Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2
St Kallistos the Patriarch, Τοῦ Μακαρίου Καλλίστου τοῦ Πατριάρχου Κεφάλαια περὶ προσευχῆς…
ΤΟΥ ΜΑΚΑΡΙΟΥ
ΚΑΛΛΙΣΤΟΥ
ΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ
ΚΕΦΑΛΑΙΑ
ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ
Εἰ βούλει μαθεῖν τὴν ἀλήθειαν, μίμησαι ὡς ἐκ παραδείγματος τὸν κιθαρωδόν· κάτωθεν μὲν γὰρ ἐκεῖνος ὑποκλίνει τὴν κεφαλήν, καὶ τὴν ἀκοὴν προσερείδων τῷ ἄσματι ὑποσείει τὸ πλῆκτρον διὰ τῆς χειρός· καὶ ἅμα τῶν χορδῶν τεχνικῶς συγκρουομένων ἀλλήλοις, ἡ κιθάρα τὸ μέλος ἐκπέμπει· καὶ ὁ κιθαρωδὸς ἅλλεται τῇ τοῦ μέλιτος γλυκύτητι.
Ἔστω σοι, ὦ φιλοπονώτατε τοῦ ἀμπελῶνος ἐργάτα, σαφὲς τὸ παράδειγμα, καὶ μὴ ἀπίστει· νήφων γὰρ ἐκεῖθεν ὡς ὁ κιθαρωδός, πρὸς τὸ βάθος δηλονότι τῆς καρδίας, ρᾳδίως ἕξεις τὸ ζητούμενον, ψυχὴ γὰρ ἕρωτι θείῳ ἁλοῦσα κατάκρας, στραφῆναι εἰς τὰ ὀπίσω οὐ δύναται· ἐκολλήθη γάρ, φησιν ὁ θεῖος Δαβίδ· ἡ ψυχή μου ὀπίσω σου.
Κιθάραν νόει μοι τὴν καρδίαν, ἀγαπητέ· χορδὰς δὲ τὰς αἰσθήσεις· πλῆκτρον δὲ τὴν διάνοιαν, ἥτις διὰ τοῦ λογικοῦ, κινεῖ τὸ πλῆκτρον ἐνδελεχῶς, ὅπερ ἐστὶν ἡ τοῦ Θεοῦ μνήμη, ἐξ ἧς ἡδονή τις ἄρρητος τῇ ψυχῇ ἐπιγίνεται, καὶ τῷ καθαρῷ νοὶ τὰς θείας αὐγὰς ἐνοπτρίζεται.
Ἐὰν μὴ τὰς αἰσθήσεις τοῦ σώματος μύσωμεν, οὐκ ἂν τὸ ἁλλόμενον ὕδωρ ἐν ἡμῖν ἀναβλύσοι, ἃ ὁ Κύριος τῇ Σαμαρείτιδι ἐκείνῃ ἐχαρίσατο, ζητοῦσα γὰρ τὸ αἰσθητὸν τοῦτο ὕδωρ, τὸ τῆς ζωῆς εὗρεν εἰς ἑαυτὴν ἔνδον ἀλλόμενον· ὡς γὰρ ἡ γῆ κατὰ φύσιν ἔχει τὸ ὕδωρ, καὶ ἅμα προχέει, οὕτω καὶ ἡ γῆ τῆς καρδίας κατὰ φύσιν, ἔχει τοῦτο ἁλλόμενον καὶ πηγάζον· οἱονεὶ τὸ πατρικὸν φῶς, ὅπερ ὁ Ἀδὰμ ἐκεῖνος διὰ τῆς παρακοῆς προσαπώλεσε.
Καθάπερ ἐκ πηγῆς ἀεννάου, τὸ ὕδωρ, οὕτω καὶ τὸ ζῶν καὶ ἁλλόμενον ὕδωρ ἀπὸ τῆς ψυχῆς ἀναβλύζει· ὅπερ δὴ καὶ ἐν τῇ τοῦ θεοφόρου ἀνδρὸς Ἰγνατίου ψυχῇ ἐνοικοῦσαν, παρεσκεύαζε λέγειν αὐτόν, οὐκ ἔστιν ἐν ἐμοὶ πῦρ φιλοῦλον· ἀλλ᾽ ὕδωρ ἐστὶν ἐνεργοῦν καὶ λαλοῦν. Ἔοικεν αὕτη ἡ μακαρία δὲ μᾶλλον· ἡ νοερὰ φημὶ νῆψις τῆς ψυχῆς, ὕδατι ἁλλομένῳ, καὶ πηγάζοντι ἐκ τοῦ βυθοῦ τῆς καρδίας, καὶ τὸ μὲν ἐκ τῆς πηγῆς ὕδωρ ἀναδιδόμενον, τὴν πηγὴν πλήρη ποιεῖ· τὸ δὲ ἁλλόμενον ἐκεῖθεν ἐκ τῆς καρδίας, καὶ ὡς εἰπεῖν ἀεικινήτως κινούμενον διὰ τοῦ Πνεύματος, ὅλον τὸν ἔσω ἄνθρωπον πλήρη ποιεῖ δρόσου θείας, καὶ πνεύματος· τὸν δὲ ἔξω, πύρινον ἀπεργάζεται. Νοῦς καθαρθεὶς ἐκ τῶν ἔξωθεν, καὶ τὰς αἰσθήσεις ὁλικῶς ὑποτάξας διὰ τῆς πρακτικῆς ἀρετῆς, ἀκίνητος μένει· καθάπερ ὁ οὐράνιος ἄξων· ὡς πρὸς κέντρον ἀφορῶν τὸ τῆς καρδίας βάθος· καὶ ἡγεμονεύων τῆς κεφαλῆς, ἀποβλέπει ἐκεῖσε, βολίδας ἔχων οἱονεὶ τὰς τῆς διανοίας αὐγάς, ἀρυομένας ἐκεῖθεν τὰ θεῖα νοήματα, καὶ ὑποτάσσων τὰς αἰσθήσεις ἁπάσας τοῦ σώματος. Μηδεὶς ἀκούων, τῶν ἀμυήτων, ἦ δεομένων γάλακτος, ἄψοιτο τῶν τοιούτων ἀπηγορευμένων, ἐν οὐ καιρῷ· τοὺς γὰρ τοιούτους οἱ θεῖοι Πατέρες πρὸ τοῦ καιροῦ ζητήσαντας, καὶ οἱονεὶ πρὸς τὸν τῆς ἀπαθείας λιμένα σπουδάζοντας εἰσελθεῖν, οὐ μετὰ τοῦ προσήκοντος, ἔκστασιν φρενῶν ἐνόμισαν τὸ τοιοῦτον· καὶ πλέον οὐδέν· ἀδύνατον γὰρ τὸν μὴ εἰδότα γράμματα ἐν δέλτῳ μελετᾶν. Τὸ κινηθὲν ἐξ ἀγῶνος ἐν τῇ ψυχῇ ὑπὸ τοῦ θείου πνεύματος, γαλήνην ἐκτελεῖ τὴν καρδίαν· κράζον, Ἀββᾶ ὁ Πατήρ· ἀλλ᾽ ἐκεῖνο μὲν ἀσχημάσιστον ἢ καὶ ἄμορφον· ἡμᾶς δὲ μετασχηματίζει τῇ αἴγλῃ τοῦ θείου φωτός, καὶ μορφοποιεῖ ὡς εἰκός; ἅμα τῇ πυρώσει τοῦ θείου πνεύματος· ἀλλὰ καὶ ἀλλοιοῖ, καὶ μεταμείβει ὡς μόνος οἶδεν αὐτός, τῇ θεϊκῇ ἐξουσίᾳ.
Νοῦς καθαρθεὶς διὰ τῆς νήψεως, ῥαδίως σκοτίζεται, εἰ μὴ τῇ συνεχεῖ μνήμῃ τοῦ Ἰησοῦ ἀπασχολεῖται πάντη τῶν ἔξωθεν· ὁ δὲ τὴν πρακτικὴν συναρμόσας τῇ θεωρίᾳ, οἱονεὶ τῇ τοῦ νοὸς τηρήσει, ψόφους οὐκ ἀπαναίνεται κτύπους ἀνάρθρους, ἢ καὶ ἐνάρθρους οὐκ ἀποσείεται· τρωθεῖσα γὰρ ἡ ψυχὴ τῷ θείῳ ἔρωτι τοῦ Χριστοῦ, ὡς ἀδελφιδῷ τούτῳ γε κατακολουθεῖ.
Στῆσαι μὲν τὰ τῆς σαρκὸς πάθη, καὶ τὰ σκιρτήματα τοὺς ἐν κόσμῳ διατρίβοντας· ἢ καὶ σὺν λόγῳ σχολάζειν, κατὰ τό, σχολάσατε, καὶ γνῶτε, εἰκὸς εἶναι γενέσθαι· ἐξαλεῖψαι δὲ ἢ ἀφανίσαι ἀδύνατον· ὁ δὲ ἐρημικὸς βίος, σαφῶς ἐκριζοῦν οἶδεν αὐτά.
Ἐπὶ τοῦ ἁλλομένου ὕδατος, τὸ μὲν ὀξυτέραν ἔχει τὴν κίνησιν· τὸ δὲ γαλήνην, καὶ βραδυτέραν· τὸ μὲν οὖν πρότερον, οὐδὲ θολωθῆναι ῥαδίως δύναται, διὰ τὸ τῆς κινήσεως τάχος· εἰ δὲ καὶ πρὸς μικρὸν θολωθείη, ῥᾷον αὖθις καθαίρεται· ἅτε δὴ τοιαύτην ἔχον τὴν κίνησιν· ἐπειδὰν δὲ τὸ ῥεῦμα τοῦ ὕδατος ἐλαττωθὲν, σμικρότατον γένηται· οὐ μόνον θολοῦται, ἀλλὰ σχεδὸν καὶ ἀκίνητον μένει· δεῖται γάρ τινος ἀνακαθάρσεως, ὡς εἰπεῖν καὶ κινήσεως.
Τοῖς μὲν εἰσαγωγικοῖς καὶ ἡθικοῖς καὶ πρακτικοῖς ὁ δαίμων διὰ ψόφων ἀνάρθρων ἢ καὶ ἐνάρθρων ἐπεισέρχεται· τοὺς δὲ περὶ τὴν θεωρίαν, φαντασίας τινὰς εἰδωλοποιεῖ· ὡς δοκεῖν χρωματίζειν τὸν ἀέρα, δίκην φωτός· πότε δὲ καὶ ὡς πῦρ ταύτας προσφέρει· ἵνα διὰ τῆς ἐναντίας μοίρας ἀποπλανήσῃ τὸν τοῦ Χριστοῦ ἀθλητήν.
Εἰ βούλει μαθεῖν πῶς δεῖ προσεύχεσθαι, σκόπει τὸ τέλος τῆς προσοχῆς ἢ καὶ τῆς προσευχῆς, καὶ μὴ ἀπατῶ· ταύτης γὰρ τὸ τέλος, ἀγαπητέ, κατάνυξίς ἐστι διηνεκής, συντριβὴ καρδίας, ἀγάπη πρὸς τὸν πλησίον, τὸ δὲ ἐναντίον πρόδηλον· ἐπιθυμίας λογισμὸς· καταλαλιᾶς ψιθυρισμός, μῖσος πρὸς τὸν πλησίον καὶ ὅσα τούτοις παρόμοια.