Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2
St Gregory of Sinai, Τοῦ αὐτοῦ· περὶ τοῦ πῶς δεῖ καθέζεσθαι τὸν ἡσυχάζοντα εἰς τὴν εὐχήν,…
ΤΟΥ ΑΥΤΟΥ
ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΔΕΙ ΚΑΘΕΖΕΣΘΑΙ ΤΟΝ ΗΣΥΧΑΖΟΝΤΑ ΕΙΣ ΤΗΝ ΕΥΧΗΝ
ΚΑΙ ΜΗ ΤΑΧΕΩΣ ΑΝΙΣΤΑΣΘΑΙ.
Ποτὲ μὲν ἐπὶ σκάμνου, τὸ πλεῖστον διὰ τὸ ἐπίπονον· ποτὲ δέ, καὶ ἐπὶ στρωμνῆς ὀλιγάκις, ἕως καιροῦ, διὰ τὴν ἄνεσιν· ἐν ὑπομονῇ δὲ ὀφείλει εἶναι τὸ κάθισμά σου, διὰ τὸν εἰπόντα, τῇ προσευχῇ προσκαρτεροῦντες· καὶ μὴ ταχέως ἀνίστασθαι ὀλιγωροῦντα διὰ τὸ ἐπίπονον ἄλγος, καὶ τὴν τοῦ νοὸς νοερὰν βοήν, καὶ συνεχῆ πῆξιν· ἰδοὺ γάρ, φησιν ὁ Προφήτης, ᾠδῖνες συνέλαβόν με, ὥσπερ τίκτουσαν· ἀλλὰ κύπτων κάτωθεν, καὶ τὸν νοῦν ἐν τῇ καρδίᾳ συνάγων, εἴπερ διήνοικται, ἐπικαλοῦ τὸν Κύριον Ἰησοῦν εἰς βοήθειαν· πονῶν δὲ τοὺς ὤμους, καὶ τὴν κεφαλὴν πολλάκις ἀλγῶν, καρτέρει ἐπιπόνως, καὶ ἐρωτικῶς ἐν αὐτοῖς ζητῶν ἐν καρδίᾳ τὸν Κύριον· βιαστῶν γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν· τὴν σπουδὴν ἐν τούτοις καὶ τῶν τοιούτων πόνων ὁ Κύριος ὑπέδειξεν ἀληθῶς· ὑπομονὴ γὰρ καὶ καρτερία ἐν πᾶσι, γεννήτρια πόνων, καὶ σώματος καὶ ψυχῆς.
Περὶ τοῦ πῶς δεῖ λέγειν τὴν εὐχήν.
Οὕτως εἶπον οἱ πατέρες· ὁ μέν, Κύριε Ἰησοῦ Χριστὲ Υἱὲ τοῦ Θεοῦ ἐλέησόν με, τὸ ὅλον· ὁ δέ, τὸ ἥμισυ. Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ ἐλέησόν με· ὅπερ εὐκολώτερόν ἐστι διὰ τὴν τοῦ νοῦ ἀδυναμίαν· οὐδὲ γὰρ δύναται ἀφ᾽ ἑαυτοῦ μυστικῶς χωρὶς πνεύματος, μόνος εἰπεῖν, Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ καθαρῶς, καὶ τελείως· ἀλλ᾽ ὡς παιδίον ψελλίζον ἔτι, πληρῶσαι ταύτην μετὰ ἄρθρων μὴ δυνάμενος· οὐκ ὀφείλει δὲ συχνῶς μεταλλάσσειν τὰς ἐπικλήσεις τῶν ὀνομάτων διὰ ῥαθυμίαν, ἀλλὰ βραδέως διὰ τὴν συνέχειαν· πάλιν· οἱ μέν, διὰ στόματος, οἱ δέ, διὰ νοῦ διδάσκουσι λέγειν αὐτήν· ἐγὼ δέ, ἀμφότερα τίθημι· καὶ γὰρ ποτὲ μὲν ὁ νοῦς ἀδυνατεῖ λέγειν ἀκηδιῶν, ποτὲ δὲ τὸ στόμα· διὰ τοῦτο ἐν ἀμφοτέροις δεῖ προσεύχεσθαι, καὶ στόματι, καὶ νοί, πλὴν ἡσύχως, καὶ ἀταράχως δεῖ κράζειν, ἵνα μὴ τὴν αἴσθησιν, καὶ τὴν προσοχὴν τοῦ νοῦ ἡ φωνὴ συγχέουσα, ἐμποδίζοιτο· μέχρις ἂν ὁ νοῦς ἐθίσας ἐν τῷ ἔργῳ, προκόψοι· καὶ δύναμιν λάβοι παρὰ τοῦ πνεύματος, εἰς τὸ ὁλικῶς, καὶ κραταιῶς εὔχεσθαι· τότε γὰρ οὐ χρήζει λαλεῖν διὰ στόματος, οὐδὲ γὰρ δύναται, ἀρκούμενος μόνον τῷ νοὶ ὁλόκληρον ποιεῖσθαι τὴν ἐργασίαν.
Περὶ τοῦ πῶς δεῖ κρατεῖν τὸν νοῦν.
Σύνες, ὅτι οὐδεὶς δύναται ἀφ᾽ ἑαυτοῦ κρατῆσαι τὸν νοῦν, εἰμὴ κρατηθῇ παρὰ τοῦ πνεύματος· ἀκράτητός γάρ ἐστιν οὐ κατὰ φύσιν ὡς ἀεικίνητος, ἀλλ᾽ ἀπὸ τῆς ἀμελείας τὴν περιφορὰν οἰκειωσάμενος, ἀρχῆθεν εἰς τοῦτο ἐθίσας· διὰ γὰρ τῆς τῶν ἐντολῶν τοῦ ἀναγεννήσαντος ἡμᾶς παραβάσεως, ἐκ Θεοῦ ἐχωρίσθημεν, τὴν ἐν αἰσθήσει νοερὰν αὐτοῦ αἴσθησίν τε, καὶ ἕνωσιν ἀπωλέσαντες· ἐκεῖθεν γὰρ ἐξολισθήσας ὁ νοῦς, καὶ τοῦ Θεοῦ χωρισθείς, πανταχοῦ ἄγεται ὡς αἰχμάλωτος· καὶ οὐ δυνατὸν ἄλλως ἵστασθαι, εἰ μὴ Θεοῦ ὑποταγῇ, καὶ στῇ παρ᾽ αὐτοῦ, καὶ αὐτῷ ἑνωθῇ μετ᾽ εὐφροσύνης, καὶ δέηται αὐτοῦ σὺ νεχῶς καὶ ἐπιμόνως, καὶ τούτῳ ἐξομολογῆται καθ᾽ ἑκάστην νοερῶς ὅσα πταίομεν, ὃς καὶ συγχωρεῖ πάντα εὐθέως, τοῖς ἐν ταπεινώσει καὶ ἐν συντριβῇ αἰτοῦσι, καὶ ἀεὶ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ ἐπικαλουμένοις· ἐξομολογεῖσθε γάρ φησι τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ· καὶ ἡ ἀναπνοὴ δὲ τοῦ ἀνασασμοῦ ἐν τῷ συσφίγγειν τὸ στόμα κρατεῖ τὸν νοῦν, ἀλλὰ μερικῶς, καὶ πάλιν διασκεδάζεται· ὅτε οὖν ἔλθῃ ἡ ἐνέργεια τῆς προσευχῆς, τότε κυρίως αὐτὴ κρατεῖ αὐτὸν παρ᾽ ἑαυτῇ, καὶ εὐφραίνει, καὶ τῆς αἰχμαλωσίας ἀπείργει· πλήν ἔστιν ὅτε τοῦ νοὸς προσευχομένου, καὶ ἐν καρδίᾳ ἱσταμένου καὶ ἡ διάνοια ῥέμβεται, ἄλλα μελετῶσα· αὕτη δὲ οὐδενὶ ὑποτάσσεται, εἰ μὴ τοῖς τελείοις ἐν Πνεύματι Ἁγίῳ, τοῖς τὸ ἀρέμβαστον φθάσασιν ἐν Χριστῷ Ἰησοῦ.
Περὶ τοῦ πῶς δεῖ διώκειν τοὺς λογισμούς.
Οὐ διώκει τίς ποτε ἀρχάριος λογισμόν, εἰ μὴ ὁ Θεὸς διώξῃ αὐτόν· τῶν δυνατῶν γὰρ ἐστί, πολεμῆσαι καὶ διῶξαι αὐτούς· ἀλλὰ καὶ οὗτοι οὐκ ἀφ᾽ ἑαυτῶν διώκουσιν αὐτοὺς, ἀλλὰ μετὰ Θεοῦ κινοῦνται εἰς πόλεμον πρὸς αὐτοὺς ὡς ἐνδεδυμένοι τὴν πανοπλίαν αὐτοῦ σὺ δὲ ἐρχομένων τῶν λογισμῶν, ἐπικαλοῦ τὸν Κύριον Ἰησοῦν συχνῶς, καὶ ἐπιμόνως, καὶ φεύξονται· μὴ φέροντες γὰρ τὴν ἐκ τῆς προσευχῆς ἀναδιδομένην καρδιακὴν θέρμην, ὡς ἀπὸ πυρὸς καιόμενοι φεύγουσιν· Ἰησοῦ, φησὶν ὁ τῆς Κλίμακος, ὀνόματι, μάστιζε πολεμίους· διότι ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστὶ τὴν μοχθηρίαν· ὁ ταχὺς εἰς βοήθειαν Κύριος, ποιήσει τὴν ἐκδίκησιν εὐθέως τῶν ὁλοψύχως βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός· ὁ δὲ μὴ ἔχων ἐνέργειαν προσευχῆς, ἀλλοτρόπως τροποῦται αὐτούς, τὸν Μωσέα μιμούμενος· διεγερθέντος γάρ, καὶ εἰς οὐρανὸν ἐκτείναντος τὰς χεῖρας, καὶ τὸ ὄμμα, φυγαδεύει αὐτοὺς ὁ Θεός· εἶτα πάλιν καθεσθείς, ἄρχεται τῆς προσευχῆς ἐπιμόνως· καὶ τούτῳ τῷ τρόπῳ χρᾶται, ὁ μήπω κεκτημένος δύναμιν προσευχῆς, ἀλλὰ καὶ ὁ ἔχων τὴν τῆς προσευχῆς ἐνέργειαν, ἐπὶ τῶν σωματικῶν παθῶν, ἀκηδίας φημί, καὶ πορνείας, τῶν σκληρῶν καὶ βαρυτέρων παθῶν, πολλάκις ἐγειρόμενος, ἐκτείνει τὰς χεῖρας εἰς βοήθειαν κατ᾽ αὐτῶν· πλὴν ὀλιγάκις, διὰ τὴν πλάνην τοῦ το ποιεῖ, καὶ πάλιν καθέζεται· μήπως φαντάσῃ τὸν νοῦν αὐτοῦ ὁ ἐχθρὸς ἄνωθεν, μόρφωσιν ἀληθείας δῆθεν δεικνύς· τὸ γὰρ ἔχειν τὸν νοῦν ἄνω, καὶ κάτω, καὶ ἐν καρδίᾳ, καὶ πανταχοῦ ἄπταιστον, μόνων ἴδιον ἐστὶ τῶν καθαρῶν, καὶ τελείων· ἀβλαβῆ διατηρῆσαι.
Περὶ τοῦ πῶς δεῖ ψάλλειν.
Οἱ μέν, ὀλιγάκις λέγουσιν, οἱ δέ, πολλάκις, ἕτεροι δὲ οὐδ᾽ ὅλως· σὺ δὲ μήτε πολλάκις ψάλλε, σύγχυσις γάρ· μήτε οὐδ᾽ ὅλως διὰ τὴν ἐπακολουθοῦσαν χαύνωσιν, καὶ ἀμέλειαν· ἀλλὰ τοὺς ὀλιγάκις ψάλλοντας μίμησαι· πᾶν γὰρ μέτρον, ἄριστον, κατὰ τοὺς ἀσόφους σοφούς· τὸ γὰρ πολλὰ ψάλλειν, τῶν πρακτικῶν ἐστι, διὰ τὴν ἀγνωσίαν καὶ τὸν κόπον· οὐ τῶν ἡσυχαστῶν, ἀρκουμένων ἐν Θεῷ μόνῳ προσεύχεσθαι ἐν καρδίᾳ, καὶ ἀπέχεσθαι νοημάτων· ἡσυχία γάρ ἐστιν, ἀπόθεσις νοημάτων αἰσθητῶν τε καὶ νοητῶν, κατὰ τὸν τῆς Κλίμακος· τὴν γὰρ δύναμιν αὐτοῦ πᾶσαν κενώσαντος ἐν τῇ πολλῇ ψαλμῳδίᾳ, ἀτονήσει ὁ νοῦς εἰς τὸν μὴ κραταιῶς, καὶ ἐπιμόνως προσεύχεσθαι· νύκτωρ μέν, φησίν, ὁ τῆς Κλίμακος, τὰ πολλὰ τῇ προσευχῇ δίδου, τὰ δὲ βραχέα, τῇ ψαλμῳδίᾳ· οὕτω καὶ σὺ ὀφείλεις ποιεῖν· ὅτε ἴδῃς ἐν τῷ καθίσματί σου ἐνεργοῦσαν τὴν προσευχὴν καὶ μὴ παυομένην κινεῖσθαι ἐν τῇ καρδίᾳ, μή ποτε ἀφήσῃς αὐτήν, καὶ ἀνίστασθαι ψάλλειν ἕως καιροῦ, ἐὰν μὴ οἰκονομικῶς καταλείψῃ σε· τὸν γὰρ Θεὸν καταλιπὼν ἔσωθεν, ἔξωθεν ἵστασαι προσλαλῶν, ἐκ τῶν ὑψηλῶν εἰς τὰ χαμαιπετῆ παρεκκλίνων· ἀλλὰ καὶ σύγχυσιν ποιεῖς, καὶ τὸν νοῦν ἐκταράττεις ἀπὸ τῆς γαλήνης αὐτοῦ· ἡσυχία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς, καὶ τὴν πρᾶξιν κέκτηται, διὰ τὸ ἐν εἰρήνῃ καὶ γαλήνῃ ἔχειν αὐτήν· ὁ Θεὸς γὰρ εἰρήνη ἐστί, συγχύσεως καὶ κραυγῆς ἐπέκεινα, δεῖ γὰρ Ἀγγελικὸν εἶναι καὶ τὸν ὕμνον ἡμῶν κατὰ τὸ πολίτευμα, καὶ οὐ σαρκικόν, τὸ γὰρ μετὰ φωνῆς ἐν κραυγῇ ψάλλειν, συμβολικόν ἐστι νοερᾶς κραυγῆς, καὶ διὰ τὴν ῥαθυμίαν, καὶ ἀγροικίαν ἡμῶν δίδοται, διὰ τὸ ἐπανάγεσθαι πρὸς τ᾽ ἀληθῆ· τοῖς γὰρ μὴ εἰδόσι προσευχήν, ὅπερ ἐστὶν ἀρετῶν πηγή, κατὰ τὸν τῆς Κλίμακος Ἰωάννην, ἀρδεύουσα φυτὰ τὰς τῆς ψυχῆς δυνάμεις, πρέπει τὸ πολλὰ ψάλλειν, καὶ ἀμέτρως, καὶ ἀεὶ ἐν ποικιλίᾳ πολλῶν εἶναι, καὶ μηδέποτε παύεσθαι· ἕως ἂν ἀπὸ πολλῆς ἐπιπόνου πράξεως εἰς θεωρίαν προκόψωσι, προσευχὴν νοερὰν εὑρηκότες, ἐνεργοῦσαν ἐντὸς αὐτῶν· ἄλλη γάρ ἐστι τῆς ἡσυχίας ἡ πρᾶξις καὶ ἑτέρα τοῦ κοινοβίου· ἕκαστος δὲ ἐν ᾧ ἐκλήθη προσμένων, σωθήσεται· διὸ δέδοικα γράφειν διὰ τοὺς ἀσθενεῖς, ὁρῶν σε μέσον τούτων ἀναστρεφόμενον· πᾶς γὰρ ὁ ἐξ ἀκοῆς, ἢ μαθήσεως ἐν προσευχῇ πάσχων, ἀπόλλυται, ὡς τὸν ὁδηγοῦντα μὴ κεκτημένος· ὁ δὲ γευσάμενος τῆς χάριτος, ὀφείλει συμμέτρως ψάλλειν κατὰ τοὺς Πατέρας, τὸ πλεῖστον ἀσχολούμενος εἰς τὴν προσευχήν· ῥαθυμῶν δέ, ψάλλειν, ἢ ἀναγινώσκειν τὰ πρακτικὰ τῶν Πατέρων· οὐ γὰρ χρήζει ἡ ναῦς κώπας· τοῦ ἀνέμου τὸν φώσωνα ὑπεκτείναντος, αἴσιον αὐτῇ αὖραν τοῦ πνεύματος χορηγουμένου πρὸς νῆξιν ἐπιπολαίως τῆς ἁλμυρᾶς θαλάσσης τῶν παθῶν, ἀλλ᾽ ἱσταμένη, ταῖς κόπαις, ἢ τῷ πλοιαρίῳ παρέλκεται· εἰ δέ τινες προβάλλονται τοὺς Ἁγίους Πατέρας φιλονείκως, ἢ ἐνταῦθά τινας, ὡς ὅτι παννύχιον ἐποιοῦντο στάσιν, καὶ ἀδιάλειπτον ψαλμωδίαν· ἀποκρινόμεθα τούτοις ἐκ τῶν γραφῶν, ὅτι οὐ πάντων πάντα τέλεια δι᾽ ἔνδειαν σπουδῆς, καὶ ἀπορίαν δυνάμεως· ἀλλὰ τὰ μὲν μικρά, τοῖς μεγάλοις οὐ πάντως μικρά· τὰ δὲ μεγάλα παρὰ τοῖς μικροῖς· οὐ πάντως τέλεια· τοῖς γὰρ τελείοις, πάντα εὐχερῆ ἐνεργσύμενα· διότι οὐ πᾶντες εἰσὶ ἀεί, νῦν, ἢ πάλαι, πρακτικοί· οὐδὲ πᾶντες τὴν αὐτὴν ὁδὸν ὥδευσαν;
ἢ ἕως τέλους ἐκράτησαν· πολλοὶ γὰρ ἀπὸ πρακτικῆς, ἦλθον εἰς θεωρίαν, καὶ κατέπαυσαν ἐκ πάντων, σαββατίσαντες· κατὰ τὸν πνευματικὸν νόμον· καὶ ἐν τῷ Θεῷ μόνῳ εὐφραίνοντο, κεκορεσμένοι τῆς θείας τρυφῆς, καὶ μὴ συγχωρούμενοι ψάλλειν, ἢ ἄλλο τί μελετᾶν παρὰ τῆς χάριτος· εἰς ἔκπληξιν ὄντες ἕως καιροῦ, φθάσαντες τῶν ὀρεκτῶν τὸ ἔσχατον μερικῶς, ὡς ἐν ἀρραβῶνι, ἄλλοι δὲ ἕως τέλους ἐν τῷ πρακτικῷ ἐσώθησαν χοιμηθέντες, τὴν ἀνταπόδοσιν ἐν τῷ μέλλοντι ἐκδεχόμενοι· τινὲς δὲ ἐν τῷ θανάτῳ πληροφορηθέντες, ὡς μετὰ θάνατον μυρίσαντες εἰς ἔνδειξιν τῆς ἑαυτῶν σωτηρίας, τὴν χάριν τοῦ Βαπτίσματος ἔχοντες, ὡς πᾶντες, καὶ διὰ τὴν αἰχμαλωσίαν, καὶ τὴν ἀγνωσίαν τοῦ νοὸς αὐτῶν μὴ κοινωνήσαντες μυστικῶς μετ᾽ αὐτῆς ἔτι ζῶντες· ἕτεροι δέ, ἐν ἀμφοτέροις εὐδοκιμοῦσι, τῇ ψαλμῳδίᾳ, καὶ τῇ προσευχῇ, καὶ οὕτω διάγουσι, πλουσίαν ἔχοντες τὴν χάριν ὡς ἀεικίνητον, καὶ μηδέ ποτε ἔκ τινος ἐμποδιζόμενοι· ἄλλοι δὲ ἕως τέλους μάλιστα τὴν ἡσυχίαν ἐκράτησαν ἰδιῶται ὄντες, ἀρκούμενοι ἐν τῇ προσευχῇ μόνον πάνυ καλῶς, ὡς μόνοι πρὸς μόνον Θεὸν ἑνωθέντες· οἱ γὰρ τέλειοι, ὡς εἴπομεν, πάντα ἰσχύουσιν ἐν τῷ ἐνδυναμοῦντι αὐτοὺς Χριστῷ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Περὶ τῆς γαστρὸς τί εἴπω, τῆς βασιλίσσης τῶν παθῶν; ἐὰν δυνηθῇς νεκρῶσαι αὐτὴν καὶ ἡμιφανῆ ἀπεργάσασθαι μή ἐνδώσης· κατεκυρίευσέ μου, ἀγαπητέ, καὶ λατρεύω ταύτῃ ὡς δοῦλος αὐτῆς καὶ ὑπόσπονδος· ἡ συνεργὸς τῶν δαιμόνων καὶ τὸ τῶν παθῶν κατοικητήριον· δι᾽ αὐτῆς γὰρ γίνεται ἡ πτῶσις ἡμῶν καὶ δι᾽ αὐτῆς ἡ ἀνάστασις, ὅταν εὐτακτῇ· καὶ δι᾽ αὐτῆς ἐκπεπτώκαμεν τοῦ πρώτου καὶ δευτέρου ἀξιώματος τοῦ θεϊκοῦ· διότι διαφθαρέντος τοῦ ἀρχῆθεν, πάλιν ἀνεκαινίσθημεν ἐν Χριστῷ· καὶ ἰδοὺ ἐκπεπτωκότες ἐσμὲν ἄρτι ἐκ τοῦ Θεοῦ, διὰ τῆς τῶν ἐντολῶν ἀμελείας, τῶν φυλασσόντων καὶ αὐξανόντων τὴν χάριν ἐν προκοπῇ, κἂν ἀγνοοῦντες ἐπαιρώμεθα, δοκοῦντες μετὰ Θεοῦ εἶναι· πολλὰς δὲ διαφορὰς ἐν τῇ τροφῇ ἔχουσι τὰ σώματα, ὡς οἱ Πατέρες εἰρήκασι· καὶ ὁ μέν, ὀλίγον, ὁ δὲ πολὺ δέεται πρὸς σύστασιν τῆς φυσικῆς αὐτοῦ δυνάμεως· ἕκαστος κατὰ τὴν δύναμιν, καὶ τὴν ἕξιν ἐπαρκούμενος· ὅμως ὁ ἡσυχάζων, πάντοτε ἐνδεὴς ὀφείλει εἶναι, μὴ κορεννύμενος· βαρυνομένου γὰρ τοῦ στομάχου, καὶ τοῦ νοὸς θολωθέντος διὰ τούτου, οὐδὲ προσευχὴν δύναται λέγειν κραταιῶς, ἢ καθαρῶς· ἀλλ᾽ ἐκ τῆς ἀναθυμιάσεως τῶν πολλῶν βρωμάτων τῷ ὕπνῳ καταφερόμενος, κοιμηθῆναι ταχέως ἐπιποθεῖ, ἐξ οὗ φαντασίαι ἀναρίθμητοι ἐν τῷ ὕπνῳ ἐπιπίπτουσι τῷ νοΐ· τοιγαροῦν τῷ βουλομένῳ σωτηρίας τυχεῖν, καὶ βιαζομένῳ διὰ τὸν Κύριον ἡσύχως βιῶσαι· ἄρτου, ὡς οἶμαι, λίτρα ἱκανοῖ αὐτῷ, καὶ ὕδατος, καὶ οἴνου, κατὰ τὴν ἡμέραν, τρία, ἢ τέσσαρα ποτήρια· καὶ ἀπὸ τῶν παρατυχόντων βρωμάτων ὀλίγον ἐκ πάντων κατὰ καιρὸν μεταλαμβάνειν, ἀπωθούμενον τὴν πλησμονήν· ἵνα κἂν τούτῳ σοφῶς χρησάμενος, τὸν τύφον διὰ τῆς ἐκ πάντων μεταλήψεως ἐκφυγεῖν δυνήσηται· καὶ τὰ τοῦ Θεοῦ λίαν καλὰ ποιήματα μὴ βδελύξοιτο, εὐχαριστῶν αὐτῷ ὑπὲρ πάντων· καὶ αὕτη τῶν φρονίμων ἡ διάκρισις· τοῖς δὲ ἀσθενοῦσι κατὰ πίστιν, καὶ κατὰ ψυχήν, ἡ ἀποχὴ πλέον συμφέρει τῶν ἐδωδίμων, οἷς λάχανα ἐσθίειν, ἐκέλευσεν ὁ Ἀπόστολος, διὰ τὸ μὴ πιστεύειν αὐτοὺς ἐκ Θεοῦ φυλαχθῆναι· τί δέ σοι εἴπω, ὅτι κανόνα ἐζήτησας, καὶ βάρος πολύ, γέρων ὢν; νεώτεροι οὐ δύνανται ἐν σταθμῷ καὶ μέτρῳ, καὶ πῶς σὺ κρατήσεις αὐτό; τὴν ἐλευθερίαν γὰρ πρέπει σοι κρατεῖν ἐν παντί, ἐσθίων τι· εἰ δὲ ἡττᾶσαι, μεταμελοῦ καὶ πάλιν ἐπιχείρησον, καὶ μὴ παύσῃ οὕτω ποιῶν πάντοτε, πίπτων, καὶ ἐγειρόμενος, καὶ μεμφόμενος ἀεὶ σεαυτόν, καὶ μὴ ἄλλον, καὶ ἕξεις ἀνάπαυσιν σοφῶς διὰ πτωμάτων τὴν νίκην ποιούμενος, κατὰ τὴν γραφήν· πλὴν μὴ παραβαίνῃς τὸν ὅρον ὃν προεθέμεθα, καὶ ἀρκεῖ σοι· οὐδὲ γὰρ ῥωννύουσι τὸ σῶμα αἱ λοιπαὶ βρώσεις τοσοῦτον, ὅσον ἡ τοῦ ἄρτου, καὶ ὕδατος μετάληψις· διὰ τοῦτο ἔλεγεν ὁ Προφήτης, τὰ ἄλλα εἰς οὐδὲν θέμενος, υἱὲ ἀνθρώπου, σταθμῷ τὸν ἄρτον σου φάγεσαι καὶ μέτρῳ τὸ ὕδωρ σου πίεσαι· τρεῖς γὰρ ὅρους ἔχει ἡ βρῶσις· ἐγκράτειαν, αὐτάρκειαν, καὶ κόρον· ἐγκράτειά ἐστι, τὸ πεινᾶν, μήτε βαρεῖσθαι· κόρος δέ, τὸ βαρεῖσθαι μικρόν· τὸ δὲ μετὰ τὸ κορεσθῆναι, πάλιν ἐσθίειν, θύρα ἐστὶ γαστριμαργίας, δι᾽ ἧς ἡ πορνεία εἰσέρχεται· σὺ δὲ ταῦτα ἀκριβῶς ἐπιστάμενος, κατὰ τὴν σὴν δύναμιν τὸ κρεῖττον ἐπίλεξαι, μὴ ὑπερβαίνων τοὺς ὅρους· τῶν γὰρ τελείων ἐστὶ καὶ τοῦτο, κατὰ τὸν Ἀπόστολον, τὸ πεινᾶν, καὶ χορτάζεσθαι, καὶ ἐν πᾶσι δυνατοὺς εἶναι.