Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2

St Macarius the Great, 4. Σύντομος βιογραφία

ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ
ΤΟΥ ΑΓΙΟΥ
ΜΑΚΑΡΙΟΥ
ΤΟΥ ΑΙΓΥΠΤΙΟΥ

Ὁ Ἐν Ἁγίοις Πατὴρ ἡμῶν Μακάριος ὁ Αἰγύπτιος, ὁ τὴν τοῦ Μεγάλου ἔχων ἐπίκλησιν, ἦν ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ Μεγάλου, ἐν ἔτει τριακοσιοστῷ ἑβδομηκοστῷ ἀπὸ Χριστοῦ· ὃς, ὑπερβολικοῖς πόμοις ἀσκήσεως, τοῦ Μονήρους βίου τύπος καὶ παράδειγμα χρηματίσας, καὶ εἰς ἄκρον ἐκπαιδευθεὶς τὰς θείας γραφάς, λόγους πολυειδεῖς συνεγράψατο, ψυχικῆς ὠφελείας, καὶ θεοσοφίας πεπληρωμένους τοῦ Πνεύματος· πεντήκοντα δ᾽ οὗτοι πάντες εἰσίν· οὓς Συμεὼν ὁ Μεταφραστής, ὁ ἐπὶ Βασιλείου τοῦ Μακεδόνος, κατὰ τὸ ὀκτακοσιοστὸν ἑξηκοστὸν ἔτος ἀκμάσας, τῆς ἐν αὐτοῖς κοινωφελοῦς διδασκαλίας, καὶ πνευματικῆς σοφίας ἀποθαυμάσας, μετέφρασεν, εἰς πεντήκοντα καὶ ἑκατὸν κεφάλαια διελὼν διὰ τὸ εὐσύνοπτον· καὶ τῷ θελκτηρίῳ καὶ ἐπαγωγῷ τῆς καλῆς ἐκείνης γλώττης, καὶ τῇ εὐφραδείᾳ τῶν Ἀττικῶν χαρίτων καταγλαΐσας, γλυκυτέρους μέλιτος παρεσκεύασε ταῖς τῶν ἐντυγχανόντων ἀκοαῖς· ἵν᾽ ὥσπερ τῷ ὕψει τῶν νοημάτων, καὶ τῷ ἠθικῷ τῆς διδασκαλίας πολλῶν εἰσὶ διαφέροντες, οὕτω καὶ τῷ κάλλει τῆς φράσεως, καὶ τῇ τῶν σχημάτων γοργότητι, οὐδενὸς ἑτέρου καθυστερίζωσι, κἀκ τούτων ἄρα καὶ τὰς καρδίας τῶν ἐγκυπτόντων τῇ γλυκυτάτῃ τῆς συνθήκης ἠχολογίᾳ κατακηλοῦντες, μετ᾽ εὐχαριστίας ἁπάσης ἀναγινώσκωνται.

· Contents ·