᾶται καὶ οὐ σχολάζῃ ἐν τῇ μελέτῃ τῶν θείων γραφῶν ἐν γνώσει καὶ ἡσυχίᾳ, σκοτίζεται ὁ ἄνθρωπος μᾶλλον ὑπὸ τῆς λήθης, καὶ εἰς ἄγνοιαν κατὰ μικρὸν ἔρχεται, κἂν ἴσως εἰς γνῶσιν νοὸς ἔφθασεν ὁ τοιοῦτος, καὶ μάλιστα ἐὰν οὐχ ὑπὸ τῆς χάριτος ἦλθεν ἡ γνῶσις, αὐτοῦ μὴ εἰδότος, ἀλλ᾽ ἀπὸ τῆς ἀναγνώσεως, καὶ τῶν ἐμπείρων ἔτι μανθάνων περὶ τῶν τοιούτων μυστηρίων· ὡς γὰρ ὁ γεωργὸς ἐὰν μὴ ἐργάζηται τὴν γῆν, ὑλώδης γίνεται, καὶ μάλιστα ὅσον τυγχάνει καλή· οὕτω καὶ ὁ νοῦς ἐὰν μὴ σχολάζῃ εἰς τὴν εὐχὴν καὶ ἀνάγνωσιν, καὶ μὴ ἔχῃ τοῦτο ἔργον, παχύνεται καὶ ἀγνοεῖ· καὶ ὥσπερ ἐὰν βρέχηται γῆ, καὶ ἡλιάζηται οὐκ ὠφελεῖται ὁ γεωργός, ἐὰν μὴ σπείρῃ καὶ φυλάττῃ αὐτήν, οὕτως οὐδὲ ὁ νοῦς δύναται ἔχειν τὴν γνῶσιν ἐκτὸς τῆς ἠθικῆς πράξεως, κἂν ἴσως ἐκ τῆς χάριτος ἔλαβε ταῦτα· ἀλλ᾽ ἅμα τῷ στραφῆναι μικρὸν ἐξ ἀμελείας πρὸς τὰ πάθη, εὐθέως πλανᾶται· ἐὰν δὲ καὶ πρὸς οἴησιν ὁρᾷ ποσῶς, ἐγκαταλιμπάνεται ὑπὸ τῆς χάριτος· διὰ τοῦτο οὖν οἱ Πατέρες κἂν ἐκ τοῦ γήρως καὶ τῆς ἀδυναμίας τὰς σωματικὰς πράξεις ἠλάττωσαν πολλάκις, ἀλλ᾽ οὖν τὰς ψυχικὰς οὐδέποτε· διότι ἀντὶ τῶν σωματικῶν εἶχον τὴν σωματικὴν ἀσθένειαν, δυναμένην τὴν σάρκα ταλαίπωρον κατασκευάσαι· τὸ δὲ φυλάττειν τὴν ψυχὴν ἀναμάρτητον, ἵνα φωτισθῇ ὁ νοῦς, δίχα τῆς ἠθικῆς πράξεως, ἀμήχανον· ἐπεὶ τὰ μὲν ἐργαλεῖα μεταλλάσσει ὁ γεωργὸς πολλάκις, ἴσως δὲ καὶ συστέλλει αὐτά· τὴν δὲ γῆν ἀνέργαστον, ἢ ἄσπορον, καὶ ἀφύτευτον, ἢ πάλιν τὸν καρπὸν ἀφύλακτον οὐδέποτε ἐάσει, εἴγε βούλεται ἐκ τοῦ καρποῦ μεταλαβεῖν· εἰ δέ τις κλέπτης ἐστὶ καὶ ληστής, καὶ οὐκ ἐκ τῆς θύρας ταύτης εἰσελθεῖν βουληθῇ, ἀλλὰ ἀλλαχόθεν ἀναβαίνων, ὡς φησιν ὁ Κύριος, τοῦ τοιούτου οὐκ ἀκούουσι τὰ πρόβατα, ἤγουν τὰ θεῖα νοήματα, κατὰ τὸν θεῖον Μάξιμον· διότι ὁ κλέπτης οὐκ εἰσέρχεται, εἰ μὴ ἵνα κλέψῃ διὰ τῆς ἀκοῆς, καὶ θύσῃ διὰ τῆς ἀλληγορίας, μὴ δυνάμενος ἀνάγειν τὴν γραφήν, καὶ ἀπωλέσει ἑαυτόν, καὶ τὰ νοήματα τῇ ψευδωνύμῳ αὐτοῦ γνώσει διὰ τῆς οἰήσεως· ὁ γὰρ ποιμὴν συγκακοπαθεῖ μὲν τοῖς νοήμασιν ὡς καλὸς στρατιώτης Χριστοῦ, κατὰ τὸν Ἀπόστολον, διὰ τῆς φυλακῆς τῶν θείων ἐντολῶν, εἰσέρχεται δὲ διὰ τῆς στενῆς πύλης, ἤγουν τῆς ταπεινοφροσύνης, καὶ θύρας τῆς ἀπαθείας· καὶ πρὶν μὲν καταξιωθῇ τῆς ἄνωθεν χάριτος, σχολάζει, καὶ ἐξ ἀκοῆς μανθάνει περὶ πάντων· καὶ ὁσάκις ἔρχεται λύκος ἐν σχήματι προβάτου, διώκει αὐτὸν τῇ αὐτομεμψίᾳ, λέγων· οὐκ εἶδα τίς εἶ· ὁ Θεὸς οἶδεν· εἰδ᾽ ἴσως ἀναιδῶς ἔρχεται τὸ νόημα, καὶ ζητεῖ τοῦ δεχθῆναι, λέγον ὅτι ἐὰν οὐ στήσῃς τὰ νοήματα, οὐδὲ διακρίνῃς τὰ πράγματα, ἄπιστος εἶ καὶ ἄγνωστος· ἀποκρίνεται οὗτος· ἀλλὰ μωρὸς ἂν εἴπῃς εἰμί, κατὰ τὸν θεῖον Χρυσόστομον γινώσκων, ὅτι ὁ μωρὸς ἐν τῷ κόσμῳ τούτῳ σοφὸς γίνεται, κατὰ τὸν Ἀπόστολον· καὶ ὥς φησιν ὁ Κύριος, ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι παρὰ τοὺς υἱοὺς τῆς βασιλείας τῶν οὐρανῶν ἐν τῇ γενεᾷ αὐτῶν εἰσι· καὶ εἰκότως· ὅτι οἱ μὲν νικᾶν, καὶ πλουτεῖν, φρονεῖν τε, καὶ δοξάζεσθαι, ἐξουσιάζειν τε, καὶ ἄλλα τοιαῦτα ποθοῦσι, κἂν ἴσως ἀποτύχωσι τῶν τοιούτων, καὶ μένῃ ἀνόνητος ὁ κόπος, ἀλλ᾽ οὖν τέως σπουδάζουσι καὶ ὑπὲρ δύναμιν εἰς τὰ τοιαῦτα· οἱ δὲ τὰ τῶν προειρημένων ἐναντία θέλουσιν ἔχειν, δι᾽ ὧν καὶ ἐνταῦθα πολλάκις λαμβάνουσι τὸν ἀρραβῶνα τῆς ἐκεῖθεν μακαριότητος, καὶ σπουδάζουσι κἂν κατ᾽ ἐκείνους, ἵνα ἐλευθερίαν ὁ νοῦς λάβῃ κατὰ χάριν δι᾽ ἧς δύναται ἔχειν τὴν μνήμην ἀληθάργητον, καὶ τὰ νοήματα, ἢ γινώσκειν, ὡς μαρτυρούμενα ὑπὸ τῶν θείων γραφῶν, καὶ τῶν ἐν πείρᾳ ὄντων πνευματικῆς γνώσεως, ἢ κἂν ἐν γνώσει πολλῇ ἀγνοεῖν ἐξ ἀπορίας, γινώσκων, ὅτι τὰ πρὸ τούτου νοήματα πειρασμοὶ ἐτύγχανον πρὸς δοκιμὴν τοῦ αὐτεξουσίου· ἵνα ὁ μὲν ταπεινόφρων ἀποστρέφηται, καὶ ἀπιστῇ τῷ ἰδίῳ λογισμῷ, καὶ σκοπῷ, μᾶλλον δὲ φοβῆται, καὶ ἐρωτᾷ μετὰ πολλῶν δακρύων, καὶ φεύγῃ εἰς τὴν ταπείνωσιν, καὶ αὐτομεμψίαν, καὶ ὡς μεγάλην ζημίαν ἡγῆται τὴν γνῶσιν καὶ τὰ χαρίσματα, ὁ δὲ ὑπερήφανος τρέχῃ στῆσαι τὰ ἴδια νοήματα, οὐκ ἀκούων τοῦ τῆς Κλίμακος λέγοντος, μὴ τὰ τοῦ καιροῦ πρὸ καιροῦ ζητήσωμεν, καὶ τὰ ἑξῆς· καὶ τοῦ Ἁγίου Ἰσαὰκ διδάσκοντος, μὴ ἀναιδῶς εἰσέλθῃς ἔσω, ἀλλὰ μετὰ σιγῆς εὐχαρίστησον· καὶ τοῦ Χρυσοστόμου, οὐκ οἶδα, φάσκοντος, ἐκ τοῦ Ἀποστόλου μαθόντος· καὶ τοῦ Δαμασκηνοῦ, περὶ τοῦ Ἀδὰμ εἰπόντος ὅτι οὐκ ἦν καιρὸς τοῦ προβάλλειν τῇ θεωρίᾳ τῶν αἰσθητῶν. Τὰ γὰρ αἰσθητήρια τῶν νηπίων πρὸς τροφὴν στερεὰν ἀδύνατά εἰσι, δέονται δὲ γάλακτος, ὥς φησιν ὁ Ἀπόστολος· διὰ τοῦτο μὴ ζητήσωμεν θεωρίαν, ἐν οὐ καιρῷ θεωρίας, ἀλλὰ πρῶτον τὰς μητέρας τῶν ἀρετῶν κτησώμεθα ἐν ἑαυτοῖς, καὶ αὐτομάτη ἡ γνῶσις ἔρχεται, χάριτι Χριστοῦ· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Στοιχεῖον τὸ νῦ, τρισκαιδέκατος λόγος
Περὶ νοητῶν τῆς γνώσεως ἐνταῦθα,
Ἤγουν νοερῶν στρατιῶν ἀσωμάτων·
Ἐκ τῶν αἰσθητῶν τεκμαίρεται ὁ βλέπων.
Νῦν δὲ τὴν ἀρχὴν, εὐλόγησον, ὦ Πάτερ.
ΛΟΓΟΣ ΙΓ΄.
Νοητὴ μὲν γίνεται ἡ γνῶσις μετὰ τὴν ἔξιν εἰς τὴν αἰσθητὴν θεωρίαν· οὐκ Ἄγγελον δὲ βλέπειν ἔχει ὁ γνωστικός· πῶς γὰρ ἄῦλον πρᾶγμα, καὶ τῷ ποιητῇ καὶ μόνῳ γινωσκόμενον, δύναται ἄνθρωπος ἰδεῖν, ὅς τις οὐδὲ τὴν οἰκείαν ὁρᾷ ψυχήν; πρὸς κοινὴν μὲν ὠφέλειαν κατὰ πρόνοιαν Θεοῦ ἐσχηματίζοντο πολλάκις οἱ Ἄγγελοι εἰς τοὺς Πατέρας ἡμῶν· εἰς ἡμᾶς δὲ οὐδὲ τοῦτο γίνεται, διότι ἐξ οἰήσεως θέλομεν τοῦτο, καὶ οὔτε περὶ κοινῆς ὠφελείας φροντίζομεν, οὔτε πάσχομέν τι κατὰ Θεόν· διά τοι τοῦτο καὶ ὁ τινὸς τοιούτου ἐπιθυμῶν, δαίμονα μᾶλλον ἐπιποθεῖ ἰδεῖν· καὶ γὰρ εἰς Ἄγγελον φωτὸς σχηματίζεταί φησιν ὁ Ἀπόστολος· μᾶλλον δὲ ὅταν τις οὐδ᾽ ὅλως τοιαῦτα λογίζεται, οὐδὲ πιστεύει, κἂν καὶ γίνεται, ἴσως τότε γίνεται, ἐὰν δέχηται πρὸς ὠφέλειαν τοῦ κοινοῦ· γινώσκεται τοίνυν τοῦτο ἐκ τοῦ μὴ θέλειν ἡμᾶς μηδὲ κατ᾽ ὄναρ τί τοιοῦτον ἀποδέχεσθαι. ἢ εἰς ψῆφον ἔχειν, ἐὰν γένηται, ἀλλ᾽ ὡς μηδὲ εἰδότες τὶ διακεῖσθαι ἡμᾶς· διότι ὁ κατὰ ἀλήθειαν Ἄγγελος ἔχει ἐξουσίαν ἀπὸ Θεοῦ, καὶ μὴ θέλοντα τὸν νοῦν ποιεῖν εἰρηνεύειν, καὶ δέχεσθαι αὐτόν· ὁ δὲ δαίμων οὐ δύναται τοῦτο ποιῆσαι, ἀλλ᾽ ἐὰν ἴδῃ τὸν νοῦν δεχόμενον αὐτόν, ἐμφανίζεται κατὰ παραχώρησιν· εἰ δὲ μήγε, ἀναχωρεῖ ὑπὸ τοῦ φυλάσσοντος Ἀγγέλου ἀπὸ τοῦ θείου βαπτίσματος διωκόμενος, διὰ τὸ μὴ προδοῦναι τὸ αὐτεξούσιον ὁ νοῦς· καὶ ταῦτα μὲν οὕτως· ῥηθήσεται δὲ περὶ μιᾶς θεωρίας τῆς ἄνω τάξεως, πῶς τε ἐννέα μέν εἰσι τάγματα, κατὰ τὸν Μέγαν Διονύσιον, καὶ ὡς εὑρίσκομεν ἐν πάσαις ταῖς γραφαῖς, ἔχουσι μὲν τὰ ἐννέα τάγματα, ὀνόματα κατὰ φύσιν, καὶ ἐνέργειαν· καὶ ἀσώματοι μὲν λέγονται, ὡς ἄϋλοι, νοεροὶ δὲ, ὡς νόες τυγχάνοντες, καὶ στρατιαί, ὡς τοῦ πάντων Βασιλέως λειτουργικὰ ὄντα πνεύματα· καὶ πάλιν ἄλλας κλήσεις ἔχουσιν ὁμοῦ κοινάς τε καὶ εἰδικάς, τοῦτ᾽ ἔστι δυνάμεις καὶ Ἄγγελοι καλοῦνται· ἀλλ᾽ ἡ μὲν τοῦ ἑνὸς τάγματος κλῆσις, κατ᾽ ἐνέργειαν δὲ λέγονται τὰ ἐννέα, δυνάμεις, ὡς δυνάμενα πάντα ἐκτελεῖν τὰ θεῖα θελήματα.
Ἄγγελος δὲ πάλιν, εἰδικὴ κλῆσις τοῦ ἑνὸς τάγματος, τοῦ ἐξ ἡμῶν μὲν πρώτου, ἐκ δὲ τοῦ ἀστέκτου θρόνου ἐννάτου ὄντος· κατ᾽ ἐνέργειαν δὲ λέγονται Ἄγγελοι πάντες, ὡς ἀναγγέλλοντες τὰ θεῖα προστάγματα τοῖς ἀνθρώποις, καὶ γὰρ ἐν τῷ Ἰώβ, ἄλλος Ἄγγελος, φησὶν ὁ Σολομών, ἦλθε, καὶ οὐκ ἦν Ἅγιος Ἄγγελος. Ἐπεὶ κατελείφθη μόνος, φησὶν ὁ Χρυσόστομος, καὶ ἦλθεν ἀναγγεῖλαι· ἀλλὰ καὶ τὸν Κύριον, Ἄγγελον, ἡ θεία γραφὴ ἐν διαφόροις τόποις προλέγει. Ἀγγέλους φησὶν ἐξένισεν ὁ Ἀβραάμ· καὶ ὁ Κύριος ἦν ἄσαρκος, ὡς φησιν ὁ Δαμασκηνὸς πρὸς τὴν Θεοτόκον· ἐν σκηνῇ Ἀβραὰμ ἐθεάσατο τὸ ἐν σοὶ Θεοτόκε μυστήριον τὸν γὰρ υἱόν σου ἄσαρκον ὑπεδέξατο καὶ τὰ ἑξῆς· καὶ πάλιν ἐν τῇ καμίνῳ σὺν τοῖς παισὶν ὁ αὐτὸς ἦν· λέγεται δὲ κατ᾽ ἐνέργειαν Ἄγγελος, ὥς φησιν ὁ Προφήτης Ἡσαίας, τῆς μεγάλης βουλῆς Ἄγγελος· ὡς καὶ αὐτὸς ἔφη ὁ Κύριος, ὅτι ἃ ἤκουσα παρὰ τοῦ Πατρὸς ταῦτα ἀναγγελῶ ὑμῖν· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.
Λόγος ὁ παρὼν κατὰ τὸ ξῦ στοιχεῖον,
Περὶ ἀληθοῦς ἀπαθείας καθόλου.
Κεφάλαια δὲ δεκατέσσαρα ἤδη,
Χάριτι Χριστοῦ εἰσὶν ἐν ἐπιτόμῳ·
Νῦν δὲ τὴν ἀρχήν, εὐλόγησον, ὦ Πάτερ.
ΛΟΓΟΣ ΙΔ΄.
Ξένον πρᾶγμα καὶ παράδοξόν ἐστιν ἡ ἀπάθεια, διότι δύναται μετὰ τὸ εἰς ἕξιν περιγενέσθαι τὸν ἄνθρωπον τῶν παθῶν, μιμητὴν Θεοῦ ποιῆσαι αὐτόν, κατὰ τὸ δυνατὸν ἀνθρώπῳ· πάσχων γὰρ ὁ ἀπαθὴς καὶ πολεμούμενος ὑπὸ δαιμόνων, καὶ πονηρῶν ἀνθρώπων, ὡς ἑτέρου πάσχοντος διάκειται, καθάπερ ἐτύγχανον οἱ Ἅγιοι Ἀπόστολοι καὶ Μάρτυρες, καὶ οὔτε δοξαζόμενος ἐπαίρεται, οὔτε ὑβριζόμενος θλίβεται· λογιζόμενος γάρ, ὅτι τὰ μὲν ἡδέα, χάρις Θεοῦ καὶ συγκατάβασις παρ᾽ ἀξίαν εἰσί, τὰ δὲ δυσχερῆ, δοκιμή· καὶ τὰ μὲν ἐνταῦθα κατὰ χάριν πρὸς παρηγορίαν δίδονται, τὰ δὲ πρὸς ταπεινοφροσύνην, καὶ ἐλπίδα ἀγαθὴν ἐν τῷ μέλλοντι, καὶ ὡς ἀναίσθητος ἐν πολλῇ αἰσθήσει τῶν ἀλγεινῶν διάκειται ἐκ τῆς διακρίσεως· ἡ ἀπάθεια γὰρ οὐκ ἔστιν ἀρετὴ μία, ἀλλὰ πασῶν τῶν ἀρετῶν προσηγορία· ὥσπερ γὰρ ὁ ἄνθρωπος οὐκ ἓν μέλος ἐστίν, ἀλλὰ τὰ πολλὰ μέλη τοῦ σώματος ἐμφαίνουσι τὸν ἄνθρωπον, καὶ οὐδὲ πάλιν αὐτὰ μόνα, ἀλλὰ σὺν τῇ ψυχῇ· οὕτω καὶ ἡ ἀπάθεια πολλῶν ἀρετῶν σύνθεσίς ἐστι, καὶ ἀντὶ ψυχῆς ἔχει τὸ Ἅγιον Πνεῦμα· διότι ἄψυχά εἰσι πάντα τὰ λεγόμενα πνευματικὰ ἔργα, ἐὰν οὐκ ἔχωσι Πνεῦμα Ἅγιον, δι᾽ οὖ καὶ τὴν προσηγορίαν ὁ λεγόμενος πνευματικὸς ἔλαβεν· εἰ μὴ γὰρ τὰ πάθη ἡ ψυχὴ ἀποβάληται, οὐκ ἐλεύσεται τὸ Ἅγιον Πνεῦμα ἐν αὐτῇ· ἀλλ᾽ οὔτε πάλιν τούτου δίχα, ἀπάθεια λέγεται ἡ περιεκτικὴ αὕτη ἀρετή· ἀλλὰ κἄν τις τοιοῦτος γένηται ἴσως, ἐν ἀναισθησίᾳ μᾶλλόν ἐστι· διὰ τοῦτο καὶ οἱ Ἕλληνες μὴ γινώσκοντες ταῦτά φασι· μὴ γίνου ἀπαθὴς ὡς ἄψυχος, μηδὲ ἐμπαθὴς ὡς ἄλογον· καὶ τὸ μὲν εἰπεῖν ἀπαθὴς ὡς ἄψυχος, κατὰ τὴν ἐκείνων γνῶσιν εἶπον, μὴ ἔχοντες γνῶσιν Πνεύματος Ἁγίου· τὸ δὲ εἰπεῖν τὸν ἐμπαθῆ ἄνθρωπον ἄλογον, καὶ ἡμεῖς τὸ αὐτὸ λέγομεν, οὐχ ὅτι ἐξ ἐκείνων μαθόντες τοῦτο ἁπλῶς λέγομεν· τοῦτο γὰρ οὔτε γνῶσίς ἐστιν, οὔτε πεῖρα· ἀλλ᾽ ὅτι ἐν πείρᾳ γεγονότες τῆς τῶν παθῶν τυραννίδος, ἐμάθομεν ὅθεν ἐπάθομεν· καὶ πάλιν ἐκ τῶν Πατέρων τῶν τῆς ἀπαθείας ἀξιωθέντων μαθόντες τὴν τῶν ἀρετῶν κτῆσιν, γράφομεν· φασὶ γὰρ, ὅτι ὡς αἰχμάλωτος γίνεται καὶ ἀναίσθητος ὁ ἄγαν ἐμπαθὴς ἐκ τῆς πρὸς τὰ πάθη φιλίας· καὶ ποτὲ μὲν ὑπὸ ἐπιθυμίας τινὸς ὁρμῶν ἀσκέπτως ὡς ἄλογα, ποτὲ δὲ ὑπὸ θυμοῦ ἐκδικοῦντος τὴν ἐπιθυμίαν, ὡς θηρίον τοὺς ὀδόντας βρύχων κατὰ τῶν ὁμογενῶν· οὕτω καὶ ὁ ἀπαθὴς ἄνθρωπος ὑπὸ τῆς τελείας ἀγάπης τοῦ Θεοῦ ἀναίσθητος γίνεται· καὶ ποτὲ μὲν εἰς τὸν Θεὸν ἔχει τὴν ἀδολεσχίαν, ποτὲ δὲ εἰς θεωρίαν τινὰ τῶν Θαυματουργιῶν αὐτοῦ, καὶ ὡς ῥητόν τι τῶν θείων γραφῶν, κατὰ τὸν Ἅγιον Νεῖλον· καὶ κἂν ἐν μέσῳ πολλῶν, καὶ ἐν ἀγορᾷ τυγχάνῃ, ὡς μόνος διάκειται ὁ νοῦς αὐτοῦ· αὕτη δὲ ἡ κατάστασις γίνεται ἐκ τῆς φυλακῆς τῶν θείων ἐντολῶν τοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Θείων ἐντολῶν τὴν φυλακὴν ἀγάπης,
Τεκμήριόν ἐστι Θεοῦ, καὶ τοῦ πλησίον.
Διὰ τοῦτο γὰρ καὶ περὶ τῆς ἀγάπης λόγος
Ἐστὶν ὁ παρών, καὶ ὁ μικρὸν στοιχεῖον ἔχει
Πέντε πάλιν δὲ καὶ δέκατον τυγχάνει,
Νόμου γὰρ ἀρχή, καὶ τέλος ἡ ἀγάπη,
Νῦν δὲ τὴν ἀρχήν, εὐλόγησον, ὦ Πάτερ.
ΛΟΓΟΣ ΙΕ΄.
Ὁ βουλόμενος εἰπεῖν τι περὶ ἀγάπης, περὶ Θεοῦ λέγειν τολμᾶ, κατὰ τὸν Θεολόγον Ἰωάννην· ἡ ἀγάπη, φησίν, ὁ Θεὸς ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει· ὦ τοῦ θαύματος· αὕτη ἡ κυριωτέρα πασῶν τῶν ἀρετῶν φυσική ἐστιν· διὸ καὶ ἐν πρώτοις ὁ Νόμος ταύτην εἶπεν, ἀγαπήσεις Κύριον τὸν Θεόν σου καὶ τὰ ἑξῆς· ἐγὼ τοίνυν ἀκούσας τοῦ ἐξ ὅλης, ἐξέστην, καὶ οὐκ ἔτι ἐδεήθην τῶν λοιπῶν ῥημάτων· τὸ γὰρ ἐξ ὅλης τῆς ψυχῆς, τὸ λογιστικόν, θυμικόν τε, καὶ ἐπιθυμητικόν ἐστιν· ἐκ γὰρ τῶν τριῶν τούτων σύγκειται ἡ ψυχή· καὶ ὁ μὲν νοῦς, τὰ θεῖα λογίζεται ἀεί· ἡ δὲ ἐπιθυμία, αὐτὸν μόνον ἐπιθυμεῖ διηνεκῶς, καὶ οὐκ ἄλλον τινὰ τὸ παράπαν, ἐπεὶ ἐξ ὅλης ὁ νόμος ἔφη· καὶ ὁ θυμός, φυσικῶς ἐνεργεῖται κατὰ τῶν κωλυόντων τὴν τοιαύτην ἐπιθυμίαν, καὶ μόνον· καλῶς οὖν εἶπεν ὅτι ὁ Θεός ἐστιν ἀγάπη· ἐὰν τοίνυν τὰς τρεῖς δυνάμεις τῆς ψυχῆς βλέπῃ ὁ Θεὸς πρὸς αὐτὸν καὶ μόνον ἐχούσας τὸν πόθον, καθὼς ἐνετείλατο, ἐξ ἀνάγκης καὶ αὐτὸς ὡς ἀγαθός, οὐ μόνον φιλεῖ, ἀλλὰ καὶ ἐνοικήσει, καὶ ἐμπεριπατήσει ἐν αὐτῷ, καθὼς ἔφη, διὰ τῆς ἐπιφοιτήσεως τοῦ Πνεύματος· τὸ δὲ σῶμα ἄκον, καὶ μὴ βουλόμενον ὑποταγήσεται τῷ λόγῳ ὡς ἄλογον καὶ οὐκ ἔτι ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ Πνεύματος, ὥς φησιν ὁ Ἀπόστολος, ἀλλ᾽ ὡς ὁ ἥλιος καὶ ἡ σελήνη τῇ τοῦ Θεοῦ κελεύσει ὁδηγοῦσι πρὸς τὸ φωτίζειν τὸν κόσμον, εἰ καὶ ἄψυχά εἰσιν· οὕτω καὶ τὸ σῶμα τῷ βουλήματι τῆς ψυχῆς ἐργάζεται τὰ ἔργα τοῦ φωτός· καὶ ὥσπερ ὁ μὲν ἥλιος ἐκ τῆς ἀνατολῆς εἰς τὴν δύσιν καθ᾽ ἑκάστην ὁδεύων, ἡμέρα γίνεται μία, καὶ ἐλλείψει τούτου, γίνεται νύξ· οὕτω καὶ ἑκάστη ἀρετὴ ἣν περ ποιεῖ ὁ ἄνθρωπος φωτίζει τὴν ψυχήν, καὶ τῇ ἐλλείψει ταύτης, πάθος καὶ σκότος γίνεται, μέχρις ἂν πάλιν ἀρετὴν κτήσηται, καὶ οὕτω τὸ φῶς ἔρχεται, καὶ ὥσπερ ὁ ἥλιος ἀπ᾽ ἄκρου τῆς ἀνατολῆς ἀρξάμενος. ἕως τῆς ἄλλης ἄκρας κατὰ μικρὸν μεταίρων τὰς αὐγάς, τελεῖται ὁ χρόνος, οὕτω καὶ ὁ ἄνθρωπος ἀπ᾽ ἀρχῆς τῶν ἀρετῶν κατὰ μικρὸν αὐξάνων ἀπαθὴς γίνεται· καὶ ὡς ἡ σελήνη αὔξει καὶ μειοῦται κατὰ μῆνα, οὕτω καὶ κατὰ μίαν ἀρετὴν εἰς αὔξησιν, καὶ ἐλάττωσιν καθ᾽ ἑκάστην ἔρχεται ὁ ἄνθρωπος, μέχρις ἂν ἐν ἕξει γένηται τῆς τυχούσης ἀρετῆς· καὶ ποτὲ μὲν θλίβεται κατὰ Θεόν, ποτὲ δὲ εὐφραίνεται εὐχαριστῶν τῷ Θεῷ, ἀνάξιος ὢν τῆς τῶν ἀρετῶν κτήσεως· καὶ ποτὲ μὲν πάλιν φωτίζεται, ποτὲ δὲ σκοτίζεται, μέχρις ἂν τελειωθῇ ὁ δρόμος· καὶ τὰ μὲν διὰ τὴν ἔπαρσιν, τὰ δὲ διὰ τὴν ἀπόγνωσιν γίνονται οἰκονομικῶς· ὥσπερ ἐν μὲν τῷ νῦν αἰῶνι ὁ ἥλιος ποιεῖ τὰς τροπάς, καὶ ἡ σελήνη τὰς αὐξήσεις καὶ μειώσεις· ἐν δὲ τῷ μέλλοντι ἀείποτε φῶς ἐστι τοῖς δικαίοις, καὶ σκότος τοῖς κατ᾽ ἐμὲ φεῦ ἁμαρτωλοῖς· οὕτω καὶ νῦν πρὶν τῆς τελείας ἀγάπης, καὶ τῆς ἐνθέου θεωρίας, τὰς τροπὰς ἔχει ἡ ψυχὴ μεμιγμένας, καὶ τοὺς σκοτασμοὺς ὁ νοῦς μετὰ τῶν ἀρετῶν, καὶ τῶν γνώσεων, μέχρις ἂν καταξιωθῇ ὁ ἄνθρωπος τῆς τοῦ μέλλοντος ἐργασίας διὰ τῆς τελείας ἀγάπης, περὶ ἧς ἅπας ὁ κόπος γίνεται· καὶ γὰρ διὰ τὴν ἀγάπην ὑπακούει τῷ ἐπιτάγματι ὁ ἐν ὑποταγῇ· καὶ δι᾽ αὐτὴν ἀκτήμων γίνεται, καὶ δοῦλος, ὁ πλούσιος καὶ ἐλεύθερος, ἵνα παραχωρῇ τοῖς βουλομένοις ἔχειν τὰ αὐτοῦ, καὶ τὸν ἑαυτόν· καὶ ὁ νηστεύων ὡσαύτως, ἵνα ἄλλοι ἐσθίωσι τὰ ἀναλώματα, ἅπερ αὐτὸς ἔμελεν ἐσθίειν· καὶ ἁπλῶς, πᾶσα ἐργασία, ἢ διὰ τὴν τοῦ Θεοῦ ἀγάπην, ἢ διὰ τὴν τοῦ πλησίον γίνεται καὶ τὰ μὲν εἰρημένα καὶ τὰ τούτοις ὅμοια διὰ τὴν τοῦ πλησίον ἀγάπην γίνονται· ἡ δὲ ἀγρυπνία, ἡ ψαλμῳδία, καὶ ὅσα τοιαῦτα διὰ τὴν τοῦ Θεοῦ· αὐτῷ ἡ δόξα, τιμὴ καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Στοιχεῖον τὸ πῖ ἓξ καὶ δέκατος λόγος,
Περὶ τῆς τοῦ Θεοῦ γνώσεως ἐν συντόμῳ.
Ἐπειδὴ πολλοὶ περὶ Θεολογίας
Εἶπον ἐν πολλοῖς κανόσι τε, καὶ λόγοις.
Νῦν δὲ τὴν ἀρχήν, εὐλόγησον, ὦ Πάτερ.
ΛΟΓΟΣ ΙΣΤ΄.
Πάντα μὲν ὅσα ἐποίησεν ὁ Θεὸς ἔχουσιν ἀρχήν, εἰ δὲ βουληθῇ, καὶ τέλος· διότι ἐκ μὴ ὄντων ἐγένοντο· ὁ δὲ Θεὸς οὔτε τέλος· ὡσαύτως καὶ αἱ ἀρεταὶ αὐτοῦ, διότι οὐδέποτε δίχα τούτων ἦν· ἀλλ᾽ ἀεὶ ὑπεράγαθός ἐστι, καὶ δίκαιος, πάνσοφος, παντοδύναμος, ἀήττητος, ἀπαθής, ἀπερίγραπτος, ἀόριστος, ἀνεξιχνίαστος, ἀκατάληπτος, ἀτελεύτητος, ἀΐδιος, ἄκτιστος, ἄτρεπτος, ἀναλλοίωτος, ἀληθινός, ἀσύνθετος, ἀόρατος, ἀψηλάφητος, ἀπερίληπτος, τέλειος, ὑπερούσιος, ἀνέκφραστος, ἀκατανόητος, πολυέλεος, πανοικτίσμων, πολυεύσπλαγχνος, παντοκράτωρ, παντεπόπτης· οὐχ ὅτι φησὶν ὁ Μέγας Διονύσιος, ἔχων τὰς ἀρετάς, βιάζεται εἰς τὸ ποιεῖν ἑκάστην, ὡς οἱ ἐνάρετοι, ἀλλὰ θέλων ποιεῖ τὴν ἀρετήν, καὶ ὡς ἐν ἐργαλείῳ χρᾶται μετ᾽ ἐξουσίας αὐθαιρέτως· οἱ Ἄγγελοι τοίνυν, καὶ οἱ ἐνάρετοι ἄνθρωποι κατὰ χάριν· ἐξ αὐτοῦ μετὰ τὸ εἶναι αὐτούς, δι᾽ ὧν καὶ κατὰ μίμησιν αὐτοῦ ἐγένοντο δίκαιοι, ἀγαθοί, καὶ σοφοί· καὶ οἱ μὲν ὡς κτίσματα ὄντες, δέονται τῆς ἐπικουρίας, καὶ ῥοπῆς τοῦ παντοκράτορος, οὗ χωρίς, οὔτε ἀρετήν, οὔτε σοφίαν ἔχειν δύνανται, διότι δεκτικά εἰσι τὰ κτίσματα τροπῆς, καὶ ὡς συγκείμενα ἐκ διαφόρων τινῶν σύνθετα λέγονται· ὁ δὲ Θεὸς ἀσώματος, ἁπλοῦς, ἄναρχος, εἶς Θεός, ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι προσκυνούμενός τε καὶ δοξαζόμενος ὑπὸ πάσης τῆς κτίσεως· καὶ ὁ κατὰ μίμησιν γενόμενος, ἓν θέλημα ἔχει καὶ οὐ πολλὰ σύνθετα, ἀλλ᾽ ἁπλοῦν ἔχει τὸν νοῦν, ἀείποτε ἐν τῷ ἀνειδέῳ σχολάζει, ὅσον ἐπ᾽ αὐτῷ, καὶ κατ᾽ οἰκονομίαν δὲ κατέρχεται ἄκων ἐκ τοῦ ἀνειδέου πρὸς θεωρίαν τινὸς τῆς γραφῆς, ἢ τῶν κτισμάτων· καὶ ἵνα μὴ κατακριθῇ, πρόνοιαν ποιεῖται τῷ σώματι, οὐχ ὅτι φιλῶν τοῦτο ζωογονεῖν βούλεται, ἀλλ᾽ ἵνα μὴ ἄχρηστον κατασκευάζῃ τελείως, καὶ τούτου χάριν κατακριθῇ, ὡς προείρηται· ὥσπερ γὰρ ὁ νοῦς οὐκ ἀποβάλλεται τὰ περὶ αὐτὸν πάθη, ἀλλὰ χρήσεται τούτοις φυσικῶς οὕτως οὐδὲ ἡ ψυχὴ ἀποβάλλεται τὸ σῶμα, ἀλλὰ χρήσεται τοῦτο εἰς πᾶν ἔργον ἀγαθόν· καὶ ὡς ὁ νοῦς, τὰς μὲν ἀλόγους ὁρμὰς τῶν παθῶν κατέχων, ἰθύνων δὲ ἑκάστην αὐτῶν πρὸς τὸ θεῖον θέλημα, οὕτω καὶ τὰ μέλη τοῦ σώματος κατέχων ὁ ἄνθρωπος, ἓν θέλημα γίνεται, καὶ οὐ πολλά· οὔτε γὰρ τὰ τέσσαρα στοιχεῖα τοῦ σώματος, ἢ τὰ πολλὰ αὐτοῦ μέλη, ἅπερ βούλονται ἐάσει πράττειν, οὔτε τὰς τρεῖς δυνάμεις τῆς ψυχῆς ἀσκέπτως καὶ ἀκολάστως λογίζεσθαι, ἢ κινεῖν πρὸς ἐργασίαν τὸ σῶμα, ἀλλὰ τῇ πνευματικῇ σοφίᾳ προνοῶν, ἀχώριστον ποιεῖ τῶν τριῶν δυνάμεων τὸ θέλημα· ἰδέαι δὲ τῆς σοφίας ταύτης καθεστήκασι τέσσαρες· φρόνησις, σωφροσύνη, ἀνδρεία, καὶ δικαιοσύνη, περὶ ὧν ἔγραψεν ὁ Θεολόγος ὑψηλότατα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἰδοὺ νῦν ἑπτακαιδέκατος ὁ λόγος
Περὶ τῆς μιᾶς τῶν γενικῶν τυγχάνει
Ἐπὶ τὸ ῥῶ ἐφθάσαμεν στοιχεῖον,
Φρόνησίς ἐστιν ἡ πρώτη τῶν τεσσάρων.
Νῦν δὲ τὴν ἀρχήν, εὐλόγησον, ὦ Πάτερ.
ΛΟΓΟΣ ΙΖ΄.
Ῥᾷον μέν ἐστι πᾶσι τοῖς βουλομένοις περὶ τῶν τεσσάρων γενικῶν ἀρετῶν ἐκ τοῦ Θεολόγου μαθεῖν, ὅμως δὲ περὶ ἑκάστης μικρὸν ῥηθήσεται καὶ ἐνταῦθα· διότι πᾶσα ἀρετὴ δέεται τῶν τεσσάρων τούτων, καὶ πᾶν ἐγχείρημα τῆς πρώτης, ἤγουν τῆς φρονήσεως δέεται, καὶ χωρὶς ταύτης οὐ γίνεται· πῶς γὰρ δίχα φρονήσεως τὸ τυχὸν γίνεται πρᾶγμα; αὕτη γεννᾶται μὲν ἐκ τοῦ λογικοῦ, μεσολαβεῖ δὲ τῆς δεινότητος, ἤτοι τοῦ ὑπερφρονεῖν καὶ τῆς ἀφροσύνης· καὶ ἡ μὲν ἄνω παρασύρει τὴν φρόνησιν πρὸς τὸ πονηρεύεσθαι, καὶ καταβλάπτειν τὴν ψυχὴν τοῦ ἔχοντος αὐτήν, καὶ ὅσους δύναται· ἡ δέ, ἀναίσθητον ποιεῖ, καὶ μάταιον, καὶ οὔτε περὶ τῶν θείων πραγμάτων ἐᾷ τὸν νοῦν φροντίζειν, οὔτε περί τινος τῶν συμφερόντων τῆς ψυχῆς, ἢ τοῦ πλησίον· καὶ ἔοικεν ἡ μὲν, ὄρει ὑψηλοτάτῳ, ἡ δὲ, χάσματι· καὶ ὁ ὁδεύων ἐν τῇ μέσῃ τούτων κειμένῃ πεδιάδι, ἐστὶ φρόνιμος· ὁ δὲ παροδεύων, ἢ κάτω, εἰς τὸ χάσμα πίπτει, ἢ ἄνωθεν ἐπὶ πολὺ ἀναβαίνειν ἐπιχειρεῖ, καὶ μὴ εὑρίσκων πόρον κρημνίζεται ἄκων, καὶ μὴ βουλόμενος εἰς τὸ χάσμα πάλιν, καὶ οὐ δύναται ἵστασθαι, διὰ τὸ μὴ θέλειν στραφῆναι διὰ τῆς μετανοίας εἰς τὴν φρόνησιν, ἐκ τοῦ ὕψους τοῦ βρους· ὁ δὲ εἰς τὸ χάσμα πεσών, παρακαλεῖ μετὰ ταπεινώσεως τὸν δυνάμενον ἀγαγεῖν αὐτὸν εἰς τὴν βασιλικὴν ὁδὸν τῆς ἀρετῆς· ὁ δὲ φρόνιμος, οὔτε ἀνέρχεται κατεπαιρόμενος, καὶ καταβλάπτειν ζητῶν τινά, οὔτε κατέρχεται ἀφρόνως καὶ καταβλάπτεται ὑπό τινος, ἀλλὰ τὰ κρείττονα συλλέγων φυλάττει ἐν Χριστῷ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Σίγμα τὸ ὀκτω καιδέκατον στοιχεῖον,
Λόγος ὁ παρὼν περὶ τῆς σωφροσύνης.
Νῦν δὲ τὴν ἀρχήν, εὐλόγησον, ὦ Πάτερ.
ΛΟΓΟΣ ΙΗ΄.
Σωφροσύνη ἐστί, φρόνημα σῷον, ἤγουν ἀνελλιπές· καὶ οὔτε πρὸς ἀκολασίαν ἐκκλίνειν ἐᾷ τὸν ἔχοντα ταύτην, οὔτε πρὸς ἠλιθιότητα· ἀλλὰ τὸ συλλεγόμενα καλὰ ἐκ τῆς φρονήσεως φυλάττει, καὶ ἀποβάλλεται πάντα τὰ χείρονα καὶ συνάγει πρὸς ἑαυτὴν τὸν λογισμόν, καὶ δι᾽ ἑαυτῆς ἀνάγει πρός τὸν Θεόν· καὶ ὡς καλὸς ποιμὴν τὰ πρόβατα ἤτοι τὰ θεῖα νοήματα, ἔσω περισφίγγει, καὶ τὴν ἀκολασίαν, ὡς λυσώδη Κύνα ἀποκτείνει τῇ ἀποχῇ τῶν βλαβερῶν· τὴν δὲ ἠλιθιότητα διώκει, ὡς λύκον ἄγριον, καὶ οὐκ ἐᾷ ἐν μονιᾷ κατεσθίειν τὰ πρόβατα, ἀλλὰ διηνεκῶς βλέπει τοῦτον, καὶ κατάδηλον ποιεῖ τῷ λογιστικῷ, ἵνα μὴ ἐν σκοτομήνῃ κρυβῇ, καὶ συνδιάγῃ τοῖς νοήμασιν αὐτοῦ· γεννᾶται μὲν αὕτη ἐκ τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς· δίχα δὲ ταύτης οὐ φυλάττεταί τι ἀγαθόν, κἂν γένηται ἴσως· διότι μὴ οὔσης σωφροσύνης, ἤ ἄνω φέρεται τὸ τριμερὲς τῆς ψυχῆς, ἢ κάτω, ἤγουν πρὸς ἠλιθιότητα, ἢ πρὸς ἀκολασίαν· οὐ λέγω δὲ ἀκολασίαν τὴν περὶ γαστριμαργίας, καὶ πορνείας μόνον τὴν φροντίδα ἔχουσαν, ἀλλὰ περὶ παντὸς πάθους καὶ λογισμοῦ, μὴ κατὰ Θεὸν ἑκουσίως λογιζομένου· κολάζει γὰρ αὕτη ταῦτα πάντα, καὶ κατέχει τὰς ἀλόγους ὁρμὰς τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ ἰθύνει ταύτας πρὸς τὸν Θεόν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν·
Στοιχεῖον τὸ ταῦ, περὶ ἀνδρείας λόγος
Ἐννέα λοιπὸν καὶ δέκατος τυγχάνει.
Καὶ γεννᾶται μὲν ἐκ τοῦ θυμικοῦ αὕτη,
Μέσον δὲ ἐστὶ θράσους τε καὶ δειλίας.
Νῦν δὲ τὴν ἀρχήν, εὐλόγησον, ὦ Πάτερ·
ΛΟΓΟΣ ΙΘ΄.
Τὸ τῆς ἀνδρείας. ἰδίωμα οὐκ ἐν τῷ νικᾶν καὶ καταπονεῖν τὸν πλησίον· αὕτη γὰρ θρασύτης ἐστί, καὶ ἄνωθεν τυγχάνει τῆς ἀνδρείας· οὐδὲ πάλιν ἐκ τοῦ φεύγειν φόβῳ τῶν πειρασμῶν ἀπὸ τῶν κατὰ Θεὸν ἐργασιῶν τε καὶ ἀρετῶν· αὕτη δὲ πάλιν δειλία ἐστί, καὶ κάτωθεν ὑπάρχει, ἀλλ᾽ ἐν τῷ ὑπομένειν εἰς πᾶν ἔργον ἀγαθόν, καὶ νικᾶν τὰ πάθη τῆς ψυχῆς, καὶ τοῦ σώματος· ἐπεὶ οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἤγουν πρὸς ἀνθρώπους, ὡς πάλαι οἱ Ἰουδαῖοι, ἵνα ὁ νικῶν ἐν τοῖς πολέμοις τοὺς ἀλλοφύλους, ἔργον Θεοῦ ποιῇ· ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, ἤτοι πρὸς τοὺς ἀοράτους δαίμονας· καὶ ὁ νικῶν, νοερῶς νικᾷ ἢ νικᾶται ὑπὸ τῶν παθῶν· ἐκεῖνος γὰρ ὁ πόλεμος τύπος ἦν τῷ ἡμετέρῳ πολέμῳ· τὰ γὰρ δύω πάθη ταῦτα, εἰ καὶ φαίνονται ἐναντία ἀλλήλων, ἀλλ᾽ οὖν ἐκ τῆς ἀδυναμίας ταράσσονται· καὶ ἡ μὲν θρασύτης ἄνω παρασύρει, καὶ ἐκφοβεῖ δῆθεν καταπλήττουσα, ὥσπερ Ἄρκτος ἀδύνατος, ἡ δὲ δειλία φεύγει, ὥσπερ κύων διωκόμενος· διότι οὐδεὶς τῶν ἐχόντων ἓν τῶν δύω παθῶν τούτων, ἐλπίζει ἐπὶ Κύριον· διὰ τοῦτο οὐ δύναται ἑστᾶναι εἰς πόλεμον, κἂν θρασύνηται, κἂν δειλιᾷ· ὁ δὲ δίκαιος, ὡς λέων πέποιθεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας· ἀμήν.
Λόγος εἰκοστὸς ἐν ᾧ τὸ υ ψιλὸν στοιχεῖον,
Περὶ ἀρετῶν πασῶν δικαιοσύνης·
Αὕτη μέν ἐστιν ἡ νέμουσα τὸ ἶσον,
Ἐκ τοῦ νοὸς γεννᾶται αὕτη δὲ πάλιν.
Νῦν δὲ τὴν ἀρχήν, εὐλόγησον, ὦ Πάτερ.
ΛΟΓΟΣ Κ΄.
Ὑμνεῖται ὁ Θεός, φησὶν ὁ Μέγας Διονύσιος, καὶ διὰ δικαιοσύνης· καὶ εἰκότως· δίχα γὰρ ταύτης πάντα ἄδικα, καὶ ταύτης χωρὶς οὐχ ἵστανται· καὶ λέγεται μὲν διάκρισις, νέμει δὲ τὸ ἴσον εἰς πᾶν ἐγχείρημα, ἵνα μήτε ἔλλειψις διὰ τῆς μειονεξίας γένηται ἔν τινι, μήτε διὰ τῆς πλεονεξίας ὑπερβολή· διότι εἰ καὶ ἐναντίαι φαίνονται, ὡς ἄνωθεν καὶ κάτωθεν τῆς δικαιοσύνης οὖσαι, ἀλλ᾽ οὖν εἰς ἀδικίας ἐκκλίνουσι τὸ ἓν μέρος αἱ ἀμφότεραι· ἡ γραμμὴ γὰρ κἂν κύρταν ἔχῃ, κἂν κύκλαν ἔξωθεν τοῦ ὀρθοῦ σκοποῦ τυγχάνει· καὶ ὁ ζυγὸς ὡσαύτως εἰς ὅποιον μέρος βαρεῖ, πλεονεκτεῖ τοῦ ἄλλου· ὁ δὲ δυνάμενος τὴν δικαιοσύνην κατέχειν, οὔτε κάτω διὰ τῆς ἀφροσύνης ἀκολασίας τε καὶ δειλίας καὶ πλεονεξίας πίπτει καὶ σύρεται ὡς ὄφις ἐπὶ τῇ κοιλίᾳ, ἐσθίων χοῦν, καὶ λεύων πάθεσι τῆς ἀτιμίας οὔτε πάλιν ἄνω διὰ τῆς δεινότητός τε καὶ θρασύτητος, λιθιότητός τε καὶ μειονεξίας κατεπαίρεται καὶ ὑπερφρονεῖ, πονηρευόμενος παρ᾽ ἀξίαν, ἀλλὰ φρονεῖ ἐν τῷ σωφρονεῖν, καὶ ὑπομένει μετὰ ταπεινώσεως, γινώσκων ὅτι ἔλαβεν ὅπερ ἔχει κατὰ χάριν κατὰ τὸν Ἀπόστολον, καὶ οὐκ ἀρνεῖται· ἀδικεῖ γὰρ ἑαυτὸν, καὶ τὸν πλησίον, μᾶλλον δὲ τὸν Θεὸν ἐν τῷ ἐπιγράφειν ἑαυτῷ τὰ κατορθώματα, ἀλλ᾽ εἰ δοκεῖ ἔχειν ἀφ᾽ ἑαυτοῦ ὅλως τι ἀγαθόν, ὅπερ αὐτῷ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾽ αὐτοῦ, ὥς φησιν ὁ Κύριος. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Στοιχεῖον τὸ φῖ, λόγος εἰκοστὸς πρῶτος,
Περὶ λογισμῶν εἰρήνης τῆς τελείας,
Ὡς οἱ μαθηταὶ τυχόντες ἐκ τοῦ Κυρίου.
Αὕτη γάρ ἐστιν ἡ ἐκ Θεοῦ δοθεῖσα.
Νῦν δὲ τὴν ἀρχήν, εὐλόγησον, ὦ Πάτερ.
ΛΟΓΟΣ ΚΑ΄.
Φάσκων ὁ Κύριος πρὸς τοὺς Ἀποστόλους· εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, ἐπήγαγεν, οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἤγουν οὐχ ἁπλῶς, ὡς οἱ τῆς χώρας ἐκείνης ἄνθρωποι, ὅταν ἀλλήλους χαιρετίζουσι λέγοντες, εἰρήνη ὑμῖν· καὶ ὡς ἔφη Σωμανίτης, εἰρήνη σοι· καὶ πάλιν ὁ Ἐλισσαῖος πρὸς τὸν Γιεζῆ, καὶ ἐρεῖς εἰρήνη σοι πρὸς αὐτὴν δηλαδὴ εἰρήνη τῷ ἀνδρί σου, εἰρήνη τῷ παιδαρίῳ, ἀλλ᾽ εἰρήνην τὴν πάντα νοῦν ὑπερέχουσαν, ἣν δίδωσιν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν ἐξ ὅλης ψυχῆς, διὰ τοὺς πρὸ ταύτης γενομένους πολέμους καὶ κινδύνους διὰ τοῦτο γὰρ πάλιν ἔφη ὁ Κύριος· ἐν ἐμοὶ εἰρήνην ἔχετε· καὶ ἐπήγαγεν· ἐν τῷ κόσμῳ θλίψιν ἕξετε, ἀλλὰ θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα· τοῦτ᾽ ἔστι κἂν πολλὰς θλίψεις ἔχῃ τίς, καὶ πολλοὺς κινδύνους ἐκ δαιμόνων, καὶ ἀνθρώπων, κατέχων δὲ τὴν τοῦ Κυρίου εἰρήνην, πάντα εἰς οὐδὲν λογίζεται· καὶ αὖθις εἴρηκεν· εἰρηνεύετε ἐν ἀλλήλοις· ταῦτα δὲ πάντα προεῖπεν αὐτοῖς ὁ Κύριος, ὅτι ἔμελλον ἐκεῖνοι εἰς πολέμους ἐλθεῖν, καὶ θλίψεις ὑπομεῖναι ὑπὲρ αὐτοῦ· κατὰ δὲ ἀναγωγὴν ἕκαστος ἡμῶν τῶν πιστῶν τὰ πάθη ἔχει πολεμοῦντα, καὶ σκανδαλίζοντα αὐτόν, καὶ ἐὰν ἔχῃ μετὰ τοῦ Θεοῦ εἰρήνην καὶ μετὰ τοῦ πλησίον, νικᾷ πάντα· ταῦτά γάρ εἰσιν ὁ κόσμος, ὃν ἐκέλευσεν Ἰωάννης ὁ Θεολόγος μισεῖν, καὶ οὐχὶ τὰ κτίσματα, ἀλλὰ τὰς κοσμικὰς ἐπιθυμίας· εἰρηνεύει δὲ ἡ ψυχὴ μετὰ τοῦ Θεοῦ, ὅταν ἐν ἑαυτῇ εἰρηνεύῃ, καὶ γένηται ὅλη κατὰ Θεόν· γίνεται δὲ πάλιν οὕτως, ὅταν μετὰ πάντων ἀνθρώπων εἰρηνεύῃ, κἂν δεινὰ πάσχῃ ὑπ᾽ αὐτῶν· διὰ γὰρ τῆς ἀνεξικακίας οὐδ᾽ ὅλως ταράσσεται, ἀλλὰ πάντα στέργει, πᾶσι τὸ καλὸν θέλει, πάντας ἀγαπᾷ, διὰ τὸν Θεὸν καὶ διὰ τὴν φύσιν· καὶ ὑπὲρ τῶν ἀπίστων, ὡς ἀπολλυμένων θρηνεῖ, καθὼς ἐποίησεν ὁ Κύριος καὶ οἱ Ἀπόστολοι, ὑπὲρ δὲ τῶν πιστῶν εὔχεται καὶ ποιεῖ, καὶ οὕτω τὴν εἰρήνην τῶν λογισμῶν λαμβάνει, καὶ διάγει κατὰ νοῦν τῇ θεωρίᾳ, καὶ καθαρᾷ προσευχῇ πρὸς Θεόν· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Λόγος εἰκοστὸς δεύτερος καὶ στοιχεῖον
Τὸ χῖ, ὡς χαρὰ γεννᾶται ἐξ εἰρήνης,
Περὶ ἧς μικρὸν ῥηθήσεται, δι᾽ ὅ,τι
Καὶ πνευματικὴ χαρὰ ἐστί, καὶ ἄλλη.
Νῦν δὲ τὴν ἀρχήν, εὐλόγησον, ὦ Πάτερ,
ΛΟΓΟΣ ΚΒ΄.
Χαίρετε ἐν Κυρίῳ, φησὶν ὁ Ἀπόστολος, καλῶς εἶπεν ἐν Κυρίῳ· εἰ μὴ γὰρ ἐν Κυρίῳ γένηται ἡ χαρά, οὐ μόνον οὐ χαίρει τις, ἀλλὰ σχεδὸν οὐδέποτε χαίρεται· καὶ γὰρ ὁ Ἰὼβ καταλέγων τὸν ἀνθρώπινον βίον, πᾶσαν θλίψιν ἔχοντα εὖρεν, ὁμοίως καὶ ὁ Μέγας Βασίλειος· ὁ δὲ Γρηγόριος ὁ Νύσσης διὰ τὸ ἀναίσθητον τῶν ὀρνέων καὶ τῶν λοιπῶν ζώων ἔφη χαίρεσθαι τὸν δὲ λογικὸν ἄνθρωπον μηδ᾽ ὅλως ἔχειν εὐχερείαν ἐκ τοῦ πένθους· διότι, φησίν, οὐδὲ αὐτῶν ἀγαθῶν ὧν ἐξεπέσαμεν τὴν γνῶσιν ἠξιώθημεν ἔχειν· διὸ καὶ ἡ φύσις διδάσκει τοῦ πενθεῖν μᾶλλον, ὡς πολυώδυνος ἡ ζωὴ καὶ πολυκόποτος, καὶ ὡς ἐξορία πολυαμάρτητος· ἀλλ᾽ ἐάν τις τὴν μνήμην τοῦ Θεοῦ ἔχῃ διηνεκῶς, εὐφραίνεται, κατὰ τὸν ψαλμωδόν, ἐμνήσθην τοῦ Θεοῦ καὶ εὐφράνθην· ἐκ γὰρ τῆς τοῦ Θεοῦ μνήμης εὐφραινόμενος ὁ νοῦς, ἐπιλανθάνεται τῶν τοῦ κόσμου θλίψεων, κἀκταύτης ἐλπίζει ἐπ᾽ αὐτόν, καὶ ἀμέριμνος γίνεται, καὶ ἡ ἀμεριμνία χαροποιεῖ, καὶ εὐχαριστεῖν κατασκευάζει· ἡ δὲ εὐχαριστία μετ᾽ εὐγνωμοσύνης γινομένη, αὔξει τὰς δωρεὰς καὶ τὰ χαρίσματα, καὶ ὅσον πληθύνονται αἱ εὐεργεσίαι, αὔξει ἡ εὐχαριστία καὶ ἡ καθαρὰ προσευχὴ μετὰ τῶν τῆς χαρᾶς δακρύων, καὶ κατὰ μικρὸν ἐκ τῶν τῆς λύπης δακρύων, καὶ τῶν παθῶν καὶ ἐκ τῶν παθῶν ἐξέρχεται ὁ ἄνθρωπος, εἰθ᾽ οὕτως εἰς τὴν πνευματικὴν χαρὰν ἐκ παντὸς τρόπου ἔρχεται· καὶ διὰ μὲν τὰ ἡδέα ταπεινοῦται καὶ εὐχαριστεῖ· διὰ δὲ τοὺς πειρασμοὺς βεβαιοῦται ἐν ἑαυτῷ ἐλπὶς ἐν τῷ μέλλοντι, καὶ δι᾽ ἀμφοτέρων χαίρεται, καὶ ἀγαπᾷ τὸν Θεόν, καὶ πάντας φυσικῶς ὡς εὐεργέτας, καὶ οὐχ εὑρίσκει ἐν πάσῃ τῇ κτίσει τι δυνάμενον βλάψαι αὐτόν, ἀλλ᾽ ἀπὸ τῆς γνώσεως τοῦ Θεοῦ φωτιζόμενος ἐκ πάντων τῶν κτισμάτων χαίρεται ἐν Κυρίῳ, θαυμάζων αὐτοῦ τὴν ἐπιμέλειαν, ἣν ἔχει περὶ τῶν κτισμάτων αὐτοῦ· καὶ γὰρ οὐ μόνα τὰ φαινόμενα ἀξιέπαινα θαυμάζει, ὁ εἰς πνευματικὴν γνῶσιν φθάσας, ἀλλὰ καὶ τὰ μὴ φαινόμενα τοῖς ἀπείροις ἀναγκαῖα καταπλήττεται ἐκ τῆς αἰσθήσεως· καὶ οὐ θαυμάζει τὴν ἡμέραν μόνην διὰ τὸ φῶς ἀλλὰ καὶ τὴν νύκτα· πᾶσι γὰρ ἡ νὺξ ὠφέλιμος, τοῖς μὲν πρακτικοῖς ἡσυχίαν καὶ ἄδειαν παρέχει, τοὺς δὲ πενθικοὺς πρὸς μνήμην θανάτου καὶ ἄδου ἄγει, καὶ τοὺς τὴν ἠθικὴν μετερχομένους πρὸς ἀκριβεστέραν μελέτην καὶ ἔρευναν εὐεργεσιῶν καὶ ἠθῶν κατάστασιν κατασκευάζει, ὥς φησιν ὁ ψαλμωδός· ἃ λέγετε ἐν ταῖς καρδίαις ἡμῶν ἐπὶ ταῖς κοίταις ἡμῶν κατανύγητε, ἤγουν ἐν τῇ ἡσυχίᾳ τῆς νυκτὸς κατανύγητε μνημονεύοντες τῶν εἰς τὴν σύγχυσιν τῆς ἡμέρας γινομένων ὀλισθημάτων, καὶ νουθετοῦντες ἑαυτοὺς ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ἤγουν ἐν προσευχαῖς καὶ ψαλμωδίαις διάγειν ἑαυτοὺς διδάσκετε, διὰ τῆς μελέτης, καὶ προσοχῆς τῆς ἀναγνώσεως· οὕτω γὰρ κατορθοῦται ἡ ἠθικὴ πρᾶξις, ἐν τῷ μελετᾶν τὰ τῆς ἡμέρας, ἵνα τις λάβῃ αἴσθησιν διὰ τῆς ἡσυχίας τῆς νυκτός, καὶ δυνηθῇ πενθεῖν, ἐφ᾽ οἷς ἥμαρτε· καὶ ὅταν ἡ χάρις εἰς προκοπὴν φέρῃ αὐτόν, καὶ εὕρῃ ἐν ἀληθείᾳ καὶ οὐ φαντασίᾳ τινὰ τῶν ἠθικῶν τῆς ψυχῆς ἢ τοῦ σώματος, δι᾽ ἔργων ἢ λόγων κατὰ τὴν ἐντολὴν τοῦ Χριστοῦ γινόμενα, εὐχαριστεῖ μετὰ φόβου καὶ ταπεινώσεως, καὶ ἀγωνίζεται διὰ προσευχῆς καὶ δακρύων πολλῶν πρὸς τὸν Θεὸν φυλάττειν τὸ χρηστὸν ἦθος ἐκεῖνο, νουθετῶν ἑαυτὸν πρὸς μνήμην τούτου, ἵνα μὴ ὑπὸ τῆς λήθης πάλιν ἀπώλῃται τοῦτο· ὅτι χρόνῳ πολλῷ κατορθοῦται ἐν ἡμῖν ἦθος χρηστόν· καὶ τὸ πολλῷ χρόνῳ καὶ κόπῳ κατορθούμενον, δυνατὸν ἐν μιᾷ καιροῦ ἀπολέσθαι ῥοπῇ· καὶ ταῦτα μὲν περὶ τῶν πρακτικῶν· περὶ δὲ τῶν θεωρητικῶν, ἡ νὺξ ἔχει πολλὰς θεωρίας, ὥς φησιν ὁ Μέγας Βασίλειος, καὶ γὰρ καθ᾽ ἑκάστην ὑπομιμνήσει αὕτη τῆς κοσμοποιίας, διὰ τὸ ἀφανῆ ὑπὸ τοῦ σκότους γενέσθαι τὴν κτίσιν πᾶσαν, ὡς τὸ πρότερον, καὶ θεωρεῖν κατασκευάζει· πῶς ὁ οὐρανὸς ἦν μόνος ποτέ, καὶ ἀστέρων δίχα, ὅταν ὑπὸ νεφῶν νῦν ἀφανῶν γενομένων· καὶ εἰς τὸ κελλίον εἰσελθών, καὶ τὸ σκότος μόνον θεωρῶν, μιμνήσκεται τοῦ ἐπάνω τῆς ἀβύσσου σκότους ἐκείνου, καὶ πάλιν ἐξαίφνης καθαρὸς ὁ οὐρανὸς γινόμενος, καὶ ἔξω τῆς κέλλης ἱστάμενος ὁ τοιοῦτος ἐκπλήττεται ὁμοῦ τὸν ἄνω κόσμον, καὶ αἶνον τῷ Θεῷ προσφέρει· ὥς φησιν ἐν τῷ Ἰώβ, περὶ τῶν Ἀγγέλων· ὅτε εἶδον τὰ ἄστρα· θεωρεῖ δὲ καὶ τὴν γῆν ἀόρατον καὶ ἀκατασκεύαστον καθάπερ τότε, καὶ τοὺς ἀνθρώπους ὕπνῳ κατεχομένους ὡς οὐκ ὄντας, καὶ γίνεται διὰ τῆς αἰσθήσεως μόνος ὡς ὁ Ἀδάμ, καὶ ὑμνεῖ τὸν κτίστην, καὶ δημιουργὸν τῆς κτίσεως ἐν γνώσει μετὰ τῶν Ἀγγέλων· καὶ ἐκ μὲν τῶν γινομένων βροντῶν καὶ ἀστραπῶν ἀναλογίζεται τὴν ἡμέραν τῆς κρίσεως· ἐκ δὲ τῶν φωνῶν τῶν ὀρνέων, ὡς αἰσθανόμενος τῆς τότε φωνῆς τῆς σάλπιγγος· καὶ ἐκ τῆς ἀνατολῆς τοῦ ἑωσφόρου καὶ τῆς αὐγῆς κατανοεῖ τὴν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ ἐμφάνειαν· καὶ ἐκ τῆς ἐγέρσεως τῶν ἀνθρώπων ἐκ τοῦ ὕπνου, τεκμαίρεται τὴν ἀνάστασιν· καὶ ἐκ τοῦ ἡλίου, τὴν τοῦ Κυρίου ἔλευσιν· καὶ πῶς οἱ μὲν προαπαντῶσι διὰ τῆς ὑμνωδίας, ὡς οἱ ἐν νεφέλαις ἅγιοι τότε, οἱ δὲ ἀμελοῦσι καὶ μένουσιν ὑπνοῦντες, ὡς οἱ τότε κριθῆναι μέλλοντες· καὶ οἱ μὲν, τῇ δοξολογίᾳ θεωρίᾳ τε καὶ εὐχῇ καὶ ταῖς λοιπαῖς ἀρεταῖς δι᾽ ὅλης τῆς ἡμέρας εὐφραινόμενοι, ἐν τῷ φωτὶ τῆς γνώσεως διάγουσιν, ὡς οἱ τότε δίκαιοι· οἱ δὲ, ἐν τοῖς πάθεσι καὶ τῷ σκότει τῆς ἀγνωσίας μένουσιν, ὡς οἱ τότε ἁμαρτωλοί· καὶ ἁπλῶς εἰπεῖν ὁ ἔχων γνῶσιν, πᾶν πρᾶγμα εὑρίσκει συνεργὸν αὐτῷ πρὸς σωτηρίαν ψυχῆς καὶ δόξαν Θεοῦ, δι᾽ ἣν καὶ ἐγένοντο παρὰ Κυρίου καὶ Θεοῦ τῶν γνώσεων, ὡς φησιν ἡ μήτηρ τοῦ προφήτου Σαμουήλ· διὰ τοῦτο μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ καὶ τὰ ἑξῆς· ἀλλ᾽ ἐν τούτῳ καυχάσθω ὁ καυχόμενος ἐν τῷ συνιεῖν, καὶ γινώσκειν· τὸν Κύριον· δηλαδὴ ἐν τῷ γινώσκειν ἐν συνέσει πολλῇ τὸν Κύριον ἐκ τῶν κτισμάτων αὐτοῦ, καὶ μιμεῖσθαι αὐτόν, κατὰ τὸ δυνατόν, διὰ τῆς φυλακῆς τῶν θείων ἐντολῶν αὐτοῦ, δι᾽ ὧν γινώσκει αὐτόν, καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς κατ᾽ ἐκεῖνον δυνηθῇ· περὶ γὰρ τῆς σταυρώσεως, καὶ ἀναστάσεως τοῦ Κυρίου προφητεύουσα ταῦτα ἔλεγεν· καὶ ἵνα συμπάσχῃ ὁ τοιοῦτος διὰ τῆς κτήσεως τῶν ἀρετῶν, καὶ συνδοξασθῇ διὰ τῆς ἀπαθείας καὶ τῆς γνώσεως, καὶ καύχημα ἔχῃ ἐν αὐτῷ, ὡς ἀξιωθεὶς δοῦλος τοιούτου δεσπότου γενέσθαι, καὶ μιμητὴς τῆς ταπεινώσεως αὐτοῦ, ἀνάξιος ὢν, καὶ τότε ὁ ἔπαινος γενήσεται παρὰ Κυρίου, κατὰ τὸν Ἀπόστολον τότε, πότε; ὅτε ἐρεῖ τοῖς ἐκ δεξιῶν. Δεῦτε οἱ εὐλογημένοι, κληρονομήσατε τὴν βασιλείαν· ἧς ἀξιωθείημεν, ἅπαντες, χάριτι αὐτοῦ καὶ φιλανθρωπίᾳ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Περὶ τῶν γραφῶν εἰκοστὸς τρίτος λόγος,
Ἵνα μηδαμῶς τινὰ διαφωνίαν
Ἔχοντες οἱ θέλοντες ἐρευνᾶν ταῦτα,
Ἀλλ᾽ ὡς δεῖ νοεῖν πάντα τὰ γεγραμμένα,
Νῦν δὲ τὴν ἀρχήν, εὐλόγησον, ὦ Πάτερ.
ΛΟΓΟΣ ΚΓ΄.
Ψάλλατε συνετῶς, φησὶν ὁ προφήτης, καὶ ἐρευνᾶτε τὰς γραφάς, φησὶν ὁ Κύριος· καὶ ὁ μὲν ἀκούων φωτίζεται ὁ δὲ παρακούων σκοτίζεται· εἰ μὴ γάρ τις προσέχῃ τοῖς λεγομένοις, οὐ τοσοῦτον καρποῦται ἐκ τῶν θείων γραφῶν, κἂν ἴσως ψάλλῃ καὶ ἀναγινώσκῃ πολλάκις· σχολάσατε, καὶ γνῶτέ, φησι, διότι ἡ σχολὴ μὲν συνάγει τὸν νοῦν, ἐὰν δὲ καὶ βουληθῇ τις μικρὸν προσέχειν, γινώσκει κατὰ τὸν Ἀπόστολον, ἐκ μέρους, καὶ μάλιστα ὁ ἔχων μερικὴν ἠθικὴν πρᾶξιν· διότι αὕτη πολύπειρον κατασκευάζει τὸν νοῦν ἐκ τῆς τῶν παθῶν συμπλοκῆς· πλὴν, οὐχ ὅσα μυστήρια ἔχει ἕκαστον ῥῆμα τῆς γραφῆς κεκρυμμένον παρὰ τῷ Θεῷ γινώσκει, ἀλλ᾽ ὅσα δύναται ἡ καθαρότης τοῦ νοὸς λαμβάνειν ὑπὸ τῆς χάριτος· καὶ δῆλον ἐκ τοῦ γινώσκειν ἡμᾶς πολλάκις ῥητόν τι γραφικὸν κατὰ θεωρίαν, καὶ ἐπιτυχεῖν ἐκ τῶν σκοπῶν δι᾽ ὧν ἐγράφη, ἑνὸς ἢ δύω· καὶ μετὰ καιρόν τινα ὁ νοῦς ἴσως καθαρώτερος γίνεται, καὶ καταξιοῦται ἄλλης γνώσεως ὑψηλοτέρας τῆς πρώτης ἐκείνης· ὥστε ἐξ ἀπορίας, καὶ τοῦ θαυμάζειν τὴν χάριν τοῦ Θεοῦ, καὶ τὴν ἄφραστον σοφίαν αὐτοῦ, καταντᾷ εἰς τὸ φρίσσειν, καὶ τρέμειν ἐναντίον τοῦ Θεοῦ τῶν γνώσεων, ὡς ἡ προφῆτις ἔφη Ἄννα· ὅτι Θεὸς γνώσεων Κύριος· οὐ λέγω δὲ, ἄν τις ἀκούσῃ ἔκ τινος γραφῆς, ἢ ἀνθρώπου, τοῦτο γὰρ οὐκ ἔστι καθαρότης νοός, οὐδὲ Ἀποκάλυψις, ἀλλ᾽ ὅταν γινώσκῃ τις, καὶ ἀπιστῇ ἑαυτῷ, μέχρις ἂν εὕρῃ τὴν θείαν γραφήν, ἤ τινα τῶν ἁγίων συμμαρτυροῦντα τῇ αὐτομάτῳ γνώσει τοῦ ῥητοῦ τῆς γραφῆς, ἢ τοῦ αἰσθητοῦ, ἢ τοῦ νοητοῦ πράγματος· κὰν ἴσως ἀντὶ τοῦ ἑνὸς σκοποῦ πολλοὺς εὑρίσκῃ, ἢ ἀκούσῃ παρὰ τῆς θείας γραφῆς, ἢ τῶν Ἁγίων Πατέρων, μὴ ἀπιστήσῃ, καὶ διαφωνίαν εἶναι τοῦτο δοκήσῃ· διότι εἰσί τινες τοῦ ἑνὸς πράγματος σκοποὶ πολλοί, οἷον τῆς ἐσθῆτος· ἐὰν οὖν λέγῃ τις ὅτι θερμαίνει, καὶ ἄλλος ὅτι κοσμεῖ, καὶ ἕτερος πάλιν ὅτι σκέπει, καὶ οἱ τρεῖς ἀληθεύουσιν, ὅτι χρήσιμός ἐστιν ἡ ἐσθὴς εἰς θέρμην, σκέπην τε, καὶ κοσμιότητα· καὶ οἱ τρεῖς τοῦ θείου σκοποῦ περὶ τῆς ἐσθῆτος ἐπέτυχον· καὶ μάρτυρα ἔχουσι τὴν θείαν γραφήν, καὶ τὴν φύσιν τῶν πραγμάτων· εἰδέ τις ἅρπαξ ἢ κλέπτης τυγχάνων ἐπὶ νοήμασιν εἴποι, ὅτι χρήσιμός ἐστιν ἡ ἐσθὴς πρὸς ἁρπαγὴν ἢ κλοπήν, πάντως ψεύδεται· οὔτε γὰρ ἡ γραφή, οὔτε ἡ φύσις τῶν πραγμάτων μαρτυρεῖ ὅτι διὰ τοῦτο ἐγένετο· ἐπεὶ καὶ οἱ νόμοι κολάζουσι τὰ τοιαῦτα· ὡσαύτως καὶ περὶ παντὸς πράγματος αἰσθητοῦ καὶ νοητοῦ, ἢ λόγου τῆς θείας γραφῆς γίνεται· διότι οἱ Ἅγιοι οὔτε πάντα σκοπὸν Θεοῦ περὶ ἑκάστου πράγματος, ἢ γραφικοῦ λόγου γινώσκουσιν, οὔτε πάλιν ἐφάπαξ πάντα τὰ ὑπ᾽ αὐτῶν γινωσκόμενα γράφουσι· τὸ μέν, διότι ὁ Θεὸς ἀκατάληπτός ἐστι καὶ ἡ σοφία αὐτοῦ οὐκ ἔχει πλήρωμα, ὥστε Ἄγγελος, ἢ ἄνθρωπος χωρῆσαι πάντα ὥς φησιν ὁ Χρυσόστομος περί τινος θεωρίας, ὅτι καὶ ἡμεῖς μὲν εἴπομεν περὶ τούτου ὅσα δεῖ εἰπεῖν ἄρτι, ὁ δὲ Θεὸς σὺν τοῖς εἰρημένοις, καὶ ἄλλα ἀκατανόητα γινώσκει· τὸ δὲ πάλιν ὅτι οὐ συμφέρει, ἵνα αὐτοὶ οἱ Ἅγιοι λέγωσιν ὅσα γινώσκουσι διὰ τὴν ἀσθένειαν τῶν ἀνθρώπων, καὶ ἵνα μὴ μηκύνηται ὁ λόγος, καὶ γίνηται μισητὸς ἢ ἀκατανόητος ἐκ τῆς συγχύσεως, ἀλλ᾽ ἵνα μεμετρημένα τὰ λεγόμενα γίνωνται κατὰ τὸ Θεολόγον· διὰ τοῦτο γὰρ καὶ σήμερον ὁ αὐτὸς περὶ τοῦ αὐτοῦ πράγματος ἄλλα λέγει, καὶ αὔριον ἄλλα· καὶ οὐκ ἔστι διαφωνία τοῦτο, ἐὰν ἔχῃ γνῶσιν ἢ πεῖραν ὁ ἀκροατὴς τῶν λεγομένων.
Καὶ πάλιν, ὁ μὲν, ταῦτα λέγει, ὁ δὲ ἄλλα περὶ τοῦ αὐτοῦ λόγου τῆς θείας γραφῆς, διότι πολλάκις καὶ ταῦτα, κἀκεῖνα ἡ χάρις ἡ θεία ἐδωρήσατο κατὰ τοὺς ἀνθρώπους, καὶ τὸν καιρόν· τοῦτο μόνον ἐστὶ τὸ ζητούμενον, ἵνα κατὰ τὸν θεῖον σκοπὸν γίνηται τὸ γινόμενον· ἢ λέγηται τὸ λεγόμενον, καὶ ὅπως μαρτυρίαν ἔχῃ ἐκ τῶν θείων γραφῶν, ἵνα μὴ ἀκούσῃ παρὰ τοῦ Ἀποστόλου, ἀνάθεμα ἔστω, ἐὰν ἕτερον εὐαγγελίζηται, παρὰ τὸν θεῖον σκοπόν, κἂν Ἄγγελός ἐστιν, ἢ παρὰ τὴν φύσιν τῶν πραγμάτων· ὥς φασιν ὁ Μέγας Διονύσιος, Ἀντώνιος καὶ ὁ Ὁμολογητὴς Μάξιμος, διὰ τοῦτό φησιν ὁ Χρυσόστομος· οὐχ Ἐλλήνων παῖδες ἡμῖν παρέδωκαν ταῦτα, ἀλλ᾽ ἡ ἁγία γραφή· οὐ διαφωνία δέ ἐστι τὸ εἰπεῖν τὴν γραφὴν περί τινος, ὅτι οὐκ εἶδε τὴν Βαβυλῶνα εἰς τὴν αἰχμαλωσίαν· καὶ πάλιν ἀλλαχόθι, ὅτι ἔλαβον εἰς τὴν Βαβυλῶνα σὺν τοῖς λοιποῖς· εὑρίσκει γὰρ, νουνεχῶς ἀναγινώσκων εἰς ἕτερον τόπον τῆς γραφῆς περὶ τοῦ αὐτοῦ, ὅτι ἐτύφλωσαν αὐτόν, καὶ οὕτως ἔλαβον αἰχμάλωτον· καὶ λοιπὸν εἰσῆλθε μὲν εἰς τὴν Βαβυλῶνα, ὡς εἶπεν ὁ εἶς περὶ αὐτοῦ· καὶ οὐκ εἶδε ταύτην, ὡς εἶπεν ὁ ἄλλος· καὶ πάλιν τινὲς ἐξ ἀπειρίας λέγουσιν, ὅτι ἡ πρὸς Ἐβραίους ἐπιστολὴ οὐκ ἔστι Παύλου τοῦ Ἀποστόλου, οὐδὲ ὁ εἰς λόγος τοῦ Ἁγίου Διονυσίου ἐκ τῶν ἑτέρων αὐτοῦ λόγων· ἀλλ᾽ ἐάν τις προσέχῃ ἐν τοῖς αὐτοῖς λόγοις εὑρίσκει τὴν ἀλήθειαν· καὶ γὰρ οἱ Ἅγιοι εἰ μὲν φυσικόν ἐστι τὸ πρᾶγμα ἐκ τῆς διαιρέσεως, ἤγουν τῆς φυσικῆς γνώσεως, ἤτοι τῆς τῶν ὄντων θεωρίας, δηλονότι τῶν κτισμάτων τῆς ἐκ τῆς καθαρότητος τοῦ νοὸς γινομένης, καὶ μετ᾽ ἀκριβείας πάσης λέγουσι τὸν σκοπὸν τοῦ Θεοῦ, καὶ τὰς γραφὰς ἐρευνῶντες· ὥς φησιν ὁ Χρυσόστομος, περὶ τῶν θελόντων εὑρεῖν ἐκ τῶν μετάλλων τῆς γῆς τὸ χρυσίον, καὶ πῶς τὰ λεπτότατα τῶν φλεβῶν ἐξευρίσκουσιν, ἵνα μὴ ἰῶτα ἓν, ἢ μία κεραῖα πεσῆται, ὥς φησιν ὁ Κύριος· καὶ τὸ μὲν ἰῶτα τὸ δέκατόν ἐστι ψηφίον, ἡ δὲ κεραῖά ἐστιν ἡ λεγομένη μακρά, ἧς χωρὶς οὐ δυνάμεθα γράφειν ὀρθῶς· καὶ ταῦτα μὲν περὶ τῶν κατὰ φύσιν πραγμάτων εἴρηται, ὅταν δὲ ὑπὲρ φύσιν πρᾶγμα αἰσθητόν, ἢ νοητὸν γινόμενον, καὶ ῥῆμα γραφικόν, διὰ τῆς προοράσεως καὶ ἀποκαλύψεως γινώσκουσιν, ἐὰν δίδωται αὐτοῖς γνῶσις περὶ τούτου ὑπὸ τοῦ Ἁγίου Πνεύματος· εἰ δ᾽ ἴσως οὐ δίδοται, ἀλλὰ πρὸς τὸ συμφέρον ἀκατάληπτον μένει, οὐκ αἰσχύνονται λέγειν τὴν ἀλήθειαν, καὶ ὁμολογεῖν τὴν ἀνθρωπίνην ἀσθένειαν· ἐν τῷ λέγειν, οὐκ οἶδα, ὁ Θεὸς οἶδε, κατὰ τὸν Ἀπόστολον· καὶ ὥς φησιν ὁ Σολομών, τρία ἀγνοῶ, καὶ τὸ τέταρτον οὐκ ἐπίσταμαι· καὶ ὁ Χρυσόστομος πάλιν, ἐγὼ οὐκ οἶδα, ἀλλὰ κἂν ἄπιστον με καλέσωσιν οἱ αἱρετικοί, καλεσάτωσαν καὶ μωρόν· καὶ ἁπλῶς, οὗτοι οἱ τὴν διπλῆν σοφίαν ἔχοντες, τὴν ἄνωθεν σοφίαν προετίμησαν ἐχρήσαντο δὲ καὶ τῇ ἔξω παιδείᾳ σοφῶς ἐν μεμετρημένῳ σκοπῷ, τῷ Ἀποστολικῷ στοιχοῦντες κανόνι, ἵνα μὴ εἰς τὰ ἄμετρα καυχήσωνται, ὡς οἱ Αἰγύπτιοι ἐκεῖνοι, οἱ χλευάζοντες τὸ πεζὸν τῆς λέξεως Βαρνάβα τοῦ Ἀποστόλου, ἀγνοοῦντες, ὅτι ῥήματα ζωῆς αἰωνίου εἶχε τὸ κήρυγμα αὐτοῦ, ὥς φασι τὰ κλημέντια· καὶ γὰρ πάσχομεν πολλοὶ τοῦτο, ὅταν ἀκούσωμεν τινὸς λαλοῦντος ἑτέραν λέξιν, καὶ γελῶμεν· κἂν ἴσως σοφὸς τυγχάνῃ ἐκεῖνος εἰς τὴν ἰδίαν γλῶσσαν, καὶ περὶ μυστηρίων φρικτῶν λέγει, ἀλλὰ τοῦτο μὲν ἐξ ἀπειρίας γίνεται.
Οἱ δὲ Πατέρες καὶ ἑκόντες ἔγραψαν ἁπλᾶ κατὰ τὸν καιρὸν καὶ τοὺς ἀνθρώπους πρὸς οὓς ἔγραφον· ὥς φησιν ὁ Ἅγιος Γρηγόριος ὁ Νύσσης, ἐγκωμιάζων τὸν Ἅγιον Ἐφραίμ, ὅτι σοφὸς ὢν ἔγραψεν ἁπλᾶ, καὶ ὅτι πολύπειρος ὢν εἰς τὰ δόγματα θαυμάσας ἔφη, πῶς ἐκόλλησεν ἐπιστημόνως τὰ χαρτία τῶν κατηραμένων βιβλίων τοῦ νηπιόφρονος ἐκείνου αἱρετικοῦ, καὶ πῶς ἐξ ὑπερηφανίας ἐκεῖνος μὴ δυνάμενος φέρειν τὴν αἰσχύνην ἐξέψυξεν. Ὑπὲρ φύσιν γάρ ἐστιν ἡ ἁγία ταπείνωσις, καὶ οὐ δύναται ταύτην ἔχειν ὁ ἄπιστος, ἀλλὰ παρὰ φύσιν ἡγεῖται, ὥς φησιν ὁ Μέγας Διονύσιος περὶ τῶν τοιούτων πρὸς τὸν Ἅγιον Τιμόθεον γράφων· ὅτι τοῖς παλαιοῖς παρὰ φύσιν φαίνεται ἡ τῶν νεκρῶν ἀνάστασις· ἐμοὶ δὲ καὶ σοί, καὶ τῇ ἀληθείᾳ, οὐ παρὰ φύσιν, ἀλλ᾽ ὑπὲρ φύσιν ἐστι· καὶ τοῦτο ὅσον πρὸς ἡμᾶς, πρὸς δὲ τὸν Θεὸν οὐδὲ ὑπὲρ φύσιν, ἀλλὰ φυσικῶς· τὸ γὰρ πρόσταγμα τοῦ Θεοῦ, φύσις αὐτοῦ ἐστίν. Οἱ δὲ Πατέρες τὴν ταπείνωσιν μᾶλλον ἔργῳ καὶ λόγῳ φιλοῦσιν, ὡς ὁ γράψας τὸ Γεροντικόν, καίτοι γε Ἐπίσκοπος ὢν, καὶ διὰ Χριστὸν ἐξωρισμένος. Φησὶ γὰρ περὶ ῥάκους τινὸς παρθένου, ὅτι καὶ ἔλαβον αὐτὸ ἐγώ, ἵνα εὐλογηθῶ. Καὶ οἱ Ἅγιοι Πατέρες Δωρόθεος καὶ Κασσιανός, σοφοὶ ὄντες ἔγραψαν ἁπλᾶ. Τοῦτο δὲ εἴρηται, ἵνα μή τις δοκῇ, ὅτι ἐξ ὑπερηφανίας ἔγραψάν τινες δεινά, ἢ πάλιν ἐξ ἀφελείας ἄλλοι ἁπλᾶ· ἀλλ᾽ ὅτι ὁ μὲν νοῦς τῶν ἀμφοτέρων εἷς ἐστι, καὶ ἐξ ἑνὸς Ἁγίου Πνεύματος διδόμενος· ὁ δὲ σκοπὸς πρὸς ὠφέλειαν πάντων ἦν.
Διότι εἰ ἔγραψαν ἁπλᾶ πάντες, οὐδεὶς τῶν δεινῶν ὠφελήθη ποτέ· εἰς οὐδὲν γὰρ ἡγεῖτο ταῦτα, διὰ τὸ πεζὸν τῆς λέξεως. Ἀλλ᾽ οὐδὲ πάλιν τις τῶν ἁπλουστέρων ὠφελήθη, εἰ ἔγραψαν πάντες δεινά, ἐκ τοῦ μὴ νοεῖν τὴν δύναμιν τῶν λεγομένων. Καὶ ὁ μὲν ἔχων πεῖραν τῆς θεωρίας τῶν γραφῶν, γινώσκει ὅτι ὁ νοῦς τοῦ ἁπλουστάτου ῥητοῦ τῆς γραφῆς, καὶ τοῦ καθ᾽ ὑπερβολὴν σοφωτάτου, εἷς ἐστί, καὶ πρὸς τὸ σῶσαι τὸν ἄνθρωπον βλέπει. Ὁ δὲ ταύτης ἄμοιρος ὢν, σκανδαλίζεται πολλάχις ἀγνοῶν ὅτι μεγάλως συνεργεῖ ἡ κάτω παιδεία, ὅταν ὄχημα γένηται τῆς ἄνωθεν σοφίας τοῦ Πνεύματος. Διότι ἡ μὲν, νοήματα φωτεινά, ἡ δὲ δύναμιν λόγου δίδωσιν, ἐὰν ἔχῃ τὴν φρόνησιν σταθεράν, καὶ τὴν σωφροσύνην σύνοικον, δι᾽ ἧς καὶ φοβεῖται τὴν ἀφροσύνην, καὶ τὸ ὑπερφρονεῖν, καὶ φρονεῖ εἰς τὸ σωφρονεῖν, κατὰ τὸν Ἀπόστολον. Ὥσπερ τοίνυν τὸ ἀμήν, τὸ λεγόμενον εἰς τὸ κατὰ Λουκᾶν ἀληθῶς, σταθερός ἐστιν ὁ λόγος βεβαιῶν τὰ πρὸ αὐτοῦ λεγόμενα, οὕτω καὶ ἡ φρόνησις, σταθερὰ νόησίς ἐστι, δυναμένη φυλάττειν τὴν ἀλήθειαν· τὸ γὰρ ἀμὴν δηλοῖ τὸ μόνιμον τῆς νέας χάριτος, διὸ καὶ εἰς μὲν τὴν παλαιὰν διαθήκην οὐδ᾽ ὅλως εὑρίσκεται, διότι τύπος ἦν, ἐν δὲ τῇ νέᾳ χάριτι πανταχοῦ λέγεται διὰ τὸ μένειν αὐτὴν εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ὦ τὸ μέγα νῦν καὶ εἰκοστὸς τέταρτος
Λόγος ὁ παρὼν αἴσθησιν τῇ καρδίᾳ
Φέρει, ἵνα τις γινώσκῃ τὸ συμφέρον.
Νῦν δὲ τὴν ἀρχήν, εὐλόγησον, ὦ Πάτερ.
ΛΟΓΟΣ ΚΔ΄.
Ὢ πόσα δάκρυα ἤθελον ἔχειν, ὅταν ἐκ μέρους ἴδω ἐμαυτόν· ὅτι ἂν μὴ ἁμαρτήσω, ἐξ ἀπονοίας ἐπαίρομαι, εἰ δὲ ἁμαρτήσω, καὶ δυνηθῶ τοῦ ἰδεῖν, ἐξ ἀπορίας ἀθυμῶ, καὶ εἰς ἀπόγνωσιν ἔρχομαι· ἐὰν δὲ πρὸς τὴν ἐλπίδα καταφύγω, πάλιν ἡ ἀπόνοια ἔρχεται· ἐὰν δὲ κλαύσω, εἰς οἴησίν μοι γίνεται, καὶ ἐὰν μὴ κλαύσω, πάλιν τὰ πάθη ἔρχονται· ἡ ζωή μου, θάνατος· καὶ ὁ θάνατος, χείρων διὰ τὸν φόβον τῆς κολάσεως· ἡ προσευχή μου, πειρασμός μοι γίνεται, καὶ ἡ ἀπροσεξία, ἀπώλεια· ὁ τιθεὶς γνῶσιν, προσέθηκεν ἄλγημα, φησὶν ὁ Σολομών, ἀπορῶ καὶ ἐξίσταμαι, καὶ ἀγνοῶ τί ποιῆσαι· εἰ δὲ ἴσως γινώσκω, καὶ οὐ ποιῶ, πρὸς κατάκρισίν μοι ἡ γνῶσις· οἴμοι· τί αἱρήσομαι; πάντα μοι ἐξ ἀγνωσίας ἐναντία φαίνονται, καὶ οὐ δύναμαι ἰσάζειν τι τῶν τοιούτων· οὐχ εὑρίσκω δὲ τὴν κεκρυμμένην ἀρετήν, καὶ τὴν σοφίαν ἐν τοῖς πειρασμοῖς, διότι οὐκ ἔχω ὑπομονήν· ἀλλὰ φεύγων ἐκ τῆς ἡσυχίας διὰ τοὺς λογισμούς, εὑρίσκω ἔξω τὰ πάθη ἐν τῷ πειρασμῷ διὰ τῶν αἰσθήσεων, ἀσιτίαν εἰ θελήσω ἔχειν καὶ ἀγρυπνίαν, εὑρίσκω τὴν οἴησιν καὶ τὴν ἀτονίαν ἐμπόδιον· ἐσθίω, καὶ ὑπνώττω ἀφειδῶς, εἰς τὸ ἁμαρτάνειν ἔρχομαι ἄκων· ἐκ πάντων συστέλλομαι, καὶ φεύγω διὰ τὸν φόβον τῆς ἁμαρτίας, καὶ ἡ ἀκηδία πάλιν καταλύει με, καί τοιγε ὁρῶν πολλοὺς ἐκ τῶν τοιούτων πολέμων καὶ πειρασμῶν στεφάνους λαμβάνοντας, διότι ἔχουσι πίστιν βεβαίαν, δι᾽ ἧς τὸν θεῖον φόβον ἔλαβον καὶ διὰ τοῦ φόβου τῶν λοιπῶν ἀρετῶν ἐπέτυχον τῆς ἐργασίας· εἰ γὰρ εἶχον κἀγὼ τὴν πίστιν ὡς ἐκεῖνοι, εὖρον ἂν τὸν φόβον, δι᾽ οὖ τὴν εὐσέβειαν, κατὰ τὸν Προφήτην, καὶ τὴν γνῶσιν ἔλαβον, ἐξ ἧς ἡ ἰσχὺς καὶ βουλή, ἡ σύνεσις καὶ ἡ σοφία τοῦ Πνεύματος γίνονται τοῖς παραμένουσι τῷ Θεῷ ἐν ἀμεριμνίᾳ καὶ σχολῇ ἐν ταῖς θείαις γραφαῖς μεθ᾽ ὑπομονῆς, δι᾽ ἧς πάντα τά τε ἄνω καὶ κάτω ἶσα γίνονται· ὅταν γὰρ ἓν πάθος εἰς ἀρετὴν μετασχηματίζηται, ὁ χρόνος καὶ ἡ πεῖρα κατάδηλον ποιεῖν πέφυκεν, ὅταν δὲ πάλιν ἡ ἀρετὴ πρὸς πάθος ἐκκλίνῃ, ὁ χρόνος καὶ ἡ πεῖρα χωρίζειν εἴωθεν διὰ τῆς ὑπομονῆς· εἰ μὴ γὰρ αὕτη ἐκ πίστεως γεννᾶται ἐν τῇ ψυχῇ, οὐδ᾽ ὅλως ἀρετὴν δύναται ἔχειν.
Ἐν τῇ ὑπομονῇ ἡμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν, φησὶν ὁ Κύριος, ὁ κτίσας κατὰ μόνας τὰς καρδίας τῶν ἀνθρώπων, ὥς φησιν ὁ ψαλμωδός· κἀκ τούτου δῆλον ὅτι κατὰ μόνας κτίζεται ἡ καρδία, ἤγουν ὁ νοῦς, διὰ τῆς ὑπομονῆς τῶν ἐπερχομένων· ὁ γὰρ πιστεύων ὅτι ἔχει ἄλλον τινὰ ἀοράτως κυβερνῶντα αὐτοῦ τὴν ζωήν, πότε πείθεται τῷ ἰδίῳ λογισμῷ λέγοντι, τοῦτο θέλω, ἢ τοῦτο οὐ θέλω; τοῦτο καλόν, ἢ τοῦτο κακόν; εἰ μὲν ἔχει τινὰ κυβερνήτην αἰσθητόν, ὀφείλει ἐρωτᾶν εἰς πᾶν πρᾶγμα, καὶ διὰ τῶν ὡτίων δέχεσθαι τὴν ἀπόκρισιν καὶ ἔργῳ πληροῦν τὰ λεγόμενα· εἰ δὲ οὐκ ἔχει τινά, ἔχει κατὰ τὸν Εὐχαΐτην, τὸν Χριστόν· καὶ διὰ μὲν προσευχῆς ἀπὸ καρδίας, ἐρωτᾶν αὐτόν, ἐκ πίστεως δὲ ἐλπίζειν τὴν ἀπόκρισιν ἔργῳ, καὶ λόγῳ, ἵνα μὴ ὁ σατανᾶς, μὴ δυνάμενος ἔργῳ ποιεῖν, ἀποκρίνηται τῷ λόγῳ σχηματίζων ἑαυτὸν κυβερνήτην εἶναι, καὶ πρὸς ἀπώλειαν τοὺς μὴ ὑπομονὴν ἔχοντας ἕλκῃ, σπουδάζουσι γὰρ ἐξ ἀγνωσίας λαβεῖν ἅπερ οὐδέποτε δίδοται αὐτοῖς, ὅτι ἡμέρα μία ἐν ὀφθαλμοῖς Κυρίου, ὡς χίλια ἔτη, καὶ χίλια ἔτη ὡς ἡμέρα μία· ὁ δὲ ἔχων ἐξ ὑπομονῆς πεῖραν τῶν τοῦ ἐχθροῦ μηχανημάτων, κατὰ τὸν Ἀπόστολον, ποιεῖ, πυκτεύει, καὶ τρέχει ἐν ὑπομονῇ, ἵνα καταλάβῃ, καὶ δυνηθῇ εἰπεῖν, οὐ γὰρ τὰ νοήματα αὐτοῦ ἀγνοοῦμεν, τοῦτ᾽ ἔστι τὰ ἀφανῆ αὐτοῦ μηχανήματα, τὰ τῆς πολλοῖς ἀγνοούμενα· καὶ γάρ φησι, σχηματίζεται εἰς Ἀγγελον φωτός, καὶ οὐ θαῦμα· ἐπεὶ καὶ οἱ φαινόμενοι ἐξ αὐτοῦ ἐν τῇ καρδίᾳ λογισμοί, φαίνονται ὡς δικαιοσύνης λογισμοὶ τοῖς ἀπείροις· διὰ τοῦτο καλὸν τὸ οὐκ οἶδα· ἵνα μήτε τοῖς ὑπὸ τοῦ Ἀγγέλου λεγομένοις ἀπιστῇ, μήτε τοῖς ὑπὸ τοῦ ἐχθροῦ κατὰ πανουργίαν γινομένοις πιστεύῃ, ἀλλὰ φύγῃ διὰ τῆς ὑπομονῆς τοὺς ἀμφοτέρους κρημνούς, καὶ προσδοκήσῃ ἔργῳ γενέσθαι ἡ ἀπόκρισις διὰ πολλῶν ἐτῶν ἀκουσίως, αὐτοῦ μὴ εἰδότος, ὡς εἶπέ τις περὶ τῆς θεωρίας τῶν ὄντων, ἤγουν τῶν κτισμάτων τοῦ Θεοῦ, μέχρις ἂν φθάσῃ εἰς λιμένα τινά, ἤτοι ἔμπρακτον γνῶσιν, καὶ ὅταν ἴδῃ αὐτὴν μένουσαν πολλὰ ἔτη, τότε μάθῃ, ὅτι ὄντως εἰσηκούσθη, καὶ ἀπόκρισιν ἔλαβεν ἀοράτως· οἷον εὔχεταί τις περὶ νίκης τῶν πολεμούντων αὐτῷ παθῶν, καὶ λόγον μὲν οὐκ ἀκούει, ἢ σχῆμα πλάνης οὐ βλέπει· ἀλλὰ κἂν ἴσως γένηται τοῦτο καθ᾽ ὕπνους ἢ αἰσθητῶς, οὐδ᾽ ὅλως πιστεύει· μετὰ δὲ χρόνους τινὰς βλέπει τὸν πόλεμον ἐκεῖνον νικώμενον ὑπὸ τῆς χάριτος, καὶ νοήματά τινα ἕλκοντα τὸν νοῦν εἰς ταπείνωσιν, καὶ γνῶσιν τῆς ἰδίας ἀσθενείας, καὶ οὐδ᾽ οὕτω πιστεύει, ἀλλ᾽ ἀναμένων πολλὰ ἔτη, φοβούμενος μήπως καὶ τοῦτο κλοπῆς ἐστιν· ὥς φησιν ὁ Χρυσόστομος περὶ τῶν Ἀποστόλων· ὅτι διὰ τοῦτο εἶπεν ὁ Κύριος πρὸς αὐτοὺς τὰ θλιβερὰ ἐκεῖνα· καὶ ἐπήγαγεν· ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται· ἵνα μηδέποτε ἀμεριμνῶσιν, ἀλλὰ ἀγωνίζωνται ἐκ τοῦ φόβου· καὶ γὰρ οὐκ ὠφελεῖταί τις ἐκ τῶν ἄλλων ἀρετῶν, κἂν εἰς τὸν οὐρανὸν πολιτεύηται, ἐὰν ἔχῃ τὴν ἀπόνοιαν, δι᾽ ἧς ὁ διάβολος καὶ ὁ Ἀδάμ καὶ ἄλλοι πλεῖστοι πεπτώκασι· διὸ οὐδέποτε ὀφείλει τις ἀποβαλέσθαι τὸν φόβον, μέχρις ἂν εἰς τὸν λιμένα τῆς τελείας ἀγάπης φθάσῃ, καὶ γένηται ἕξω τοῦ Κόσμου καὶ τοῦ σώματος· ὁ γὰρ τοιοῦτος οὐκ ἀφίησι τὸν φόβον ἑκουσίως, ἀλλ᾽ ἐκ τῆς μεγάλης πίστεως, τῆς ποιούσης τὸν νοῦν ἀφρόντιστον περὶ ζωῆς καὶ θανάτου τοῦ σώματος εἰς τὸν ἁγνὸν φόβον τῆς ἀγάπης ἔρχεται· περὶ οὗ φησιν ὁ Μέγας Ἀθανάσιος πρὸς τοὺς τελείους· ὅτι μὴ φοβοῦ τὸν Θεὸν ὡς τύραννον, ἀλλὰ φοβοῦ ἐκ τῆς ἀγάπης αὐτοῦ, ἵνα μὴ διὰ τὸ ἁμαρτάνειν μόνον φοβεῖσθαι, ἀλλὰ καὶ διὰ τὸ ἀγαπᾶσθαι καὶ μὴ ἀγαπᾶν, καὶ εὐεργετεῖσθαι ἀναξίως· ὅπως διὰ τοῦ φόβου τῶν τοιούτων ἀγαθῶν ἕλκῃ τὴν ψυχὴν εἰς τὸ ἀγαπᾶν, καὶ γένηται ἄξιος τῶν γινομένων, καὶ γενησομένων εἰς αὐτὸν εὐεργεσιῶν, διὰ τῆς πρὸς τὸν εὐεργέτην εὐγνωμοσύνης αὐτοῦ, κἀκ τοῦ ἁγνοῦ φόβου τῆς ἀγάπης εἰς τὴν ὑπὲρ φύσιν ταπείνωσιν ἔρχεται· διότι ὅσον ἂν πάσχῃ καλὸν ὁ τοιοῦτος, καὶ ὅσα ὑπομένῃ δεινά, οὐδ᾽ ὅλως δοκεῖ ὅτι ἐξ ἰδίας ἰσχύος ἢ συνέσεως ἔχει τὸ ὑπομένειν ἢ τὸ καλῶς ἔχειν ψυχικῶς ἢ σωματικῶς, ἀλλ᾽ ἐκ ταπεινοφροσύνης τὴν διάκρισιν ἔλαβε, δι᾽ ἧς καὶ γινώσκει ὅτι κτίσμα Θεοῦ ἐστὶ καὶ ὅτι οὔτε ἀγαθὸν δύναται ποιεῖν ἀφ᾽ ἑαυτοῦ, οὔτε φυλάττειν τοῦτο γινόμενον ὑπὸ τῆς χάριτος, καὶ οὔτε ἀναιρεῖν πειρασμόν, οὔθ᾽ ὑπομένειν ἐξ ἰδίας ἀνδρείας ἢ φρονήσεως· καὶ ἐκ τῆς διακρίσεως ἔρχεται εἰς μερικὴν γνῶσιν τῶν πραγμάτων, καὶ ἄρχεται βλέπειν κατὰ νοῦν πάντα τὰ ὄντα, καὶ τοὺς λόγους τούτων ἀγνοῶν, ποθεῖ τὸν διδάσκαλον, καὶ μὴ εὑρίσκων τοῦτον, διὰ τὸ εἶναι αὐτὸν ἀθεώρητον, μήτε πάλιν δεχόμενός τινα ἐν σχήματι, ὡς μαθὼν τοῦτο ἐκ τῆς διακρίσεως, ἢ κἂν ἀμάρτυρον νόημα, μένει ἀπορῶν, κἀκ τούτου πάντα τὰ γινόμενα ὑπ᾽ αὐτοῦ καὶ διδασκόμενα εἰς οὐδὲν λογίζεται, θεωρῶν ἔμπροσθεν αὐτοῦ τοσοῦτον πλῆθος τῶν πεπτωκέτων ἀνθρώπων, μετὰ πολλῶν ἱδρώτων καὶ γνώσεων, ἀπὸ τοῦ Ἀδὰμ καὶ τῶν καθεξῆς· καὶ πῶς ἀκούει καὶ οὐ συνίησί τι τῶν ἐν ταῖς θείαις γραφαῖς λεγομένων, ἄρχεται δακρύειν ἐκ τῆς γνώσεως ταύτης, ἤγουν τοῦ γινώσκειν, ὅτι ὄντως οὐ γινώσκει ὡς δεῖ· καὶ θαῦμα ὄντως, πῶς ὁ δοκῶν εἰδέναι οὐδέπω οὐδὲν οἶδεν· καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾽ αὐτοῦ, φησὶν ὁ Κύριος· διὰ τὸ δοκεῖν καὶ μὴ ἔχειν δηλαδή, καὶ οὗτος ὁ δοκῶν ἄφρων εἶναι καὶ ἀσύνετος, ἀσθενής τε καὶ ἄγνωστος καὶ διὰ τοῦτο θρηνεῖ καὶ ὀδύρεται ἐκ τοῦ δοκεῖν λαμβάνειν καὶ ἅπερ οὐκ ἔχει διὰ τῆς εὐγνωμοσύνης· ἡ γὰρ ταπείνωσις γεννᾶται μὲν ἐκ πολλῶν ἀρετῶν, γεννᾷ δὲ αὕτη τὰ τελεώτερα, ὡσαύτως καὶ ἡ γνῶσις καὶ ἡ εὐχαριστία καὶ ἡ εὐχὴ καὶ ἡ ἀγάπη, διότι ἀείποτε δέχονται αὔξησιν αἱ ἀρεταὶ αὖται, οἷον ταπεινοῦταί τις ὡς ἁμαρτωλὸς καὶ θρηνεῖ, κἀκ τούτου ἐγκρατεύεται, καὶ ὑπομένει κατὰ ἑκουσίως καὶ ἀκουσίως γινομένας θλίψεις, ἔκ τε τῶν δαιμόνων διὰ τῆς ἀσκήσεως, καὶ ἐκ τῶν ἀνθρώπων πρὸς δοκιμὴν τῆς πίστεως, ἵνα φανῇ κἂν εἰς τὸν Θεὸν ἔχῃ τὴν ἐλπίδα, κἂν εἰς ἄνθρωπον, ἢ εἰς τὴν ἰδίαν ἰσχύν, καὶ φρόνησιν, καὶ δόκιμος γενόμενος διὰ τῆς ὑπομονῆς, καὶ τοῦ καταλιπεῖν πάντα εἰς τὸν Θεόν, λαμβάνει τὴν μεγάλην πίστιν, ἥν φησιν ὁ Κύριος· ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου, ἄρα εὕρῃ τὴν πίστιν;
καὶ διὰ τῆς πίστεως ταύτης τεύξεται νίκης κατὰ τῶν πολεμίων· καὶ ταύτης τυχών, λαμβάνει γνῶσιν τῆς ἰδίας ἀσθενείας καὶ ἀγνωσίας ἐκ τῆς τοῦ Θεοῦ δυνάμεώς τε, καὶ σοφίας τῆς γενομένης εἰς αὐτόν· καὶ ἄρχεται ἐν ταπεινώσει ψυχῆς εὐχαριστεῖν, καὶ τρέμει φοβούμενος, μήπως πάλιν ὡς τὸ πρὶν εἰς παρακοὴν Θεοῦ πεσεῖται, κἀκ τοῦ ἁγνοῦ φόβου τοῦ δίχα ἁμαρτίας γινομένου, καὶ τῆς εὐχαριστίας, ὑπομονῆς τε, καὶ ταπεινώσεως, ἧς ἠξιώθη ἐκ τῆς γνώσεως, ἄρχεται ἐλπίζειν κατὰ χάριν ἐλέους τεύξεσθαι· ἐκ δὲ τῆς πείρας τῶν γινομένων εἰς αὐτὸν εὐεργεσιῶν, προσδοκᾷ καὶ φοβεῖται μήπως ἀνάξιος εὑρεθῇ τῶν τηλικούτων δωρεῶν τοῦ Θεοῦ· κἀντεῦθεν αὔξησιν λαμβάνει τῆς ταπεινώσεως καὶ τῆς προσευχῆς ἀπὸ καρδίας· καὶ ὅσον αὔξονται αὖται σὺν τῇ εὐχαριστίᾳ, λαμβάνει γνῶσιν μείζονα· καὶ οὕτως ἐκ γνώσεως εἰς φόβον, καὶ ἐκ φόβου εἰς εὐχαριστίαν καὶ εἰς γνῶσιν τὴν ὑπὲρ τούτων ἔρχεται· κἀντεῦθεν ἀγαπᾷ τὸν εὐεργέτην φυσικῶς, καὶ μετὰ χαρᾶς ποθεῖ θεραπεῦσαι αὐτὸν ὡς χρεώστης ἐκ τῆς γνώσεως· καὶ εὐθὺς αὔξησιν λαμβάνει τῆς γνώσεως, καὶ θεωρεῖ μετὰ τῶν ἰδικῶν εὐεργεσιῶν, καὶ τὰς περιεκτικάς· περὶ ὧν εὐχαριστεῖν μὴ δυνάμενος, πενθεῖ καὶ πάλιν θαυμάζων τὴν χάριν τοῦ Θεοῦ, παρακαλεῖται· καὶ ποτὲ μὲν ἔχει ἐπίπονα δάκρυα, ποτὲ δὲ πάλιν ἐκ τῆς ἀγάπης γλυκύτερα τοῦ μέλιτος ἐκχέει διὰ τῆς πνευματικῆς χαρᾶς, ἥτις ἐξ ἀφράστου ταπεινώσεως γίνεται· ὅταν ποθῇ ἐν ἀληθείᾳ πᾶν θέλημα Θεοῦ, καὶ μισῇ πᾶσαν τιμὴν καὶ ἀνάπαυσιν, καὶ ἔχει ἑαυτὸν ὑπὸ κάτω πάντων ὥστε μηδ᾽ ὅλως λογίζεται ὅτι ἐστί τις καὶ χρεωστεῖ τῷ Θεῷ καὶ τοῖς ἀνθρώποις πᾶσιν ἶσον αὐτοῦ, καὶ διὰ τοῦτο ἡγεῖται τοὺς πειρασμοὺς καὶ τὰς θλίψεις, εὐεργεσίαν μεγάλην, καὶ τὴν χαρὰν καὶ ἀνάπαυσιν, ζημίαν πολλήν· κἀκεῖνα ποθεῖ ἐξ ὅλης ψυχῆς ὅθεν ἔρχονται, καὶ ταῦτα φοβεῖται, κἂν ἐκ Θεοῦ γίνωνται πρὸς δοκιμήν· καὶ ὄντος αὐτοῦ ἐν τοῖς δάκρυσι τούτοις, ἄρχεται ὁ νοῦς λαμβάνειν τὴν καθαρότητα, καὶ ἔρχεται εἰς τὴν ἀρχαίαν αὐτοῦ κατάστασιν, δηλαδὴ εἰς τὴν φυσικὴν γνῶσιν, ἣν ἀπώλεσεν ἐκ τῆς φιλίας τῶν παθῶν· αὕτη μὲν ὑπό τινων φρόνησις λέγεται, διὰ τὸ βλέπειν τὸν νοῦν τὰ πράγματα, ὡς ἔχουσι φύσεως· καὶ πάλιν ὑπό τινων λέγεται διόρασις, διὰ τὸ γινώσκειν τὸν ταύτης τυχόντα μέρος τι τῶν χεκρυμμένων μυστηρίων, ἤγουν σκοπὸν τοῦ Θεοῦ τὸν ἐν ταῖς θείαις γραφαῖς κείμενον καὶ εἰς ἕκαστον κτίσμα· γεννᾶται δὲ αὕτη ἐκ τῆς διακρίσεως, καὶ δύναται κατανοεῖν τοὺς λόγους τῶν αἰσθητῶν καὶ νοητῶν· καὶ τούτου χάριν λέγεται θεωρία τῶν ὄντων, ἤγουν τῶν κτισμάτων, ἀλλ᾽ αὕτη μὲν φυσική ἐστι, καὶ ἐκ τῆς καθαρότητος τοῦ νοὸς γίνεται· εἰ δέ τις ἐλθεῖν εἰς προόρασιν καταξιωθῇ πρὸς κοινὴν ὠφέλειαν, ὑπὲρ φύσιν ἐστὶ τοῦτο· διότι μόνος ὁ Θεὸς προγινώσκει τὰ πάντα ἐν πᾶσι, καὶ διατί ἐποίησεν ἕκαστον πρᾶγμα, ἢ λόγον τῆς θείας γραφῆς, καὶ κατὰ χάριν δίδωσι τοῖς ἀξίοις τὸ γινώσκειν, ὥστε ἡ μὲν θεωρία τῶν αὐτῶν αἰσθητῶν καὶ νοητῶν κτισμάτων, ἡ λεγομένη φρόνησις, διόρασίς ἐστι, καὶ φυσικὴ γνῶσις ὅτι προῦπῆρχε μὲν ἐν τῇ φύσει, ἀλλὰ τὰ πάθη ἐσκότισαν τὸν νοῦν, καὶ εἰ μὴ διὰ τῆς πρακτικῆς ἀρετῆς ὁ Θεὸς αἴρῃ τὰ πάθη, οὐ δύναται βλέπειν· ἡ δὲ προόρασις οὐχ οὕτως, ἀλλὰ χάρις ἐστί, καὶ ὑπέρ φύσιν· πλὴν κἀκείνη ἐκτὸς τοῦ Θεοῦ οὐ γίνεται κὰν φυσική ἐστιν, ἐπεὶ καὶ οἱ ἕλληνες πολλὰ μὲν ἐπενόησαν, οὐχ εὗρον δὲ τὸν σκοπὸν τοῦ Θεοῦ ἐν τοῖς κτίσμασιν, ὥς φησιν ὁ Μέγας Βασίλειος, ἀλλ᾽ οὐδὲ αὐτὸν τὸν Θεὸν διότι οὐκ εἶχον τὴν ταπείνωσιν καὶ τὴν πίστιν τοῦ Ἀβραάμ.
Τότε δὲ πιστὸς λέγεταί τις, ὅταν πιστεύῃ ἐκ τῶν ὁρωμένων τοῖς ἀοράτοις· τὸ δὲ πιστεύειν τοῖς αὐτοῦ φαινομένοις, οὐ πιστεύει τῷ διδάσκοντι αὐτὸν ἢ κηρύττοντι· διὰ τοῦτο πρὸς δοκιμὴν τῆς πίστεως οἱ πειρασμοὶ μὲν φανεροί, αἱ δὲ ἀντιλήψεις ἄδηλοι· ἵνα ὁ πιστὸς διὰ τῆς ὑπομονῆς εὑρίσκῃ μετὰ τὴν ἔκβασιν τοῦ πειρασμοῦ τὴν γνῶσιν, κἀκ τούτου γινώσκῃ ὅτι ἠγνόει καὶ ὅτι εὐεργετεῖται καὶ καρποῦται τὴν ταπείνωσιν, καὶ τὴν ἀγάπην πρός τε τὸν Θεὸν ὡς εὐεργέτην, καὶ πρὸς τὸν πλησίον διὰ τὴν θεραπείαν τοῦ Θεοῦ, καὶ φυσικῶς λογίζεται τοῦτο, καὶ χρέος, δι᾽ οὖ καὶ τὰς ἐντολὰς φυλάττειν ποθεῖ, καὶ τὰ μὲν πάθη μισεῖ ὡς ἐχθρά, τοῦ δὲ σώματος καταφρονεῖ, ὡς ἐμπόδιον ἡγούμενος τῆς ἀπαθείας καὶ τῆς γνώσεως τοῦ Θεοῦ, ἤγουν τῆς σοφίας τῆς κεκρυμμένης, καὶ εἰκότως κεκρυμμένη ἐστί· διότι τῆς μὲν τοῦ Κόσμου σοφίας ὁ νικῶν καὶ τρυφῶν καὶ ἔχων τὴν ἀνάπαυσιν τοῦ Κόσμου τούτου, καὶ τὴν δόξαν, φαίνεται ταύτης φίλος. Τῆς δὲ τοῦ Θεοῦ σοφίας, τὰ ἐναντία τούτων ἀγωνίζεται ὁ ταύτης φίλος· ἤγουν ὁ καταπονούμενος καὶ ἐγκρατευόμενος, καὶ ἔχων πᾶσαν θλίψιν καὶ ἀτιμίαν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Διότι ὁ μὲν τοῖς φαινομένοις ἀγαθοῖς, καὶ τοῖς κάτω μαθήμασι, καὶ βασιλεῦσι προσεγγίσαι ποθεῖ, καὶ τούτου χάριν πάσχει πολλάκις, ὁ δὲ τοῖς Χριστοῦ παθήμασι συμπάσχει, ἵνα ὁ μὲν ἐνταῦθα ἔχῃ τὰς ἐλπίδας, εἰ ἄρα δυνηθῇ ἔχειν ταύτας, διότι πρόσκαιρά εἰσι καὶ δυσεπίτυχα, ὁ δὲ, ἐνταῦθα μὲν κρύπτεται ἐν ὀφθαλμοῖς ἀφρόνων, φησὶν ἡ θεία γραφή, φανεροῦται δὲ ἐν τῷ μέλλοντι, ὅταν φανερὰ τὰ κρυπτὰ γένωνται.
Οὐ μόνον δὲ, ἀλλὰ καὶ πρὸς παράκλησιν τοῖς πενθοῦσιν ἐνταῦθα ἡ γνῶσις τῶν κρυπτῶν, κατὰ τὸν Χρυσόστομον, δίδοται, δηλαδὴ ἡ θεωρία τῶν θείων γραφῶν, καὶ τῶν κτισμάτων. Ἐκ γὰρ τῆς πίστεως γεννᾶται ὁ φόβος, ἐξ οὖ τὸ πένθος, δι᾽ οὖ ἡ ταπείνωσις, ἐξ ἧς ἡ διάκρισις, καὶ ἐκ ταύτης ἡ διόρασις καὶ κατὰ χάριν ἡ προόρασις. Ὁ δὲ γνωστικὸς οὐκ ὀφείλει ὅλως στῆσαι ἴδιον νόημα, ἀλλὰ βούλεται ἀεὶ ἔχειν μάρτυρα τὴν θείαν γραφήν, ἢ τὴν φύσιν τοῦ πράγματος. Εἰ δὲ οὐκ ἔχει ταῦτα, οὐκ ἔστι γνῶσις ἀληθής, ἀλλὰ πονηρία καὶ πλάνη, ὥς φησιν ὁ Μέγας Βασίλειος περὶ τῶν ἀστέρων. Ὅτι ἡ μὲν θεία γραφή, ὀλίγα τινὰ ὀνομάζει, οἱ δὲ Ἕλληνες πλανώμενοι πολλὰ ὀνόματα λέγουσι· διότι ὁ μὲν σκοπὸς τῆς θείας γραφῆς τοῦτό ἐστι τὰ δυνάμενα σῶσαι τὴν ψυχήν, καὶ ἀποκαλύπτειν τισὶ τὰ μυστήρια τῶν θείων γραφῶν, καὶ τοὺς λόγους τῶν ὄντων, δηλαδὴ τὸν σκοπόν, δι᾽ ὃν ἐγένετο ἕκαστον πρᾶγμα, πρὸς τὸ φωτίζειν τὸν νοῦν εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ γινώσκειν τὴν μεγαλωσύνην αὐτοῦ, καὶ τὴν ἀνέκφραστον αὐτοῦ σοφίαν, καὶ πρόνοιαν ἐκ τῆς ἐπιμελείας αὐτοῦ περὶ τῶν κτισμάτων. Ἵνα ἐκ τῆς γνώσεως ταύτης φοβεῖται τὴν παράβασιν τῶν ἐντολῶν αὐτοῦ, καὶ τὴν ἰδίαν ἀσθένειαν καὶ ἀγνωσίαν καταγινώσκῃ, κἀντεῦθεν ταπεινοφρονεῖ καὶ ἀγαπᾷ τὸν Θεὸν καὶ οὐ καταφρονεῖ τῶν ἐντολῶν αὐτοῦ, ὡς οἱ ἄμοιροι τῆς κατ᾽ ἐνέργειαν γνώσεως αὐτοῦ· καὶ πάλιν κατέχει ἐξ αὐτοῦ τινὰ τῶν μυστηρίων, ἵνα ποθῇ, καὶ μὴ ἀψίκορος γένηται ὡς ὁ Ἀδάμ· καὶ ἔξωθεν εὑρὼν αὐτὸν ὁ ἐχθρός, ἕλκῃ αὐτὸν πρὸς τὴν ἑαυτοῦ μοχθηρίαν· καὶ οὕτω μὲν γίνεται πρὸς τοὺς ἐναρέτους, τοὺς δὲ ἀγνώμονας διὰ μὲν τῶν πειρασμῶν ἐκφοβεῖ πρὸς τὸ ἀπέχεσθαι τοῦ ἁμαρτάνειν, διὰ δὲ τῶν σωματικῶν εὐεργεσιῶν συγκροτεῖ, πρὸς τὸ μὴ ἀπογινώσκειν· καὶ ταῦτα μὲν διὰ τῆς ἀπείρου αὐτοῦ ἀγαθότητος ἀεὶ ποιεῖ ὁ Θεὸς ἵνα σώσῃ πάντας, καὶ ἐκ τοῦ διαβόλου παγίδων λυτρώσηται, εἴτε παρέχων, εἴτε κατέχων ἐξ ἡμῶν τὰς εὐεργεσίας, καὶ τὰς γνώσεις, καὶ πρὸς τὴν εὐγνωμοσύνην ἑκάστου δίδωσι τὰ χαρίσματα καὶ τὰ νοήματα· ὡσαύτως καὶ τὴν θείαν γραφὴν ἐποίησε κρύπτεσθαι, καὶ γινώσκεσθαί τισι πρὸς ὡφέλειαν, κατὰ τὴν προαίρεσιν τοῦ ἀναγινώσκοντος· ὁ δὲ σκοπὸς τῶν ἔξω σοφιστῶν οὐκ ἦν οὕτως, ἀλλ᾽ ἕκαστος εἶχε τὴν σπουδὴν πρὸς τὸ νικῆσαι τὸν ἕτερον καὶ φανῆναι σοφώτερος, καὶ διὰ τοῦτο οὐχ εὖρον τὸν Κύριον ἐκεῖνοι, ἀλλ᾽ οὐδ᾽ οἱ κατ᾽ αὐτοὺς ποιοῦντες, κἂν ἴσως πολλὰ κοπιῶσιν· ὅτι οὐ κόποις, φησὶν ὁ τῆς Κλίμακος, ἀλλὰ ταπεινώσει καὶ ἁπλότητι Θεὸς ἐμφανίζεται διὰ τῆς πίστεως, τῆς θεωρίας δηλαδὴ τῶν γραφῶν καὶ τῶν κτισμάτων· περὶ ἧς φησὶν ὁ Κύριος, πῶς δύνασθε πιστεύειν, δόξαν παρ᾽ ἀλλήλων ζητοῦντες, καὶ τὰ ἑξῆς· αὕτη δέ ἐστιν ἡ μεγάλη πίστις, ἡ πᾶσαν μέριμναν ἐν τῷ Θεῷ τιθέναι δυναμένη, ἣν καλεῖ ὁ Ἀπόστολος θεμέλιον, ὁ δὲ τῆς Κλίμακος μητέρα τῆς ἡσυχίας, καὶ ὁ Ἅγιος Ἰσαάκ, πίστιν τῆς θεωρίας, καὶ θυγατέρα τῶν μυστηρίων· ὁ γὰρ ταύτην ἔχων ἀμέριμνός ἐστιν ἐν πᾶσιν, ὡς οἱ Ἅγιοι πάντες, οἵτινες καὶ αὐτὰ τὰ ὀνόματα ἔχουσι κατάλληλα, ὡς οἱ πάλαι δίκαιοι· ὁ μὲν Πέτρος τῆς στερρότητος, ὁ δὲ Παῦλος τῆς ἀναπαύσεως· ὁ Ἰάκωβος πτερνιστής, ὡς ὁ πτερνίσας τὸν βελίαρ· καὶ ὁ μὲν Στέφανος ἐπώνυμός ἐστι τοῦ ἀμαράντου στεφάνου, ὁ δὲ Ἀθανάσιος τῆς ἀθανασίας καὶ ὁ Βασίλειος τῆς βασιλείας· καὶ ὁ μὲν Γρηγόριος τῆς ἐγρηγόρσεως τῆς σοφίας, ἤγουν τῆς Θεολογίας, ὁ δὲ Χρυσόστομος τοῦ πολυτίμου χρήματος καὶ τῆς πολυποθήτου χάριτος, καὶ ὁ Ἰσαάκ, τῆς ἀφέσεως· καὶ ἁπλῶς εἰπεῖν ὥσπερ ἐν τῇ παλαιᾷ, οὕτω καὶ ἐν τῇ νέᾳ κατάλληλα τὰ ὀνόματά εἰσι· καὶ γὰρ ὁ Ἀδὰμ τῶν τετραπεράτων ἐπώνυμός ἐστι· τὸ μὲν α, Ἀνατολή· τὸ δὲ δ, Δύσις· τὸ δὲ α, ἄρκτος καὶ τὸ μ, μεσημβρία· καὶ πάλιν ἄνθρωπος κατὰ τὴν τότε λέξιν, ἤγουν Συρικήν, πῦρ ὀνομάζεται, διὰ τὸ ὅμοιον τῇς φύσεως· ἐξ ἑνὸς γὰρ ἀνθρώπου ἅπας ὁ κόσμος ἐγένετο, ὡς καὶ ἐκ μιᾶς λαμπάδος, ὅσας βούλεταί τις ἄλλας ἄπτει, κἀκείνη ἡ πρώτη ἀνελιπής ἐστι· μετὰ δὲ τὴν σύγχυσιν τῶν γλωσσῶν, ἡ μὲν ἐκ τῆς λήθης, ἣν ἔχει ὁ ἄνθρωπος, ἐτυμολογεῖ· ἡ δὲ ἐκ τῶν ἄλλων αὐτοῦ ἐπιτηδευμάτων· ἡ δὲ Ἑλλὰς πάλιν ἐκ τοῦ ἄνω ἀθρεῖν ἐτυμολογεῖ τὸν ἄνθρωπον· ἀλλὰ κυρίως αὐτοῦ φύσις, ὁ λόγος ἐστί, διὸ καὶ λογικὸς λέγεται, ὡς ἴδιον ἔχων τοῦτο μόνος ἐν γὰρ τοῖς ἑτέροις αὐτοῦ ὀνόμασιν, ἔχει καὶ ἄλλα κτίσματα συνωνυμοῦντα αὐτῷ· διὰ τοῦτο ὀφείλομεν καταλιπεῖν πάντα, καὶ τὸν λόγον ὡς λογικοὶ προτιμῆσαι, καὶ λόγους λόγῳ προσφέρειν τῷ τοῦ Θεοῦ λόγῳ, ἵνα ἐξ αὐτοῦ ἀντὶ λόγων, λόγους Πνεύματος Ἁγίου λαβεῖν καταξιωθῶμεν ἐν τῷ νῦν, κατὰ τὸ λεγόμενον· διδοὺς εὐχὴν τῷ εὐχομένῳ, ἤγουν τῷ εὐχομένῳ καλῶς σωματικὴν εὐχήν, δίδωσιν ὁ Θεὸς τὴν κατὰ νοῦν προσευχήν· καὶ τῷ ταύτην ἐπιμελῶς ἔχοντι, τὴν ἀνείδεον, καὶ ἀσχημάτιστον ἐκ τοῦ ἁγνοῦ φόβου τοῦ Θεοῦ· καὶ πάλιν τῷ ταύτην καλῶς ποιοῦντι τὴν θεωρίαν τῶν κτισμάτων· καὶ ἐκ ταύτης τὴν ἁρπαγὴν τοῦ νοὸς χαρίσεται πρὸς Θεολογίαν καὶ εὐεργεσίαν τοῦ μέλλοντος τῷ ἐκ πάντων σχολάζοντι, καὶ ἐν αὐτῷ μελετῶντι ἔργῳ καὶ λόγῳ, καὶ μὴ ἀκοῇ μόνῃ.
Ἡ γνῶσις τοίνυν, εἰ μὲν ἀκουσίως καὶ πρὸς ταπείνωσιν ἄγει τὸν ἔχοντα ταύτην ἐξ αἰσχύνης καὶ ὅτι παρέχει αὐτὴν παρ᾽ ἀξίαν καὶ ὡς βλάβην ἀποστρέφεται, κατὰ τὸν τῆς Κλίμακος λόγον, διὰ χειρὸς ταπεινώσεως, κᾶν θεόσδοτος ἴσως ἐστιν, εὖ ἂν ἔχῃ· εἰ δὲ ὡς ὁ ποτὲ ὑπὸ τῶν αἰθιόπων διὰ τριοδόντων ἀνασπασθείς, ὢ τῆς συμφορᾶς, πῶς εἶχεν οὖτος ὄνομα μέγα, καὶ τοσοῦτον ἠγαπᾶτο ὑπὸ τῶν ἀνθρώπων, ὥστε πάντας θρηνῆσαι αὐτοῦ τὸν θάνατον, καὶ ὡς ζημίαν μεγάλην ἡγήσασθαι τὴν αὐτοῦ στέρησιν, ἀλλὰ διὰ τὴν ὑπερηφάνειαν ἣν εἶχε κεκρυμμένην, ἤκουσεν ἀπὸ τοῦ ὕψους ὁ ταῦτα θεωρῶν μὴ ἀναπαύσεται αὐτόν, ὅτι οὐκ ἀνέπαυσέ με μίαν ὥραν· βαβαί, ὁ ὁνομαζόμενος ὑπὸ πάντων Ἅγιος, καὶ ὅτι δι᾽ εὐχῶν αὐτοῦ ἤλπιζον σωθῆναι πολλοὶ ἐκ παντοίων πειρασμῶν, οὕτως εἶχε τὸ τέλος διὰ τὴν ἔπαρσιν· καὶ ὅτι μὲν διὰ ταύτην ἦν ἡ αἰτία, παντί που δῇλον. Εἰ γὰρ ἦν ἄλλη ἁμαρτία, οὐκ ἂν ἠδύνατο πάντας λαθεῖν, ἀλλ᾽ οὐδὲ πᾶσαν ὥραν ταύτην ποιεῖν· εἰ δὲ αἵρεσις ἦν, κατὰ πᾶσαν ὥραν μὲν ὁ αἱρετικὸς παροργίζει τὸν Θεὸν τῇ ἑαυτοῦ βλασφημίᾳ κατὰ γνώμην, πλὴν οὐδ᾽ αὕτη ἀφανὴς εἰς τὸ παντελὲς γίνεται, ἀλλὰ κατ᾽ οἰκονομίαν Θεοῦ φανεροῦται, πρὸς διόρθωσιν τοῦ ἔχοντος αὐτήν, ἐὰν βουληθῇ μεταστρέψαι, εἰ δὲ μήγε, πρὸς ἄλλων ἀνθρώπων ἀσφάλειαν. Διὰ τοῦτο αὕτη μόνη ἡ ὑψηλοφροσύνη τῇ αὐταρεσκείᾳ δύναται λαθεῖν πάντας, σχεδὸν καὶ αὐτὸν τὸν ἔχοντα ταύτην, κἂν οὐ παραχωρεῖται πεσεῖν εἰς πειρασμούς, ἐξ ὧν ἔρχεται ἡ ψυχὴ εἰς ἔλεγχον, καὶ γινώσκει τὴν ἰδίαν ἀσθένειαν, καὶ ἀγνωσίαν. Διὰ τοῦτο γὰρ οὐδὲ καὶ μίαν ὥραν εἶχε τὸ Πνεῦμα τὸ Ἅγιον ἀνάπαυσιν ἐν τῇ ἀθλίᾳ ψυχῇ ἐκείνῃ, ὅτε ἀεὶ τὸν αὐτὸν λογισμὸν εἶχε, καὶ ἠγάλλετο ἐπὶ αὐτῷ, ὥς τινι κατορθώματι, διὸ καὶ ἐσκοτίσθη, ὡς οἱ δαίμονες, διὰ τὸ μὴ φαίνεσθαι ὅλως πταίων, ἴσως ἔτρεφε τὸ ἓν πάθος ἀντὶ τῶν λοιπῶν, καὶ ἤρκει τοῦτο τοῖς δαίμοσιν, ὡς ἀναπληροῦν δυνάμενον τὸν τόπον τῶν ἄλλων κακῶν, ὡς φησιν ὁ τῆς Κλίμακος· οὐκ ἐγὼ δὲ ταύτην τὴν διάκρισιν, καὶ θεωρίαν εὖρον τῆς ὑποθέσεως ταύτης, ἀλλ᾽ ἐκ τοῦ Ἁγίου Γέροντος ἀκούσας ἔγραψα, ὡς ἔφη καὶ περὶ τοῦ Ἁγίου Παύλου τοῦ Ἀπλοῦ· ὅτι διὰ τοῦτο οὐκ ἤκουσεν ὁ δαίμων εὐθὺς τοῦ ἐξελθεῖν ἐκ τοῦ ἀνθρώπου, διὰ τὸ εἰπεῖν αὐτῷ ὁ Μέγας Ἀντώνιος, Ἀββᾶ Παῦλε, ἔκβαλλε τὸν δαίμονα τῆς κόρης ταύτης, καὶ οὐκ ἔβαλλεν εὐθὺς μετάνοιαν ὑπακούσας, ἀλλὰ τρόπον τινὰ ἀντέλεγεν εἰπών, σὺ δὲ τί; καὶ μετὰ τὸ ἀκοῦσαι ὅτι ἐγὼ οὐκ ἀδειάζω, τότε ὑπήκουσε καὶ τούτου χάριν ἔφη ὁ Μακάριος Γέρων, ὅτι οὐκ ἐξῆλθεν εὐθὺς ὁ δαίμων, ἀλλὰ μετὰ τὸ κοπιᾶσαι πολλά· καὶ εἰκότως· οὐ μόνον γὰρ ὡς θεοφορούμενος πιστεύεται ὁ Γέρων, ἀλλὰ ἡ τοῦ νιπτῆρος μαρτυρεῖ, καὶ ἡ τοῦ Μωϋσέως ἀντιλογία, καὶ ἡ τοῦ Προφήτου τοῦ ζητοῦντος ποτὲ πληγῆναι ἀπό τινος· ἀλλ᾽ ἐπειδὴ ἔχει ἡ Ἱστορία αὕτη θεωρίαν, καὶ οὐκ ἐρρέθη, ῥηθήσεται ἐνταῦθα.
Βασιλεύς τις, ἀναφέρεται εἰς τὰ Παραλειπόμενα, τυραννικῶς διοικῆσαι τὴν Βασιλείαν, ὥστε ὁ φιλάνθρωπος Θεὸς μὴ φέρων τὴν τυραννίδα, ἐκέλευσε τὸν Προφήτην ἀπελθεῖν καὶ ἐλέγξαι τὸν Βασιλέα ἐκεῖνον· ὁ δὲ τὴν ἀπήνειαν αὐτοῦ γινώσκων, οὐκ ἤθελεν ἁπλῶς ἀπελθεῖν, μήπως θεασάμενος αὐτὸν μακρόθεν, καὶ γνούς, δι᾽ ἣν αἰτίαν παρεγένετο, ἀποδιώξῃ αὐτόν, καὶ οὐ μὴ δυνηθῇ ὁ Προφήτης ἐλέγξαι αὐτόν· ἢ πάλιν ἀρξάμενος τοῦ λέγειν, ἐκ τοῦ Θεοῦ μου ἀπεστάλην τῆς ἀπηνείας σου ἕνεκα, οὐ μὴ προσχῇ τοῖς λεγομένοις· ἀλλ᾽ ἐπραγματεύσατο τοῦτο, ἵνα ὑπό τινος πληγῇ, καὶ ἡμαγμένος ἀπέλθῃ ὡς ἐγκαλῶν, ὅπως ἐκ τούτου πλανήσῃ τὸν Βασιλέα τεχνικῶς, καὶ ἀκοῦσαι τῶν λεγομένων ποιήσῃ· καὶ διοδεύσας εὗρέ τινα παρὰ τὴν ὁδὸν ἔχοντα ἀξίνην, εἰπὼν πρὸς αὐτόν· τάδε λέγει Κύριος· ἆρόν σου τὴν ἀξίνην, καὶ πλῆξόν μου τὴν κάραν· ὁ δὲ θεοσεβὴς ὢν ἔφη, οὐδαμῶς Κύριέ μου, τοῦ Θεοῦ εἰμὶ ἐγώ, οὐ μὴ βάλλω τὴν χεῖρά μου ἐπὶ Χριστὸν Κυρίου· καὶ εἶπεν ὁ προφήτης· τάδε λέγει Κύριος· ἀνθ᾽ ὧν οὐχ ὑπήκουσας τῆς φωνῆς Κυρίου, ἐλθέτω λέων ἐκ τῆς ἐρήμου, καὶ φαγέτω σε· τοῦτο τοίνυν οὐκ ἦν ὀργή, μὴ γένοιτο· ἀλλὰ πρὸς ὠφέλειαν πολλῶν ἐγένετο· καὶ ὅτι ἄξιος ἦν ὁ ἀγαθὸς ἄνθρωπος ἐκεῖνος, ἵνα μὴ ἀποθάνῃ ἁπλῶς, ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἀλλ᾽ ἵνα κατὰ τὸν λόγον τοῦ Κυρίου βρωθῇ ὑπὸ τοῦ θηρίου, καὶ στέφανον διὰ τοῦ πικροῦ θανάτου ἀπολάβῃ· ὥς φησι τὸ Γεροντικὸν περὶ τῶν τεσσάρων ἱερέων τῶν ποιησάντων τὴν συμφωνίαν, καὶ πῶς ηὔχοντο οἱ κοιμηθέντες ἐν Χριστῷ, ἵνα βρωθῇ ὁ διακονητὴς αὐτῶν ὑπὸ τοῦ λέοντος, διὰ τὴν πορνείαν, ἣν ἐποίησεν, καὶ οὐχ ὑπήκουσεν αὐτῶν ὁ Κύριος, ἀλλ᾽ ἔκρινεν ἀκοῦσαι τοῦ ἡσυχαστοῦ δεομένου ὑπὲρ αὐτοῦ, ἵνα ἀποστῇ ἀπ᾽ αὐτοῦ ὁ λέων· εἶτα εὑρὼν ὁ Προφήτης ἄλλον ὑπήκοον εἶπεν αὐτῷ· τάδε λέγει Κύριος· ἆρόν σου τὴν ἀξίνην, καὶ πλῆξόν μου τὴν κάραν· ὁ δὲ τάδε λέγει Κύριος, ἀκούσας, ἀδιακρίτως ἔπληξε τὴν κάραν τοῦ Προφήτου τῇ ἑαυτοῦ ἀξίνῃ, καὶ ὁ Προφήτης, καθάπερ ὁ Μωϋσῆς ποτε, ἔφη πρὸς αὐτόν, εὐλογία Κυρίου ἐπὶ σὲ, ὅτι ἤκουσας φωνῆς Κυρίου· ὥστε ὁ μὲν ἐξ ἀγαθότητος πολλῆς, ἠδέσθη τὸν Προφήτην, καὶ οὐχ ὑπήκουσεν, ὡς ὁ Πέτρος ἐν τῷ νιπτῆρι ὁ δὲ ἀδιακρίτως ὑπακοὴν ἐτελείωσεν, ὡς ὁ λαὸς τοῦ Μωϋσέως ὑπακοὴν ἐτελείωσεν ἐν τῷ κατασφάξαι ἀλλήλους, καὶ ἐν μὲν τῷ φανερῷ ὁ ἀκούων τοῦ θείου βουλήματος κρεῖττον ποιεῖ· ἔχει γὰρ σοφώτερον καὶ δικαιότερον τῆς φυσικῆς γνώσεως τὸ ὑπὲρ φύσιν ἐπίταγμα τοῦ δεσπότου τῆς φύσεως ὁ δὲ παρακούων ἔλαττον ποιεῖ, ὡς ἔχων τὰ αὐτοῦ φαινόμενα καλά, δικαιότερα τῶν τοῦ Θεοῦ, ἐν δὲ τῷ κρυπτῷ οὐχ οὕτως, ἀλλὰ πρὸς τὸν σκοπὸν τῆς ὑπακοῆς, ἢ τῆς παρακοῆς· ὅς τις γὰρ ἔχει σκοπὸν ἀρέσαι Θεῷ ἐκεῖνός ἐστιν ὁ κρεῖττον ποιῶν· καὶ εἰς μὲν τὸ φανερὸν φαίνεται ὁ Θεὸς ὀργιζόμενος τῷ παρακούσαντι, καὶ εὐλογῶν τὸν ἀκούσαντα· ἐν δὲ τῷ κρυπτῷ οὐχ οὕτως, ἀλλ᾽ ὡς εἴρηται κατὰ θεωρίαν φυσικὴν ἐπίσης ἦσαν ἀμφότεροι, καὶ ἀγαθοὶ ἐτύγχανον, διότι κατὰ Θεὸν ἦν ὁ σκοπὸς καὶ τῶν δύω· καὶ ταῦτα μὲν οὕτως· ὁ δὲ Προφήτης ἀπελθὼν εἰς τὸν βασιλέα, καὶ στὰς ἐνώπιον αὐτοῦ εἶπεν· ἐκδίκησόν με ὦ Βασιλεῦ· ἐρχομένῳ γάρ μοι ὑπήντησέ τις καθ᾽ ὁδὸν, καὶ ἔπληξέ μου τὴν κεφαλήν· καὶ ὁ Βασιλεὺς ὁρῶν τὰ αἵματα καὶ τὴν πληγὴν, ἐθυμώθη κατὰ τὸ ἔθος αὐτοῦ, πλὴν οὐ κατὰ τοῦ ἐγκαλοῦντος, ἀλλὰ μᾶλλον νομίζων ὅτι ἄλλον τινὰ κρῖναι ἔχει, καὶ οὐχ ἑαυτόν, ἀπεφήνατο κατὰ τοῦ ποιήσαντος τοῦτο βαρέως· ὁ δὲ Προφήτης τυχὼν οὖπερ ἤλπιζε λέγει· καλῶς εἶπας ὦ Βασιλεῦ, διὰ τοῦτο τάδε λέγει Κύριος, διαρρήσσων διαρρήξω τὴν Βασιλείαν ἐκ τῆς χειρός σου καὶ ἐκ τοῦ σπέρματός σου, ὅτι σὺ εἰ ὁ ποιήσας ταῦτα· κἀκ τούτου πεπλήρωκεν ὁ Προφήτης τὸν χρησμὸν ὡς ἠβούλετο, καὶ ἐντέχνως ἐποίησε τὸν βασιλέα προσέχειν τοῖς λεγομένοις ὑπ᾽ αὐτοῦ, καὶ ἀπῆλθε δοξάζων τὸν Θεόν· τοιαῦται οὖν ψυχαὶ ἦσαν αἱ τῶν προφητῶν φιλοῦσαι τὸν Θεόν, καὶ ὑπὲρ τοῦ βουλήματος αὐτοῦ πάσχειν σπουδάζουσαι ἐκ τῆς θεογνωσίας· καὶ εἰκότως· ὁ γὰρ γινώσκων ἀκριβῶς ὁδόν τινα ἢ ἐπιστήμην μετὰ προθυμίας ἁπάσης καὶ εὐκολίας μετέρχεται ταύτην, καὶ ἄλλοις δείκνυσιν ἀσφαλῶς τὴν ὁδοιπορίαν ἢ τὰ μυστήρια τῆς τέχνης καὶ νοήματα· κἂν αὐτὸς ἴσως νέος τῇ ἡλικίᾳ καὶ ἰδιώτης τυγχάνῃ πολλάκις, κἀκεῖνοι πολυχρόνιοί εἰσι, καὶ σοφοὶ εἰς ἄλλα μαθήματα· οἱ γὰρ Προφῆται, Ἀπόστολοι καὶ Μάρτυρες οὐκ ἔμαθον τὴν θεογνωσίαν καὶ τὴν σοφίαν ἐξ ἀκοῆς ὡς ἡμεῖς, ἀλλ᾽ αἵματα ἔδωκαν, καὶ ἔλαβον πνεῦμα· κατὰ τὸ λεγόμενον ὑπὸ τῶν Γερόντων· δὸς αἷμα, καὶ λάβε πνεῦμα· διὰ τοῦτο καὶ οἱ Πατέρες ἀντὶ Μαρτυρίου αἰσθητοῦ, κατὰ συνείδησιν ἐμαρτύρησαν, ἔχοντες ἀντὶ θανάτου σωματικοῦ τὸν κατὰ προαίρεσιν, ἵνα νικήσῃ ὁ νοῦς τὰ σαρκικὰ θελήματα καὶ βασιλεύῃ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἡ τιμὴ καὶ ἡ προσκύνησις νῦν τε, καὶ ἀεί. Ἀμήν· εἰς τοὺς αἰῶνας.
Τέλος τῶν τοῦ Πέτρου τοῦ Δαμασκηνοῦ πονημάτων.
Τῷ δὲ Θεῷ ἡ χάρις.