Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2

St Gregory of Sinai, Τοῦ αὐτοῦ περὶ ἡσυχίας, καὶ τῶν δύο τρόπων τῆς προσευχῆς, κεφάλαια…

ΤΟΥ ΑΥΤΟΥ
ΠΕΡΙ ΗΣΥΧΙΑΣ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΔΥΩ ΤΡΟΠΩΝ ΤΗΣ ΠΡΟΣΕΥΧΗΣ.
ΕΝ ΚΕΦΑΛΑΙΟΙΣ ΙΕ΄.

Δύω τρόποι εἰσὶν ἑνώσεως μᾶλλον δὲ εἴσοδοι ἑκατέρωθεν τῆς νοερᾶς προσευχῆς, τῆς διὰ τοῦ πνεύματος ἐν καρδίᾳ ἐνεργουμένης· δι᾽ ὧν ὁ νοῦς ἢ προλαμβάνει αὐτὴν ἐκεῖσε τῷ Κυρίῳ κολλώμενος κατὰ τὴν γραφήν, ἢ κινουμένης τῆς ἐνεργείας κατὰ πρόοδον ἐν πυρὶ εὐφροσύνης ἕλκει τὸν νοῦν, ἢ δεσμεύει αὐτὸν πρὸς τὴν τοῦ Κυρίου Ἰησοῦ ἐπίκλησιν τε καὶ ἕνωσιν· εἰ γὰρ καὶ τὸ πνεῦμα ἰδίᾳ ἑκάστῳ ἐνεργεῖ ὡς βούλεται, καθὼς φησὶν ὁ Ἀπόστολος, ἀλλ᾽ ἔστιν ὅτε μία τῆς μιᾶς προηγεῖται ἔντισιν, κατὰ τοὺς τρόπους οὓς προειρήκαμεν· καὶ ποτὲ μὲν ἡ ἐνέργεια γίνεται ἐν καρδίᾳ, τῶν παθῶν δηλονότι μειουμένων, διὰ συνεχοῦς ἐπικλήσεως Ἰησοῦ Χριστοῦ, τῆς θείας θέρμης ἀναφανείσης· ὁ γὰρ Θεὸς ἡμῶν πῦρ καταναλίσκον τὰ πάθη, φησὶν ἡ γραφή, ποτὲ δὲ τὸ πνεῦμα ἕλκει τὸν νοῦν πρὸς ἑαυτό, εἰς τὸ βάθος τῆς καρδίας ἄγχον αὐτόν, καὶ τῆς συνήθους περιφορᾶς ἀπεῖργον· καὶ τότε οὐκ ἔτι αἰχμάλωτος εἰς Ἀσσυρίους ἄγεται ἐξ Ἰερουσαλήμ, ἀλλ᾽ ἑκ Βαβυλῶνος εἰς Σιὼν μετοικεσίαν ποιεῖται τὴν κρείττονα· ὥστε λέγειν καὶ αὐτὸν μετὰ τοῦ Προφήτου· σοὶ πρέπει ὕμνος ὁ Θεὸς ἑν Σιών καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἰερουσαλήμ· καὶ πάλιν· ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών· καὶ τὸ ἀγαλλιάσεται Ἰακώβ, καὶ εὐφρανθήσεται Ἰσραήλ, ὁ πρακτικὸς καὶ θεωρητικὸς νοῦς δηλονότι, ὁ διὰ πρακτικῆς τὰ πάθη μετὰ Θεὸν νικῶν, καὶ αὐτὸν διὰ θεωρίαν ὁρῶν, καθ᾽ ὅσον αὐτῷ ἐφικτόν· τότε γὰρ ὁ νοῦς ὡς εἰς τράπεζαν δαψιλεστάτην κληθείς, ἐν τρυφῇ θείᾳ εὐφραινόμενος ψάλλει· ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξεναντίας τῶν θλιβόντων με δαιμόνων τε, καὶ παθῶν.

Περὶ τοῦ πῶς δεῖ ἐνεργεῖν τὴν προσευχήν.

Ἐν πρωΐᾳ σπεῖρον, φησὶν ὁ Σολομών, τὸ σπέρμα σου, τὸ τῆς εὐχῆς δηλονότι, καὶ ἐν ἑσπέρᾳ μὴ ἀφιέτω ἡ χείρ σου· ἵνα μὴ διάστασιν καιροῦ τὸ τῆς εὐχῆς διηνεκῶς ἔχον, τὴν τῆς εἰσακουστῆς ὥραν λαχὸν ἀστοχήσῃ· ὅτι οὐ γινώσκεις φησί· ποῖον στοιχοίσει, τοῦτο, ἢ ἐκεῖνο· καὶ ἀπὸ μὲν πρωΐας καθεζόμενος ἐν σπιθαμιαίᾳ καθέδρᾳ, ἄγξον τὸν νοῦν ἐκ τοῦ ἡγεμονικοῦ ἐν καρδίᾳ, καὶ κράτει αὐτὸν ἐν αὐτῇ· κύπτων δὲ ἐμπόνως, καί τὰ στέρνα, ὤμους τε καὶ τὸν τράχηλον σφοδρῶς περιαλγῶν, ἑπιμόνως κράζε νοερῶς, ἢ ψυχικῶς τὸ Κύριε Ἰησοῦ Χριστὲ ἐλέησον με· εἶτα διὰ τὸ στενὸν καὶ ἐπίπονον, ἴσως, καὶ ἀηδῶς, διὰ τῶν συνεχές ἔχων· (ὅπερ οὐκ ἔστι διὰ τὸ ἓν βρῶμα τοῦ τριωνύμου συνεχῶς ἐσθιόμενον, οἱ γὰρ ἐσθίοντές με φησὶν ἔτι πεινάσουσι·) μεταλλάττων τὸν νοῦν εἰς τὸ ἕτερον ἥμισυ, λέγε· Υἱὲ τοῦ Θεοῦ ἐλέησόν με· καὶ πολλαχῶς λέγων τὸ ἥμισυ, συνεχῶς οὐκ ὀφείλεις ἐκ ῥαθυμίας μεταλλάττειν αὐτά· οὐ ῥιζοῦνται γὰρ τὰ φυτὰ συνεχῶς μεταφυτευόμενα· χράτει δὲ καὶ τὸν ἀνασασμὸν τοῦ πνεύματος, ἵνα μὴ ἀδεῶς πνῇς· ἡ γὰρ αὔρα τῶν πνευμάτων ἀπὸ καρδίας ἀναδιδομένη, σκοτίζει τὸν νοῦν καὶ ῥιπίζει τὴν διάνοιαν ἐκεῖθεν αὐτὸν ἀπείργων· καὶ ἢ αἰχμάλωτον τῇ λήθῃ παραδίδωσιν, ἢ ἄλλα ἀντ᾽ ἄλλων μελετᾶν αὐτὸν παρασκευάζει, ἀναισθήτως εἰς ἃ μὴ δεῖ εὑρισκόμενον· ἐὰν δὲ ἴδῃς τὰς ἀκαθαρσίας τῶν πονηρῶν πνευμάτων, ἤτοι λογισμῶν ἀναδιδομένας, ἢ μεταμορφουμένας ἐν τῷ νοί σου, μὴ θαμβηθῇς· κἂν ἀγαθὰ νοήματα πραγμάτων ἀναφαίνωνταί σοι, μὴ προσχῇς αὐτοῖς, ἀλλὰ κρατῶν τὴν ἐκπνοήν, ὡς δυνατόν, καὶ τὸν νοῦν ἐν καρδίᾳ συγκλείων, καὶ τὴν ἐπίκλησιν τοῦ Κυρίου Ἰησοῦ συνεχῶς καὶ ἐπιμόνως ἐνεργῶν, ταχέως κατακαίεις καὶ συστέλλεις αὐτά, μαστίζων αὐτοὺς ἀοράτως διὰ τοῦ θείου ὀνόματος φησὶ γὰρ ὁ τῆς Κλίμακος, Ἰησοῦ ὀνόματι μάστιζε πολεμίους· οὐδὲν γὰρ ἰσχυρότερον ὅπλον ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς.

Περὶ τῆς ἀναπνοῆς.

Ὅτι δὲ ὀφείλεις κρατεῖν τὴν ἐκπνοήν, μάρτυς Ἡσαΐας ὁ ἀναχωρητὴς περὶ τούτου λέγων, καί ἄλλοι πολλοί· ὁ μὲν κράτει νοῦν ἀκράτητον· ὡθούμενον δηλονότι, καὶ διασκεδαζόμενον ὑπὸ τῆς ἐναντίας δυνάμεως τῆς δι᾽ ἀμέλειαν πάλιν μετὰ τὸ Βάπτισμα ἐπαναστραφείσης, μετὰ καὶ ἄλλων πονηροτέρων πνευμάτων ἐν τῇ ῥαθύμῳ ψυχῇ, ὥς φησιν ὁ Κύριος, καὶ τὰ ἔσχατα ποιησάσης τῶν προτέρων χείρονα· ὁ δὲ ὅτι ὀφείλει ὁ Μοναχὸς ἔχειν τὴν τοῦ Θεοῦ μνήμην, ἀντὶ ἀναπνοῆς· ἄλλος δέ, τὴν τοῦ Θεοῦ ἀγάπην, προλαμβάνουσαν αὐτοῦ τὴν ἑκπνοήν· καὶ ὁ Νέος Θεολόγος, ἄγξον καὶ τὴν τῆς ῥινὸς ὁλκήν, ἵνα μὴ ἀδεῶς πνῇς· καὶ ὁ τῆς Κλίμακος· Ἰησσῦ μνήμη ἑνωθήτω τῇ πνοῇ σου, καὶ τότε γνώσῃ ἠσυχίας ὠφέλειαν· καὶ ὁ Ἀπόστολος· οὐκ αὐτός, ἀλλ᾽ ὁ Χριστὸς ἐν αὐτῷ ἔζη, ἐνεργῶν καὶ τὴν θείαν ζωὴν ἐμπνεόμενος· καὶ ὁ Κύριος· τὸ πνεῦμα ὅπου θέλει πνεῖ, φησί, τὸ παράδειγμα λαβὼν ἐκ τῆς πνεύσεως τοῦ αἰσθητοῦ ἀνέμου, ἐπειδὴ καθαροὶ γεγονότες τὸν ἀρραβῶνα τοῦ πνεύματος, καὶ τὸν ἔμφυτον λόγον ὡς σπόρον, κατὰ τὸν Ἀδελφόθεον Ἰάκωβον ἐδεξάμεθα, φυτευθέντα, καὶ οἱονεὶ συμπαγέντα ἐν μετοχῇ ἀμεθέκτῳ, καὶ ἀμιγῶς θεουργοῦντα ἡμᾶς ἀμειώτως τὸν ὑπερπλήρη δι᾽ ἀγαθότητα, τῶν ἐντολῶν δὲ ὡς φυλακτικῶν τῆς χάριτος, ἀμελήσαντες, πεπτώκαμεν πάλιν εἰς τὰ πάθη δι᾽ ἀμέλειαν· καὶ ἀντὶ ἀναπνοῆς Πνεύματος Ἁγίου, πνευμάτων πονηρῶν πνεύσεις ἐπληρώθημεν καὶ δῆλον ἡ χάσμη καὶ ὁ τανυσμὸς ἐκ τούτων γίνεται, ὡς λέγουσιν οἱ πατέρες· ὁ γὰρ κτησάμενος τὸ πνεῦμα, καὶ ὑπ᾽ αὐτοῦ καθαρθείς, ἐξ αὐτοῦ θερμαίνεται καὶ ἐμπνέεται τὴν θείαν ζωήν, καὶ λαλεῖ, καὶ νοεῖ, καὶ κινεῖται, κατὰ τὴν τοῦ Κυρίου φωνήν· ὅτι οὐχ ὑμεῖς ἐστὲ οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ Πατρός μου τὸ λαλοῦν, φησίν, ἐν ὑμῖν· ὁμοίως πάλιν ὁ τὸ ἐναντίον ἔχων, καὶ ὑπ᾽ αὐτοῦ κυριευθείς, τἀναντία πράττει καὶ λέγει.

Περὶ τοῦ πῶς δεῖ ψάλλειν.

Ἀποκαμών, φησὶν ὁ τῆς Κλίμακος, ἀναστὰς προσεύξεται· καὶ πάλιν καθεσθείς, τῆς προτέρας ἐργασίας ἀνδρείως ἕξεται· εἰ γὰρ καὶ περὶ τοῦ νοὸς εἴρηκεν, ὅτε φθάσει τὴν τῆς καρδίας τήρησιν, τά δε ὀφείλειν ποιεῖν, ἀλλ᾽ οὖν οὐκ ἀπεικὸς καὶ περὶ τῆς ψαλμῳδίας εἰπεῖν αὐτό· λέγεται γὰρ ὅτι ἡρωτήθη περὶ τῆς ψαλμῳδίας ὁ Μέγας Βαρσανούφιος, τὸ πῶς δεῖ ψάλλειν, καὶ ἀπεκρίθη ὁ γέρων· αἱ ὥραι, καὶ αἱ ᾠδαί, Ἐκκλησιαστικαί εἰσι παραδόσεις, καὶ καλῶς διὰ τὴν συμφωνίαν ἐδόθησαν· οἱ δὲ σκητιῶται οὔτε ὥρας ψάλλουσιν, οὔτε ᾠδὰς ἔχουσιν· ἀλλ᾽ ἐργόχειρον, καὶ κατὰ μόνας μελέτην, καὶ κατ᾽ ὀλίγον εὐχήν· στήκων δὲ εἰς εὐχήν, ὀφείλεις λέγειν τὸ Τρισάγιον, καὶ τὸ Πάτερ ἡμῶν· παρακαλεῖν δὲ καὶ τὸν Θεόν, τοῦ παλαιοῦ ἀνθρώπου ρυσθῆναι, καὶ μὴ βραδύνειν εἰς αὐτήν, ὅλην γὰρ τὴν ἡμέραν ὁ νοῦς σου εἰς τὴν εὐχὴν ἐστίν· καὶ τοῦτο ἐδήλωσεν ὁ γέρων, ὅτι ἡ κατὰ μόνας μελέτη, αὕτη ἐστὶν ἡ καρδιακὴ εὐχή, ἡ δὲ κατ᾽ ὀλίγον εὐχή, ἡ στάσις τῆς ψαλμῳδίας· λέγει δὲ σαφῶς καὶ ὁ μέγας Ἰωάννης ὁ τῆς Κλίμακος· ἔργον ἡσυχίας, ἀμεριμνία ἐν πᾶσι· προσευχὴ ἄοκνος· αὕτη ἐστὶν ἡ στάσις, καὶ τρίτον ἐργασία καρδίας ἄσυλος· αὕτη ἐστὶν ἡ καθέδρα τῆς προσευχῆς, εἴτε οὖν ἡσυχίας.

Περὶ διαφορᾶς τῶν ψαλλόντων.

Τὶς ἡ διαφορά, ὅτι οἱ μὲν πολλὰ ψάλλειν διδάσκουσιν, οἱ δὲ ὀλίγον, ἕτεροι δὲ οὐδ᾽ ὅλως, ἀλλὰ μόνην τῆν εὐχὴν καὶ κόπον, ἐργόχειρον τυχόν, ἢ μετανοίας, ἢ ἄλλην τινὰ ἐργασίαν ἐπίπονον; ἔστι δὲ ἡ λύσις τῶν τοιούτων αὕτη· ὅσοι ἀπὸ πρακτικῆς διὰ πολλῶν κόπων, καὶ χρόνων εὖρον τὴν χάριν, τοῦτο ὡς μαθόντες, οὕτως ἑτέροις διδάσκουσιν· ἀπειθοῦσι δὲ μὴ παραδεχόμενοι τοῖς ἐπιστημονικῶς, ἐλέει Θεοῦ, ἐν συντόμῳ διὰ θερμῆς πίστεως, ὥς φησιν ὁ Ἅγιος Ἰσαὰκ εἰς αὐτὸ φθάσασι, διὸ καὶ μέμφονται τοὺς τοιούτους ὑπὸ ἀγνωσίας καὶ οἰήσεως κλεπτόμενοι· καὶ ἑτέροις διαβεβαιοῦνται, ὅτι εἰ ἐστὶν ἄλλως πλάνη ἐστί, καὶ οὐ χάριτος ἐνέργεια· καὶ οὐκ οἴδασιν, ὅτι κοῦφον ἐν ὀφθαλμοῖς Κυρίου, κατὰ τὴν γραφήν, ἐξάπινα πλουτίσαι πένητα· καὶ τὸ ἀρχὴ σοφίας, κτῆσαι σοφίαν, τὴν χάριν φησὶν ἡ παροιμία· ἐπισκώπτει δὲ καὶ ὁ Ἀπόστολος τοὺς τότε μαθητὰς ἀγνοοῦντας τὴν χάριν, λέγων· οὐκ οἴδατε ὅτι Ἰησοῦς Χριστὸς οἰκεῖ ἐν ἡμῖν; εἰ μήτι ἄρα ἀδόκιμοι ἐστέ· τουτέστι διὰ τὴν ἀμέλειαν ὑμῶν ἀπρόκοποι· ὅθεν καὶ τὰ ἐξαίσια ἔν τισι τῆς προσευχῆς ἰδιώματα ὑπὸ τοῦ πνεύματος ἐνεργούμενα ἰδιοτρόπως, ἐξ ἀπιστίας καὶ ὑψηλοφροσύνης οὐ παραδέχονται.

Ἀντίρρησις αὐτοῦ.

Εἰπέ μοι, ὦ οὗτος, ἐὰν νηστεύῃ τίς, ἐγκρατεύηται, ἀγρυπνῇ, ἵσταται, μετανοίας ποιῇ, πενθῇ, ἀκτημονῇ, οὐκ ἔστιν αὕτη πρᾶξις; πῶς οὖν λέγεις χωρὶς πρακτικῆς, τὴν ψαλμῳδίαν προβαλλόμενος μόνον, προσευχὴν κρατῆσαι ἀδύνατον; οὐχὶ ταῦτα πράξεις εἰσίν; Λύσις. Ἐάν τις τῷ στόματι προσεύχηται, καὶ ὁ νοῦς ῥέμβεται τί ὠφέλησεν; εἷς οἰκοδομῶν, καὶ εἷς καταλύων, οὐδέν, ἀλλ᾽ ἦ κόπους· ἀλλ᾽ ὥσπερ τῷ σώματι ἐργάζεται, οὕτως ὀφείλει καὶ τῷ νοί· ἵνα μὴ εὑρεθῇ τῷ μὲν σώματι δίκαιος. τῇ δὲ καρδίᾳ πάσης ἀκηδίας, καὶ ἀκαθαρσίας πεπληρωμένος· τοῦτο γὰρ καὶ ὁ Ἀπόστολος διαβεβαιοῖ, λέγων· ἐὰν προσεύχωμαι γλώσσῃ, τουτέστι στόματι, τὸ πνεῦμα μου προσεύχεται, ἥτοι ἡ φωνή μου· ὁ δὲ νοῦς μου ἀκαρπός ἐστι· προσεύχομαι τῷ στόματι, προσεύξομαι καὶ τῷ νοί· καὶ θέλω εἰπεῖν πέντε λόγους, καὶ τὰ ἑξῆς· μάρτυς δέ, ὅτι περὶ τούτου λέγει, ὁ τῆς Κλίμακος· φησὶν ἐν τῷ περὶ προσευχῆς λόγῳ· ὁ μὲν μέγας τῆς μεγάλης καὶ τελείας προσευχῆς ἐργάτης τάδε φησι· θέλω εἰπεῖν πέντε λόγους διὰ τοῦ νοός μου, καὶ τὰ ἑξῆς· εἰσὶ δὲ ἐργασίαι πολλαί, ἀλλὰ μερικαί εἰσι· μεγάλη δὲ καὶ περιεκτική, ὡς ἀρετῶν πηγή, κατὰ τὸν τῆς Κλίμακος, ἡ καρδιακὴ προσευχή ἐστι· δι᾽ ἧς πᾶν ἀγαθὸν εὑρίσκεται· οὐκ ἔστι, φησὶν ὁ Ἅγιος Μάξιμος, ἐννοίας θανάτου φοβερώτερον· οὐδὲ μνήμης Θεοῦ μεγαλοπρεπέστερον· τὸ ὑπερέχον τοῦ ἔργου παραδηλῶν· τινὲς δὲ οὐδὲ εἰ ἔστι χάρις ἐν τῷ νῦν καιρῷ θέλουσιν ἀκοῦσαι, ἐκ πολλῆς ἀναισθησίας καὶ ἀγνωσίας ἐσκοτισμένοι ὄντες, καὶ ὀλιγόπιστοι.

Οἱ δὲ ὀλίγον ψάλλοντες, καλῶς οἶμαι ποιοῦσι· τὴν συμμετρίαν τετιμηκότες, πᾶν γὰρ μέτρον ἄριστον κατὰ τοὺς σοφούς· ἵνα μὴ τὴν δύναμιν τῆς ψυχῆς ὅλην ἐν τῷ πρακτικῷ κενοῦντες, ὁ νοῦς ὀλίγωρος ἐν τῇ προσευχῇ εὑρισκόμενος, ἀτονῇ πρὸς αὐτήν· ἀλλὰ μερικῶς ψάλλοντες, τὸ πλεῖστον ἐν τῇ προσευχῇ ἐκτείνονται· ἴσως δὲ ἔστιν ὅτε τῇ νοερᾷ καὶ συνεχεῖ βοῇ καὶ τῇ ἐμμόνῳ πήξει ὁ νοῦς ἀθυμῶν, μικρᾶς ἀναπαύσεως μεταλαμβάνει ἐν τῷ ἀπολύσαι αὐτὸν εἰς τὸ πλάτος τῆς ψαλμῳδίας, ἀπὸ τοῦ ἀπεστενωμένου τῆς ἡσυχίας· αὕτη ἡ τάξις ἀρίστη, καὶ διδαχὴ σοφωτάτων ἀνδρῶν.

Οἱ δὲ μηδόλως ψάλλοντες, καλῶς ποιοῦσιν, ἐὰν εἰσὶν ἐν προκοπῇ· οὗτοι γὰρ οὐ χρήζουσι λέγειν ψαλμούς, ἀλλὰ σιωπήν, καὶ ἀδιάλειπτον προσευχήν, καὶ θεωρίαν ἐὰν ἔφθασαν εἰς φωτισμόν· μετὰ τοῦ Θεοῦ γὰρ ἡνωμένοι εἰσί, καὶ οὐ χρείαν ἔχουσιν ἀποσπάσαι τὸν νοῦν αὐτῶν ἀπ᾽ αὐτοῦ, καὶ βαλεῖν αὐτὸν εἰς σύγχυσιν· πτῶμα μέν, φησὶν ὁ τῆς Κλίμακος, ὑπηκόῳ, τὸ οἰκεῖον θέλημα, ἡσυχίῳ δὲ προσευχῆς διάστασις· μοιχεύει γὰρ τῶν τοιούτων ὁ νοῦς ὅταν ἀποστῇ τῆς τοῦ Θεοῦ μνήμης, ὡς ἀπὸ νυμφίου· καὶ ἐν ἐλαχίστοις πράγμασιν ἐρωτικῶς ἔχεται· τὸ διδάξαι δὲ καὶ ἑτέροις τὴν αὐτὴν τάξιν, οὐκ ἐν πᾶσιν ἐνδέχεται· τοῖς μὲν ἰδιώταις ὑπηκόοις οὖσι καὶ ἀγραμμάτοις, ναί· διότι ἡ ὑπακοὴ ἐκ πάσης ἀρετῆς μετέχει, διὰ τῆς ταπεινώσεως· ἀνυποτάκτοις δὲ οὐ δίδοται, ἵνα μὴ πλανηθῶσιν εὐχερῶς, κἂν ἰδιῶται, κἂν γνωστικοὶ ὦσι, διότι ὁ αὐτόστοιχος οὐ δύναται ἐκφυγεῖν τὴν οἴησιν· δι᾽ ἧς ἡ πλάνη ἐπακολουθεῖν πέφυκεν· ὥς φησιν ὁ Ἅγιος Ἰσαάκ· τινὲς δὲ μὴ ἐννοοῦντες τὴν μέλλουσαν βλάβην, πρὸς τὸ συνηθίσαι φασὶ καὶ ἀγαπῆσαι τὸν νοῦν τὴν τοῦ Θεοῦ μνήμην, τοῖς τυχοῦσι ταύτην μόνην ἐνεργεῖν διδάσκουσιν· ὅπερ οὐκ ἐνδέχεται, καὶ μάλιστα ἰδιορρύθμοις οὖσι· ἔτι γὰρ τοῦ νοὸς αὐτῶν ἀκαθάρτου ὄντος δι᾽ ἀμέλειαν, καὶ ὑψηλοφροσύνην, διὰ δακρύων μὴ προκαθαρθέντος, εἴδωλα μᾶλλον αἰσχρὰ λογισμῶν, καὶ οὐ προσευχὴν ἐνοπτρίζονται, τῶν ἐν τῇ καρδίᾳ πνευμάτων ἀκαθάρτων, ὑπὸ τοῦ φοβεροῦ ὀνόματος ταραχθέντων, καὶ ἀνελεῖν βρυχόντων τὸν μαστίζοντα· ἐὰν γὰρ ἀκούσῃ, ἢ διδαχθῇ ὁ ἰδιόρρυθμος περὶ τῆς ἐργασίας ταύτης καὶ βούλεται κρατῆσαι αὐτήν, ἓν ἐκ τῶν δύω μέλλει παθεῖν· εἰ μὲν βιάζεται, πλανᾶται, καὶ ἀνίατος μένει· εἶδ᾽ ἀμελεῖ, ἀπρόκοπος ἐν ὅλῃ τῇ ζωῇ αὐτοῦ καθίσταται.

Ἐρῶ δὲ κἀγώ, ὡς ἀπὸ πείρας μικρὸν ἐγνωκώς· ὅτε καθίσῃς ἐν ἡμέρᾳ, ἢ ἐν νυκτὶ ἡσυχάζων, συχνῶς δεόμενος τοῦ Θεοῦ, χωρὶς λογισμῶν ἐν ταπεινώσει, καὶ ἀτονήσει μὲν ὁ νοῦς κράζων, ἀλγήσει δὲ τὸ σῶμα καὶ ἡ καρδία τῇ σφοδρᾷ πήξει τῆς συχνῆς ἐπικλήσεως τοῦ Ἰησοῦ, μηκέτι θερμαινόμενος, ἢ εὐφραινόμενος, ἐξ ὧν ἡ προθυμία, καὶ ἡ ὑπομονὴ τῷ ἀγωνιστῇ γεννᾶται, τότε ἐγερθεὶς στῆθι, καὶ ψάλλε κατὰ μόνας, ἢ μετὰ τοῦ συνόντος σοι μαθητοῦ, ἢ μελέτῃ τινὸς ῥητοῦ, ἢ μνήμῃ θανάτου, ἢ ἐνεργείᾳ χειρῶν, καὶ τῶν λοιπῶν ἀχολούμενος μᾶλλον, ἵνα κόπων ἐμποιῆς τῷ σώματι· καὶ ὅταν μὲν ἵστασαι κατὰ μόνας ψάλλων, λέγε τὸ Τρισάγιον, καὶ εἴθ᾽ σῦτω τὴν προσευχὴν ψυχικῶς, ἢ νοερῶς, προσέχοντος τοῦ νοῦ τῇ καρδίᾳ ἐαν δὲ ἐπίκειται ἀκηδία, λέγε καὶ ψαλμοὺς δύω ἢ τρεῖς, καὶ τροπάρια δύω, κατανυκτικὰ ἄνευ μέλους, ὅτι οὐ μελωδήσουσιν οἱ τοιοῦτοι, φησὶν ὁ τῆς Κλίμακος· ἀρκεῖ γὰρ αὐτοῖς εἰς εὐφροσύνην, ὁ τῆς καρδίας πόνος ὑπὲρ εὐσεβείας γινόμενος, καθὼς φησιν ὁ Ἅγιος Μάρκος, καὶ ἡ θέρμη τοῦ πνεύματος πρὸς χάριν καὶ ἀγαλλίασιν αὐτοῖς διδομένη· λέγε δὲ κατὰ ψαλμόν, καὶ τὴν προσευχὴν νοερῶς, ἢ ψυχικῶς, ἀρεμβάστως, καὶ τὸ Ἀλληλούτα· αὕτη γὰρ ἡ τάξις τῶν Ἁγίων Πατέρων, Βαρσανουφίου, καὶ Διαδόχου, καὶ τῶν λοιπῶν· καὶ καθώς φησιν ὁ θεῖος Βασίλειος, δεῖ τοὺς ψαλμοὺς καθ᾽ ἡμέραν ἐναλλάττειν, διὰ τὸ ἐρεθίζειν εἰς προθυμίαν, καὶ ἵνα μή, φησιν, ἀηδῶς ὁ νοῦς ἔχῃ πάντος τὰ αὐτὰ ψάλλων, ἀλλὰ τὴν ἐλευθερίαν αὐτῷ χρὴ παραχωρεῖν, καὶ ἔτι μᾶλλον εἰς προθυμίαν ἔρρωται· ἐὰν δὲ μετὰ μαθητοῦ πιστοῦ ἵστασαι ψάλλων, ἐκεῖνος μὲν τοὺς ψαλμοὺς λεγέτω· σὺ δὲ τῇ καρδίᾳ κρυπτῶς προσέχων καὶ προσευχόμενος, τήρει σαυτόν· πάντα δὲ τὰ νοήματα εἴτε αἰσθητά, εἴτε νοητά, τὰ ἀπὸ καρδίας ἀναδιδόμενα καταφρονεῖ, τῆς προσευχῆς συνεργούσης· ἡσυχία γὰρ ἐστίν, ἀπόθεσις νοημάτων τῶν οὐκ ἐκ τοῦ πνεύματος θειοτέρων, ἕως καιροῦ, ἵνα μὴ προσέχων τούτοις ὡς καλοῖς, τὸ μεῖζον ἀπολέσῃς·

Περὶ πλάνης.

Πρόσεχε οὖν ἀκριβῶς, Θεοῦ ἐραστά, ἐν γνώσει· ἐπὰν ἐργαζόμενος τὸ ἔργον, ἴδῃς φῶς, ἢ πῦρ ἔξωθεν ἢ ἔσωθεν, ἢ σχῆμα δῆθεν Χριστοῦ, ἢ Ἀγγέλου, ἢ ἑτέρου τινός, μῆ παραδέξῃ αὐτό, ἵνα μὴ βλάβην ὑποστῇς· μηδὲ σὺ ἀφ᾽ ἑαυτοῦ εἰκονικῶς προσέχων, ἐάσῃς τὸν νοῦν ἐκτυποῦν τοιαῦτα· πάντα γὰρ ταῦτα ἔξωθεν ἀκαίρως μετασχηματιζόμενα, πρὸς τὸ πλανῆσαι τὴν ψυχὴν γίνονται· ἡ γὰρ τῆς προσευχῆς ἡ ἀληθινή, ἡ καρδιακὴ θέρμη ἐστίν, ἡ φλογίζουσα τὰ πάθη, καὶ ἱλαρότητα, ἢ χαρὰν τῇ ψυχῇ ἐμποιοῦσα ἀδιστάκτῳ πόθῳ, καὶ ἀνενδοιάστῳ πληροφορίᾳ τὴν καρδίαν βεβαιοῦσα· πᾶν γὰρ τὸ ἐρχόμενον εἶς τὴν ψυχήν, φασὶν οἱ πατέρες, κἂν αἰσθητόν, κἂν νοερόν, καὶ διστάζει ἐν τούτῳ ἡ καρδίᾳ, μὴ παραδεχομένη αὐτό, οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλ᾽ ἐκ τοῦ ἐναντίου ἐπέμφθη· κᾶν ἴδῃς τὸν νοῦν ἔξωθεν ἢ ἄνωθεν ἑλκόμενον ὑπό τινος ἀοράτου δυνάμεως, μὴ πιστεύσῃς αὐτῷ μηδὲ ἀφῇς αὐτὸν ἕλκεσθαι, ἀλλ᾽ ἄγξον εὐθὺς αὐτὸν εἰς τὸ ἔργον αὐτοῦ· τὰ τοῦ Θεοῦ, φησὶν ὁ Ἅγιος Ἰσαάκ, ἀφ᾽ ἑαυτῶν ἔρχονται, σοῦ τὸν καιφὸν μὴ εἰδότος· εἰ γὰρ καὶ ὁ ἐχθρὸς ἔνδον ὁ φυσικὸς τῆς ὀσφύος μετασχηματίζει τὰ πνευματικά, ὡς βούλεται, φανταστικῶς ἄλλα ἀντ᾽ ἄλλων, καὶ ἀντὶ μὲν θέρμης, τὴν αὐτοῦ ἀνώμαλον καῦσιν ἐπάγων, ὡς βαρεῖσθαι τότε τὴν ψυχὴν ἐν τοιαύτῃ ἀπάτῃ· ἀντὶ δὲ εὐφροσύνης χαρὰν ἄλογον καὶ ἡδύτητα κάθυγρον προσάγων, οἴησιν ἐκ τούτων, καὶ τύφον ὁρᾶσθαι τικτόμενον, λανθάνειν ἑαυτὸν τοῖς ἀπείροις, καὶ ὡς χάριν ἐνεργοῦσαν τὴν αὐτοῦ πλάνην ἡγεῖσθαι βιάζοιτο· ἀλλ᾽ οὖν ὁ χρόνος, καὶ ἡ πεῖρα, καὶ ἡ αἴσθησις φανερὸν ποιεῖν αὐτὸν πέφυκε, τοῖς μὴ σφόδρα ἀγνοοῦσι τὴν αὐτοῦ πανουργίαν· φάρυγξ γάρ, φησὶν ἡ γραφή, βρώματα διακρίνει· τουτέστιν ἡ γεῦσις πνευματικῶς, δῆλα πάντα ὅπστά εἰσι, δείκνυσιν ἀπλανῶς.

Περὶ ἀναγνώσεως.

Ἔστω σοι ἐργάτῃ ὄντι, φησὶν ὁ τῆς Κλίμακος, τὰ ἀναγινωσκόμενα πρακτικά· τούτων γὰρ ἡ ἐργασία, περιττὴν ποιεῖται τὴν τῶν λοιπῶν ἀνάγνωσιν· ἀνάγνωθι δὲ ἀεὶ τὰ περὶ ἡσυχίας καὶ προσευχῆς· οἷον εἷς τὴν Κλίμακα, εἰς τὸν Ἆγιον Ἰσαάκ, τὰ τοῦ Ἁγίου Μαξίμου, τὰ τοῦ Νέου Θεολόγου, τὰ τοῦ μαθητοῦ αὐτοῦ Στηθάτου, τὰ τοῦ Ἡσυχίου, τὰ τοῦ Φιλοθέου τοῦ Σιναίτου, καὶ τῶν τοιούτων, ὅσα τοιαῦτα· τὰ δὲ λοιπὰ ἄφες ἕως καιροῦ, οὐχ ὡς ἀπόβλητα ἀλλ᾽ ὡς μὴ συμβάλλοντα τῷ σκοπῷ, τὸν νοῦν εἰς ἱστορίαν αὐτῶν μετακινοῦντα ἀπὸ τῆς προσευχῆς· ἔστω σου δὲ ἡ ἀνάγνωσις κατὰ μόνας, μὴ ἐν φωνῇ κόμπου μεγαλαύχου, μὴ ἐν σπουδῇ εὐγλωττίας τορευτῶς, ἢ καλλιεπείᾳ λόγου, ἢ ἐμμελοῦς ἡδονῆς, ἢ ἀπὼν ὡς παρὼν ἐμπαθῶς συλούμενος ἀναισθήτως πρὸς τινῶν ἀρέσκειαν, μηδὲ πάλιν ἀπλήστως· ὅτι πᾶν μέτρον ἄριστον, μηδὲ τραχέως, μηδὲ νωθρῶς καὶ ἡμελημένως, ἀλλὰ σεμνῶς, ἐπιεικῶς, εὐσταθῶς, συνετῶς, εὐρύθμως, νοερῶς τε καὶ ψυχικῶς, ἢ καὶ λογικῶς· ἐν τούτοις γὰρ ἐνδυναμούμενος ὁ νοῦς, ἰσχὺν ἐν ἔξει λαμβάνει, εἰς τὸ προσεύχεσθαι κραταιῶς· ἐν δὲ τοῖς προειρημένοις ἐναντίοις τούτων, σκότωσίν τε, καὶ χαύνωσιν, καὶ ἔκστασιν κτᾶται· ὥστε ἀλγεῖν καὶ τὸ ἡγεμονικὸν ἐν τῷ ἐγκεφάλῳ, καὶ εἰς τὴν προσευχὴν ἀτονεῖν.

Πρόσεχε δὲ καὶ τῇ προθέσει καθ᾽ ὥραν ἐν ἀκριβεῖ ἐρεύνῃ, ποῦ ῥέπει, εἰ κατὰ Θεὸν δι᾽ αὐτὸ τὸ καλὸν, ἕνεκα ψυχικῆς ὠφελείας κάθησαι ἡσυχάζων, ἢ ψάλλων, ἢ ἀναγινώσκων, ἢ προσευχόμενος, ἢ τὴν οἱανοῦν ἀρετὴν ἐργαζόμενος, ἵνα μὴ συλᾶσαι ἀγνώστως· μήπως εὑρεθῇς τῷ μὲν σχήματι ἐργάτης, τῷ δὲ τρόπῳ καὶ τῇ διανοίᾳ ἄνθρωπος, καὶ οὐ Θεῷ ἀρέσκειν βουλόμενος· πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ δολίου, καὶ σφόδρα κρυφίως βλέπει τὴν ῥοπὴν τῆς προθέσεως ὡς ἀγνοούμενος τοῖς πολλοῖς, καὶ ἀεὶ βούλεται συλᾶν τὸ ἔργον ἀγνώστως, ἵνα μὴ κατὰ Θεὸν γένηται τὸ γινόμενον· εἰ γὰρ καὶ ἀνενδότως πολεμεῖ, καὶ ἀναιδῶς προσέρχεται, ἀλλὰ σὺ βεβαίαν τὴν πρόθεσιν εἰς Θεὸν ἔχων, οὐ συλᾶσαι συχνῶς, κἂν ἀκουσίως ῥέμβεσθαι ὑπ᾽ ἐκείνου βιάζηται ἡ ῥοπὴ τοῦ θελήματος· καὶ ἴσως ἢ καὶ ἐξ ἀσθενείας ἡττᾶταί τις ἀκουσίως, ἀλλ᾽ ἑτοίμως συγχωρεῖται καὶ ἐπαινεῖται παρὰ τοῦ τὰς προθέσεις, καὶ τὰς καρδίας γινώσκοντος· τοῦτο τὸ πάθος τῆς κενοδοξίας λέγω, οὐκ ἐᾷ τὸν Μοναχὸν προκόψαι εἰς ἀρετήν· ἀλλὰ τοὺς κόπους ὑπομένει, καὶ ἐν γήρᾳ εὑρίσκεται ἄκαρπος· καὶ γὰρ καὶ τοῖς τρισὶν ἐπεμβαίνει ἀεὶ καὶ γυμνοῖ αὐτοὺς τῆς ἐργασίας τῶν ἀρετῶν· ἀρχαρίῳ λέγω, καὶ μέσῳ, καὶ τελείῳ.

Τοῦτο δὲ μαθὼν λέγω, ὅτι χωρὶς τῶν ἀρετῶν τούτων, Μοναχὸς οὐ προκόπτει ποτέ· νηστείας, ἐγκρατείας, ἀγρυπνίας, ὑπομονῆς, ἀνδρείας, ἡσυχίας, προσευχῆς, σιωπῆς, πένθους, ταπεινώσεως· εἰσὶ γὰρ γεννητικαὶ ἀλλήλων, καὶ φυλακτικαί· ἀπὸ γὰρ νηστείας συνεχοῦς μαραινομένη ἡ ἐπιθυμία, τίκτει τὴν ἐγκράτειαν· ἡ ἐγκράτεια, τὴν ἀγρυπνίαν, τὴν ὑπομονήν· ἡ ὑπομονή, τὴν ἀνδρείαν· ἡ ἀνδρεία, τὴν ἡσυχίαν· ἡ ἡσυχία, τὴν προσευχήν, ἡ προσευχή, τὴν σιωπήν, ἡ σιωπή, τὸ πένθος· τὸ πένθος, τὴν ταπείνωσιν· ἡ ταπείνωσις, ἀντιστρόφως τὸ πένθος· καὶ καθεξῆς ἀνάπαλιν αἱ θυγατέρες τὰς μητέρας πως γεννῶσιν, ἀναλυτικῶς εὑρήσεις· ταύτης οὖν τῆς ἀλληλογενεσιουργίας, μείζων ἐν ἀρεταῖς οὐκ ἔστι· τὰ γὰρ ἐναντία τούτων, πᾶσι πρόδηλα.

Δεῖ δὲ καὶ τοὺς κόπους καὶ τοὺς πόνους τῆς ἐργασίας ἐνταῦθα τάξαι, καὶ πῶς δεῖ μετελθεῖν ἑκάστην ἐργασίαν, σαφῶς ἐκθέσασθαι· ἵνα μὴ ἀπόνως τίς ἐξ ἀκοῆς ὁδεύων, τοῦ καρποῦ ἀποτυχών, ἡμᾶς, ἢ τινας αἰτιάσῃται, ὡς οὐκ ἔστι καθὼς εἰρήκαμεν· ὁ γὰρ πόνος τῆς καρδίας, καὶ ὁ τοῦ σώματος κόπος, οἶδεν ἔργον ἀληθείας ποιεῖν· ἐξ ὧν ἡ ἐνέργεια τοῦ Ἁγίου Πνεύματος φανεροῦται ἡ διὰ τοῦ βαπτίσματος διδομένη σοί, καὶ παντὶ πιστῷ· ἡ διὰ τῆς τῶν ἐντελῶν ἀμελείας τοῖς πάθεσι συγχωσθεῖσα, καὶ τὴν μετάνοιαν ἡμῶν ἀναμένουσα δι᾽ ἄφατον ἔλεος· ἵνα μὴ εἰς τέλος διὰ τὴν ἀκαρπίαν ἡμῶν ἀκούσωμεν· ἄρατε τὸ τάλαντον ἀπ᾽ αὐτοῦ· καὶ τὸ, ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾽ αὐτοῦ· καὶ εἰς κόλασιν ἀποπέμψῃ ἡμᾶς, αἰωνίως ἐν γεέννῃ ὀδυνωμένους· πᾶσα γὰρ ἐργασία σωματική τε καὶ πνευματικὴ μὴ ἔχουσα πόνον, ἢ κόπον, οὐδέποτε καρποφορεῖ τῷ ταύτην μετερχομένῳ· ὅτι βιαστή ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, φησὶν ὁ Κύριος, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν· βίαν εἰπών, τὴν τοῦ σώματος ἐν πᾶσιν ἐπίπονον αἴσθησιν· ἐπεὶ οἱ πολλοὶ μὲν ἴσως πολλοὺς ἐνιαυτοὺς ἀπόνως εἰργάσαντο, ἢ ἐργάζονται καὶ διὰ τὸ μὴ ἐμπόνως ἐν ζεούσῃ προθυμίᾳ καρδίας τοὺς πόνους ποιεῖν, κενοὶ καθαρότητος, καὶ ἀμέτοχοι πνεύματος Ἁγίου γεγόνασι, τὸ δριμὺ τῶν πόνων ἀπανηνάμενοι· οἱ γὰρ ἐν ἀμελείᾳ καὶ χαυνώσει ἐργαζόμενοι, κοπιῶσι μὲν ἴσως, ὡς δοκοῦσι, πολλά· οὐδέποτε δὲ καρπὸν τρυγῶσι διὰ τὸ ἄπονον, εἰς βάθος ἀνάλγητοι ὄντες· καὶ μάρτυς ὁ λέγων· κἂν πάσας τὰς πολιτείας ἡμῶν μεγάλας ἔχωμεν, τὴν δὲ καρδίαν ἐνώδυνον οὐ κεκτήμεθα, νόθοι, αὗται, καὶ ἕωλοι καθεστήκασιν· ἴσως δ᾽ ὅτε καὶ ἀπόνως ὁδεύοντες, ὑπὸ ἀκηδίας εἰς περισπασμοὺς συνωθούμενοι τοὺς ἀνωφελεῖς, σκοτιζόμεθα δοκοῦντες ἐν τούτοις ἄνεσιν εὑρεῖν, ὅπερ οὐκ ἔστιν· ἀλλὰ κειρείαις ἀλύτοις ἀοράτως δεσμούμενοι, ἀκίνητοι, καὶ ἀνενέργητοι ἐν παντὶ ἔργῳ γινόμεθα, τῆς χαυνότητος ἐν ἡμῖν πληθυνθείσης, καὶ μάλιστα ἀρχαρίοις οὖσι· τοῖς γὰρ τελείοις, τὰ πάντα ἐν μέτρῳ ὠφέλιμα· τοῦτο μαρτυρεῖ καὶ ὁ Μέγας Ἐφραὶμ λέγων· πόνον πόνει ἐμπόνως, ἵνα διαδράσῃς τῶν ματαίων πόνων τοὺς πόνους· ἐὰν μή, κατὰ τὸν Προφήτην, ἡ ὀσφὺς ἡμῶν ἐκλείπῃ ἀπὸ ἐκλύσεως τῷ τῆς νηστείας κόπῳ καὶ ὠδῖνας συλληφθῶμεν ὡς τικτούσης ἔμβρυον τῇ ἀλγεινῇ τῆς καρδίας πήξει, οὐ μὴ κυήσωμεν πνεῦμα σωτηρίας ἐπὶ γῆς τῆς καρδίας, ὥς περ ἤκουσας· ἀλλ᾽ ἐν τοῖς χρόνοις μόνον, καὶ τῇ ἀνονήτῳ ἐρήμῳ καὶ τῇ χαυνώσει, καὶ ἡσυχίᾳ οἰόμενοι εἶναί τινες, καυχώμεθα· ἐν δὲ τῷ καιρῷ τῆς ἐξόδου, ἀναμφιβόλως πάντα καρπὸν πάντες ἐπιγνωσόμεθα.

Οὐκ ἔστι δὲ δι᾽ ἑαυτοῦ τίς τὴν τῶν ἀρετῶν ἐπιστήμην μαθεῖν, εἰ καί τινες ὡς διδασκάλῳ τῇ πείρᾳ ἐχρήσαντο· τὸ γὰρ ἀφ᾽ ἑαυτοῦ, καὶ μὴ τῇ συμβουλῇ τῶν προωδευκότων ποιεῖν, οἴησιν ἔχει· μᾶλλον δὲ τίκτειν πέφυκεν· εἰ γὰρ ὁ Υἱὸς ἀφ᾽ ἑαυτοῦ ποιεῖ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξεν αὐτὸν ὁ Πατήρ, οὕτω ποιεῖ· καὶ τὸ πνεῦμα· οὐ γὰρ λαλήσει ἀφ᾽ ἑαυτοῦ· τίς ἐστιν οὗτος ὁ εἰς τοσοῦτον ἀρετῆς ὕψος ἐληλακώς, ὡς μὴ δεόμενος ἑτέρου τινὸς τοῦ μυσταγωγοῦντος αὐτόν; ἀπόνοιαν μᾶλλον, ἢ ἀρετὴν δοκῶν ἔχειν ἡπάτηται; διὸ πείθεσθαι δεῖ τοῖς εἰδόσι τοὺς πόνους τῆς πρακτικῆς ἀρετῆς, καὶ οὕτω μετέρχεσθαι· ἤγουν νηστείαν ἔκπεινον, ἐγκράτειαν ἀνήδονον, ἀγρυπνίαν ἐπίμονον, γονυκλισίαν ἐπίμοχθον, στάσιν ἐπίπονον ἀκινήτως, προσευχὴν ἔμμονον, ταπείνωσιν ἀνόθευτον, συντριμμόν, καὶ στεναγμὸν ἄπαυστον, σιωπὴν εὔλογον, καὶ ὡς ἐν ἅλατι ἠρτυμένην, καὶ ἐν πᾶσιν ὑπομονήν, οὐ γὰρ χρὴ πάντοτε ἐν ἀναπαύσει διάγειν, οὐδὲ ἐν μόνῳ τῷ καθίσματι πάντοτε πρὸ καιροῦ, ἢ γήρους, ἢ ἀσθενείας ἐγκαρτερεῖν· διότι τοὺς πόνους, φησὶν ἡ γραφή, τῶν ἀρετῶν σου φάγεσαι· καὶ βιαστῶν ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· τὰς οὖν προειρημένας ἐργασίας ὁ καθ᾽ ἡμέραν σπεύδων ἐμπόνως ἐπιτελεῖν, καὶ τὸν καρπόν, σὺν Θεῷ, ἐν καιρῷ, τούτων δρέψεται.

· Contents ·