Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2
St Gregory Palamas, 24. Σύντομος βιογραφία
ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΓΡΗΓΟΡΙΟΥ
ΤΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΜΗΤΡΟΠΟΛΙΤΟΥ
Ὁ Ἐν Ἁγίοις Πατὴρ ἡμῶν Γρηγόριος ὁ Θεσαλονίκης, ἦν ἐπὶ τῆς βασιλείας Ἀνδρονίκου τοῦ δευτέρου τῶν Παλαιολόγων, περὶ τὸ χιλιοστὸν τριακοσιοστὸν τεσσαρακοστὸν ἔτος τῆς σωτηρίας· πάντα δὲ τὸν κόσμον, καὶ τὰ ἐν τῷ κόσμῳ καταλιπών, καὶ ἀπὸ τῆς πατρίδος αὐτοῦ, τὴν Κωνσταντινουπόλεως, ἐπὶ τὸν Ἁγιώνυμον Ἄθω μεταναστεύσας, τὸν μοναστικὸν ὑπέρχεται βίον· ἐν ᾧ καὶ πόνοις ἀσκητικωτάτοις χρησάμενος, καὶ μόνος μόνῳ τῷ Θεῷ προσανέχων, δι᾽ ἄκρας ἡσυχίας, θεοειδέστατον ἔσοπτρον τοῦ Ἁγίου Πνεύματος ἐχρημάτισε, πράξεως καὶ θεωρίας εἴπέρ τις ἄλλος, εἰς τὸ ἀκρότατον ἀνελθών· οὗ καὶ ταῖς θεοπτικαῖς ἐλλάμψεσι καταυγαζόμενος τὴν διάνοιαν, σοφώτατα, καὶ θεολογικώτατα συγγράμματα, οἷόν τινα στήλην ὀρθοδοξίας τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ καταλείπει· τούτων δ᾽ ἀποσπάσματα τυγχάνει καὶ τῇ παρούσῃ ἐμφερόμενα βίβλῳ, θησαυροὺς τῷ ὄντι θείας γνώσεως, καὶ πνευματικῆς σοφίας, καὶ τελειότητος τοῖς ἀναγινώσκουσι προμνηστεύοντα· οὐ μόνον γὰρ τὰ παρὰ τῶν παλαιοτέρων Ἁγίων εἰρημένα ὁ θεοπτικὸς ἐκεῖνος, καὶ οὐράνιος συνελέξατο νοῦς ἀλλ᾽ ὅσα καὶ παρ᾽ ἑαυτοῦ διὰ μακρᾶς πείρας, καὶ μακαρίου πάθους ὑπερφυῶς διεγνώσθη προσθείς, καλλιστεῖον ἄντικρυς τῶν νηπτικῶν αὐτὰ ἀπειργάσατο, ὡς μηδένα τῶν πάντων νομίζειν ἀνθρωπίνης ποτὲ διανοίας εἶναι ταῦτα γεννήματα· πολλοῦ γε καὶ δεῖ· τῇ δ᾽ ἀληθείᾳ, νοῦν Χριστοῦ, καὶ Θεοῦ φωνὰς πάσαν ἐξισώσας καὶ ἀκοὴν καὶ διάνοιαν· δι᾽ ὧν τῶν μὲν ἱερέως ἡσυχαζόντων, καὶ τῇ νοερᾷ νήψει, καὶ προσευχῇ σχολαζόντων γενναίως ὑπερμαχεῖ, τὰς δ᾽ ἀντιθέτους τῶν ἐναντίων κενοφωνίας ταῖς γραφικαῖς ἀποδείξεσι ὡς τῆς ἀληθείας ἀναιρετικὰς ἐπιστημονικώτατα διελέχθη.