Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2
St Gregory Palamas, Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Θεσσαλονίκης, λόγος πρὸς τὴν…
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΓΡΗΓΟΡΙΟΥ
ΤΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΜΗΤΡΟΠΟΛΙΤΟΥ
ΠΡΟΣ ΤΗΝ ΣΕΜΝΟΤΑΤΗΝ ΕΝ ΜΟΝΑΖΟΥΣΑΙΣ ΞΕΝΗΝ
ΠΕΡΙ ΠΑΘΩΝ ΚΑΙ ΑΡΕΤΩΝ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΤΙΚΤΟΜΕΝΩΝ
ΕΚ ΤΗΣ ΚΑΤΑ ΝΟΥΝ ΣΧΟΛΗΣ.
Τοῖς μοναδικῶς ζῆν προθυμουμένοις ἀληθῶς, ἀηδής ἐστιν οὐ μόνον ἡ πρὸς τοὺς πολλούς, ἀλλὰ καὶ ἡ πρὸς αὐτοὺς τοὺς ὁμοτρόπους ὁμιλία. Τὸ γὰρ συνεχὲς διακόπτει τῆς πρὸς τὸν Θεὸν θυμηρεστάτης ὁμιλίας· καὶ τὸ μοναδικὸν τοῦ νοῦ, καθ᾽ ὃ συνίσταται ὁ ἐντὸς καὶ ὄντως Μοναχός, δυαδικόν, ἔστι δ᾽ ὅτε καὶ πολυσχιδὲς ποιεῖται· διὸ καί τις τῶν Πατέρων ἐρωτώμενος, τίνος ἕνεκα φεύγει τοὺς ἀνθρώπους; ὅτι μὴ δύναμαι μετὰ Θεοῦ εἶναι, τοῖς ἀνθρώποις συντυγχάνων, ἀπεκρίνατο· ἄλλος δέ τις, ἐκ τῆς πείρας τὰ τοιαῦτα ἐξηγούμενος, οὐ τὴν ὁμιλίαν μόνον, ἀλλὰ καὶ αὐτὴν τὴν θέαν τῶν ἀνθρώπων αἰτιᾶται, ὡς δυναμένην λυμήνασθαι τὸ εὐσταθὲς τῆς κατὰ διάνοιαν τῶν ἡσυχαζόντων ἠρεμίας. Εἰδέ τις ἐπ᾽ ἀκριβείας ἐξετάζοι, καὶ ἡ μνήμη τοῦ πλησιασμοῦ, καὶ ἡ προσδοκία τῆς ἐπιδημίας, καὶ τῆς κατ᾽ αὐτὴν συντυχίας, ἀτρεμεῖν τελέως οὐκ ἀφίησι τὸ τῆς ψυχῆς διανοούμενον· ὁ δὲ καὶ γραφῇ τοὺς λόγους διδούς, ἐπιστρεφεστέρᾳ μερίμνῃ περιβάλλει τὸν οἰκεῖον νοῦν· κἂν μὲν ᾖ τῶν προκοψάντων καὶ ἐπειλημμένων, δι᾽ εὐρωστίαν ψυχῆς, τῆς ἀγάπης τοῦ Θεοῦ, ἔχει μὲν ταύτην· καὶ γράφων· ἐνεργόν, ἀλλ᾽ οὐκ ἀμέσως καὶ εἰλικρινῶς· ἂν δὲ τῶν ἔτι πολλοῖς νοσήμασι περιπιπτόντων, καὶ παθήμασι ψυχῆς. οἷος ἀληθῶς ἐγώ, καὶ δεομένων συνεχῶς βοᾶν πρὸς τὸν Θεόν, ἴασαί με, ὅτι ἥμαρτόν σοι, τοῦτον οὐκ εὔλογον, πρὸ τῆς ἰάσεως, ἀφεῖσθαι τῆς δεήσεως, καὶ πρὸς ἄλλο τι τῶν ἁπάντων ἑκουσίως ἀσχολεῖσθαι· πρὸς δὲ τούτοις, καὶ τοῖς μὴ παροῦσι τῶν ἀνθρώτων διὰ τῶν γραμμάτων ὁμιλεῖ· καὶ πλείοσι καιροῖς καὶ ἀνθρώποις, ἐνίοτε καὶ οἷς οὐ βούλεται, μεταδίδωσι τῆς ὁμιλίας· τῶν γραμμάτων πεφυκότων παραμένειν, μετὰ τὴν ἀποβίωσιν τοῦ γράψαντος· διὰ τοῦτο πολλοὶ τῶν καθ᾽ ἡσυχίαν ἄκρων Πατέρων γράψαι τι ὅλως οὐκ ἠνέσχοντο· καίτοι μεγάλα καὶ πολυωφελῆ δυνάμενοι ἐκθέσθαι κατὰ πάντα δὲ τῆς ἐκείνων ἀκριβείας ἀπολειπόμενος ἐγώ, καὶ γράφειν ἔθος εἶχον, ἀλλ᾽ ἀναγκαίας ἐπειγούσης χρείας· νῦν δέ με καὶ πρὸς τοῦτο ὀκνηρότερον ἐποίησαν, οἱ βασκάνοις ὀφθαλμοῖς, ἔνια τῶν ἐμῶν γραμμάτων κατιδόντες, καὶ κακουργίας ἐκ τούτων ζητοῦντες ἀφορμάς· οἱ, κατὰ τὸν μέγαν Διονύσιον, προσπάσχουσι στοιχείοις καὶ γραμμαῖς ἀνοήτοις, καὶ συλλαβαῖς, καὶ λέξεσιν ἀγνώστοις, μὴ διαβαινούσαις εἰς τὸ τῆς ψυχῆς αὐτῶν νοερόν· καὶ ἔστιν ὡς ἀληθῶς ἄλογον καὶ σκαιόν, καὶ τῶν τὰ θεῖα νοεῖν ἐθελόντων οὐδαμῶς ἴδιον· μὴ τῇ δυνάμει τοῦ σκοποῦ προσέχειν, ἀλλὰ ταῖς λέξεσιν· οἴδα δὲ ἐγὼ δικαίως ὑπ᾽ ἐκείνων τὰς μέμψεις ὑποστάς· οὐχ ὅτι μὴ συμφώνως τοῖς Πατράσιν ἔγραφον· τοῦτο γάρ, χάριτι Χριστοῦ, συνετηρήθη μοι τοῖς γράμμασιν· ἀλλ᾽ ὅτι συνεγραψάμην, περὶ ὧν ἄξιος οὐκ ἦν· ἄλλός τις ὁ Ζᾶν ἴσως, τὸ τῆς ἀληθείας ὁχήματι λόγῳ, περιτρεπομένῳ βοηθεῖν ἐπιχειρήσας· πλὴν ὅσον, ὅτι οὐκ ὀργῆς· ἀλλὰ συμμέτρου παιδείας ἡμῖν ἦν ἐπιφορά· διὸ οὐδὲ ἰσχύσαι καθ᾽ ἡμῶν ἐξεγένετο τοῖς ἐπιτεθειμένοις· τάχα δὲ καὶ τοῦτο τῆς ἐμῆς ἦν ἀναξιότητος· οὐ γὰρ ἦν ἐγὼ ἄξιος, οὐδὲ ἱκανὸς ὡς ἔοικε παθεῖν τι ὑπὲρ ἀληθείας, καὶ οὕτω κοινωνῆσαι τοῖς τῶν ἁγίων παθήμασι μετὰ χαρᾶς· τί γὰρ, οὐχὶ καὶ ὁ Χρυσόστομος Πατήρ, ὁ καὶ σῶμα περικείμενος ἔτι τῇ Ἐκκλησίᾳ τῶν πρωτοτόκων ἐν οὐρανοῖς συνημμένος, εἴπέρ τις ἀσφαλῶς ἅμα, καὶ σαφῶς, καὶ μελιχρῶς, λογογραφῶν τὴν εὐσέβειαν, οὐχ οὗτος τοίνυν ὁ τηλικοῦτος, ὡς τὰ Ὠριγένους γράφων καὶ φρονῶν, ἐξεκόπη τῆς Ἐκκλησίας, καὶ ὑπερορίαν κατεδικάσθη;
φησὶ δὲ καὶ Πέτρος ὁ Κορυφαῖος τοῦ κορυφαίου χοροῦ τῶν τοῦ Κυρίου μαθητῶν, ὅτι καὶ τὰ ἐν ἐπιστολαῖς τοῦ μεγάλου Παύλου δυσνόητα, οἱ τότε ἀμαθεῖς ἐστρέβλουν, πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν. Ἐγὼ δὲ διὰ τὴν μικρὰν ἐπήρειαν τῶν ἐπιχειρησάντων, καίτοι συνοδικῶς καταβληθέντων, ὅμως τοῦ γράφειν διενοούμην ἀποσχέσθαι τελέως. Εἰ μὴ σὺ νῦν ὦ Ἱερὰ Πρεσβῦτις, οὐκ ἀνῆκας δεομένη, καὶ παρακλητικοῖς γράμμασι χρωμένη καὶ μηνύμασιν ἕως ἔπεισας παραινετικοῖς λόγοις αὖθις ἐγχειρῆσαι. Καίτοι σοὶ τῶν παραινέσεων οὐ πάνυ χρεία· κέκτησαι γάρ, χάριτι Χριστοῦ, μετὰ τοῦ καθ᾽ ἡλικίαν γήρως, καὶ τὸ ἐν συνέσει γεραρόν, καὶ τὸν νόμον τῶν Ἱερῶν παραγγελμάτων, διὰ πολυετοῦς ἀνέγνως πράξεως· ὑπακοῇ καὶ ἡσυχίᾳ κατὰ καιρὸν μερισαμένη σου τὸν βίον· δι᾽ ὧν καταλεάνασα τὸ τῆς ψυχῆς πυκτίον, ἐπιτήδειον πεποίησαι, πρὸ τὸ δέξασθαι, καὶ συντηρῆσαι τοὺς θείους χαρακτῆρας· ἀλλὰ γὰρ τοιοῦτόν ἐστι ψυχῆς κατάκρας ἁλοῦσα πνευματικῆς διδασκαλίας πόθῳ· κόρον αὐτῆς οὐδέποτε λαμβάνει· διὸ καὶ ἡ σοφία περὶ ἑαυτῆς, φησίν, οἱ τρώγοντές με ἔτι πεινάσουσι καὶ ὁ ἐνιεὶς τῇ ψυχῇ τὸν θεῖον πόθον τοῦτον Κύριος, περὶ Μαρίας φησί, τῆς τὴν ἀγαθὴν μερίδα ταύτην ἐπιλεξαμένης, ὅτι οὐκ ἀφαιρεθήσεται ἀπ᾽ αὐτῆς· σοὶ δ᾽ ἴσως τῶν τοιούτων λόγων δεῖ, καὶ διὰ τὰς ὑπὸ σοὶ παιδαγωγῷ ζώσας θυγατέρας τοῦ Μεγάλου Βασιλέως· καὶ μάλιστα τὴν σύνεσιν, ἣν ἐκ τοῦ σοῦ γένους τῷ χορηγῷ τῆς ἀφθαρσίας νυμφεύσασθαι ποθεῖς· ὃν δὴ καὶ μιμουμένη, καθάπερ ἐκεῖνος τὴν ἡμετέραν μορφὴν ὑπὲρ ἡμῶν ὡς ἀληθῶς ἀνέλαβεν, οὕτω καὶ αὐτὴ τὸ πρόσωπον ὑπέδυς νῦν τῶν εἰσαγομένων, καὶ διδασκαλίας δεομένων· διὸ κἀγώ, εἰ καὶ μὴ περὶ λόγους, καὶ τοιούτους λόγους εὔπορος, ἀλλὰ διὰ τὴν ὑπακοήν, καὶ τὴν ἐντολὴν τοῦ διδόναι τῷ αἰτοῦντι, ἐξ ὧν ἔχω νῦν ἐνδεικνύμενος τὴν πρόθεσιν, τὸ χρέος ἀποτίσω τῆς κατὰ Χριστὸν ἀγάπης· ἴσθι τοίνυν, Ἱερὰ Πρεσβῦτις, μᾶλλον δὲ διὰ σοῦ μανθανέτωσαν, αἱ κατὰ Θεὸν προειρημέναι ζῆν νεάνιδες, ὅτι καὶ ψυχῆς ἐστι θάνατος τῆς ἀθανάτου φύσει· οὕτω γὰρ καὶ ὁ ἠγαπημένος Θεολόγος λέγει· ἔστιν ἁμαρτία πρὸς θάνατον· καὶ ἔστιν ἁμαρτία μὴ πρὸς θάνατον· θάνατον ἐνταῦθα, τὸν τῆς ψυχῆς πάντως λέγων· καὶ ὁ Μέγας Παῦλος, ἡ λύπη, φησίν, ἡ κατὰ κόσμον, θάνατον κατεργάζεται· θάνατον πάντως τῆς ψυχῆς· καὶ πάλιν· ἔγειραι ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός, ἐκ ποίων νεκρῶν ἐγερθῆναι ἐγκελεύεται; πάντως ἐκ τῶν τεθανατωμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις, αἴτινες στρατεύονται κατὰ τῆς ψυχῆς· διὸ καὶ ὁ Κύριος νεκροὺς εἶπε, τοὺς ἐν τῷ ματαίῳ τούτῳ κόσμῳ ζῶντας· τῷ γὰρ αἰτήσαντι τῶν μαθητῶν, ἀπελθεῖν ἐπὶ τὸ θάψαι τὸν ἴδιον Πατέρα, οὐκ ἐνέδωκεν· ἀλλ᾽ ἐπέταξεν ἀκολουθεῖν ἀφέντα τοὺς νεκρούς, θάπτειν τοὺς ἑαυτῶν νεκρούς· νεκροὺς ἐνταῦθα καὶ τοὺς ζῶντας ἐκείνου;
ὠνόμασεν ὁ Κύριος· πάντως ὡς κατὰ ψυχὴν νενεκρωμένως, καθάπερ γὰρ ὁ χωρισμὸς τῆς ψυχῆς ἀπὸ τοῦ σώματος, θάνατός ἐστι τοῦ σώματος, οὕτως ὁ χωρισμὸς τοῦ Θεοῦ ἀπὸ τῆς ψυχῆς, θάνατός ἐστι τῆς ψυχῆς, καὶ οὗτός ἐστι κυρίως θάνατος, ὁ τῆς ψυχῆς· τοῦτον γὰρ ἐδήλου καὶ διὰ τῆς ἐν τῷ Παραδείσῳ ἐντολῆς, ὅτε ἔλεγεν ὁ Θεὸς πρὸς τὸν Ἀδάμ· ᾗ δ᾽ ἂν ἡμέρᾳ φάγῃς ἀπὸ τοῦ ἀπηγορευμένου ξύλου, θανάτῳ ἀποθανῇ· τότε γὰρ ἐθανατώθη ἡ ψυχὴ αὐτοῦ διὰ τῆς παραβάσεως, χωρισθεῖσα τοῦ Θεοῦ· κατὰ σῶμα γὰρ ζῶν διετέλεσεν ἀπὸ τότε καὶ εἰς τὸ ἑξῆς, μέχρι τριάκοντα καὶ ἐννακοσίων ἐνιαυτῶν· ἀλλ᾽ ὁ διὰ τὴν παράβασιν τῇ ψυχῇ προσγενόμενος θάνατος, οὐ τὴν ψυχὴν ἀχρειοῖ μόνον καὶ ἐπικατάρατον ποιεῖ τὸν ἄνθρωπον, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα πολύμοχθον, καὶ πολυπαθές, καὶ φθαρτὸν ἀπεργασάμενος, τέλος τῷ θανάτῳ παραδίδωσι· τότε γὰρ μετὰ τὴν ἐκ παραβάσεως τοῦ ἐντὸς ἀνθρώπου νέκρωσιν, ἤκουσεν ὁ χοϊκὸς Ἀδάμ, ὅτι ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι· καὶ ἐν ἱδρώτι τοῦ προσώπου σου φαγῆ τὸν ἄρτον σου, ἕως τοῦ ἐπιστρέψαι σε εἰς γῆν, ἐξ ἧς ἐλήφθης· ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· εἰ δὲ καὶ κατὰ τὴν μέλλουσαν ἐκείνην παλιγγενεσίαν, ἐν τῇ ἀναστάσει τῶν δικαίων, καὶ τὰ τῶν ἀνόμων καὶ ἁμαρτωλῶν ἀνίσταται σώματα, ἀλλ᾽ εἰς τὸ παραδοθῆναι τῷ δευτέρῳ θανάτῳ, τῇ κολάσει ἐκείνῃ τῇ αἰωνίῳ, τῷ ἀκοιμήτῳ σκώληκι, τῷ τῶν ὀδόντων βρυγμῷ, τῷ ἐξωτέρῳ καὶ ψηλαφητῷ σκότει, τῇ σκοτεινῇ καὶ ἀσβέστῳ τοῦ πυρὸς γεέννῃ· κατὰ τὸν λέγοντα Προφήτην, ὅτι ἐκκαυθήσονται οἱ ἄνομοι, καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων· τοῦτό γάρ ἐστιν ὁ δεύτερος θάνατος· καθάπερ Ἰωάννης διὰ τῆς ἀποκαλύψεως ἐδίδαξεν ἡμᾶς· ἄκουε δὴ καὶ τοῦ Μεγάλου Παύλου λέγοντος· εἰ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ πνεύματι, τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε· ζωὴν γὰρ ἐνταῦθα καὶ θάνατον, τὸν ἐπὶ τοῦ μέλλοντος αἰῶνος λέγει· ζωὴν μὲν τὴν ἀπόλαυσιν τῆς ἀϊδίου βασιλείας· θάνατον δέ, τὴν διαιωνίζουσαν ἐκείνην κόλασιν· ἡ τῆς ἐντολῆς τοῦ Θεοῦ τοιγαροῦν παράβασις, πρόξενος γίνεται παντὸς θανάτου καὶ ψυχῇ καὶ σώματι· καὶ τοῦ κατὰ τὸν νῦν αἰῶνα, καὶ τοῦ κατὰ τὴν ἀτελεύτητον ἐκείνην κόλασιν, καὶ οὖτός ἐστιν ὁ κυρίως θάνατος, τὸ διαζευχθῆναι τὴν ψυχὴν τῆς θείας χάριτος, καὶ τῇ ἁμαρτίᾳ συζυγῆναι· οὗτος τοῖς νοῦν ἔχουσι φευκτὸς ὄντως, καὶ φρικτὸς ὁ θάνατος· οὗτος τοῖς εὐφρονοῦσι, καὶ τῆς ἐν γεέννῃ κολάσεως φρικωδέστερος· τοῦτον καὶ ἡμεῖς φύγωμεν πάσῃ δυνάμει· πάντα ῥίψωμεν, πάντα προώμεθα· πᾶσιν ἀποταξώμεθα, καὶ σχέσεσι, καὶ πράξεσι, καὶ βουλήμασιν· ὅσα κατασύρει καὶ διίστησι Θεοῦ, καὶ τὸν τοιοῦτον συνίστησι θάνατον· ὁ γὰρ τοῦτον φοβηθείς τε, καὶ φυλαξάμενος, σαρκὸς οὐ δείσει προσερχόμενον θάνατον, ἔνοικον ἔχων τὴν ὄντως ζωήν· ἥτις τῷ θανάτῳ μᾶλλον προσκτᾶται τὸ ἀναφαίρετον· ὡς γὰρ ὁ τῆς ψυχῆς θάνατος, ὁ κυρίως θάνατός ἐστιν, οὕτω καὶ ἡ ζωὴ τῆς ψυχῆς, κυρίως ὑπάρχει ζωή· ζωὴ δέ ἐστι τῆς ψυχῆς, ἡ πρὸς Θεὸν ἕνωσις· ὥς περ καὶ τοῦ σώματος ἡ πρὸς ψυχὴν ἕνωσις· ὡς γὰρ διὰ τῆς παραβάσεως τῆς ἐντολῆς, τοῦ Θεοῦ διαιρεθεῖσα ἡ ψυχὴ τεθανάτωται, οὕτω δι᾽ ὑπακοῆς τῆς ἐντολῆς, τῷ Θεῷ αὖθις ἑνωθεῖσα, ζωοποιεῖται, διὰ τοῦτό φησιν ἐν Εὐαγγελίοις ὁ Κύριος· ὅτι τὰ ῥήματα ἃ ἐγὼ λαλῶ, πνεῦμα εἰσι, καὶ ζωή εἰσι· τοῦτο δὲ καὶ ὁ πείρᾳ μαθὼν Πέτρος, πρὸς αὐτὸν ἔλεγεν· ὅτι ῥήματα ζωῆς αἰωνίου ἔχεις· ἀλλὰ ῥήματα ζωῆς αἰωνίου, τοῖς ὑπακούουσι· τοῖς δὲ παρακούουσιν, ἡ ἐντολὴ τῆς ζωῆς αὕτη, γίνεται εἰς θάνατον· οὕτω γὰρ καὶ οἱ Ἀπόστολοι, Χριστοῦ εὐωδία ὄντες, τοῖς μέν, ἦσαν ὀσμὴ θανάτου εἰς θάνατον· τοῖς δέ, ζωῆς ὀσμὴ εἰς ζωήν· ἡ δὲ ζωὴ πάλιν αὕτη, οὐ τῆς ψυχῆς ἐστι μόνον, ἀλλὰ καὶ τοῦ σώματος· ἀπαθανατίζει γὰρ καὶ τοῦτο διὰ τῆς ἀναστάσεως, οὐ τῆς θνητότητος μόνον ἀπολυτρουμένη· πρὸς δὲ ταύτῃ καὶ τοῦ μηδέποτε λήγοντος θανάτου, τῆς μελλούσης κολάσεως ἐκείνης· χαρίζεται γὰρ καὶ αὐτῷ τὴν ἐν Χριστῷ ἀΐδιον ζωήν· τὴν ἄπονον, τὴν ἄνοσον, τὴν ἄλυπον, τὴν ὄντως ἀθάνατον· ὡς γὰρ τῷ τῆς ψυχῆς θανάτῳ, τουτέστι τῇ παραβάσει, καὶ τῇ ἁμαρτίᾳ, ὁ θάνατος τοῦ σώματος ὕστερον ἐπηκολούθησε, καὶ τὸ εἰς γῆν ἀναλυθῆναι, καὶ γενέσθαι χοῦν, καὶ σωματικῷ θανάτῳ πάλιν, ἡ ἐν τῷ ἅδῃ καταδίκη τῆς ψυχῆς, οὕτω καὶ τῇ ἀναστάσει τῆς ψυχῆς, ὅ ἐστιν ἡ δι᾽ ὑπακοῆς τῶν θείων ἐντολῶν πρὸς αὐτὸν ἐπιστροφή, ἡ τοῦ σώματος ὕστερον ἕψεται ἀνάστασις, ἑνωθέντος αὖθις τῇ ψυχῇ καὶ τῇ ἀναστάσει ταύτῃ, ἕψεται ἡ ὄντως ἀφθαρσία, καὶ τὸ συνδιαιωνίζειν τοὺς ἡξιωμένους τῷ Θεῷ· πνευματικοὺς γενομένους ἀντὶ σαρκικῶν· καὶ ὡς Ἀγγέλους Θεοῦ διαιτωμένους ἐν τῷ οὐρανῷ· ἁρπαγησόμεθα γάρ φησιν, ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα· καθάπερ γὰρ ὁ τοῦ Θεοῦ Υἱός, ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν, ἀπέθανε σαρκί· χωρισθείσης μὲν αὐτοῦ τῆς ψυχῆς ἀπὸ τοῦ σώματος, μὴ χωρισθείσης δὲ τῆς θεότητος· διὸ καὶ τὸ σῶμα ἀναστήσας ἑαυτοῦ, ἀνέλαβεν εἰς οὐρανὸν ἐν δόξῃ, οὕτω καὶ οἱ κατὰ Θεὸν ἐνταῦθα ζήσαντες· ἐν γὰρ τῷ χωρίζεσθαι τοῦ σώματος, τοῦ Θεοῦ μὴ χωριζόμενοι ἐν τῇ ἀναστάσει, καὶ τὸ σῶμα ἀναλήψονται πρὸς τὸν Θεόν, συνεισιόντες ἐν χαρᾷ ἀνεκλαλήτῳ, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς· καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης, ἐν Χριστῷ συναπολαύοντες· οὐ γὰρ δὴ τῆς ἀναστάσεως μόνης, ἀλλὰ καὶ τῆς τοῦ Κυρίου ἀναλήψεως κοινωνοὶ γενήσονται, καὶ πάσης τῆς θεοειδοῦς ζωῆς· ἀλλ᾽ οὐχὶ καὶ οἱ κατὰ σάρκα ζήσαντες ἐνταῦθα, καὶ μηδεμίαν εὐρεθέντες κοινωνίαν ἔχοντες πρὸς τὸν Θεόν, ἐν τῇ ὥρᾳ τῆς ἐξόδου, εἰ γὰρ καὶ πάντες ἀναστήσονται, ἀλλ᾽ ἕκαστος φησὶ τὰ ἐν τῷ ἰδίῳ τάγματι· ὁ μὲν πνεύματι, τὰς πράξεις τοῦ σώματος ἐνταῦθα θανατώσας, ἐκεῖ ζήσεται τὴν μετὰ Χριστοῦ θείαν καὶ ὄντως ἀΐδιον ζωήν· ὁ δὲ σαρκὸς ἐπιθυμίαις καὶ παθήμασι, τὸ πνεῦμα ἐνταῦθα θανατώσας, μέλλει, φεῦ, τῷ δημιουργῷ καὶ προξένῳ τῆς κακίας ἐκεῖ συγκαταδικάζεσθαι, καὶ τῇ ἀνυποίστῳ καὶ ἀκαταλήπτῳ κολάσει παραδίδοσθαι· ὅ ἐστιν ὁ δεύτερος θάνατος, καὶ ἀδιάδοχος· ποῦ γὰρ ἔσχε τὴν ἀρχὴν ὁ ὄντως θάνατος;
ὁ ποιητικὸς καὶ πρόξενος καὶ ψυχῇ καὶ σώματι, τοῦ τε προσκαίρου θανάτου καὶ τοῦ αἰωνίου; οὐκ ἐν τῇ χώρᾳ τῆς ζωῆς; διὰ τοῦτο καὶ παραυτά, φεῦ, ὁ ἄνθρωπος, τὴν ἐκ τοῦ Παραδείσου τοῦ Θεοῦ καταδεδικάσται ὑπερορίαν· ὡς θανατηφόρον καὶ ἀκατάλληλον τῷ θείῳ Παραδείσῳ κτησάμενος ζωήν· ὥστε καὶ ἡ ὄντως ζωή, ἡ καὶ ψυχῇ καὶ σώματι πρόξενος τῆς ἀθανάτου καὶ ὄντως ζωῆς, ἐν τῷ τόπῳ τούτῳ τοῦ θανάτου ἕξει τὴν ἀρχήν· καὶ ὁ μὴ σπεύδων κτήσασθαι αὐτὴν κατὰ ψυχὴν ἐνταῦθα, μὴ κεναῖς ἐλπίσιν ἀπατάτω ἑαυτόν, ὡς λήψεται αὐτὴν ἐκεῖ· μηδὲ ἐλπιζέτω λήψεσθαι τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἐν ἐκείνῳ τῷ καιρῷ· τότε γὰρ καιρὸς ἀνταποδόσεως καὶ ἐκδικήσεως, ἀλλ᾽ οὐ συμπαθείας καὶ φιλανθρωπίας· καιρὸς ἀποκαλύψεως θυμοῦ καὶ ὀργῆς καὶ δικαιοκρισίας Θεοῦ· καιρὸς ἐπιδείξεως τῆς κραταιᾶς καὶ ὑψηλῆς χειρός, κινουμένης εἰς κόλασιν τῶν ἀπειθῶν· οὐαὶ τῷ ἐμπεσόντι εἰς χεῖρας Θεοῦ ζῶντος· οὐαὶ τῷ ἐκεῖ πειρωμένῳ τοῦ θυμοῦ Κυρίου, καὶ μὴ ἐντεῦθεν ἐκ τοῦ φόβου τοῦ πρὸς τὸν Θεὸν γνωρίσαντι τὸ κράτος τῆς ὀργῆς αὐτοῦ, καὶ δι᾽ ἔργων προμνηστευσαμένῳ τὸ φιλάνθρωπον αὐτοῦ· τούτου γὰρ ὁ παρὼν καιρός· δι᾽ αὐτὸ μέντοι, καὶ τὴν ζωὴν ταύτην ὁ Θεὸς συνεχώρησεν ἡμῖν, τόπον μετανοίας παρεχόμενος· εἰ γὰρ μὴ τοῦτο ἦν, εὐθὺς ἁμαρτῶν ὁ ἄνθρωπος, καὶ τῆς ζωῆς ταύτης ἐστέρητο ἄν· τί γὰρ ἦν ὄφελος αὐτῆς; διὸ οὐδὲ ἡ ἀπόγνωσις ὅλως ἔχει χώραν ἐν ἀνθρώποις· εἰ καὶ ὁ πονηρὸς ποικίλως ὑποβάλλει ταύτην· οὐ τοῖς ἀδιαφόρως ζῶσι μόνον, ἀλλ᾽ ἔστιν ὅτε καὶ τοῖς ἀγωνιζομένοις· ἐπειδὴ γὰρ καιρὸς μετανοίας ὁ τῆς ζωῆς ἐστι καιρός, αὐτὸ τοῦτο τὸ ζῆν ἔτι τὸν ἡμαρτηκότα τῷ βουλομένῳ ἐπιστρέφειν πρὸς Θεόν ἐγγυᾶται τὴν παρ᾽ αὐτοῦ ὑποδοχήν· τῇ γὰρ ἐνταῦθα ζωῇ, τὸ αὐτεξούσιον σύνεστιν ἀεί· τῷ δὲ αὐτεξουσίῳ ὑπόκειται ὡς ὕλη, ἡ ὁδὸς τῆς ἀνωτέρω δεδειγμένης ζωῆς καὶ τοῦ θανάτου ἑλέσθαι ἢ φυγεῖν· ὡς δυνατὸν ὂν κτήσασθαι ὁπότερον θέλει· ποῦ οὖν ἕξει χώραν ἡ ἀπόγνωσις; πάντοτε καὶ πάντων δυναμένων, ὁπηνίκα βούλοιντο, τὴν αἰώνιον κτήσασθαι ζωήν; ἀλλ᾽ ὁρᾶς τὸ μέγεθος τῆς φιλανθρωπίας τοῦ Θεοῦ; τὴν ἀρχὴν οὐ δίκῃ δικαίᾳ χρῆται καθ᾽ ἡμῶν ἀπειθησάντων· ἀλλὰ μακροθυμῶν, παρέχει τὸν τῆς ἐπιστροφῆς καιρόν· ἐν τῷ καιρῷ τούτῳ τῆς μακροθυμίας, ἐξουσίαν δίδωσιν ἡμῖν, ἐὰν θελήσωμεν, υἱοποιηθῆναι τούτῳ· τί λέγω υἱοποιηθῆναι; ἑνωθῆναι τούτῳ, καὶ ἓν πνεῦμα γενέσθαι μετ᾽ αὐτοῦ· ἀλλὰ καὶ ἐν τῷ καιρῷ τούτῳ τῆς μακροθυμίας, ἐὰν τὴν ἐναντίαν ἡμεῖς βαδίσωμεν, καὶ ἀγαπήσωμεν τὸν θάνατον μᾶλλον τῆς ἀληθινῆς ζωῆς, αὐτὸς τὴν δεδομένην ἐξουσίαν οὐκ ἀφαιρεῖται· καὶ οὐ μόνον οὐκ ἀφαιρεῖται, ἀλλὰ καὶ ἀνακαλεῖται· καὶ περιέρχεται ζητῶν, καὶ ἐπιστρέφων πρὸς τὰ ἔργα τῆς ζωῆς· κατὰ τὴν παραβολὴν τοῦ ἀμπελῶνος, ἀπὸ πρωΐας μέχρι καὶ αὐτῆς τοῦ βίου τῆς ἑσπέρας· ἀλλὰ τίς ὁ καλῶν τε καὶ μισθούμενος;
ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ Θεὸς πάσης Παρακλήσεως· τίς, εἰς ἣν καλεῖ πρὸς ἐργασίαν ἄμπελον; ὁ τοῦ Θεοῦ Υἱός· ὁ εἰπών, ἐγώ εἰμι ἡ ἄμπελος· καὶ γὰρ οὐδεὶς δύναται πρὸς τὸν Χριστὸν ἐλθεῖν, ὡς αὐτὸς εἶπεν ἐν Εὐαγγελίοις, εἰ μή ὁ Πατὴρ ἑλκύσει αὐτόν· τίνες δὴ τὰ κλήματα; ἡμεῖς· αὐτοῦ γὰρ αὖθις ἄκουσον λέγοντος· ὑμεῖς ἐστὲ τὰ κλήματα, ὁ Πατὴρ μου ὁ γεωργός ἐστιν· ὁ γοῦν Πατὴρ διὰ τοῦ Υἱοῦ, καταλλάσσων ἑαυτῷ ἡμᾶς, μὴ λογιζόμενος τὰ παραπτώματα ἡμῶν, οὐχ ὡς προσκειμένους τοῖς ἔργοις τοῖς ἀτόποις, ἀλλ᾽ ὡς ἀργοὺς καλεῖ· καίτοι ἡ ἀργία ἁμαρτία ἐστί, καὶ ὑπὲρ ἀργοῦ γὰρ λόγου λόγον δώσομεν· ἀλλ᾽ ὅπερ ἔφην, τὰς προϋπηργμένας ἑκάστῳ ἁμαρτίας ὁ Θεὸς ὑπερορῶν, πάλιν καὶ πάλιν ἐκκαλεῖται· καλεῖ δὲ τί ποιήσοντας; ἐργασομένους εἰς τὸν ἀμπελῶνα· τοῦτό δέ ἐστι, ποιεῖν ὑπὲρ τῶν κλημάτων· δηλονότι ὑπὲρ ἑαυτῶν· εἶτα, βαβαὶ τοῦ ἀνεικάστου μεγέθους τῆς φιλανθρωπίας· καὶ μισθὸν ἡμῖν ἐπαγγέλλεται καὶ δίδωσιν, ὑπὲρ ἑαυτῶν πονοῦσιν· ἔλθετε· φησί· λάβετε ζωὴν αἰώνιον, ὑπ᾽ ἐμοῦ δαψιλῶς χορηγουμένην· καὶ τοῦ καμάτου τῆς ὁδοιπορίας, καὶ αὐτοῦ τοῦ θελῆσαι ταύτην παρ᾽ ἐμοῦ λαβεῖν, ὡς αὐτὸς ὀφείλων ἐκτίσω τὸν μισθόν· τίς οὐκ ὀφείλει λύτρα τῷ τοῦ θανάτου λυτρωτῇ; τίς οὐχ ὁμολογεῖ χάριτας τῷ δοτῆρι τῆς ζωῆς; ὁ δὲ, καὶ προκαταβαλεῖν ἐπαγγέλλεται μισθόν· καὶ μισθὸν ἀπόρρητον· ἐγὼ γὰρ ἦλθον, φησίν, ἵνα ζωὴν ἔχωσι· καὶ περισσὸν ἔχωσι; τί τὸ περισσόν; τὸ μὴ συνεῖναι μόνον καὶ συζῆν, ἀλλὰ καὶ εἰς ἀδελφοὺς αὐτῷ τελέσαι, καὶ συγκληρονόμους· τοῦτο δὴ τὸ περισσόν, ὡς ἔοικεν, ὁ διδόμενός ἐστι μισθός, τοῖς προσδραμοῦσι τῇ ζωοποιῷ ἀμπέλῳ, καὶ κλῆμα χρηματίσασιν αὐτῆς, καὶ ὑπὲρ ἑαυτῶν καμοῦσι, καὶ εἰς ἑαυτοὺς καλλιεργήσασι· τί πράξασι; πρῶτον μὲν περιτεμοῦσι, πᾶν ὅ,τι περιττόν, καὶ μὴ συντελές ἐστιν, ἀλλὰ καὶ προσιστάμενον, εἰς τὸ ἐνεγκεῖν καρποὺς ἀξίους τῆς θείας ἀποθήκης· τίνα ταῦτα; πλοῦτον, τρυφήν, δόξαν τὴν ματαίαν, πάντα τὰ ῥέοντα καὶ παριόντα, πᾶν πάθος ψυχῆς τε καὶ σώματος βδελυκτὸν καὶ πονηρόν· πάντα τὸν ἐν μετεωρισμῷ τῆς διανοίας συφερτόν· πᾶν ἄκουσμα καὶ θέαμα, καὶ πάντα λόγον, βλάβην παραπέμψαι δυνάμενον εἰς τὴν ψυχήν· ἐὰν γὰρ μὴ ταῦτα τίς ἐκκόπτειν καὶ περικαθαίρειν τὴν βλάστην τῆς καρδίας διὰ μεγίστης ποιῆται τῆς σπουδῆς, καρπὸν εἰς ζωὴν αἰώνιον, οὐ μήποτε ἐνέγκη· δυνατὸν μὲν οὖν, καὶ τοῖς ἐν συζυγίᾳ ζῶσι, τῆς καθαρότητος ἀντιποιεῖσθαι ταύτης, ἀλλὰ μετὰ πλείστης ὅσης δυσκολίας, διὰ τοῦτο πάντες ὅσοι ἐκ νεότητος ἵλεω Θεοῦ τυχόντες, ὀξυτέρῳ διανοίας ὄμματι πρὸς ἐκείνην εἶδον τὴν ζωήν, καὶ τῶν κατ᾽ ἐκείνην ἀγαθῶν ἐρασταὶ γεγόνασι, καὶ τὸν γάμον προσηκόντως φεύγουσιν, ἐπεὶ καὶ ἐν τῇ ἀναστάσει, καθάπερ ὁ Κύριος εἶπεν, οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίζονται, ἀλλ᾽ ὡς Ἄγγελοι τοῦ Θεοῦ εἰσίν· ὅς τις οὖν ὡς Ἄγγελος εἶναι βούλεται Θεοῦ, κἀνταῦθα κατὰ τοὺς υἱοὺς τῆς ἀναστάσεως ἐκείνης, ἐπιμιξίας σωμάτων ἀνώτερον ἑαυτὸν δικαίως καθίστησιν ἄλλως τε καὶ ἡ πρόφασις τῆς ἁμαρτίας, ἐκ τῆς συζύγου τὴν λαβὴν ἔσχε τὴν ἀρχήν· παραιτητέον οὖν τὴν συζυγίαν, τοῖς βουλομένοις, μηδεμίαν μηδέποτε τῷ ἀντικειμένῳ παρασχεῖν οἴκοθεν λαβήν· εἰ δὲ καὶ τὸ σῶμα τοῦτο δυσήνιον καὶ δυσανάκλητον πρὸς ἀρετήν, μᾶλλον δὲ καὶ ὡς ἔμφυτον ἀντίθετον περιφέρομεν αὐτό, τί ποτ᾽ ἄρα πεισόμεθα, καὶ ἐφ᾽ ὅσον τὴν πρὸς ἀρετὴν δυσχέρειαν αὐξήσομεν, πολλοῖς καὶ διαφόροις συνδεθέντες σώμασι;
πῶς δ᾽ ἕξει τὴν ἐλευθερίαν, πρὸς ἣν σπεύδειν ἐπαγγέλλεται, ἡ φύσεως δεσμοῖς πρὸς ἄνδρα, καὶ παῖδας, καὶ τοὺς καθ᾽ αἷμα συνδουμένη πάντας; πῶς δὲ ἀμερίμνως προσεδρεύσει τῷ Κυρίῳ, τὰς ὑπὲρ τοσούτων φροντίδας ἀναδεξαμένη; πῶς δ᾽ ἕξει τὸ ἀθόρυβον, πλήθεσιν ἐνεσχημένη; διὰ τοῦτο ἡ ὄντως παρθένος, καὶ ἀφωμοιωμένη τῷ παρθένῳ καὶ ἐκ παρθένου, καὶ τῶν ἐν παρθενίᾳ δεόντως ζησάντων ψυχῶν νυμφίῳ, οὐ τὴν κατὰ σάρκα συζυγίαν μόνον, ἀλλὰ καὶ τὴν κατὰ κόσμον συνοδίαν φεύγει, συγγενέσι πᾶσιν ἀποταξαμένη· ὡς ἂν ἔχῃ πεπαρρησιασμένως λέγειν μετὰ Πέτρου πρὸς Χριστόν· ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί δ᾽ ἄρα καὶ καινοπρεπὲς ποιήσειεν, εἰ τῆς ἐπιγείου νύμφης πατέρα καὶ μητέρα ἀφιείσης, ἕνεκα φθαρτοῦ νυμφίου, καὶ προσκολλωμένης ἐκείνῳ, κατὰ τὴν γραφήν, αὐτὴ τοῦτο δράσειεν, ὑπερκοσμίου νυμφῶνος καὶ νυμφίου ἕνεκα, τούτους καταλείψασα; πῶς δὲ καὶ συγγένειαν ἐξὸν ἔχειν ἐπὶ γῆς, οἷς τὸ πολίτευμα ἐν οὐρανοῖς; πῶς δ᾽ ἡ μὴ σαρκὸς οὖσα τέκνον, ἀλλὰ πνεύματος, σαρκικὸν ἕξει πατέρα, ἢ μητέρα, ἢ τοὺς καθ᾽ αἷμα προσήκοντας; πῶς δ᾽ ἡ καὶ τὸ οἰκεῖον σῶμα φυγοῦσα, καὶ ἀεὶ φεύγουσα κατὰ τὸ δυνατόν, ὡς τὸν κατὰ σάρκα βίον ἀποτιθεμένη, σχέσιν ὅλως ἕξει πρὸς τὰ μὴ οἰκεῖα σώματα; εἰ δὲ καὶ ἡ ὁμοιότης ὥς φασι, φιλότης, καὶ τὸ ὅμοιον ἀσπάζεται πᾶν, ἐξομοιωθήσεται τοῖς φιλουμένοις ἡ παρθένος καὶ περιπεσεῖται τῇ νόσῳ τῆς φιλοκοσμίας αὖθις; ἡ δὲ φιλία τοῦ κόσμου, ἔχθρα εἰς Θεόν, φησι Παῦλος, ὁ νυμφοστόλος τοῦ πνευματικοῦ νυμφῶνος· οὐκοῦν οὐ διαζυγῆναι κινδυνεύσει μόνον, ἀλλὰ καὶ εἰς ἔχθραν τοῦ ὑπερκοσμίου νυμφίου καταστῆναι· καὶ μὴ θαυμάσῃς, μηδ᾽ ἀνιαθῇς, εἰ ταῖς μὲν ἐν συζυγίᾳ παρὰ τῆς γραφῆς μέμψις οὐ προσγίνεται μεριμνώσαις τὰ τοῦ κόσμου, ἀλλ᾽ οὐ τὰ τοῦ Κυρίου· ταῖς δὲ τὴν παρθενίαν ἐπαγγειλαμέναις τῷ Θεῷ, καὶ ψαύειν ὅλως τῶν ἐν κόσμῳ ἀπηγόρευται, καὶ ζῆν ὅλως ἐν ἀνέσει οὐκ ἐφεῖται· καίτοι καὶ τοῖς ἐν συζυγίᾳ προσφωνεῖ Παῦλος· ὁ καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστιν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσι, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι· ὃ τοῦ κατὰ τὴν παρθενίαν ἀγῶνος δυσανυστότερον ἐγὼ νομίζω· καὶ τὴν νηστείαν γάρ, τῆς περὶ τρυφὴν καὶ πόσιν ἐγκρατείας, εὐχερεστέραν δείκνυσιν ἡ πεῖρα· καὶ φαίη ἄν τις δίκαια, καὶ ἀληθῆ· ὡς εἰ μὲν μὴ ἕλοιτό τις σώζεσθαι, λόγος πρὸς αὐτὸν ἡμῖν οὐδείς· εἰδέ τινι μέλει τῆς οἰκείας σωτηρίας, οὗτος ἴστω τὸν ἐν παρθενίᾳ βίον, πολλῷ τοῦ μιγάδος ἀνυσιμώτερον ὄντα, καὶ ἀπονώτερον· ἀλλὰ ταῦτα μὲν ἀφῶμεν, ἐκεῖνο δὲ ἐπὶ νοῦν λάβε μοι παρθένε, νύμφη Χριστοῦ, κλῆμα τῆς ἀμπέλου τῆς ζωῆς, ὅπερ ἀνωτέρω εἴρηται· φησὶ γὰρ ὁ Κύριος· ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, ὁ Πατήρ μου ὁ γεωργός ἔστι· πᾶν κλῆμα ἐν ἐμοὶ καρπὸν φέρον, καθαίρει αὐτό, ἵνα πλείονα καρπὸν φέρῃ· δεῖγμα τοίνυν ποιοῦ τὴν περὶ σὲ ταύτην ἐπιμέλειαν, τοῦ τῆς παρθενίας σου καρποῦ, καὶ τοῦ πρὸς σὲ φίλτρου τοῦ νυμφίου· καὶ χαῖρε μᾶλλον, καὶ ἀντιφιλοτιμοῦ τὴν πρὸς αὐτὸν εὐπείθειαν· ἄλλως τε· καὶ χρυσὸς μὲν χαλκοῦν τι συμμιγὲς δεξάμενος, κίβδηλος καλεῖται· χαλκὸς δὲ περιτακὲν ψῆγμα δεξάμενος χρυσοῦ, λαμπρότερος ἑαυτοῦ φανεῖται καὶ στιλπνότερος· οὕτω σὲ μὲν καὶ τὰ σὰ ποθεῖν ἐκείναις, ὦ παρθένε, ταῖς μὴ παρθένοις, δόξα· σοὶ δὲ ἀτιμίαν φέρει ποθεῖν ἐκείνας· ἐπιστρέφει γάρ σε πάλιν ὁ πόθος εἰς τὸν κόσμον· τοῦτο μέν, ὡς πρὸς τοὺς ἐν κόσμῳ ζῶντας σχέσιν ἔχουσαν, καὶ συζῶσαν ἐκείνοις τὴν τῷ κόσμῳ θανοῦσαν τοῦτο δέ, ὡς προσεῖναι τούτοις, βουλομένην ἃ καὶ αὐτοὶ βούλοιντ᾽ ἂν, ἑαυτοῖς, καὶ τοῖς συγγενέσιν ἑαυτῶν· εὐθηνίαν παντοίων τῶν κατὰ τὸν βίον, πλοῦτον, περιφάνειαν, δόξαν, καὶ τὴν ἐπὶ τούτοις εὐθυμίαν· καὶ οὕτω συμβήσεταί σοι, τοῦ βουλήματος τοῦ σοῦ νυμφίου ἐκπεσεῖν· ταῦτα γὰρ πάντα, τρανῶς ἐκεῖνος ἐν Εὐαγγελίοις ταλανίζει, λέγων· οὐαὶ οἱ πλουτοῦντες, οὐαὶ οἱ γελῶντες, οὐαὶ οἱ ἐμπεπλησμένοι, οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι· πῶς οὖν ταλανίζει τούτους;
οὐχ ὡς τὴν ψυχὴν νενεκρωμένους; τίς οὖν τῇ νύμφῃ τῆς ζωῆς συγγένεια πρὸς τοὺς νεκρούς; τίς συνάφεια, τοῖς τὰς ἐναντίας βαδίζουσιν ὁδούς; πλατεῖα γὰρ καὶ εὐρύχωρος, δι᾽ ἧς ἐκεῖνοι φέρονται· κἂν μὴ παρακατάσχωσιν ἑαυτούς, τῶν σῶν τι μίξαντες, ἐκπεσοῦνται τελέως εἰς ἀπώλειαν· σὺ δὲ διὰ τῆς στενῆς καὶ τεθλιμμένης πύλης, καὶ ὁδοῦ, πρὸς τὴν ζωὴν εἰσέρχῃ· διὰ στενῆς δὲ πύλης, καὶ ὁδοῦ, οὐκ ὅγκον δόξης, οὐχ ἡδονῆς διάχυσιν, οὐ φόρτον χρημάτων καὶ κτημάτων ἀναθέμενός, τις, διιέναι δύναιτ᾽ ἂν· ἀλλὰ μὴ πλατεῖαν ἀκούσασα, ἐκείνην τὴν ὁδὸν τοῦ βίου, ἄλυπον ἡγοῦ· πολυσυμφορωτάτη γάρ ἐστι, καὶ βαρυσυμφορωτάτη· πλατεῖαν δέ, φησιν, καὶ εὐρύχωρον αὐτήν, ὅτι πολλοὶ εἰσὶν οἱ διερχόμενοι δι᾽ αὐτῆς· καὶ τούτων ἕκαστος, πολὺν συρφετὸν τῆς ῥεούσης περικείμενος ὕλης· ἡ σὴ δὲ μάλιστα στενὴ παρθένε, σύνδυω γὰρ ἐρχομένους οὐ χωρεῖ· ταῦτ᾽ ἄρα καὶ πολλαὶ τῶν ὑπὸ τοῦ κόσμου προκατειλημμένων, μετὰ τὸ μονωθῆναι τῶν συζύγων, κατὰ ζῆλον τῆς σῆς ὑπερκοσμίου πολιτείας, ἀρνησάμεναι τὸν κόσμον, τὴν σὴν εἵλοντο βαδίζειν, ὡς καὶ τῶν στεφάνων κοινωνήσαιεν· ἃς καὶ τιμᾶσθαι παραγγέλλει ὁ Παῦλος, ὡς προσκαρτερούσας ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς, μετὰ τῆς εἰς Θεὸν ἐλπίδος· εἰ γάρ τι καὶ τῇ τοιαύτῃ πολιτείᾳ πρόσεστιν ἀνιαρόν, ἀλλὰ καὶ τοῦτο παρακλήσεως ποιητικόν, καὶ βασιλείας οὐρανῶν παρεκτικόν, καὶ σωτηρίας πρόξενον· ἐκείνης δὲ καὶ τὸ τερπνὸν καὶ τὸ ἀνιαρόν, θανατηφόρον· ἡ γὰρ λύπη, φησίν, ἡ κατὰ κόσμον, θάνατον κατεργάζεται· ἡ δὲ λύπη ἡ κατὰ Θεόν, μετάνοιαν ἀμεταμέλητον εἰς σωτηρίαν· διὰ τοῦτο καὶ τὰ ἐναντία τῶν ἐν τῷ κόσμῳ καλῶν, μακαρίζει ὁ Κύριος λέγων· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· διατί δὲ εἰπὼν μακάριοι οἱ πτωχοί, προσέθηκε τῷ πνεύματι; ἵνα δείξῃ τὴν μετριότητα τῆς ψυχῆς, μακαρίζων καὶ ἀποδεχόμενος· διατί δὲ οὐκ εἶπε μακάριοι οἱ πτωχοὶ τὸ πνεῦμα, καὶ οὕτω γὰρ ἂν, ἐδηλοῦτο τὸ τοῦ φρονήματος μέτριον· ἀλλὰ μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι; ὡς ἂν ἡμᾶς διδάξῃ, μακαριστὴν εἶναι καὶ τὴν ἐν σώματι πτωχείαν, καὶ παρεκτικὴν τῆς οὐρανίου βασιλείας, ἀλλ᾽ ὅταν διὰ τὴν τῆς ψυχῆς ταπείνωσιν τελῆται, καὶ ταύτῃ συνημμένη ᾖ, καὶ ἀπὸ ταύτης ἔχῃ τὴν ἀρχήν· μακαρίσας γὰρ τοὺς πτωχοὺς τῷ πνεύματι, θαυμασίως ὑπέδειξε, ποῖόν ἐστιν ὡσανεὶ ῥίζα καὶ πρόξενον τῆς ἐπιφαινομένης πτωχείας τοῖς ἁγίοις, δηλονότι τὸ ἐκείνων πνεῦμα· τοῦτο γὰρ τὴν τοῦ Εὐαγγελικοῦ κηρύγματος ἐγκολπωσάμενον χάριν, πηγὴν πτωχείας ἀναδίδωσιν ἀφ᾽ ἑαυτοῦ, ποτίζουσαν πᾶν τὸ πρόσωπον τῆς γῆς, ἡμῶν, τὸν ἔξω δηλονότι ἄνθρωπον, καὶ παράδεισον αὐτὸν ἀρετῶν ἀποτελοῦσαν· ἡ τοιαύτη γὰρ πτωχεία, παρὰ Θεοῦ μακαριστή· λόγον δὲ συντετμημένον, κατὰ τὸν Προφήτην, διδοὺς ὁ Κύριος ἐπὶ τῆς γῆς, τὸ αἴτιον τῆς ἐθελουσίου καὶ πολυειδοῦς πτωχείας, καὶ ὅ,τι ταύτης αἴτιον δείξας τε καὶ μακαρίσας, πολλὰ ὄντα τὰ αἰτιατά, συμπεριείληφεν, ἐν βραχεῖ διδάξας περὶ πάντων· δύναται γάρ τις ἀκτήμων εἶναι, ἀλλὰ καὶ εὐτελὴς ἐγκρατής, καὶ ταῦτα ἑκουσίως, ἀλλὰ διὰ τὴν δόξαν τῶν ἀνθρώπων· ὁ τοιοῦτος τοίνυν, οὐκ ἔστι τῷ πνεύματι πτωχός· ἡ γὰρ ὑπόκρισις, ἐξ οἰήσεως γεννᾶται· αὕτη δὲ τῆς ἐν πνεύματι πτωχείας ἐναντία· τὸ δὲ συντετριμμένον ἔχοντι καὶ μέτριον καὶ ταπεινόν, τὸ πνεῦμα τῶν ἀδυνάτων, μὴ καὶ τῇ φαινομένῃ χαίρειν εὐτελείᾳ τε καὶ ταπεινώσει· δόξης γὰρ καὶ εὐπαθείας, εὐπορίας τε καὶ πάντων τῶν τοιούτων, ἀνάξιον οὗτος ἡγεῖται ἑαυτόν· καὶ οὗτος ὁ Θεῷ μακαριστὸς πτωχός, ὁ ἀνάξιον τούτων ἑαυτὸν ἡγούμενος· καὶ οὗτος ὁ κατὰ ἀλήθειαν πτωχός, μὴ ἐξ ἡμισείας τοῦ ὀνόματος ἀντιποιούμενος· διὸ καὶ Λουκᾶς ὁ θεῖος, μακάριοι, εἶπεν, οἱ πτωχοί, μὴ προσθεὶς τῷ πνεύματι· καὶ οὗτοι εἰσὶν οἱ ἀκούοντες καὶ ἀκολουθήσαντες καὶ ἀφωμοιωμένοι τῷ τοῦ Θεοῦ Υἱῷ, λέγοντι, μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· διὸ καὶ αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· συγκληρονόμοι γάρ εἰσι Χριστοῦ· τριμεροῦς δὲ οὔσης τῆς ψυχῆς καὶ ἐν τρισὶ δυνάμεσι θεωρουμένης, λογιστικῷ, θυμικῷ τε καὶ ἐπιθυμητικῷ καὶ νοσούσης κατὰ ταῦτα πάντα, εἰκότως ὁ ταύτην ἰώμενος Χριστός, ἀπὸ τοῦ ἐσχάτου τῆς ἐπιθυμίας, ἤρξατο τῆς θεραπείας· ὕλη μὲν γὰρ θυμοῦ, ἐπιθυμία ἀποτυγχάνουσα τὴν δὲ μετεωρισμοῦ τῆς διανοίας, ἄμφω ταῦτα διακείμενα κακῶς· καὶ οὐκ ἂν ποθ᾽ ὑγιὲς ὀφθείη, οὔτε τὸ τῆς ψυχῆς θυμούμενον, μὴ τῆς ἐπιθυμίας προτέρας ἰαθείσης· οὔτε τὸ λογιζόμενον, μὴ ἄμφω τούτων προτεθεραπευμένων· τοῦ δὲ ἐπιθυμητικοῦ, πρῶτον πονηρὸν γέννημα, τὴν φιλοκτημοσύνην ἐξετάσας εὕροις ἄν· αἱ γὰρ πρὸς τὸ ζῆν συντελοῦσαι τοῖς ἀνθρώποις ἐπιθυμίαι οὐχ ὑπαίτιοι· διὸ καὶ ἐξ ἁπαλῶν ὀνύχων συμπεφύκασιν ἡμῖν· ἡ δὲ φιλαργυρία μικρὸν ὕστερον προσφύεται παισὶν ἔτι οὖσιν· ὅθεν φαίνεται ὡς οὐκ ἐκ φύσεως, ἀλλ᾽ ἐκ προαιρέσεως ἔχει τὴν ἀρχήν· ῥίζαν δὲ αὐτὴν πάντων τῶν κακῶν, δικαίως ὠνόμασεν ὁ θεσπέσιος Παῦλος· τὰ μὲν γὰρ τῶν κακῶν αὕτη πέφυκε γεννᾶν· φειδωλίας, καπηλείας, ἁρπαγάς, κλοπὰς καὶ ἁπλῶς πᾶν εἶδος πλεονεξίας· ἣν δευτέραν εἰδωλολατρείαν ὁ αὐτὸς προσηγόρευσε· τοῖς δὲ μὴ φυομένοις ἐξ αὐτῆς, σχεδὸν πᾶσι χορηγεῖ τὴν ὕλην τῆς συστάσεως· ταῦτα δὲ πάντα ὅσα ἐκ φιλοϋλίας τίκτεται ψυχῆς εἰσι πάθη, ζέσιν οὐκ ἐχούσης πρὸς ἀγαθοεργίαν· τῶν γὰρ ἀπὸ φύσεως ἐχόντων τὴν ἀρχὴν παθῶν τὰ ἐκ προαιρέσεως εὐαπαλλακτότερά εἰσι· δυσαπόβλητα δὲ τὰ ἐκ φιλαργυρίας πάθη κατεργάζεται, ἡ ἀπιστία τῆς τοῦ Θεοῦ προνοίας· ταύτῃ γὰρ ὁ μὴ πιστεύων, ἐπὶ χρήμασι πέποιθε· καὶ τοῦ Κυρίου λέγοντος ἀκούων, ὡς εὐκοπώτερόν ἐστι, κάμηλον διὰ τρυπήματος ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, αὐτὸς παρ᾽ οὐδὲν θέμενος βασιλείαν, καὶ βασιλείαν οὐράνιον, καὶ ἀΐδιον, ποθεῖ πλοῦτον, γήϊνόν τε καὶ διαρρέοντα· πλοῦτον, ὃς κἂν μὴ παρῇ τοῖς ποθοῦσιν, αὐτῷ τῷ ποθεῖσθαι ζημιοῖ τὰ μέγιστα· ἐμπίπτουσι γὰρ εἰς πειρασμοὺς καὶ παγίδας τοῦ διαβόλου, καθά φησι Παῦλος, οἱ ἐπιθυμοῦντες πλουτεῖν· ἀλλὰ καὶ παραγενόμενος οἴκοθεν, ἔδειξε μηδὲν ὥν· εἰθ᾽ ὡς μὴ παρὼν διψώμενος, ὑπὸ τῶν μηδὲ τῇ πείρα νοῦν εἰληφότων· οὐ γὰρ ἐξ ἐνδείας ὁ δύσερως οὗτος ἔρως· αὕτη δὲ ἐξ αὐτοῦ μᾶλλον· ἐξ ἀφροσύνης δ᾽ αὐτός· ἀφ᾽ ἧς καὶ ὁ καθαιρῶν τὰς ἀποθήκας ἐκεῖνος, καὶ μείζονας οἰκοδομῶν, παρὰ τοῦ κοινοῦ δεσπότου Χριστοῦ δικαιότατα καλεῖται.
Πῶς γὰρ οὐκ ἄφρων, ὃς τῶν μηδὲν ὀννῆσαι δυναμένων ἕνεκα, (οὐδενὶ γὰρ ἐκ τοῦ περισσοῦ ἐστιν ἡ ζωὴ αὐτῷ ἐκ τῶν ὑπαρχόντων αὐτῷ) τούτων οὖν χάριν, τὰ λυσιτελέστατα προδίδωσι, καὶ οὐ σοφὸς γίνεται πραγματευτής, καὶ τῶν ἀναγκαίων αὐτῶν, κατὰ τὸ δυνατὸν ὑφαιρῶν, καὶ προστιθεὶς τῷ κεφαλαίῳ τῆς ὄντως πολυφόρου καὶ πολυκερδοῦς ἐμπορίας, ἢ γεωργίας; γεωργίας ᾖ, καὶ πρὶν ἐφεστάναι τὸν τοῦ ἀμητοῦ καιρόν, εἰς ἑκατὸν πολυπλασιάζει τὸ καταβληθέν· οἷον προδεικνῦσα τὸ μέλλον κέρδος καὶ τὴν ἐπὶ τοῦ καιροῦ φοράν, ὡς ἀνεκλάλητόν τε καὶ ἀνενόητον· καὶ τὸ παραδοξότατον, ὅσον ἂν ἀπὸ στενωτέρων ἢ ταμείων τὰ σπέρματα οὕτως οὐδὲ ἐπ᾽ ἀγαθῷ τοῖς ἀνθρώποις πρόφασις ἐφέσεως τοῦ πλουτεῖν ὑπολέλειπται· ἀλλὰ τὴν ἔνδειαν ὑφορῶνται, τῷ προσθήσειν ὑπεσχημένῳ τὰ τῇδε πάντα, τοῖς ζητοῦσι τὴν τοῦ Θεοῦ βασιλείαν, μὴ πάντως πιστεύοντες, καὶ ταύτην μόνην ἔχοντες ἀφορμήν, κἂν πάντα περιβάλλωνται, τῆς νοσερᾶς καὶ ἀπολουμένης ἐπιθυμίας οὐδέποτε ἀναφέρουσιν· ἀλλ᾽ ἀεὶ συλλέγοντες, ἑαυτοῖς ἀνατιθέασι φόρτον ἀνόητον, μᾶλλον δὲ καινότατον ἔτι ζῶσι τάφον περιτιθέασι· τῇ μὲν γὰρ ἁπλῶς γῇ, τῶν ἀνθρώπων οἱ νεκροὶ κατορύττονται· τῷ δὲ κατὰ χρυσὸν χοΐ, ὁ τοῦ ζῶντος φιλαργύρου νοῦς· καὶ δυσωδέστερος οὗτος ὁ τάφος ἐκείνου, τοῖς ὑγιῶς ἔχουσι τῶν αἰσθήσεων· καὶ τοσοῦτον μᾶλλον, ὅσον πλέον ἐπιθήσει τὸν χοῦν· νικᾷ γὰρ τὸ τῶν κατακεχωσμένων ἐκείνων ἀθλίων ἕλκος· καὶ μέχρις οὐρανοῦ τὰ τῆς ὀσμῆς φέρεται, καὶ τῶν Ἀγγέλων Θεοῦ, καὶ Θεοῦ· καὶ βδελυκτοὶ ταύτῃ γίνονται, καὶ τῆς ἀποστροφῆς ὄντως ἄνθρωποι, δαυϊτικῶς εἰπεῖν, ἀπὸ προσώπου τῆς ἀφροσύνης αὐτῶν προσοζέσαντες· ἀπαλλάττει δὲ τοὺς ἀνθρώπους, τοῦ δυσώδους καὶ νεκροποιοῦ τούτου πάθους, ἡ μὴ πρὸς ἀνθρωπαρέσκειαν ἐθελούσιος ἀκτημοσύνη· ταὐτὸν δ᾽ εἰπεῖν ἡ ἐν πνεύματι πτωχεία, ἣν ὁ Κύριος ἐμακάρισε.
Μοναχὸν τὸ πάθος τοῦτ᾽ ἔχοντα, ὑποταγῆναι ἀδύνατον· ἂν δὲ παραμένῃ περιέπων ὅτι μάλιστα, πολὺ τὸ δέος, μὴ καὶ ἀνηκέστοις κατὰ σῶμα περιπέσῃ κακοῖς. Γιεζῆ, καὶ Ἰούδας ἐκ παλαιᾶς καὶ νέας διαθήκης, ἱκανὰ ὑποδείγματα· τῷ μὲν γὰρ λέπρα ἐξήνθησε, δεῖγμα τῆς ἀθεραπεύτου ψυχῆς· ὁ δὲ ἐν τῷ χωρίῳ τοῦ αἵματος, ἐξ ἀγχόνης χωρισθείς, πρηνὴς ἐλάκησε μέσος, καὶ ἐξεχύθη τὰ σπλάγχνα αὐτοῦ· εἰ δὲ ἡ ἀποταγὴ προηγεῖται τῆς ὑποταγῆς, πῶς ἔσται πρὸ τοῦ ἡγουμένου τὸ ἑπόμενον; εἰ δὲ καὶ τῆς κατὰ Μοναχοὺς πολιτείας, οἷόν τις στοιχειώδης ἀρχὴ καθέστηκεν αὕτη, πῶς ἂν ἕτερον τινὰ διενέγκῃ καλῶς τῶν κατ᾽ αὐτὴν ἀγώνων, ὁ μὴ χρήμασιν ἀποταξάμενος πρότερον; τί γάρ, εἰ καὶ πρὸς ὑποταγὴν ὁ τοιοῦτος ἀδόκιμος, ἀλλ᾽ ἡσυχάσει καθ᾽ ἑαυτὸν τῷ κελλίῳ, καταμόνας σχολάζων, καὶ προσευχῇ προσανανέχων; ἀλλ᾽ ὅπου ὁ θησαυρός σου, φησὶν ὁ Κύριος, ἐκεῖ καὶ ὁ νοῦς σου. Πῶς οὖν νοερῶς ἀτενίσει πρὸς τὸν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς καθήμενον, ἐπὶ γῆς θησαυρίζων; πῶς δὲ κληρονομήσει τὴν βασιλείαν, ἣν οὐδ᾽ ἐπὶ νοῦν λαβεῖν, ὑπὸ τοῦ πάθους καθαρῶς συγχωρεῖται; διὰ τοῦτο μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· ὁρᾶς ὅσα δι᾽ ἑνὸς μακαρισμοῦ περιέκοψεν ὁ Κύριος πάθη· ἀλλὰ γάρ, οὐ ταῦτα μόνον, ἐπεὶ καὶ πρῶτον γέννημα τῆς πονηρᾶς ἐπιθυμίας τὴν φιλοϋλίαν εἰρήκαμεν ἔστι γὰρ αὐτῇ καὶ δεύτερον φευκτότερον, καὶ τρίτον, τῇ κακίᾳ οὐχ ἦττον· ποῖον δὴ τὸ δεύτερον; ἡ φιλοδοξία.
Προϊούσης γὰρ τῆς ἡλικίας, πρότερον τῆς φιλοσαρκίας ὑπαντᾷ τουτὶ τὸ πάθος, ἔτι νέοις οὖσι, καθάπερ προοίμιον κακὸν ἐκείνης· φιλοδοξίας δὲ εἶδος, ἐκεῖνο λέγω νῦν, ὃ πρὸς καλλωπισμοὺς βλέπει σωμάτων, καὶ πολυτελείας ἐνδυμάτων· ἣν καὶ κοσμικὴν κενοδοξίαν οἱ Πατέρες λέγουσι· τὸ γὰρ ἕτερον εἶδος τῆς κενοδοξίας, τοῖς ἀρετῇ διενεγκοῦσιν ἐπιτίθεται· συνεπαγόμενον οἴησίν τε, καὶ ὑπόκρισιν· δι᾽ ὧν συλῆσαι καὶ διασκεδάσαι τὸν πνευματικὸν πλοῦτον ὁ ἐχθρὸς μηχανᾶται· ταῦτα δὲ πάντα, τελείας τεύξεται τῆς θεραπείας αἰσθήσει τε καὶ πόθῳ τῆς ἄνωθεν τιμῆς, μετὰ τοῦ ἀνάξιον ἐκείνης ἑαυτὴν ἡγεῖσθαι τὴν ποθοῦσαν· καὶ τῆς ἐπ᾽ ἀνθρώπων εὐτελείας καρτερίᾳ, μετὰ τοῦ ἄξιον αὐτῆς ἡγεῖσθαι· πρὸς δέ καὶ τῷ τῆς οἰκείας δόξης, προτιμοτέραν ἡγεῖσθαι τὴν δόξαν τοῦ Θεοῦ, κατὰ τὸν λέγοντα, μὴ ἡμῖν Κύριε, μὴ ἡμῖν, ἀλλ᾽ ἢ τῷ ὀνόματί σου δὸς δόξαν· κἄν τι τῶν ἐπαινετῶν ἐξειργασμένον οἶδεν ἑαυτόν, τῷ Θεῷ λογίζεσθαι τὴν αἰτίαν τοῦ κατορθώματος· καὶ τούτῳ χρῆναι καὶ ὑπὲρ τούτου δόξαν εὐγνωμόνως ἀναπέμπειν, ἀλλ᾽ οὐχ ἑαυτῷ· οὕτω γὰρ χαιρήσει μὲν ὡς δῶρον λαβὼν τὴν ἀρετήν· οὐκ ἐπαρθήσεται δέ, ὡς οἴκοθεν μηδὲν ἔχων· ἀλλὰ καὶ ταπεινωθήσεται, τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἔχων ἐπὶ τὸν Θεὸν ἡμέρας καὶ νυκτός, ὡς τοὺς ὀφθαλμοὺς παιδίσκη, ψαλμικῶς εἰπεῖν, ἐπὶ τὰς χεῖρας τῆς κυρίας αὐτῆς· δεδιὼς μὴ τοῦ μόνου καὶ δόντος καὶ συνέχοντος ἐν τῷ καλῷ διαζευχθείς, εἰς τὸ τῆς κακίας βάραθρον κατενεχθῇ· τοῦτο γὰρ πάσχῃ, ὁ οἰήσει δουλεύων καὶ κενοδοξίᾳ· συνεργεῖ δὲ πρὸς τὴν τούτων ἴασιν διαφερόντως καὶ ἡ ἀναχώρησις· καὶ τὸ καταμόνας πολιτεύεσθαι, καὶ τῇ κέλλῃ παραμένειν· ἐπησθημένον μέντοι τῆς προαιρέσεως τὴν οἰκείαν ἀσθένειαν· καὶ οὐχ ἱκανὸν λογιζόμενον ἑαυτὸν συναναμίγνυσθαι ἀνθρώποις· ταῦτα δὲ τί ἄλλο ἐστίν, ἢ ἡ ἐν πνεύματι πτωχεία, ἣν ὁ Κύριος ἐμακάρισεν; ἂν δέ τις ἐπὶ νοῦν λάβῃ καὶ τὰ πεφυκότα προσγίνεσθαι παρ᾽ αὐτοῦ τοῦ πάθους αἴσχη, φεύξεται τὴν κενοδοξίαν ᾗ δυνάμεως ἔχει.
Ποθῶν γὰρ τὴν παρ᾽ ἀνθρώπων δόξαν, ἐξ αὐτῶν τῶν ὑπὲρ αὐτῆς ἔργων, ἀδοξίᾳ περιτυγχάνει· ὥρας γὰρ ἐπιμελούμενος, καὶ μέγα φρονῶν ἐπὶ προγόνων εὐκλείᾳ, καὶ ἐπ᾽ εὐχροίᾳ περιβολαίων, καὶ τοιούτοις ἄλλοις σεμνυόμενος, δῆλον ἑαυτὸν ποιεῖ, νηπιώδους ἔτι φρονήματος ἐπειλημμένον· καὶ γὰρ ταῦθ᾽ ὁμοῦ πάντα, χοῦς· τί δὲ χοὸς ἀτιμότερον; ἡ δὲ μὴ πρὸς σκέπην, ἢ θάλψιν χρωμένη τῇ περιβολῇ τοῦ σώματος, ἀλλ᾽ ἐπτοημένη πρὸς μαλακότητάς τε καὶ στιλπνότητας, οὐ μόνον τὴν ἀκαρπίαν τῆς οἰκείας ψυχῆς, τοῖς ὁρῶσι καταγγέλλει, πρὸς δὲ τούτῳ, καὶ τὴν τῶν ἑταιριζομένων ἀσχημοσύνην ἐπιτίθεται· παντὸς δὲ μᾶλλον ἀκουέτω τοῦ λέγοντος, ὅτι οἱ τὰ μαλακὰ φοροῦντες, ἐν τοῖς οἴκοις τῶν βασιλείων εἰσίν· ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς εἶναί φησιν ὁ θεσπέσιος Παῦλος· μὴ οὖν διὰ τὴν ἐν ἐνδύμασι βλακείαν, εἰς τὰς σκηνὰς ἀπ᾽ οὐρανοῦ ῥιφῶμεν, τοῦ κοσμοκράτορος τοῦ σκότους τοῦ αἰῶνος τούτου· τοῦτ᾽ αὐτὸ πάσχουσι, καὶ οἱ πρὸς τὴν τῶν ἀνθρώπων δόξαν τὴν ἀρετὴν μετιόντες· οἱ γὰρ λαχόντες τὸ πολίτευμα ἔχειν ἐν οὐρανοῖς κατασκηνοῦσι· φεῦ· εἰς χοῦν τὴν ἑαυτῶν δόξαν, τὴν δαβιτικὴν ἀράν, ἐφ᾽ ἑαυτοὺς ἕλκοντες, οὔτε γὰρ ἡ προσευχὴ αὐτῶν ἄνεισι πρὸς οὐρανόν, καὶ πᾶν σπούδασμα κάτω πίπτει, τὰ πτερὰ τῆς μεταρσίους τὰς ἐπὶ γῆς πράξεις ἡμῶν ποιούσης θείας ἀγάπης οὐ περικείμενον· ὥστε καὶ πόνους ὑφίστανται, καὶ τοὺς μισθοὺς οὐ καρποῦνται· καὶ τί λέγω τήν τῶν μισθῶν ἀκαρπίαν; καρποφοροῦσι μὲν οὖν, ἀλλ᾽ αἰσχύνην, καὶ λογισμῶν ἀστασίαν, καὶ διανοίας αἰχμαλωσίαν, καὶ ταραχήν· Κύριος γάρ· φησι· διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· κατησχήνθησαν, ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς· τοῦτο τὸ πάθος λεπτότατόν ἐστι παθῶν ἁπάντων· διὸ δεῖ τὸν προσπαλαίοντα, μὴ τὸν συνδιασμὸν ἐτάζειν, ἢ τὴν συγκατάθεσιν φεύγειν, ἀλλ᾽ αὐτὴν τὴν προσβολήν. ὡς συγκατάθεσιν λογίζεσθαί τε, καὶ φυλάττεσθαι· μόλις γὰρ ἂν οὕτω τὸ τάχος τῆς ἥττης παραδράμῃ· κἂν μὲν οὕτω πράττῃ νήφων, ἡ προσβολὴ γίνεται κατανύξεως πρόξενος· εἰ δὲ μὴ, τῇ ὑπερηφανίᾳ τόπος ἑτοιμάζεται· ταύτην δὲ ὁ προσλαβόμενος, δυσανακλήτως, μᾶλλον δὲ καὶ ἀνιάτως ἔχει· διαβολικὸν γάρ ἐστι τὸ πτῶμα· ἀλλὰ καὶ πρὸ τούτου, τὸ τῆς ἀνθρωπαρεσκίας πάθος, τοσαύτην ἐπαντλεῖ τοῖς κεκτημένοις βλάβην, ὡς καὶ περὶ αὐτὴν τὴν πίστιν ναυαγεῖν· κατὰ τὸν εἰπόντα, πῶς δύνασθε πιστεύειν εἰς ἐμέ, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες; καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; τί δή σοι καὶ τῇ τῶν ἀνθρώπων δόξῃ ὦ ἄνθρωπε; μᾶλλον δὲ τῷ κενῷ τῆς δόξης ὀνόματι; καὶ οὐκ ἐστερημένῳ μόνον, ἀλλὰ καὶ στερητικῷ τοῦ πράγματος; καὶ οὐ τοῦτο μόνον. ἀλλὰ πρὸς τοῖς ἄλλοις καὶ γεννητικῷ τοῦ φθόνου; φθόνου, τοῦ δυνάμει φόνου, καὶ προξένου τῆς πρώτης μιαιφονίας, καὶ τῆς ὕστερον θεοκτονίας· ἄρα τί συντελεῖ τῇ φύσει;
συνέχον, ἢ φυλάττον, ἢ σφάλουσαν ἀναλαμβάνον ὁπωσοῦν αὐτὴν καὶ ἰώμενον; πάντως οὐκ ἂν ἔχῃ τίς εἰπεῖν ὅτι· ἀλλ᾽ οἶμαι καὶ τοῦτ᾽ εἶναι καὶ τῶν ἐν προφάσει παραχρήσεων ἔλεγχον· εἰδέ τις ἀκριβῶς ἐξετάσαι θελήσει, τὴν αὐτὴν δολερῶς εὑρήσει καὶ προξενοῦσαν τῶν αἰσχίστων τὰ πλεῖ.στα, καὶ ἀπελέγχουσαν· καὶ τὸ προσωπεῖον ἀναιδῶς ἀποτιθεμένην ἐσθότε κἀνταῦθα, καὶ τοὺς ἐραστὰς καταισχύνουσαν· κἂν οἱ τῶν ἑλληνικῶν δογμάτων καθηγεμόνες, οὐδὲν αὐτῆς ἄνευ τῶν ἐν τῷ βίῳ κατορθωμάτων οἴωνται· φεῦ τῆς πλάνης, ὅτι μηδ᾽ αἰσχύνονται λέγοντες· ἀλλ᾽ ἡμεῖς οὐχ οὕτως ἐδιδάχθημεν, οἱ φερωνύμως ἐπώνυμοι, τοῦ δι᾽ ἑαυτοῦ φιλανθρώπως τὸ ἡμέτερον χρίσαντος· ἀλλ᾽ αὐτὸν ἔχομεν τῶν πραττσμένων ἐπόπτην· πρὸς ὃν οἱ βλέποντες, δι᾽ αὐτοῦ τε καὶ δι᾽ αὐτὸν πᾶν ὅ,τι κάλλιστον κατορθοῦσι· πάντα εἰς δόξαν Θεοῦ ποιοῦντες, καὶ ἀνθρώποις ὅλως ἀρέσκειν οὐκ ἐφιέμενοι· μᾶλλον δὲ οὐδ᾽ ἀρέσκοντες, κατὰ Παῦλον τὸν ἄκρον μύστην τοῦ νομοθέτου, καὶ νομοδότην ἡμῶν· εἰ γὰρ ἔτι φησὶν ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην· ἀλλὰ γὰρ ἴδωμεν, εἰ καὶ τὸ τρίτον ἔκγονον, τῆς κακῶς ἐχούσης ἐπιθυμίας, διὰ τῆς μακαριζομένης ἀναιρεῖται πτωχείας· τρίτος τοίνυν τόκος, κατ᾽ ἐπιθυμίαν νοσούσης τῆς ψυχῆς, γαστριμαργία· παρ᾽ ἧς ἀκαθαρσία πᾶσα σαρκική· πῶς δὲ αὐτὴν τρίτην καὶ ὑστέραν λέγομεν; καί τοι ἔμφυτον ἡμῖν οὖσαν ἐξ αὐτῆς γενέσεως; οὐ γὰρ μόνον αὕτη, ἀλλὰ καὶ αἱ πρὸς τεκνογονίαν φυσικαὶ κινήσεις ἐπισημαίνουσιν ὑπομαζίοις ἔτ᾽ οὖσι τοῖς παισί· πῶς οὖν ἡμεῖς ὑστέραν τίθεμεν, τὴν τῆς σαρκικῆς ἐπιθυμίας νόσον; ἐπειδή περ ἐκεῖνα φύσει πρόσεστιν ἡμῖν, ἀνέγκλητα δὲ τὰ φυσικά, παρὰ τοῦ ἀγαθοῦ Θεοῦ πεποιημένα, ἵνα δι᾽ αὐτῶν ἐν ἔργοις ἀγαθοῖς περιπατήσωμεν, τοιγαροῦν, οὐκ ἔστι δείγματα ψυχῆς νοσούσης· τοῖς δὲ παραχρωμένοις, τοιαῦτα ταῦτα γίνεται· καὶ τοίνυν ὁπηνίκα τῆς σαρκὸς πρόνοιαν ποιούμεθα πρὸς τὰς ἐπιθυμίας, τότε δὴ κακὸν τὸ πάθος, καὶ σαρκικῶν παθῶν ἀρχή, καὶ ψυχῆς νόσος ἡ φιληδονία· ὥστε, ἐπὶ τῶν τοιούτων, πρωτοπαθής ἐστιν ὁ νοῦς· διό, καὶ ἀπὸ τῆς διανοίας, πρώτης, ὁρμωμένων τῶν πονηρῶν παθῶν, φησὶν ὁ Κύριος, ὅτι ἐκ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, κἀκεῖνοι εἰσὶν οἱ κοινοῦντες τὸν ἄνθρωπον· καὶ ὁ πρὸ τοῦ Εὐαγγελίου νόμος φησί, πρόσεχε σεαυτῷ, μήποτε γένηται ῥῆμα κρυπτόν, ἐν τῇ καρδίᾳ σου ἀνόμημα· εἰ γὰρ καὶ πρῶτος ὁ νοῦς ἐστιν ὁ διατεθεὶς κακῶς, ἀλλὰ κάτωθεν, διὰ τῶν αἰσθήσεων, ἀναμαξάμενος τὴν φαντασίαν τῶν αἰσθητῶν σωμάτων, οὕτω πρὸς ἐκεῖνα διετέθη· καὶ μάλιστα διὰ τῶν ὀφθαλμῶν πρώτων δυναμένων καὶ πόρρωθεν τὸ μῦσος ἐπισπάσασθαι, πρὸς τὴν παράχρησιν ἐπαίρεται· καὶ τούτου σαφὲς μαρτύριον, ἡ προμήτωρ καθέστηκεν Εὖα· πρῶτον γὰρ εἶδεν ὅτι καλὸν εἰς ὅρασιν, καὶ ὡραῖον τοῦ κατανοῆσαι, καὶ τότε, συγκατατεθεῖσα τῇ καρδίᾳ, ἥψατο καὶ ἐγεύσατο τοῦ ἀπηγορευμένου ξύλου· καλῶς ἄρ᾽ ἐλέγομην, ὅτι πρωτερεύει, καὶ προοίμιόν ἐστιν ἡ πρὸς τὰ κάλλη τῶν σωμάτων ἦττα τῶν αἰσχρῶν παθῶν· διὸ καὶ πατρικόν ἐστι παράγγελμα, κάλλος ἀλλοτρίων σωμάτων μὴ καταμανθάνειν, καὶ ἐπὶ ἰδίῳ μὴ τέρπεσθαι· πρὸ μέντοι τῆς ἐμπαθοῦς διανοίας, εἰ καὶ φυσικῶς ἐνθεωροῦνται τοῖς παισὶ τὰ πάθη, ἀλλ᾽ οὐ συνεργεῖ πρὸς ἁμαρτίαν, ἀλλὰ πρὸς τὴν τῆς φύσεως σύστασιν· διόπερ, οὐδὲ πονηρὰ τηνικαῦτα ταῦτ᾽ ἐστίν, ἀλλ᾽ ἐπειδὴ καὶ τὰ σαρκικὰ πάθη, παρὰ τοῦ ἐμπαθοῦς νοῦ λαμβάνει τὴν ἀρχήν, ἐξ αὐτοῦ δέον καὶ τῆς θεραπείας ἄρχεσθαι· ὡς γὰρ ἐπὶ πυρκαϊᾶς, ὁ σβέσαι ταύτην προθυμούμενος, εἰ τὴν φλόγα διατέμνει ἄνωθεν, ἤνυσεν οὐδέν· εἰ δὲ τὴν ὕλην ἀποσπάσειεν, εὐθὺς ἡ πυρκαϊὰ κατεμαράνθη· οὕτω καὶ ἐπὶ τῶν πορνικῶν παθῶν· εἰ μὴ τὴν πηγὴν τῶν λογισμῶν ἔνδον ξηρανεῖς δι᾽ εὐχῆς καὶ ταπεινώσεως, μόνῃ δὲ νηστείᾳ καὶ κακοπαθείᾳ σώματος ὁπλίζῃ κατ᾽ αὐτῶν, ἀνήνυτα πονεῖς· εἰ δὲ τὴν ῥίζαν ἁγιάσεις διὰ ταπεινώσεως καὶ προσευχῆς, ὡς ἔφημεν, ἕξεις καὶ τοῖς ἔξω τὸν ἁγιασμόν· καὶ τοῦτό μοι δοκεῖ καὶ τὸ Ἀποστολικὸν ἐκεῖνο ὑφηγεῖσθαι λόγιον τὸ λέγον, περιζώννυσθαι τὴν ὀσφὺν ἡμῶν ἐν ἀληθείᾳ· καθὰ καί τινι τῶν πατέρων κάλλιστα πεφιλοσόφηται, ὡς τοῦ θεωρητικοῦ, τὸ ἐπιθυμητικὸν περισφίγγοντος, καὶ συστέλλοντος τὰ ὑπ᾽ ὀσφῦν τε καὶ γαστέρα πάθη· δεῖ μέντοι καὶ τῷ σώματι κακοπαθείας, καὶ τῆς συμμέτρου τῶν βρωμάτων ἐγκρατείας, ἵνα μὴ δυσήνιον ᾖ, καὶ τοῦ λογισμοῦ βιαιότερον· τοιγαροῦν, καὶ τὰ τῆς σαρκὸς πάντα πάθη, οὐδὲν ἕτερον ἰᾶται ἢ κακοπάθεια σώματος, καὶ προσευχὴ ἐκ τεταπεινωμένης καρδίας ἐνεργουμένη, ὅ ἐστιν ἡ ἐν πνεύματι πτωχεία, ἣν ἐμακάρισεν ὁ Κύριος· εἰ γοῦν ἐπιθυμεῖ τις τὸν ἁγιασμὸν πλουτῆσαι, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον, παραμενέτω τῇ ἰδίᾳ κέλλῃ, κακοπαθὼν καὶ προσευχόμενος ἐν ταπεινώσει· τὸ γὰρ τοῦ καλῶς μονάζοντος κελλίον, λιμήν ἐστι σωφροσύνης· τὰ δ᾽ ἔξω πάντα, καὶ μάλιστα τὰ κατ᾽ ἀγορὰς καὶ πανηγύρεις, κυκεῶνος πορνικοῦ πεπλήρωται· ἐξ ἀκόσμων ἀκουσμάτων τε καὶ θεαμάτων ἐπεγειρομένου καὶ τὴν ἀθλίαν τοῦ παραβαλόντος Μοναχοῦ ψυχὴν καταβαπτίζοντος· ἀλλὰ καὶ πῦρ ἂν εἴποις καιόμενον, τὸν κόσμον τῆς κακίας, ὕλην πιούμενον τοὺς ὁμιλοῦντας, καὶ πᾶν εἶδος τῆς αὐτῶν ἀρετῆς ἀποτεφροῦν· τὸ δέ μὴ καῖον πῦρ, ἐν ἐρήμῳ εὑρέθη· σὺ δ᾽ ἀντὶ τῆς ἐρήμου, παράμενε τῇ κέλλῃ, καὶ ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἄν σοι παρέλθοι ὁ χειμὼν τῆς ἐμπαθείας· αὐτοῦ γὰρ παρρυέντος, ἡ ὕπαιθρος οὐ λυμαίνεται δίαιτα· τότε γὰρ καὶ πτωχὴ ὡς ἀληθῶς ἔσῃ τῷ πνεύματι, καὶ τὴν κατὰ παθῶν κτήσῃ βασιλείαν, καὶ μακαρισθήσῃ λαμπρῶς ὑπὸ τοῦ λέγοντος, μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· πῶς δ᾽ οὐ μακαρίζοιντο δικαίως ἂν, οἱ μὴ πεποιθότες ὅλως ἐπὶ χρήμασιν, ἀλλ᾽ ἐπ᾽ αὐτῷ;
οἱ μὴ ποθοῦντες ἀρέσκειν ἄλλῳ, πλὴν αὐτοῦ; οἱ ἐν ταπεινώσει μετὰ τούτων ζῶντες ἐνώπιον αὐτοῦ; πτωχεύσωμεν οὖν καὶ ἡμεῖς τὸ πνεῦμα ταπεινωθέντες, καὶ τὴν σάρκα κακοπαθήσαντες, καὶ τὸν βίον ἀκτημονήσαντες, ἵν᾽ ἡμῶν γένηται ἡ τοῦ Θεοῦ βασιλεία καὶ τῶν μακαρίων ἐπιτύχωμεν ἐλπίδων, τὴν τῶν οὐρανῶν βασιλείαν κληρονομήσαντες· οἷα δέ τινας λόγους περιεκτικούς τε καὶ κεφαλαιώδεις, τοῦ τῆς σωτηρίας ἡμῶν Εὐαγγελίου προθεὶς ὁ Κύριος, οὐ τοσαύτας μόνον ἀρετὰς ἑνὶ λόγῳ περιέλαβε, καὶ τοσαύτας κακίας τοῦ οἰκείου ἐξέβαλε μακαρισμοῦ, καὶ τοὺς διὰ μετανοίας, κατ᾽ αὐτάς, καλῶς περιτεμόντας, τὸ τῆς οἰκείας ψυχῆς παθητικὸν εὐλόγησεν· ἀλλὰ καὶ ἕτερ᾽ ἅττα πλεῖστα, οὐκ ἀναλογίαν ἔχοντα περιτομῆς, ἀλλὰ τῆς ἐκ κρυμοῦ καὶ παγετοῦ, χιόνος τε καὶ πάχνης καὶ τῆς ἐξ ἀνέμων βίας· καὶ ἁπλῶς, ἧς χειμῶνός τε καὶ θέρους, ὑφίστανται τὰ φυτὰ ταλαιπωρίας, ἐκκείμενα τῷ ψύχει καὶ τῷ καύσωνι· ὧν χωρίς, οὐδὲν οὐδαμῶς τῶν ἐπὶ γῆς φυομένων τελεσφορῆσαι ποτὲ δυνήσεται· τίνα δὴ ταῦτα ἐστίν; αἱ ποικίλαι τῶν πειρασμῶν ἐπιφοραί, ἃς φέρειν εὐχαρίστως, ἀνάγκη, τὸν μέλλοντα καρπὸν οἴσειν τῷ τῶν πνευμάτων γεωργῷ· καθάπερ γὰρ εἴ τις ἐλεήσας, ταλαιπωρούμενα, τὰ γῆθεν φυόμενα, περιτείχισμα περιθήσει, καὶ ὑπὸ στέγην ποιήσεται, καὶ μὴ πρὸς ἐκεῖνα διακαρτερεῖν ἐάσει τὰ δεινά, κἂν περιτέμνῃ, κἂν περικαθαίρῃ, πάντα πράττων τημελῶς, καρπώσεται παρὰ τούτων οὐδέν· ἀλλὰ δεῖ πᾶνθ᾽ ὑπενεγκεῖν ἀφεῖναι· καὶ γὰρ οὕτω, μετὰ τὴν τοῦ χειμῶνος δυσκολίαν, ἦρος ὥρᾳ θάλλει καὶ ἀνθεῖ καὶ κομᾷ φύλλοις, καὶ προβάλλεται μετὰ τῶν καλῶν ἐκείνων τεθηλότων βλαστῶν, καὶ τοὺς ὄμφακας· οἱ κατὰ μικρὸν ὁμιλοῦντες ταῖς ἡλίου σφοδροτέραις βολαῖς, ἀκμάζουσι καὶ πεπαίνονται, καὶ πρὸς τροφὴν εὐπρεπεῖς ἀποκαθίστανται, καὶ συγκομιδήν· οὕτως ὁ μὴ τὸ δύσοιστον τῶν πειρασμῶν ἄχθος γενναίως ὑποφέρων, κἂν τῶν ἄλλων ἁπασῶν ἀρετῶν μηδεμιᾶς λειφθῇ, καρπὸν θείων ληνῶν, καὶ ἀποθήκης αἰωνίας ἄξιον, οὐ μή ποτε ἐνέγκῃ· δι᾽ ὑπομονῆς γάρ, ἑκουσίων τε καὶ ἀκουσίων πόνων, πᾶς σπουδαῖος τελειοῦται· τῶν μὲν ἐπιτιθεμένων ἔξωθεν, τῶν δὲ ἐπιφερομένων οἴκοθεν· ἃ γὰρ τοῖς τῆς γῆς φυτοῖς ἐκ φύσεως προσγίνεται, γεωργικαῖς τε ἐπινοίαις, καὶ ταῖς τῶν ὡρῶν περιτροπαῖς, ταῦθ᾽ ἡμῖν τοῖς λογικοῖς κλήμασι Χριστοῦ, πειθομένοις τῷ τῶν ψυχῶν τούτῳ γεωργῷ, πρόσεστιν ἐκ προαιρέσεως αὐτεξουσίως ζῶσι· χωρὶς δὲ τῆς ὑπομονῆς, τῶν ἀκουσίως ἡμῖν ἐπερχομένων, οὐδὲ τὰ ἑκουσίως πεπραγμένα, τεύξεται τῆς θείας εὐλογίας· ἡ γὰρ πρὸς Θεὸν ἀγάπη, διὰ τῆς τῶν πειρασμῶν θλίψεως, μάλιστα κομίζεται τὸ δοκίμιον· δεῖ μέν τοι προκατορθωθῆναι τῇ ψυχῇ τὰ ἑκούσια, καὶ δι᾽ αὐτῶν, ἡδονῆς καὶ δόξης ἐθισθέντες καταφρονεῖν, ῥαδίως καὶ τὰς ἀκουσίους οἴσομεν ἐπιφοράς· ὁ δὲ διὰ τὴν ἐν πνεύματι πτωχείαν, ἐκείνων τε καταφρονῶν, καὶ ὑπεύθυνον τοῖς δραστικωτέροις φαρμάκοις τῆς μετανοίας ἑαυτὸν ἡγούμενος, προσδόκιμον ἔχει διηνεκῶς θλίψιν ἅπασαν· καὶ καταδέχεται πάντα πειρασμόν, ὡς οἰκεῖον ἑαυτῷ προσήκοντα· καὶ χαίρει περιπεσών, ὡς περιτυχὼν τῷ τῆς ψυχῆς καθαρσίῳ· καὶ ὕλην τοῦτο ποιεῖται τῆς πρὸς Θεὸν πεπονημένης τε καὶ ἀνυσιμωτάτης δεήσεως· καὶ παρεκτικὸν ἅμα καὶ φυλακτικὸν ἡγεῖται τῆς κατὰ ψυχὴν εὐεξίας καὶ οὐκ ἀφίησι μόνον ἀμνησικάκως ἔχων, ἀλλὰ καὶ χάριτος ὁμολογεῖ τοῖς πειράζουσι, καὶ ὡς εὐεργετησάντων ὑπερεύχεται· διὸ καὶ αὐτός, οὐ τὴν τῶν ἡμαρτημένων μόνον συγχώρησιν λαμβάνει καὶ τὴν ἐπαγγελίαν;
ἀλλὰ καὶ τῆς τῶν οὐρανῶν βασιλείας, καὶ τῆς θείας εὐλογίας ἐπιτυγχάνει· μακαρισθεὶς ὑπὸ τοῦ Κυρίου, διὰ τὴν ἐν πνεύματι ταπεινώσεως εἰς τέλος μακροθυμίαν· ἡμεῖς δὲ δι᾽ ὀλίγον ὀλίγα τῆς πνευματικῆς ὑποδείξαντες περιτομῆς, καί τινα προσθῶμεν ἤδη τῆς διὰ ταύτην εὐφορίας· ἐφεξῆς τοίνυν τοῖς διὰ τὴν ἐν πνεύματι πτωχείαν τὸν ἀναφαίρετον πλοῦτον κτησαμένοις, ὁ μόνος μακάριος τοὺς πενθοῦντας κοινωνοὺς ποιεῖται τῆς οἰκείας μακαριότητος· μακάριοι, λέγων, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται· διατὶ δὲ συνῆψεν ὁ Χριστὸς τὸ πένθος τῇ πτωχείᾳ; ἐπειδὴ καὶ ταύτῃ σύνεστιν ἀεί· ἀλλ᾽ ἡ μὲν ἐπὶ τῇ κατὰ κόσμον πτωχείᾳ λύπῃ, θάνατον ψυχῆς κατεργάζεταί, φησιν ὁ Ἀπόστολος, ἡ δὲ ἐπὶ τῇ κατὰ Θεὸν πτωχείᾳ λύπη, μετάνοιαν ἀμεταμέλητον εἰς ψυχῆς σωτηρίαν· καὶ τῇ μέν, ἀκουσίῳ οὔσῃ, τὸ ἀκούσιον· τῇ δέ, ἑκουσίῳ, τὸ ἑκούσιον, ἐξ ἀνάγκης, ἕπεται πένθος· ἐπεὶ δὲ τὸ μακαριζόμενον πένθος ἐνταυθοῖ τῇ κατὰ Θεὸν συνῆπται πτωχείᾳ, καὶ δι᾽ ἐκείνην ἐξ ἀνάγκης τε γίνεται, κἀκείνης ὡς αἰτίας ὅλον ἐξῆπται, καὶ ἀπὸ ταύτης ἔχει συνυπακουόμενον τὸ πνευματικὸν καὶ ἑκούσιον· ἀλλὰ γὰρ ἴδωμεν, πῶς ἡ μακαριστὴ πτωχεία τὸ μακάριον ἀπογεννᾶ πένθος· τεττάρων οὖν εἰδῶν τῆς πνευματικῆς πτωχείας ὑπὸ τοῦ λόγου μικρὸν ἀνωτέρω πεφηνότων: τῆς ἐν τῷ φρονήματι, τῆς ἐν τῷ σώματι, τῆς ἐν τῇ κατὰ τὸν βίον περιουσίᾳ καὶ τῆς ἐν τοῖς ἔξωθεν ἐπερχομένοις πειρασμοῖς, μηδεὶς δὲ ὑμῶν ἀκούων μεμερισμένως ταῦτα προστιθέντων καὶ τὴν κατὰ ταῦτα πρᾶξιν μεμερισμένην ὑπολάβῃ· σὺν ἄλλοις γὰρ πεφύκασι τελεῖσθαι· διὸ καὶ μακαρισμῷ περιεκλείσθησαν ἑνί· ἅμα θαυμασίως ὑποδείξαντι, καὶ ποῖόν ἐστιν ὡσανεὶ ῥίζα καὶ πρόξενον τῶν ἄλλων, δηλαδὴ τὸ πνεῦμα τὸ ἠμέτερον· τοῦτο γὰρ τὴν τοῦ Εὐαγγελικοῦ κηρύγματος ἐγκολπωσάμενον ὡς εἴρηται χάριν, πηγὴν πτωχείας ἀναδίδωσιν ἀφ᾽ ἑαυτοῦ, ποτίζουσαν πᾶν τὸ πρόσωπον τῆς γῆς ἡμῶν, τὸν ἔξω, δηλονότι, ἄνθρωπον, καὶ παράδεισον ἀρετῶν ἀποτελῶν αὐτόν· τεττάρων οὖν εἰδῶν τῆς πνευματικῆς πτωχείας ὑπαρχόντων, ἀφ᾽ ἑκάστου τούτων, τὸ κατάλληλον γεννᾶται πένθος, μετὰ τῆς προσηκούσης παρακλήσεως, αὐτίκα· διὰ μὲν τῆς ἑκουσίου σωματικῆς πτωχείας καὶ ταπεινώσεως, ἥτις ἐστὶ πεῖνα καὶ δίψα καὶ ἀγρυπνία καὶ ἁπλῶς κακουχία καὶ κακοπάθεια σώματος· καὶ πρὸς τούτοις ἡ σὺν λόγῳ συστολὴ τῶν αἰσθήσεων· ἐκ τούτων τοίνυν, οὐ πένθος ἁπλῶς μόνον, ἀλλὰ καὶ δάκρυα τίκτονται· καθάπερ γὰρ ἀναλγησία, καὶ πώρωσις καὶ σκληρότης καρδίας, ἐξ ἀνέσεως καὶ τρυφῆς καὶ εὐπαθείας τίκτεσθαι πεφύκασιν, οὕτως ἐξ ἐγκρατοῦς καὶ συνεσταλμένης διαίτης, συντριβὴ καρδίας καὶ κατάνυξις, πικρίας πάσης ἀποτρεπτική, καὶ γλυκείας ἱλαρότητος παρεκτική· καὶ γὰρ ἄνευ συντριμμοῦ καρδίας, ἀδύνατόν, φησιν, ἀπαλλαγῆναι κακίας, συντρίβει δὲ καρδίαν, ἡ τριμερὴς ἐγκράτεια ὕπνου καὶ σωματικῆς ἀνέσεως· ἀπαλλαγεῖσα δὲ ψυχὴ διὰ τῆς συντριβῆς ταύτης κακίας καὶ πικρίας, ἀντιλαμβάνει πάντως τὴν πνευματικὴν θυμηδίαν· καὶ τοῦτό ἐστιν ἡ παράκλησις, δι᾽ ἣν τοὺς πενθοῦντας μακαρίζει ὁ Κύριος· φησὶ δὲ καὶ Ἰωάννης ὁ τὴν διὰ λόγων πνευματικὴν ἡμῖν δειξάμενος Κλίμακα· δίψα, καὶ ἀγρυπνία, ἐξέθλιψαν καρδίαν· καρδίας δὲ θλιβείσης, ἐξεπήδησαν δάκρυα· ὁ δὲ δοκιμάσας, φησί, γελάσει ἐν τούτοις· τὸν μακάριον, δηλονότι, γέλωτα, παρακληθείς, ὡς ὁ Κύριος ἐπηγγείλατο· καὶ ἀπὸ μὲν τῆς ἐν σώματι Θεοφιλοῦς πτωχείας, τὸ μακαριστῶς παρακαλοῦν τοὺς κεκτημένους πένθος, οὕτως ἔχει τὴν γένεσιν· ἀπὸ δὲ τοῦ κατεπτηχότος φρονήματος καὶ τῆς κατὰ ψυχὴν ἐνθέου ταπεινώσεως, πῶς; ἡ αὐτομεμψία, σύνεστιν ἀεὶ τῇ ταπεινώσει τῆς ψυχῆς, αὕτη δὲ τὸν τῆς κολάσεως φόβον τὴν ἀρχὴν ἐπανατείνεται σφοδρῶς, πρὸ ὀφθαλμῶν ποιοῦσα, τὴν ἐξ ἐναντίων ἐκείνην, εἰς ἑνὸς κολαστηρίου φρικωδεστάτην συνδρομήν, καὶ ἔτι προσθήκην τοῦ δέους ἐμποιοῦσα, ἐκ τοῦ μανθάνειν ἄρρητον ἐκείνην οὖσαν, ὡς καὶ τῶν εἰρημένων δεινοτέραν· τὸ δὲ ἀτελεύτητον ἐκείνης αὖθις, ὅση προσθήκη τοῖς δεινοῖς· καύσων γὰρ καὶ ψύχος καὶ σκότος καὶ πῦρ καὶ φορὰ καὶ στάσις δεσμά τε καὶ δείματα καὶ θηρίων ἀειζώων δήγματα, κατ᾽ ἐκείνην εἰς ἓν συνάγεται τὴν καταδίκην· καὶ οὐδ᾽ οὕτως οἷον ἐκεῖνο τὸ δεινὸν παρίσταται, τὸ γεγραμμένον, ἐπὶ νοῦν οὐκ ἀναβεβηκὸς ἀνθρώπου· τί δὴ τὸ ἀνόνητον καὶ ἀπαράκλητον καὶ ἄληκτον ἐκεῖνο πένθος· τοῖς γὰρ εἰς Θεὸν ἁμαρτοῦσιν, ἐκ τῆς τῶν ἐπταισμένων ἐπιγνώσεως κινεῖται πένθος· ἐκεῖ τοίνυν ἐληλεγμένοις, καὶ τῆς χρηστοτέρας ἐλπίδος ἀνῃρημένης, καὶ τῆς σωτηρίας ἀπεγνωσμένης, ὁ τοῦ συνειδότος τότ ἀκούσιος ἔλεγχος, ἑκάστῳ πολυπλασιάζει, τῷ πένθει, τὴν ἐπικειμένην ὀδύνην· καὶ τοῦτ᾽ αὖθις καὶ ἀεὶ τὸ πένθος, ὡς μηκέτι παυσόμενον, ἑτέρου πένθους ἀφορμὴ γίνεται· καὶ σκότος ἄλλο δεινόν, καὶ καύσων ἀψυχαγώγητος, καὶ βυθὸς ἀθυμίας ἀμήχανος· ἐνταῦθα δή, τὸ πένθος τοῦτο, λυσιτελέστατον· ἵλεως γὰρ ἐπακούει Θεός· ὡς καὶ μέχρις ἡμῶν κατῆλθεν, ἐπισκεψόμενος, καὶ τοῖς οὕτω πενθοῦσιν ἐπηγγείλατο τὴν παράκλησιν· ἥπερ ἐστὶν αὐτός, Παράκλητός τε ὢν καὶ καλούμενος· εἶδες καὶ τὸ παρὰ τεταπεινωμένης ψυχῆς πένθος, καὶ τὴν ἐπιγινομένην παράκλησιν;
ἀλλὰ γὰρ καὶ ἡ αὐτομεμψία μόνη καθ᾽ αὑτήν, ὥσπερ τι βάρος νοητὸν τῷ λογιζομένῳ τῆς ψυχῆς ἐπιτεθεῖσα καὶ χρονίσασα, συντρίβει καὶ πιέζει καὶ τὸν οἶνον ἐκθλίβει τὸν σωτήριον, τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου· τουτέστι τὸν ἐντὸς ἡμῶν ἄνθρωπον· οἶνος δὲ τοιοῦτός ἐστιν ἡ κατάνυξις· συνεκθλίβει γὰρ τῷ πένθει καὶ τὰ πάθη, καὶ χαρᾶς τὴν ψυχὴν πληροῖ μακαριστῆς, τοῦ κατὰ ταῦτα δεινοῦ βάρους ἀπαλλάξασα· διὰ τοῦτο μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται παρὰ δὲ τῆς ἀκτημοσύνης, ταυτὸν δ᾽ εἰπεῖν τῆς κατὰ τὴν περιουσίαν καὶ τὰ περὶ ἡμᾶς ὑπάρχοντα πτωχείας· συνημμένης μέν τοι τῇ πτωχείᾳ τοῦ πνεύματος, ὡς ἀνωτέρω ἔφημεν· συναλλήλοις γὰρ ταῦθ᾽ ἅπαντα τελούμενα, τέλειά τε καὶ εὐάρεστα Θεῷ· παρὰ τοιαύτης, τοιγαροῦν, πτωχείας, ὅπως ἡμῖν ἐγγίγνεται τὸ πένθος καὶ ἡ ἐν αὐτῷ παράκλησις, συνετῶς ἀκούων, εἴσῃ· καὶ γὰρ ἐπειδὰν ὁ ἄνθρωπος πᾶσι χαίρειν εἰπών, τοῖς τε χρήμασι καὶ τοῖς κτήμασιν, ἀποτάξηται ταῦτα, ῥίψας ἢ σκορπίσας, κατὰ τὴν ἐντολήν: τῆς περὶ αὐτὰ μερίμνης τὴν ψυχὴν ἀπαναστήσας, ἐπεστράφθαι πρὸς τὴν ἑαυτῆς ἐπισκοπὴν ἐφίησιν, ἐλευθέραν τῶν πραγματικῶς περισπώντων ἔξωθεν αὐτήν· ὁπηνίκα δ᾽ ἂν ὁ νοῦς, αἰσθητοῦ παντὸς ἀπαναστῇ, καὶ τοῦ κατακλυσμοῦ τῆς περὶ ταῦτα τύρβης ἀνακύψῃ, καὶ κατοπτεύσῃ τὸν ἐντὸς ἄνθρωπον, πρῶτον μὲν ἐνιδὼν τὸ προσγεγενημένον εἰδεχθὲς προσωπεῖον ἐκ τῆς κάτω περιπλανήσεως, τοῦτο διὰ πένθους ἀπονίψασθαι σπεύδει· ἔπειτ᾽ ἐπειδὰν τὸ δυσειδὲς τοῦτο περιέλῃ κάλυμμα, τότε, μὴ ποικίλαις σχέσεσι τῆς ψυχῆς ἀγεννῶς διασπωμένης, εἴσω τῶν ὄντως ταμείων ἀταράχως χωρεῖ, καὶ τῷ ἐν κρυπτῷ Πατρὶ προσεύχεται· ὃς αὐτῷ καὶ τὸ χωρητικὸν τῶν χαρισμάτων δῶρον, τὴν τῶν λογισμῶν εἰρήνην τὰ πρῶτα χορηγεῖ· μεθ᾽ ἧς τὴν γεννητικήν τε καὶ συνεκτικὴν ἁπάσης ἀρετῆς τελειοῖ ταπείνωσιν· οὐ τοῖς ἀνυσίμοις εὐχερῶς τῷ βουλομένῳ ῥήμασί τε καὶ σχήμασι συνισταμένην· ἀλλὰ τὴν ὑπὸ τοῦ ἀγαθοῦ, καὶ θείου Πνεύματος μαρτυρουμένην· ἣν αὐτὸ κτίζει τὸ Πνεῦμα τοῖς ἐγκάτοις ἐγκαινιζόμενον· ἐν δὴ ταύταις, ὥσπερ ἐν ἀσφαλεῖ περιτειχίσματι, τοῦ κατὰ νοῦν παραδείσου, τὰ τῆς ἀληθοῦς ἀρετῆς παντοδαπὰ δένδρα φύεται· μεσαιτάτω δ᾽ ἀνεγείρεται τὰ τῆς ἀγάπης ἱερὰ βασίλεια· τούτων δ᾽ ἐν προθύροις, τὸ προοίμιον τοῦ μέλλοντος αἰῶνος, ἡ ἀνεκλάλητός τε καὶ ἀναφαίρετος ἀνθεῖ χαρά· μήτηρ γὰρ ἀκτημοσύνη μέν, ἀμεριμνίας· ἀμεριμνία δέ, προσοχῆς καὶ προσευχῆς· αἱ δέ, πένθους καὶ δακρύων· ταῦτα δέ, τὰς προλήψεις ἀπαλείφει· τούτων δέ, ἀποβεβλημένων, ῥάων ἡ κατ᾽ ἀρετὴν ὁδὸς τελεῖται, τῶν προσισταμένων ἐκ μέσου γεγονότων· καὶ συνειδὸς ἀκατάγνωστον προσγίνεται· ταῦτα δὲ πηγάζει τὴν χαράν, καὶ τὸν τῆς ψυχῆς μακάριον γέλωτα· τότε δὴ καὶ τὸ κατώδυνον δάκρυον, εἰς ἡδὺ μεταποιεῖται· καὶ τὰ λόγια τοῦ Θεοῦ ὡς γλυκέα τῷ λάρυγγι, καὶ ὑπὲρ μέλι τῷ στόματι γίνεται· καὶ ἡ ἐν προσευχῇ δέησις, εἰς εὐχαριστίαν μετασκευάζεται· καὶ ἡ μελέτη τῶν θείων μαρτυρίων, ἀγαλλίαμα τῆς καρδίας ἐστί, μετ᾽ ἐλπίδος ἀκαταισχύντου, καὶ οἷον ὑφεστώσης ἐν προοιμίου μοίρᾳ, τῇ τοῦ γεύματος ταύτῃ πείρᾳ προσομιλούσης αὐτοῖς, καὶ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος μανθανούσης ἐκ μέρους, κατὰ τὸν λέγοντα, γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος, τὸ ἀγαλλίαμα τῶν δικαίων, ἡ χαρὰ τῶν εὐθέων, ἡ θυμηδία τῶν τεταπεινωμένων, ἡ τῶν δι᾽ αὐτὸν πενθούντων παράκλησις, τί οὖν, μέχρι τούτου τὰ τῆς παρακλήσεως, καὶ ταῦτα μόνα τὰ τῆς ἱερᾶς μνηστείας δῶρα;
καὶ καθαρώτερον τούτων οὐδαμῶς ἐμφανίζει ἑαυτόν, τοῖς διὰ τοῦ μακαρίου πένθους τελουμένοις, καθηραμένοις, καὶ διὰ τῶν ἀρετῶν ἐσταλμένοις, νυμφικῶς, ὁ τῶν τοιούτων ψυχῶν νυμφίος; οὔμενουν· καὶ νῦν γὰρ ἡμεῖς τῶν ἐτοίμων εἰς κατηγορίαν ὑπὸ βασκανίας καὶ οἱονεὶ λεγόντων πρὸς ἡμᾶς, οὐ μὴ λαλήσῃς ἐπὶ τῷ ὀνόματι Κυρίου· εἰ δὲ μὴ ἐκβαλοῦμέν σου τὸ ὄνομα ὡς πονηρόν, συκοφαντίας καὶ ψευδηγορίας κατὰ σοῦ, συντιθέντες καὶ φημίζοντες· τούτων τοίνυν, καὶ τὸ νῦν ἔχον, ἀλογήσαντες ἡμεῖς, περαιτέρω προάγωμεν τὸν λόγον, τὰ τῶν Ἁγίων ἡμῶν Πατέρων καὶ πιστεύοντες, καὶ λέγοντες, πρὸς ἐκεῖνα βλέποντες, καὶ τοὺς ἄλλους πείθοντες· ἐπίστευσα γάρ, φησι, διὸ ἐλάλησα· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν· ὅταν γὰρ ἅπαν αἰσχρὸν πάθος ἔνοικον ἀπελαθῇ, καὶ ὁ νοῦς, ὡς ἤδη φθάσας ἐδήλωσεν ὁ λόγος, αὐτός τε πρὸς ἑαυτόν· καὶ τὰς ἄλλας τῆς ψυχῆς δυνάμεις ἐπιστρέψας ὁλοκλήρως, τῇ γεωργίᾳ τῶν ἀρετῶν φιλοκαλήσῃ τὴν ψυχὴν προϊὼν ἐπὶ τὸ τελειώτερόν· καὶ πρακτικὰς ἔτ᾽ ἀναβάσεις διατιθέμενος, καὶ ἐπὶ πλέον, Θεοῦ συναιρουμένου, πλύνων ἑαυτόν, οὐ τὰ τοῦ πονηροῦ μόνον ἀποσμήχει κόμματος, ἀλλὰ πᾶν ἐπίκτητον ἐκ μέσου ποεῖται, κἂν τῆς χρηστοτέρας ᾖ μοίρας, καὶ διανοίας, ἡνίκα δὴ νοητῶν, καὶ τῶν οὐκ ἀφαντάστων περὶ ταῦτα νοημάτων ὑπεραναβὰς καὶ πάντα θεοφιλῶς ὁμοῦ, καὶ φιλοθέως ἀποθέμενος, κωφός τε καὶ ἄλαλος, κατὰ τὸ γεγραμμένον, παραστῇ Θεῷ· τηνικαῦτα λόγον ὕλης ἔχει, καὶ πλάττεται τὴν ἀνωτάτω πλάσιν ἐπὶ πάσης ἀδείας, ἅτε μηδενὸς τῶν θύραθεν θυροσκοποῦντος, τῆς ἐντὸς χάριτος, ἐπὶ τὸ κρεῖττον, μεταρρυθμιζούσης, καὶ ἀπορρήτῳ, τὸ παραδοξότατον, φωτὶ καταλαμπούσης τὰ ἔνδον καὶ τελειούσης τὸν ἐντὸς ἄνθρωπον· ἡμέρας δὲ διαυγασάσης, καὶ φωσφόρου ἀνατείλαντος ἐν ταῖς καρδίαις ἡμῶν, κατὰ τὸν ἐν Ἀποστόλοις Κορυφαῖον, ἔξεισι, κατὰ τὸ προφητικὸν ἐκεῖνο λόγιον, ὁ ὄντως ἄνθρωπος, ἐπὶ τὴν ὄντως ἐργασίαν αὐτοῦ· καὶ τῷ φωτὶ χρώμενος ὁδῷ ἄνεισιν, ἢ ἀνάγεται ἐπ᾽ ὄρη αἰώνια· καὶ τῶν ὑπερκοσμίων ἐν τούτῳ τῷ φωτὶ πραγμάτων, ὦ τοῦ θαύματος, ἐπόπτης καθίσταται· μὴ διαζευγνύμενος, ἢ διαζευγνύμενος τῆς τὴν ἀρχὴν συμπροηγμένης ὕλης, ὡς οἶδεν ἡ ὁδός, οὐ γὰρ διανοίας φανταστικοῖς ἄνεισι πτεροῖς, ἢ πάντα καθάπερ τυφλὴ περιπολεῖ, μήτ᾽ ἐπὶ τῶν ἀπόντων αἰσθητῶν, μήτ᾽ ἐπὶ τῶν ὑπεραναβεβηκότων νοητῶν, τῆς ἀκριβοῦς καὶ ἀνενδοιάστου καταλήψεως ἀντιλαμβανομένη· ἀλλ᾽ ἐπ᾽ ἀληθείας ἄνεσιν, ἀρρήτῳ πνεύματος δυνάμει καὶ πνευματικῇ καὶ ἀρρήτῳ ἀντιλήψει, τῶν ἀρρήτων ῥημάτων διακούει, καὶ ὁρᾷ τὰ ἀθέατα· καὶ τοῦ θαύματος ὅλος τοὐντεῦθεν ἐστί τε καὶ γίνεται, κἂν ἐκεῖθεν ἀπῇ· καὶ τοῖς ἀκαμάτοις ὑμνῳδοῖς ἁμιλλᾶται· Ἄγγελος ὡς ἀληθῶς ἄλλος ἐπὶ γῆς Θεοῦ γεγονώς· καὶ δι᾽ ἑαυτοῦ πᾶν εἶδος κτίσεως αὐτῷ προσαγαγών· ἐπεὶ καὶ αὐτὸς ἐν μετοχῇ τῶν πάντων, καὶ τοῦ ὑπὲρ τὰ πάντα δὲ μεταλαμβάνει νῦν, ἵνα καὶ τὸ τῆς εἰκόνος ἀπηκριβωμένον ᾖ· διό φησιν ὁ θεῖος Νεῖλος· ὅτι νοῦ κατάστασίς ἐστιν, ὕψος νοητόν, οὐρανίῳ χρώματι παρεμφερές· ᾧ καὶ τὸ τῆς Ἁγίας Τριάδος, κατὰ τὸν καιρὸν τῆς προσευχῆς ἐπιγίνεται φῶς· καὶ πάλιν, εἴ τις βούλοιτο ἰδεῖν τὴν τοῦ νοῦ κατάστασιν, στερησάτω ἑαυτὸν πάντων τῶν νοημάτων, καὶ τότε ὄψεται αὐτὸν σαπφείρῳ, ἢ οὐρανίῳ χρώματι παρεμφερῆ· τοῦτο δὲ ποιεῖσαι ἄνευ ἀπαθείας, τῶν ἀδυνάτων ἐστί· Θεοῦ γὰρ χρεία συνεργοῦντος καὶ ἀναπνέοντος αὐτῷ τῷ συγγενὲς φῶς· καὶ ὁ Ἅγιος Διάδοχος, δύω, φησίν, ἡμῖν ἡ χάρις ἡ ἁγία διὰ τοῦ Βαπτίσματος περιποιεῖται· ὧν, τὸ ἓν, ἀπείρως τοῦ ἑνὸς ὑπερβάλλει· ἀνακαινίζει γὰρ ἡμᾶς ἐν τῷ ὕδατι καὶ τὸ κατ᾽ εἰκόνα λαμπρύνει, πᾶσαν τὴν ῥυτίδα τῆς ἁμαρτίας ἡμῶν ἀπορρύπτουσα· τὸ δὲ ἕτερον ἐκδέχεται ἵνα σὺν ἡμῖν ἐργάσηται· ὅτε οὖν ἄρξηται ὁ νοῦς ἐν πολλῇ αἰσθήσει, γεύεσθαι τῆς χρηστότητος τοῦ Πνεύματος τοῦ Παναγίου, τότε ὀφείλομεν εἰδέναι, ὅτι ἄρχεται ἡ χάρις, ὥσπερ ἐπιζωγραφεῖν εἰς τὸ κατ᾽ εἰκόνα, τὸ καθ᾽ ὁμοίωσιν· ὥστε, ἡ μὲν αἴσθησις αὕτη, δηλοῖ ἡμᾶς μορφοῦσθαι τὸ καθ᾽ ὁμοίωσιν· τὸ δὲ τέλειον τῆς ὁμοιώσεως, ἐκ τοῦ φωτισμοῦ γνωσόμεθα· καὶ πάλιν, τὴν πνευματικὴν οὐ δύναταί τις ἀγάπην κτήσασθαι, εἰ μὴ ἐν πάσῃ πληροφορίᾳ φωτισθείη, παρὰ τοῦ Ἁγίου Πνεύματος· ἐὰν γὰρ μὴ τελείως τὸ καθ᾽ ὁμοίωσιν, διὰ τοῦ θείου φωτός, ἀπολάβῃ ὁ νοῦς, πάσας μὲν τὰς ἄλλας ἀρετὰς ἔχειν δύναται, τῆς δὲ τελείας ἀγάπης ἔτι ἄμοιρος μένει, ὡσαύτως δὲ καὶ τοῦ Ἁγίου Ἰσαὰκ ἀκούομεν, λέγοντος· κατὰ τὸν καιρὸν τῆς προσευχῆς, ὁρᾶν τὴν ἑαυτοῦ καθαρότητα, τὸν κεχαριτωμένον νοῦν, ὁμοίαν τῇ ἐπουρανίῳ χροιᾷ, ἥτις, Θεοῦ, ὑπὸ τῆς Γερουσίας τοῦ Ἰσραήλ, ὠνόμασται, τόπος, ἡνίκα ὥφθη αὐτοῖς ἐν τῷ ὄρει· καὶ πάλιν, καθαρότης ἐστὶ νοός, ἐφ᾽ ᾗ διαυγάζει, ἐν τῷ καιρῷ τῆς προσευχῆς, τὸ φῶς τῆς Ἁγίας Τριάδος, ἀλλ᾽ ὁ κατηξιωμένος τοῦ φωτὸς ἐκείνου νοῦς, καὶ πρὸς τὸ συνημμένον σῶμα πολλὰ διαπορθμεύει τοῦ θείου κάλλους τεκμήρια, χάριτί τε θείᾳ καὶ σαρκὸς παχύτητι μεσιτεύων καὶ δύναμιν τῶν ἀδυνάτων ἐντιθείς· ἐντεῦθεν ἡ κατ᾽ ἀρετὴν θεοειδὴς καὶ ἀπαράμιλλος ἕξις, καὶ τὸ πρὸς κακίαν ὅλως ἀκίνητον, ἢ δυσκίνητον· ἐντεῦθεν ὁ διατρανῶν τοὺς τῶν ὄντων λόγους λόγος, καὶ ἀνακαλύπτων οἴκοθεν ἐκ καθαρότητος, τὰ τῆς φύσεως μυστήρια· δι᾽ ὧν, ἀναλογίας λόγοις, πρὸς κατάληψιν τῶν ὑπὲρ φύσιν, τὸ διανοούμενον ἀνιμᾶται τῶν πιστῶς ἀκροωμένων· ἣν αὐτὸς ὁ τοῦ λόγου Πατήρ, ἀύλοις ἐπαφαῖς κατείληφεν· ἐντεῦθεν αἱ τ᾽ ἄλλαι ποικίλαι θαυματοποιΐαι, καὶ τὸ διορᾶν τε καὶ προορᾶν καὶ περὶ τῶν πόρρω που συμβαινόντων, ὡς ὑπ᾽ ὀφθαλμοὺς διαλέγεσθαι· καὶ τὸ δὴ μέγιστον, ὡς οὐ περὶ ταῦθ᾽ ὁ σκοπὸς τείνει τῶν μακαριωτάτων ἐκείνων· ἀλλ᾽ ὥς περ εἴ τις ὁρώη πρὸς ἡλιακὴν ἀκτῖνα, καὶ τῶν ἀερίων ἀτόμων αἰσθάνεται, κἂν μὴ τοῦτ᾽ αὐτῷ τυγχάνῃ σκοπός, οὕτως ἐκείνοις ταῖς θείαις ἀκτῖσι καθαρῶς ὁμιλοῦσιν, αἷς φύσει πρόσεστιν ἡ πάντων ἀποκάλυψις, οὐχὶ τῶν ὄντων μόνον ἢ καὶ γεγενημένων, ἀλλὰ καὶ τῶν ἔπειτ᾽ ἐσομένων, ὁδοῦ πάρεργον, ὡς ἀληθῶς ἡ τούτων προσγίνεται γνῶσις, κατὰ ἀναλογίαν τῆς καθαρότητος· προύργου δὲ αὐτοῖς ἡ τοῦ νοῦ πρὸς ἑαυτὸν ἐπιστροφὴ καὶ σύνευσις· μᾶλλον δὲ πασῶν τῶν τῆς ψυχῆς δυνάμεων, εἰ καὶ θαυμαστὸν εἰπεῖν, πρὸς τὸν νοῦν ἐπιστροφὴ καὶ ἡ κατ᾽ αὐτόν τε καὶ Θεὸν ἐνέργεια· δι᾽ ἧς, ἐπεσκευασμένοι πρὸς τὸ πρωτότυπον, εὔ διατίθενται, τὸ ἀρχαῖον ἐκεῖνο καὶ ἀμήχανον κάλλος ἐπαναγούσης τῆς χάριτος· ἐπὶ τοσοῦτον ὕψος ἀναφέρει τὸ μακάριον πένθος τοὺς ταπεινοὺς τῇ καρδίᾳ καὶ πτωχοὺς τῷ πνεύματι.
Ἐπεὶ δὲ ταῦτα διὰ τὴν ἔνοικον ἡμῖν ῥαθυμίαν ὑπὲρ ἡμᾶς, φέρε πρὸς τῆν κρηπίδα τούτων αὖθις ἐπανελθόντες, ἔτι περὶ πένθους ὀλίγα τινὰ διαλάβωμεν. Ἔπεται δὴ τοῦτο καὶ πᾶσι τοῖς εἴδεσι τῆς ἀκουσίου καὶ κατὰ κόσμον πτωχείας. Πῶς γὰρ οὐκ ἂν λυποῖτο καὶ ὁ χρημάτων ἐνδεής καὶ ὁ λιμώττων ἀκουσίως καὶ ὁ καταπονούμενός τε καὶ ἀτιμαζόμενος; ἀλλὰ τοῦτ᾽ ἀπαράκλητόν ἐστι τὸ πένθος, καὶ μάλιστ᾽ ἐφ᾽ ὅσον ἐπιτείνεται τὰ τῆς πτωχείας· μᾶλλον δὲ ἐφ᾽ ὅσον ἀπέχει τῆς ἀληθινῆς γνώσεως ὁ πάσχων· οὗτος γὰρ μὴ τῷ λόγῳ τὰς ἐκ τῆς αἰσθήσεως ἡδονάς τε καὶ ὀδύνας ὑποτάττων, ἀλλὰ μᾶλλον αὐταῖς ἐκεῖνος τῇ τοῦ λόγου παραχρώμενος δεινότητι, καὶ αὐτὰς ἐπ᾽ οὐδενὶ κέρδει αὔξει, ὡς μὴ ὤφελε, μᾶλλον δὲ καὶ ἐπὶ ζημίᾳ τῇ μεγίστῃ, σημεῖον γὰρ καὶ ἔλεγχον καθ᾽ ἑαυτοῦ προβάλλεται σαφῆ τοῦ μὴ βεβαίως τῷ τοῦ Θεοῦ Εὐαγγελίῳ καὶ τοῖς πρὸ αὐτοῦ Προφήταις καὶ τοῖς μετ᾽ αὐτὸν δι᾽ αὐτοῦ μαθητευθεῖσι καὶ ἀποσταλεῖσιν εὐαγγελίσασθαι διὰ πτωχείας τὸν ἀδαπάνητον πλοῦτον· δι᾽ εὐτελείας, τὴν ἀπόρρητον δόξαν· δι᾽ ἐγκρατείας, τὴν ἀνώδυνον τρυφήν· διὰ καρτερίας τῶν ἐπερχομένων πειρασμῶν τὴν ἀπαλλαγὴν τῆς ἀποκειμένης αἰωνίου στενοχωρίας τε καὶ θλίψεως, τοῖς τόν ἀνειμένον ἠγαπηκόσιν ἐνταῦθα βίον, καὶ μὴ διὰ τῆς στενῆς καὶ τεθλιμμένης πύλης καὶ ὁδοῦ προελθεῖν εἰς ζωὴν προηρημένοις· καλῶς ἄρ᾽ εἶπεν ὁ Ἀπόστολος Παῦλος· ὅτι ἡ λύπη ἡ κατὰ κόσμον, θάνατον ἀπεργάζεται· καὶ διὰ τοῦ λόγου γὰρ ἐφάνη, ἁμαρτία οὖσα πρὸς θάνατον· εἰ δὲ ἡ ὄντως ζωή, τῆς ψυχῆς φῶς ἐστι θεῖον, ἀπὸ τοῦ κατὰ Θεὸν πένθους προσγινόμενον, ὡς ἀνωτέρω ὑπὸ τῶν Πατέρων εἴρηται, καὶ ὁ τῆς ψυχῆς θάνατος, σκότος ἔσται πονηρόν, ὑπὸ τῆς κατὰ κόσμον λύπης τῇ ψυχῇ προσγινόμενον· σκότος ἐκεῖνο, περὶ οὖ φησιν ὁ Μέγας Βασίλειος· ὅτι ἡ ἁμαρτία, ἐν τῇ ἀπολείψει τοῦ καλοῦ τὴν ὕπαρξιν ἔχουσα, σκότος τυποῦται τοῖς ἀδικήμασι νοερόν· ἀλλὰ καὶ Μάρκος ὁ θεῖος· ὁ τοῖς πονηροῖς λογισμοῖς, φησί, περιεχόμενος, πῶς ἴδῃ τὴν ὑπὸ τούτων καλυπτομένην ἁμαρτίαν ἐνυπόστατον, ἥτις ἐστι σκότος, καὶ ὁμίχλη ψυχῆς, ἐξ ἐννοιῶν πονηρῶν, καὶ λόγων, καὶ πράξεων ἐμπεσοῦσα; ὁ δὲ ταύτην μὴ θεασάμενος τὴν περιεκτικὴν ἁμαρτίαν, πότε δεηθεὶς περὶ αὐτῆς καθαρισθήσεται; ὁ δὲ μὴ καθαρισθείς, πῶς εὕρῃ τὸν τόπον τῆς καθαρᾶς φύσεως; ὁ δὲ τοῦτον μὴ εὑρὼν, πῶς ἴδῃ τὸν ἐνδότερον οἶκον τοῦ Χριστοῦ; χρὴ τοίνυν κροῦσαι, διὰ προσευχῆς παραμένοντας, καὶ ζητῆσαι τὸν οἶκον τοῦτον· οὐ μόνον κτήσασθαι, ἀλλὰ καὶ φυλάξαι· εἰσὶ γὰρ οἱ καὶ μετὰ τὸ λαβεῖν ἀπολέσαντες· ψιλὴν γὰρ αὐτῆς γνῶσιν, ἢ συμβατικὴν πεῖραν, ἴσως καὶ ὀψιμαθεῖς καὶ νέοι κατέχουσι· τὴν δὲ μεθ᾽ ὑπομονῆς παράμονον ἐργασίαν, μόλις τῶν γερόντων οἱ εὐλαβεῖς, καὶ πολύπειροι, τούτοις ὁμόλογος καὶ Μακάριος, ὁ τὴν γνῶσιν οὐράνιος· καὶ πᾶς ὁ τῶν ὁσίων χορός· ἀλλ᾽ ὥσπερ τὸ σκότος τοῦτο, ἐκ τῶν παραπτωμάτων πάντων λαμβάνει τὴν ὕπαρξιν, οὕτω τὴν κατὰ κόσμον λύπην ἐξετάσας, εὑρήσεις ἐκ τῶν παθῶν πάντων, καὶ γεννωμένην· οὐκοῦν εἰκόνα φέρει, καὶ οἷον ἀπαρχὴ καὶ προοίμιον καὶ ἀρραβών ἐστι τοῦ προσγενήσεσθαι μέλλοντος ἀλήκτου πένθους, τοῖς τὸ μακαρισθὲν ὑπὸ τοῦ Κυρίου πένθος μὴ προελομένοις· ὃ μὴ μόνον φέρει κέρδος τὴν παράκλησιν, καρποφοροῦν τὸν ἀρραβῶνα τῆς αἰωνίου εὐφροσύνης, ἀλλὰ καὶ ἀσφαλίζεται τὴν ἀρετήν, ἄτρεπτον ἐπὶ τὰ χείρω τὴν ψυχὴν ἀπεργαζόμενον· πτωχεύσας γάρ τις, καὶ ταπεινωθείς, καὶ τῆς κατὰ Θεὸν εὐτελείας ἀντιπεποιημένος, ἂν μὴ προκόψας ἐπὶ τὸ βέλτιον προσκτήσηται τὸ πένθος, εὐπερίτρεπτός ἐστι καὶ εὐχερής, πρὸς ἃ καταλέλοιπεν ἐπανελθεῖν τῇ γνώμῃ· ποθῶν αὖθις ἃ παρῆκε τὴν ἀρχήν, καὶ συνιστὰς παραβάτην ἑαυτόν· ἂν δὲ παραμένων καὶ προσέχων τῇ πρὸς τὴν μακαριστὴν πτωχείαν διαθέσει, τὸ πένθος ἐμποιήσῃ ἑαυτῷ, ἀκλινὴς πρὸς τὰ ὀπίσω γίνεται, μὴ παλινδρομῶν κακῶς, ὅθεν ἔφυγε, καλῶς ποιῶν· ἡ γὰρ κατὰ Θεὸν λύπη, καθά φησιν ὁ Ἀπόστολος, μετάνοιαν ἀμεταμέλητον ἀπεργάζεται τῇ ψυχῇ πρὸς σωτηρίαν· διὸ καί τις τῶν Πατέρων ἔλεγεν ὅτι τὸ πένθος ἐργάζεται καὶ φυλάσσει· καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ ἀπὸ τοῦ πένθους κέρδος, ὅτι σχεδὸν ὁ ἄνθρωπος ἀκίνητος γίνεται πρὸς τὸ κακὸν καὶ πρὸς τὰ προημαρτημένα ἀπερίτρεπτος, ἀλλὰ καὶ ἐκεῖνα, ὡς μὴ γεγονότα διατίθησιν· ἐπεὶ γὰρ δι᾽ ἐκεῖνα τὴν ἀρχὴν πενθεῖ ὁ ἄνθρωπος, ὡς ἀκούσια τούτῳ ταῦτα λογίζεται παρὰ τῷ Θεῷ· τὰ δὲ ἀκούσια οὐχ ὑπεύθυνα· καθάπερ γὰρ ὁ ἐπὶ πενίᾳ πενθών, οὐχ ἑκούσιον ταύτην ἑαυτῷ τροσμαρτυρεῖ· διὸ καὶ μετὰ τῶν πλουτεῖν ποθούντων ἢ πλουτούντων, ταῖς τοῦ διαβόλου παγίσιν ἐμπεσεῖται, κἂν μὴ μεταβαλὼν διαδρᾶναι σπεύσῃ τὰς παγίδας ταύτας, τῇ αἰωνίῳ κολάσει τούτῳ συμπαραπεμφθήσεται, οὕτως ὁ ἁμαρτὼν εἰς τὸν Θεόν, ἂν ἐπὶ τοῖς ἁμαρτήμασι διατελῇ πενθῶν, ὡς οὐχ ἑκούσια δικαίως αὐτῷ λογισθήσεται τὰ ἁμαρτήματα καὶ μετὰ τῶν μὴ ὡσαύτως ἁμαρτόντων ἀπροσκόπως βαδιεῖται, τὴν πρὸς ζωὴν φέρουσαν αἰώνιον· τῆς μὲν οὖν ἀρχῆς τοῦ πένθους, ἥτις κατώδυνος ἐστιν, ὡς καὶ τὸν τοῦ Θεοῦ φόβον συνημμένον κεκτημένη, τοῦτό ἐστι τὸ κέρδος.
Προϊὸν δὲ τῇ τοῦ Θεοῦ ἀγάπῃ θαυμαστῶς συνάπτεται· καὶ τὴν γλυκερὰν καὶ ἱερὰν παράκλησιν καρποῦται τῆς τοῦ Παρακλήτου χρηστότητος, γενομένου τοῦ τῷ πένθει ποιωθέντος· ἢ τοῖς μὴ πειραμένοις σχεδὸν ἀνήκουστός ἐστιν, ὡς ἄρρητος· εἰ γὰρ γλυκύτητα μέλιτος, οὐδεὶς ἀναγγελεῖ τοῖς μὴ γευσαμένοις, πῶς ἄρα τῆς ἱερᾶς ἐκ Θεοῦ χαρᾶς καὶ χάριτος τὴν ἡδονήν, τοῖς μὴ πεπειραμένοις διηγήσεταί τις; οὐ μήν, ἀλλ᾽ ἔοικεν ἡ μὲν ἀρχὴ τοῦ πένθους, οἷόν τις εἶναι Θεοῦ μνηστείας ζήτησις· σχεδὸν δοκσύσης ἀνεφίκτου· διὸ καί τινες, οἷον προμνηστικοὶ κινοῦνται λόγοι, παρὰ τῶν διὰ τὴν ἐπιπόθησιν πενθούντων πρὸς τὸν ἀσυνδίασον, νυμφίον· κοπτόντων ἑαυτούς, καὶ σὺν ὀλολυγῇ καλούντων, ὡς οὐ παρόντα, μηδὲ παρεσόμενον ἴσως· τὸ δὲ τοῦ πένθους τέλος, νυμφικῇ ἐν ἁγνείᾳ συνάφεια τελείᾳ· διόπερ ὁ Παῦλος μέγα μυστήριον ἀποκαλέσας, τὴν πρὸς μίαν σάρκα τῶν ὁμοζύγων συνδρομήν· ἐγὼ δὲ τοῦτο λέγω, φησίν, εἰς Χριστόν, καὶ εἰς τὴν Ἐκκλησίαν· ὡς γὰρ ἐκεῖνοι μία σάρξ, οὕτω πνεῦμα ἓν μετὰ τοῦ Θεοῦ, οἱ τοῦ Θεοῦ, εἰσιν, ὡς ἀλλαχοῦ σαφῶς πάλιν εἶπεν ὁ αὐτός, ὅτι ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι. Ποῦ εἰσιν οἱ λέγοντες κτιστὴν χάριν τὴν ἐνοικοῦσαν τοῖς Ἀγίοις τοῦ Θεοῦ; γνώτωσαν εἰς αὐτὸ τὸ πνεῦμα βλασφημοῦντες, τὸ μετὰ τῶν ἁγίων ἐν τῇ μεταδόσει γεγονός· ἡμεῖς δὲ τοῦ προκειμένου καὶ ἕτερον ἐμφανικώτερον παράδειγμα προθῶμεν· ἡ μὲν γὰρ ἀρχὴ τοῦ πένθους τῇ ἐπιστροφῇ τοῦ ἀσώτου ἔοικε· διὸ καὶ κατηφείας ἐμπιπλᾶ τὸν ἐργάτην ἑαυτῆς καὶ τοὺς λόγους ἐκείνους ἀναπείθει λέγειν· Πάτερ ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· τὸ δὲ τέλος αὖθις ἔοικε, τῇ τοῦ ἀνωτάτω Πατρὸς προῦπαντήσει τε, καὶ συμπλοκῇ· ἐν ᾗ τῷ πλούτῳ τῆς ἀνεικάστου εὐσπλαγχνίας ἐντυχών, καὶ πολλῆς χαρᾶς, καὶ παρρησίας δι᾽ αὐτὴν ὁ υἱὸς ἐπιτυχών, ἐφιλεῖτό τε, καὶ ἀντεφίλει· καὶ συνεισελθών, συνειστιᾶτο τῷ Πατρί, τῆς οὐρανίου συναπολαύων εὐφροσύνης· ἀλλὰ δεῦτε καὶ ἡμεῖς ἐν μακαριστῇ πτωχείᾳ τροστέσωμεν, καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ Θεοῦ ἡμῶν· ἵνα καὶ τὰ προημαρτημένα ἀπολείψωμεν, καὶ πρὸς τὴν κακίαν ἀκινήτους ἑαυτοὺς ποιήσωμεν, καὶ τοῦ Παρακλήτου ἐπιτύχωμεν, ἐν αὐτῷ παρακαλούμενοι, καὶ αὐτῷ τὴν δόξαν ἀναπέμποντες, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ μονογενῇ Υἱῷ, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.