Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2
St Gregory of Sinai, 23. Περὶ πλάνης καὶ περὶ ἄλλων πολλῶν ὑποθέσεων.
Περὶ πλάνης, ἐν ᾧ καὶ περὶ πολλῶν ὑποθέσεων.
Ὅρα δὲ ὅτι βούλομαί σε ἀκριβῶς εἰδέναι περὶ τῆς πλάνης, τοῦ φυλάττεσθαι ἐξ αὐτῆς, μήπως ἐξ ἀγνοίας φερόμενος, βλαβῇς τὰ μέγιστα, καὶ τὴν ψυχὴν ἀπωλέσῃς· διότι εὐκόλως κλίνει τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου πρὸς κοινωνίαν τῶν ἐναντίων, καὶ μάλιστα τῶν μετερχομένων ὡς ὑπ᾽ αὐτῶν ἐγγὺς γὰρ αὐτῶν, καὶ κύκλῳ οἱ δαίμονες τῶν ἀρχαρίων καὶ ἰδιορρύθμων πεφύκασι· διατείνοντες παγίδας λογισμῶν, καὶ λάκκους πτωμάτων, καὶ φαντασμάτων ὄλεθρον ἡ πόλις γὰρ αὐτῶν, ὑπ᾽ ἐξουσίαν τῶν βαρβάρων ἐστί· καὶ οὐ δεῖ θαυμάζειν εἰ ἐπλανήθη τις, ἢ ἐξέστη, ἢ πλάνην ἐδέξατο, ἢ δέχεται, ἢ ἀλλότρια τῆς ἀληθείας ὁρᾷ ἢ λέγει ἐξ ἀπειρίας, καὶ ἀγνωσίας τὰ οὐκ ἀνήκοντα· πολλάκις γὰρ ἀπὸ ἰδιωτείας τίς περὶ τῆς ἀληθείας φθεγγόμενος, ἄλλα ἀντ᾽ ἄλλων λεληθότως λαλῶν, οὐκ οἶδεν εἰπεῖν ὀρθῶς, ὡς ἔχει, καὶ πολλοὺς ἐθρήνησε, καὶ ὄνειδος, καὶ γέλωτα ἀνοήτως φερόμενος, τοῖς ἡσυχάζουσι προὐξένησεν· οὐκ ἔστι γὰρ θαυμαστόν, πλανηθῆναί τινα ἀρχάριον καὶ μετὰ πολλοὺς κόπους· διότι γέγονε πολλοῖς, καὶ τοῖς νῦν, καὶ τοῖς πάλαι τὸν Θεὸν ἐκζητοῦσιν· ἡ γὰρ τοῦ Θεοῦ μνήμη, εἴτ᾽ οὖν ἡ νοερὰ προσευχή, ὑψηλοτέρα πασῶν τῶν ἐργασιῶν ἐστίν· αὕτη καὶ κεφαλὴ ἀρετῶν, ὡς ἀγάπη Θεοῦ· καὶ ὁ ἀναιδῶς καὶ θρασέως βουλόμενος πρὸς τὸν Θεὸν εἰσελθεῖν καὶ ὁμολογεῖν αὐτὸν καθαρῶς, καὶ κτήσασθαι αὐτὸν ἐν ἑαυτῷ βιαζόμενος, εὐκόλως θανατοῦται ὁ τοιοῦτος ὑπ᾽ αὐτῶν τῶν δαιμόνων λέγω, εἰ παραχωρηθήσεται· τολμηρῶς γάρ, καὶ αὐθαδῶς τὰ παρὰ τὴν ἰδίαν κατάστασιν ἐκζητήσας, μετὰ ἀλαζωνείας ἐκδιώκει πρὸ καιροῦ φθάσαι· πολλάκις δὲ σπλαγχνιζόμενος ὁ Κύριος ἡμᾶς βλέπων ἐν τοῖς ὑψηλοῖς, τολμηρούς, οὐ παραχωρεῖ πειρασθῆναι, ἵνα τὴν ἑαυτοῦ ἐπιστραφῇ, πρὸ τοῦ γενέσθαι ὄνειδος δαιμόνων, καὶ γέλως, ἢ κλαυθμὸς ἐν ἀνθρώποις, καὶ μάλιστα τῷ μετὰ μικροθυμίας ἐκζητοῦντι, καὶ ταπεινώσεως, καὶ τὸ μεῖζον μεθ᾽ ὑποταγῆς, καὶ ἐρωτήσεως τῶν ἐμπείρων τοῦτο τὸ θαυμαστὸν ἔργον, μήπως ἀντὶ σίτου, ἀκάνθας λεληθότως θερίσῃ, καὶ πικρίαν, ἀντὶ γλυκύτητος, καὶ ἀντὶ σωτηρίας, εὑρήση ἀπώλειαν· τῶν γὰρ δυνατῶν καὶ τελείων ἐστὶ μονομαχεῖν ἀεὶ μετὰ τῶν δαιμόνων· καὶ τὴν μάχαιραν τοῦ πνεύματος ἥ ἐστι ῥῆμα Θεοῦ πρὸς αὐτοὺς διηνεχῶς ἀνατείνειν· οἱ δὲ ἀσθενεῖς, καὶ ἀρχάριοι τῇ φυγῇ μετ᾽ εὐλαβείας, καὶ φόβου, ὡς ὀχυρώματι χρώμενοι, καὶ τὸν πόλεμον παραιτούμενοι, μὴ πρὸ καιροῦ τολμῶντες, τὸν θάνατον διαφεύγουσι· σὺ δὲ ἐὰν ἡσυχάζῃς καλῶς, προσδοκῶν μετὰ τοῦ Θεοῦ εἶναι, μηδέποτε παραδέξῃ εἴτι ἂν ἴδῃς αἰσθητόν, ἢ νοερόν, ἢ ἔξωθεν, ἢ ἔσωθεν, ἢ κἂν εἶδος Χριστοῦ, ἢ δῆθεν Ἀγγέλου, ἢ Ἁγίου μορφήν, φῶς φαντάζεσθαι τῷ νοὶ, ἢ ἐκτυποῦν· ὅτι καὶ αὐτὸς ὁ νοῦς, ἀφ᾽ ἑαυτοῦ φύσει ἔχει τὸ φανταστικόν, καὶ ῥᾳδίως μορφάζειν δύναται, εἰς ἃ ἐφίεται τοῖς μήπω ἀκριβῶς τούτῳ προσέχουσιν· ὃς καὶ εἰς ἑαυτὸν ἐπιφέρει τὴν βλάβην· καὶ αὐτὴ δὲ ἡ μνήμη τῶν ἀγαθῶν, ἢ κακῶν, τυποῦν ἀθρόως τοῦ νοῦ τὴν αἴσθησιν, καὶ πρὸς φαντασίαν ἀνάγειν εἴωθεν· ὅπου καὶ γίνεται φανταστὴς ὁ τοιοῦτος ἀφ᾽ ἑαυτοῦ, καὶ οὐχ ἡσυχαστής· διὰ τοῦτο πρόσεχε μὴ πιστεύσῃς τι συγκαταθέμενος ταχέως, κἂν ἀγαθός ἐστι, πρὸ ἐρωτήσεως ἐμπείρων, καὶ ἐξετάσεως πολλῆς, ἵνα μὴ βλαβῇς· ἀλλὰ μένε βαρούμενος πρὸς αὐτό, ἀεὶ τηρῶν σου τὸν νοῦν ἄχροον, ἀνείδεον, ἀσχημάτιστον· πολλάκις γὰρ καὶ πρὸς δοκιμὴν ἐκ Θεοῦ πεμφθὲν διὰ στέφανον, πολλοὺς ἔβλαψε· βούλεται γὰρ ὁ Κύριος ἡμῶν τὸ ἡμέτερον αὐτεξούσιον δοκιμάζειν ποῦ ῥέπει· ὁ θεασάμενός τι κατὰ διάνοιαν, κατὰ αἴσθησιν, κἂν θεόθεν εἴη, καὶ χωρὶς τῶν ἐμπείρων δόται, εὐχερῶς πλανᾶται, ἢ μέλλει πλανᾶσθαι, ὡς εὐπαράδεκτος· δεῖ δὲ τὸν ἀρχάριον τῇ καρδιακῇ ἐνεργείᾳ προσέχειν, ὡς ἀπλανεῖ, τὰ δ᾽ ἄλλα πάντα μὴ παραδέχεσθαι, ἕως καιροῦ εἰρήνης παθῶν· ὁ γὰρ Θεὸς οὐκ ἀγανακτεῖ πρὸς τὸν ἑαυτῷ ἀκριβῶς προσέχοντα διὰ τὴν πλάνην, κἂν οὕτως μὴ προσδέξηται τὸ παρ᾽ αὐτοῦ, δίχα ἐρωτήσεως, καὶ πολλῆς ἐρεύνης, ἀλλὰ μᾶλλον ἐπαινεῖ ὡς σοφόν, κἂν ἐπί τινας ἠγανάκτησεν· οὐ πάντας δὲ ὀφείλει ἐρωτᾶν, ἀλλ᾽ ἕνα τὸν ἐμπιστευθέντα καὶ ἑτέρων κυβέρνησιν, καὶ βίῳ ἀστράπτοντα· πτωχὸν μὲν ὄντα, πολλοὺς δὲ πλουτίζοντα, κατὰ τὴν γραφήν· πολλοὶ γὰρ ἄπειροι, πολλοὺς ἀνοήτους ἔβλαψαν, ὧν τὸ κρίμα ἕξουσι μετὰ θάνατον· οὐ πάντων γὰρ ἐστὶν ὁδηγῆσαι καὶ ἄλλους, ἀλλ᾽ οἷς ἐδόθη ἡ θεία διάκρισις, κατὰ τὸν Ἀπόστολον· διάκρισις πνευμάτων, ἡ διαιροῦσα τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος, τῇ μαχαίρᾳ τοῦ λόγου· ἕκαστος γὰρ ἰδίαν γνῶσιν, καὶ διάκρισιν φυσικήν, ἢ πρακτικήν, ἢ μαθηματικὴν κέκτηται, καὶ οὐ κέκτηται, καὶ οὐ τὴν τοῦ πνεύματος ἅπαντες· διὰ τοῦτο ἔλεγεν ὁ σοφὸς Σειράχ, οἱ εἰρηνεύοντές σοι, ἔστωσαν πολλοί· οἱ δέ σύμβουλοί σου, εἷς ἀπὸ χιλίων· οὐ μικρὸς δὲ ἀγών ἐστιν, εὑρεῖν ὁδηγὸν ἀπλανῆ, καὶ τοῖς ἔργοις, καὶ τοῖς λόγοις, καὶ τοῖς νοήμασιν· ἐν τούτοις ὁρᾶταί τις ἀπλανὴς ὢν, ὅταν ἐμμάρτυρον ἀπὸ τῶν θείων γραφῶν ἔχῃ καὶ τὴν πρᾶξιν, καὶ τὴν φρόνησιν, μετριοφρονῶν ἐν οἷς δεῖ φρονεῖν· βία γὰρ οὐκ ὀλίγη, φθάσαι τὴν ἀλήθειαν φανερῶς, καὶ καθαρεῦσαι ἀπὸ τῶν ἐναντίων τῆς χάριτος· ὅτι ἐν σχήματι ἀληθείας εἴωθεν (ἐν τοῖς ἀρχαρίοις μάλιστα) ὁ διάβολος δεικνύειν τὴν πλάνην αὐτοῦ ὡς πνευματικά· διὰ τοῦτο ὁ πρὸς τὴν καθαρὰν προσευχὴν φθάσαι σπουδάζων, ἐν ἡσυχίᾳ ἐν τρόμῳ πολλῷ καὶ πένθει, καὶ τῇ δι᾽ ἐρωτήσεως ἐμπείρων ὁδηγήσει, ὀφείλει ὁδεύειν· καὶ κλαίειν πάντοτε ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν, λυπούμενος καὶ φοβούμενος μήπως κολασθῇ, ἢ τοῦ Θεοῦ ἐκπέσῃ χωρισθείς νῦν, ἢ ἐν τῷ μέλλοντι ὅταν οὖν ἴδῃ ὁ διάβολος τινὰ πενθικῶς διάγοντα οὐ προσμένει ἐκεῖ, τὴν ἐκ τοῦ πένθους προσγινομένην ταπείνωσιν δειλιῶν· εἰ δὲ φαντάζεται τὰ ὑψηλὰ μετὰ οἰήσεως φθάσαι, πόθον σατανικὸν καὶ οὐκ ἀληθῆ κεκτημένος, τοῖς ἑαυτοῦ δικτύοις δεσμεύει αὐτὸν εὐκόλως ὡς αὐτοῦ ὑπηρέτην· διὰ τοῦτο μέγιστον ὅπλον κρατεῖν ἐν προσευχῇ, καὶ τὸ πένθος, ἢ ἵνα μὴ εἰς οἴησιν ἀπὸ τῆς χαρᾶς τῆς προσευχῆς περιπίπτῃ, ἀλλὰ τὴν χαρμολύπην ἑαυτῷ ἐκλεγόμενος, τηρήσῃ ἀβλαβῆ· ἡ γὰρ ἀπλανὴς προσευχή, ἡ θέρμη μετὰ τῆς προσευχῆς τοῦ Ἰησοῦ, τοῦ βαλόντος πῦρ εἰς τὴν γῆν τῆς καρδίας ἡμῶν ἐστίν, ἡ φλογίζουσα τὰ πάθη ὡς ἀκάνθας, καὶ εὐφροσύνην καὶ ἱλαρότητα ἐμποιοῦσα τῇ ψυχῇ· καὶ μήτε δεξιά, ἢ ἀριστερά, ἢ ἄνωθεν ἐρχομένη, ἀλλ᾽ ἐν καρδίᾳ βλαστάνουσα δίκην πηγῆς ὕδατος ἐκ τοῦ ζωοποιοῦ πνεύματος· καὶ ταύτην μόνην ἐν καρδίᾳ σου πόθησον εὑρεῖν, καὶ κτήσασθαι, τηρῶν σου τὸν νοῦν ἀεὶ ἀφάνταστον, καὶ γυμνὸν νσημάτων, καὶ λογισμῶν, καὶ μὴ φοβοῦ· ὁ γὰρ εἰπὼν θαρσεῖτε ἐγώ εἰμι μὴ φοβεῖσθε, αὐτός ἐστι μεθ᾽ ἡμῶν (ὃν ζητοῦμεν, ὑπερασπίζειν ἡμῶν πάντοτε· καὶ οὐκ ὀφείλομεν δειλιᾶν, ἢ στενάζειν τὸν Θεὸν ἐπικαλούμενοι· εἰ δὲ καί τινες ἐξετράπησαν, βλαβέντες τῆν φρένα, ὅρα ὅτι ἀπὸ ἰδιορρυθμίας καὶ ὑψηλοφροσύνης τοῦτο πεπόνθασιν· ὁ γὰρ καθ᾽ ὑποταγὴν μετὰ ἐρωτήσεως καὶ ταπεινοφροσύνης ζητῶν τὸν Θεόν, οὐδέποτε βλαβήσεται, χάριτι Χριστοῦ, τοῦ πάντας ἀνθρώπους θέλοντος σωθῆναι· εἰ δὲ καὶ συμβῇ πειρασμός, πρὸς δοκιμὴν καὶ στέφανον γίνεται, ταχέως ἔχων τὴν τοῦ παραχωροῦντος Θεοῦ βοήθειαν, δι οὓς οἶδε τρόπους· τὸν γὰρ ὀρθῶς βιοῦντα, ἀμέμπτως τε ἀναστρεφόμενον, καὶ ἀπεχόμενον ἀνθρωπαρεσκείας καὶ ὑψηλοφροσύνης, κἂν μυρίους κινήσει κατ᾽ αὐτοῦ πειρασμοὺς πᾶσα τῶν δαιμόνων ἡ φάλαγξ οὐ βλάψει, ὡς φασιν οἱ Πατέρες· οἱ δὲ αὐθαδῶς, καὶ ἰδιοβούλως πορευόμενοι, οὗτοι καὶ βλάβην εὐχερῶς ὑφίστανται· διὰ τοῦτο βασιλικὴν ὁδὸν ὀφείλει ὁ ἡσυχάζων ἀεὶ κρατεῖν· τῇ γὰρ ὑπερβολῇ ἐν πᾶσι, ῥαδίως ἡ οἴησις ἐπακολουθεῖν πέφυκεν, ἣν πλάνη διαδέχεται· κράτει τὸν ἀνασπασμὸν τοῦ νοῦ, ὀλίγων σφίγγων ἐν προσευχῇ τὸ στόμα, καὶ οὐ τὸν τῆς ῥινός, ὡς οἱ ἀμαθεῖς, ἵνα μὴ βλαβῇς ἐξογκούμενος, τρεῖς δὲ ἀρεταὶ εἰσὶ τῆς ἡσυχίας, ἃς δεῖ φυλάττειν ἀκριβῶς, καὶ καθ᾽ ὥραν ἐρευνᾶν, εἰ ἐν αὐταῖς ἀεὶ διατρίβομεν, μήπως ὑπὸ λήθης κλεπτόμενοι, ἔξωθεν αὐτῶν πορευώμεθα· αἱ δὲ εἰσὶν αὗται· ἡ ἐγκράτεια, ἡ σιωπή, καὶ ἡ αὐτομεμψία, τουτέστιν ἡ ταπείνωσις, περιεκτικαὶ γάρ εἰσι, καὶ ἀλλήλων φυλακτικαί, ἐξ ὧν ἡ προσευχὴ τίκτεται, καὶ αὐξάνει διαπαντός· διαφόρως δὲ ἡ ἀρχὴ τῆς χάριτος ἐν προσευχῇ ἀναφαίνεται εἴς τινας, καὶ πολυτρόπως ὁ μερισμὸς τοῦ πνεύματος, φησὶν ὁ Ἀπόστολος, κατὰ τὴν αὐτοῦ θέλησιν καθορᾶται καὶ γινώσκεται, ὥστε κατὰ τὸν τύπον Ἡλιοῦ τοῦ Θεσβίτου, καὶ ἐν ἡμῖν φαίνεται· ἐν τισι μέν, πνεῦμα φόβου, διαλύον ὄρη παθῶν, καὶ συντρίβον πέτρας, τὰς σκληρὰς καρδίας, ἔρχεται· ὥστε ἀπὸ τοῦ φόβου καθηλοῦσθαι, καὶ τὴν σάρκα νεκρὰν γίνεσθαι· ἐν ἑτέροις δέ, συσσεισμός, εἰτ᾽ οὖν ἀγαλλίασμα, (ὃ καὶ σκίρτημα τρανώτερον οἱ Πατέρες εἰρήκασι), ἐν πρώτοις ἄῦλον, καὶ οὐσιῶδες ἐν σπλάγχνοις δείκνυται· τὸ γὰρ ἀνούσιον καὶ ἀνυπόστατον, καὶ μὴ ὃν ἐστίν· ἐν ἑτέροις δέ, τελευταῖον αὖραν λεπτὴν φωτὸς εἰρηναίαν, ἐν τοῖς προκόψασι μάλιστα ἐν προσευχῇ, ἐνεργεῖ ὁ Θεός· τοῦ Χριστοῦ ἐν καρδίᾳ οἰκήσαντος κατὰ τὸν Ἀπόστολον, καὶ μυστικῶς ἀναφαινομένου ἐν πνεύματι· διὰ τοῦτο ἔλεγεν ὁ Θεὸς πρὸς τὸν Ἡλίαν ἐν ὄρει Χωρήβ, ὅτι οὐκ ἐν τῷ δε, ἢ τῷ δε Κύριος, τῶν ἀρχαρίων μερικαῖς ἐνεργείαις, ἀλλ᾽ ἐν αὔρᾳ λεπτῇ φωτός, κἀκεῖ Κύριος, τὸ τέλειον ὑποδείξας τῆς προσευχῆς.
Τί ποιήσει τίς, ὅτε μετασχηματίζεται ὁ δαίμων εἰς Ἄγγελον φωτός, καὶ ἀποπλανᾶ τὸν ἄνθρωπον;
Διὰ τοῦτο χρείαν ἔχει ὁ ἄνθρωπος πολλῆς διακρίσεως, ἵνα τὴν διαφορὰν τοῦ καλοῦ καὶ τοῦ κακοῦ ἐπιγινώσκῃ· μὴ οὖν σεαυτὸν ταχὺ ἐπιδίδου τοῖς φαινομένοις διὰ κουφότητα, ἀλλὰ μένε βαρύς, καὶ μετὰ δοκιμασίας πολλῆς κάτεχε τὸ καλόν· τὸ δὲ πονηρὸν ἀπόρριπτε· ὀφείλεις δὲ δοκιμάζειν, καὶ διακρίνειν, καὶ τότε πιστεύειν· γίνωσκε τοίνυν ὅτι φανερὰ εἰσὶ τὰ ἐνεργήματα τῆς χάριτος, ἅπερ ὁ δαίμων κἂν μετασχηματίζηται, παρασχεῖν οὐ δύναται οὐ πραότητα, οὐκ ἐπιείκειαν, οὐ ταπείνωσιν, οὐ μῖσος τοῦ κόσμου, οὐχ ἡδονὰς καὶ πάθη παύει, ἅπερ εἰσὶ τῆς χάριτος ἐνεργήματα· τύφος δὲ ἐστὶν ἡ ἐκείνου ἐνέργεια, καὶ ὑψηλοφροσύνη, καὶ δειλία, καὶ πᾶσα κακία· ἐκ τῆς ἐνεργείας τοιγαροῦν δύνασαι γνῶναι τὸ ἐλλαμφθὲν φῶς ἐν τῇ ψυχῇ σου, τοῦ θεοῦ ἐστίν, ἢ τοῦ σατανᾶ· ἡ θρίδαξ ὁμοία ἐστὶ κατὰ τὴν ὅρασιν, τῇ πικρίδι· καὶ τὸ ὄξος, ὅμοιον τῷ οἴνῳ κατὰ τὴν ἰδέαν, ἀλλ᾽ ἐκ τῆς γεύσεως ὁ λάρυγξ γινώσκει, καὶ διακρίνει τὴν ἑκάστου διαφοράν· οὕτω καὶ ἡ ψυχὴ ἐὰν ἔχῃ διάκρισιν, ἐκ τῆς νοερᾶς αἰσθήσεως γινώσκει τὰ τοῦ Ἁγίου Πνεύματος χαρίσματα, καὶ τὰ τοῦ Σατανᾶ φαντάσματα.