Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2
St Kallistos the Patriarch, Τοῦ Μακαρίου Καλλίστου τοῦ Πατριάρχου τὰ ἐλλείποντα Κεφάλαια.
ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΚΑΙ ΑΟΙΔΙΜΟΥ
ΚΑΛΛΙΣΤΟΥ
ΠΑΤΡΙΑΡΧΟΥ
ΤΑ ΕΛΛΕΙΠΟΝΤΑ ΚΕΦΑΛΑΙΑ.
ΟΤΙ Ο ΕΙΡΗΜΕΝΟΣ ΠΑΡΑΔΕΙΣΟΣ ΕΙΚΩΝ ΤΟΥ ΑΝΘΡΩΠΟΥ.
Ὥσπερ τὰ φαινόμενα, τῶν μὴ φαινομένων τοῦ ἀνθρώπου, εἰκόνες ἐμφερεῖς, οὕτως ἐφαμίλλως καὶ ὁ παράδεισος κατ᾽ ἀνατολὰς παρὰ τοῦ Θεοῦ μετὰ σοφίας περικαλλέστατος ἐν ἐδὲμ φυτευθείς, εἰκών ἐστιν ἐν τῷ ἔσω ἀνθρώπῳ, γῆν μὲν ἔχοντι τὴν ἰδίαν καρδίαν, φυτὰ δέ, ἅπερ φυτεύειν ἔχει βουλόμενος ὁ κατ᾽ εἰκόνα Θεοῦ δημιουργηθεὶς νοῦς, τὰ περὶ Θεὸν θεωρήματα καὶ θεῖα νοήματα, καὶ δὴ καὶ θεοπρεπεῖς ἐμφάσεις, πολλὰ καὶ διάφορα· ποικίλην ἔχοντα καὶ ἰδέαν καὶ ὀσμὴν πνευματικήν, προσθήσω δ᾽ ὅτι καὶ τροφὴν καὶ ἀπόλαυσιν, καὶ μέν γε ἡδονήν· τοῦτο γὰρ τὸ ἐν ἐδὲμ δηλοῖ, ὅ ἐστιν ἡ καρδία τρεφομένη πεφυκότως, καὶ ἡδονὴν τὰ θεῖα καὶ ἀπόλαυσιν ἔχουσα περιφανῶς. Καὶ κατὰ ἀνατολὰς μὲν αἰσθητὰς ἡλίου, ὅ γε αἰσθητὸς ὁ μέντοι γε ἐν ἀνθρώπῳ νοητός, κατὰ φωτισμοὺς γνώσεως ἡλίου τοῦ νοητοῦ. Καρδία γὰρ κατὰ τοὺς πατέρας, φωτὸς γνώσεως ἀμοιροῦσα, φέρειν θεῖα νοήματα καὶ θεωρήματα καὶ ἐμφάσεις θεοπρεπεῖς, καὶ ὅλως θείων ἐννοιῶν πεπληρῶσθαι τῶν τε ἁπλουστέρων καὶ τῶν τελειοτέρων, ὡς εἶναι καινοφανῆ τινα παράδεισον ὑπερκόσμιον, τῷ ὄντι ἀμηχανεῖ· ἀλλ᾽ οὐδὲ δίχα ὑδάτων παράδεισος καὶ ὁ τυχὼν φέρειν ἔχει εὐθαλῆ τὰ φυτὰ καὶ ὡς εἰκὸς κάρπιμα. Ἐντεῦθεν, ἐν μὲν τῷ ἐν ἐδὲμ παραδείσῳ πηγὴ ἐκ μέσου ἀναδιδομένη ὁρᾶται, διαιρουμένη εἰς ἀρχὰς τέτταρας, καὶ τὸ τῆς γῆς γιγνομένως ποτίζουσα πρόσωπον οὕτως, ὡς ἐκεῖ γέγραπται· ἐν τῷ ἀνθρώπῳ δέ, πηγὴ ὕδατος ζῶντος ἡ τοῦ ἁγίου Πνεύματος ζωοποιὸς κίνησις, περὶ οὗ ἔφθη εἰρηκὸς ὁ Κύριος, «Τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, γενήσεται αὐτῷ πηγὴ ὕδατος ζῶντος καρδιόθεν ὡς ἐξ ἐδέμ τινος ἀναδιδομένη θαυμαστῶς, καὶ σχιζομένη εἰς τὴν φρόνησιν, σωφροσύνην, δικαιοσύνην, καὶ ἀνδρίαν, οὔσας ἀρχὰς τέτταρας· ἐξ ὧν ξύμπασα ἐξῆπται θεοειδὴς ἀρετή. Διὸ καὶ ποτίζειν ἐξ ἀκολούθου διὰ τούτου εἴρηται ξύμπαν τὸ τῆς γῆς, εἰ δὲ βούλει, καρδίας πρόσωπον, ἤγουν τὴν ἐνέργειαν, πρὸς αὔξην καὶ βλάστην δηλονότι, καὶ φορὰν καρπῶν ἐκλεκτῶν θείων ἀρετῶν. Θαῦμά ἐστι καὶ ἡδὺ καὶ χαρίεν τὰ ἀκόλουθα διανοηθῆναι, ἅπερ ἔνεστι τῇ πηγῇ, εἰκονιζούσῃ τὴν ἀπὸ μέσου καρδίας ὑπερφυᾶ τοῦ ζωοποιοῦ πνεύματος κίνησιν καὶ ἐνέργειαν, ὡς διείληπται. Οὐκ ἔστι τῆς φύσεως τῶν φυτῶν, ἢ τῆς γῆς ἡ πηγή· ἐπεὶ παρὰ τὴν πηγὴν τὰ τοιαῦτα ἕτερα, πρὸς πάντα οὐκ εὐαρίθμητα ἀρκεῖν τὸ ὕδωρ φυτὰ ποτίζον, καὶ πιαῖνον, καὶ συναιρόμενον οὐ μετρίως, ἓν ὄν, τὰ πολλὰ ἐκεῖνα, τὰ πρὸς ἄλληλα καί τοι διαφέροντα τόσον, ὡς καὶ ἐναντίας εἶναι τινὰ τούτων κράσεως· ταῦτα μὲν ξηρᾶς, ἄλλα δὲ ὑγρᾶς· ἐκεῖνα θέρμης καὶ ἕτερα ψυχρᾶς· πρὸς πάντα μέν τοι τὰ οὕτω διάφορα ἡ πηγὴ ἐκείνη κινουμένη, ὡς ἔφθην εἰρηκώς, τὸ ἓν καὶ μονοειδὲς προβάλλεται συνεργοῦν τὰ μέγιστα, καὶ σχιζόμενον εἰς ἀρχὰς τέτταρας, οὕτω ποιεῖ φυτῷ παντὶ τὰ ἀνήκοντα· οὐκ ἔστι τῆς φύσεως τῶν ἐν ἡμῖν, εἴτε ἀρετῶν θέλοι τις λέγειν, εἴτε μὴν γνώσεως καὶ θεωρίας τῆς κατ᾽ αὐτήν, ἀλλ᾽ οὐδ᾽ ἄρα τῆς καρδίας ἡμῶν, ἡ τοῦ ζωοποιοῦ θεία καὶ ὑπερφυὴς ἔλλαμψις καὶ ἀείβλυτος κίνησις καὶ ἐνέργεια· κατὰ χάριν δὲ πιστοῖς δεδωρημένη, ἔσωθεν πρόεισι τῆς καρδίας διηνεκῶς καὶ ξενότροπα ἴσα καὶ πηγὴ εἰς τέτταρας, ὃ καὶ προὔφην, περιφανῶς σχιζομένη ἀρετάς, καὶ ταύταις βοηθεῖ τὰ μάλιστα, καὶ ἐφεξῆς ταῖς ἁπάσαις ἓν ὕδωρ ὅν· αὐτίκα γὰρ ᾗ πνεῦμα, συνεργεῖ τῇ φρονήσει· ᾗ δὲ γνῶσις, συναίρεται τῷ μετόχῳ τῆς δικαιοσύνης· σωφρονισμὸς πάλιν καὶ δύναμις ὠνομασμένον, ἅτε ὂν τὴν ἐνέργειαν, καὶ μακρόθεν δήπουθεν, δηλοῖ πρὸς σωφροσύνην, καὶ δὴ καὶ ἀνδρίαν συνεργοῦν γιγνομένως· ἀγάπης δὲ καὶ σοφίας Παῦλος καὶ Ἡσαίας μάρτυρες σφόδρα ἱκανοί, ὁ μὲν διαρρήδην διαγορεύων «ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν»· Ἡσαίας δὲ ταῖς ἑπτὰ τοῦ Πνεύματος ἐνεργείαις τὸ πνεῦμα τῆς σοφίας ἐνάριθμον ἐκφανῶς ποιούμενος. Οὐ μόνον δὲ τῇ ἀγάπῃ τὸ Πνεῦμα συνεργεῖ, ἀλλὰ καὶ πνεῦμα γίνεται ζήλου, τρόπῳ γέ τῳ ἀντικρὺ τῆς ἀγάπης κειμένου, ὅσον ὅτι ἡ ἀγάπη καλύπτει πλῆθος ᾗ γέγραπται ἁμαρτιῶν. Ζῆλος δὲ πρὸς ἐλέγχους, ἔσθ᾽ ὅτε καὶ φόνους χωρεῖ, καὶ τοῦτο εἴποιεν ἂν Ἡλίας ὁ μέγας προφήτης καὶ τοῖος φίλος Θεοῦ, τοσούτους ἱερεῖς τῆς αἰσχύνης μαχαίρας ἔργον πεποιηκώς· καὶ Φινεὲς πρότερον τὴν Μαδιανῖτιν τῷ Ἰσραηλίτῃ συνεκκεντήσας· καὶ πρὸ τούτων αὐτὸς ὁ τοῦ παλαιοῦ πανίερος νομοθέτης Μωσῆς πολλάκις ζήλῳ πολλοὺς φόνῳ παραδούς, καὶ ταῦθ᾽ ὑπὸ ἐμφιλίων ἀνδρῶν. Ἐν μὲν τοῖς πραττομένοις ἡ γνῶσίς ἐστι τὸ κράτιστον, ἐν δ᾽ ἄρα τοῖς θεωρουμένοις ἡ ὑπὲρ νοῦν ἄγνοια, ταῦτα δὲ χωρὶς πνεύματος τῆς ἀληθείας, καὶ χωρὶς πνεύματος γνώσεως ἐν ψυχῇ τελεσθῆναι δεόντως ἀδύνατον· ἡ μέντοι γε χαρὰ τῆς καρδίας, καὶ ἡ κατάντικρυ χαρᾶς λύπη, περιφανῶς τοῦ πνεύματος ἐνεργήματα· «ὁ γὰρ καρπὸς τοῦ πνεύματος», ἀκούεις λεγούσης τῆς Γραφῆς, ὅτι χαρά, καὶ ὅτι δίδωσιν ὁ Θεὸς πνεῦμα κατανύξεώς τισι. Καὶ ξυνελόντα φάναι, κατὰ τοὺς Πατέρας, τοσοῦτον ἔχει τὸ ζωοποιὸν καὶ ἅγιον Πνεῦμα πρὸς πάντα συνεργεῖν τὰ τῆς ἀρετῆς, καὶ πρὸς διαθέσεις ὁρωμένας ἀλλήλων κατ᾽ ἀντικρύ, ὡς μοι λέλεκται· ὅτι καὶ πῦρ καὶ ὕδωρ τοῦτο ἡ Γραφὴ καλεῖ, τὰ πάντῃ ἐναντιώτατα, καὶ διὰ τὴν πάντων ἀγαθῶν καὶ καλῶν τῶν κατὰ ψυχὴν σύναρσιν τοῦ πνεύματος, καὶ ζωοποιὸν καὶ δυναμοποιὸν τούτων ἐνέργειαν· ἔνθεν τοι καὶ ἑνικῶς αὕτη τῇ Γραφῇ λέγεται, καὶ πλεοναχῶς· καὶ πηγὴ τῷ Σωτῆρι προσείρηται, καὶ ποταμοί. Οὕτω καὶ εἰς ἀρχὰς σχίζεται τέτταρας, καὶ εἰς πάσας χωρεῖ ἀρετάς· καὶ τὸ ὅλον ψυχή τις καινοφυὴς γίνεται τῇ μετόχῳ τούτου ψυχῇ, ζωοῦσα ὑπερφυῶς, καὶ κινοῦσα ταύτην πρὸς πάντα τὰ δέοντα, καὶ γιγνόμενα, καὶ τελεσιουργοῦσα, ᾗ χρή. Ἐγὼ καὶ τὴν πληγείσαν ὑπὸ τῆς τοῦ νομοθέτου Μωυσέως ῥάβδου, καὶ κατὰ ποταμοὺς ὕδωρ ὑπερφυῶς πηγάσασαν πέτραν, τήν λιθώδη καρδίαν διὰ τὴν πώρωσιν ὑπονοῶ· ἣν ὁπηνίκα ὁ Θεὸς ἀντὶ ῥάβδου λόγος καιρίως πλήξῃ καὶ κατανύξῃ, ὑπερφυῶς οἷά τινα ῥεῖθρα ζωοποιὰ ἐξ αὐτῆς ἡ τοῦ πνεύματος δύναμις εὐτυχῶς πρόεισι κινουμένη, καὶ πρὸς ξύμπαντα ξυνεργοῦσα τὰ μέγιστα, καὶ καταλλήλως, πῶς ἂν εἴποις, ζωοῦσα, ἓν ὕδωρ τὴν φύσιν οὖσα τοὺς πολλούς, καὶ ἀπείρους μετέχοντας. Ἐξαίσιον ὄντως πῶς ἡ ἐπὶ μιᾶς ἁμάξης φερομένη ἐκείνη πέτρα, ὕδωρ μυρίων καὶ ἀπείρων ἁμαξῶν, ὅσον βαστάσαι, προέφερε βρύουσα· πόθεν αὐτῇ τοῦτο; καὶ ταῦτα τοσοῦτον, καὶ ἐκ ποίας ἱκμάδος; βασταζομένη; Πολλῷ δὲ ἐξαισιώτερον τὸ δέον λογιζομένοις, ὅπως ἐπὶ σώματος οὕτω βραχέος τὸ τῆς καρδίας σκεῦος φερόμενον πάνυ γε βραχύ, προφέρει βρύον διηνεκῶς τοσοῦτον ἄπειρον πνευμάτων μυρίων καὶ ἀπείρων σωμάτων, ὅσον εἰς ζωήν. Πόθεν τῇ καρδίᾳ τοῦτο, καὶ ταῦτα τόσον, οἷον ὑπὲρ ἀριθμόν; Τὸ πνεῦμα ἀληθῶς, ὡς εἴρηκεν ἡ αὐταλήθεια, ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾽ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· μέντοι γε πνεῖ ἐσαεί. Εἰ τοίνυν τοσαύτης ἐτύχομεν τῆς ἀξίας ἀπὸ Θεοῦ, ὡς φυτεύειν ἔχειν θεομιμήτως θεῖον ἐν ἑαυτοῖς καὶ ταῦτα, παράδεισον, οὐμενοῦν ληπτὸν αἰσθήσει τῇ ἐξωτέρᾳ· ἀλλὰ νοητὸν ὑπέρτερον πολλῷ τῷ μεταξύ, κατὰ τὰ προκείμενα, σφόδρα εὐδαιμόνως καὶ ὑπὲρ ἡντινοῦν ἔννοιαν τοῦ μήπω πάσχοντος τουτί τὸ ἱερὸν ἀξίωμα· δῶμεν εὐλαβῶς μετὰ γιγνομένης πρὸς τὴν πίστιν εὐθύτητος ἐν ἀρχῇ ἡσυχίᾳ ὅλους ἑαυτοὺς δι᾽ ἐντολῶν Χριστῷ Θεῷ τῇ Τριάδι· ἐν οὕτω μένοντας μετὰ θεωρίας συλλεγούσης τὰ πρὶν εἰρημένα θεωρήματα, καὶ θεῖα νοήματα, προσθήσω δ᾽ ὅτι καὶ θεολογήματα καὶ ὡσανεὶ ἐν καρδίᾳ φυτευούσης αὐτὰ ἐν τῷ Θεῷ, πείσωμεν αὐτὸν ἐν προσευχῇ προσηκούσῃ μετὰ παντὸς τοῦ διακειμένου μεῖναι ἐν ἡμῖν καὶ πηγᾶσαι θεῖα καὶ ὑπερκόσμια νοήματα, εἰ δὲ βούλοιο λέγειν ποταμούς, τὸ πνεῦμα τὸ ἅγιον· ὁ πιστεύων γάρ φησιν εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς καρδίας αὐτοῦ ὕδατος ζῶντος· τοῦτο δὲ ἔλεγε, λέγει ὁ ἐπιστήθιος, περὶ τοῦ πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῷ δοτῆρι τῶν ὑπὲρ νοῦν.
Περὶ τῆς πνευματικῆς δωρεᾶς.
Βλέπε ἀμεταμελήτου Θεοῦ τὰς δωρεάς, καὶ ἀνυπερβλήτου τὰς χάριτας, καὶ χαῖρε μεταγιγνομένου τοῦ κατὰ Θεοῦ θαύματος· ἀναλογιζόμενος οἷα ἐν ἄρα τῷ πρωτοπλάστῳ ἐκείνῳ Ἀδὰμ ὁ Θεὸς ποιεῖ, ὁποῖα δ᾽ ἐν ἡμῖν ἑπομένως ὑπέρτερα· ἐμφυσᾷ μὲν ἐν Ἀδὰμ πνοὴν ζωῆς τὴν χάριν τοῦ ζωοποιοῦ πνεύματος, καὶ οὕτως ἐγένετο ἄνθρωπος τέλειος ὁ Ἀδὰμ, εἰς γὰρ ψυχὴν ζῶσαν ἐγένετο, καὶ οὐκ εἰς ψυχήν· οὐ γὰρ ψυχὴ ἀνθρώπου τὸ πνεῦμα τοῦ Θεοῦ, ἀλλ᾽ εἰς ψυχὴν ζῶσαν πνευματικῶς· ψυχὴ γὰρ τὸ πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ τὸ ζωοποιὸν γίνεται ἀληθῶς τῇ ψυχῇ, ζώσῃ ᾗ χρὴ ζῆν λογικὴν καὶ θεοειδῆ ψυχήν· μὴ συνὸν δὲ τῇ ψυχῇ τὸ τοῦ Θεοῦ πνεῦμα, ἢ δυστυχῶς ἀποπτὰν καὶ τὸ θεοειδὲς ὄλλυται, καὶ λογικῇ ψυχῇ πρέπον τῆς ζωῆς, τὸ κτηνῶδες δέ, ἢ καὶ τὸ θηριῶδες δεινῶς ἀντισῆκται, ὅλως καὶ γὰρ χωρὶς Θεοῦ ἐν ἄρα πνεύματι, καὶ Χριστῷ ποιεῖν οὐ δυνάμεθα, ὡς εἶπεν ὁ σωτὴρ τῶν δεόντων οὐδέν· διὰ τοῦτο ἐγένετο ἄνθρωπος ἀνελλιπής, τουτέστιν ὁλόκληρος ὁ Ἀδάμ, οὐκ εἰς ψυχὴν ἁπλῶς· ἀλλ᾽ εἰς ψυχὴν ζῶσαν· ὅτι ἐνεφύσησεν αὐτῷ ὁ Θεὸς πνοήν, ζωὴν οὖσαν ψυχαῖς λογικαῖς· αὕτη οὖν ἡ ἐμφυσηθεῖσα πνοὴ τοῦ Θεοῦ ἐν Ἀδάμ, ἧπερ εἴρηται, ἕως ἐνῆν αὐτῷ δόξαν οὐ βραχείαν καὶ θεοείκελον εὔκλειαν τῷ μετόχῳ παρεῖχε διορατικῶς καὶ προφητικῶς τοῖς πράγμασιν ἐπιβάλλοντι, καὶ ὄντι μετὰ Θεοῦ ποιητήν, δευτέρῳ διὰ τὴν χάριν Θεῷ, ὡς καὶ τὸν τῶν ξυμπάντων δημιουργὸν ὑπέρσοφον ἀρέσκεσθαι, δι᾽ ὁράσεις ἐκείνου καὶ προφητείας λίαν λαμπράς.
Ἐπεὶ δὲ γόνυ ἔκλινε καὶ σφαλερῶς ὑπέπεσε τῇ κακίστῃ παρακοῇ. Φεῦ, ἀποπτάντος τοῦ ζωοποιοῦ καὶ φωτιστικοῦ Ἁγίου Πνεύματος, τῆς τηλικαύτης τὸ μέγεθος τιμῆς φυλάξαι μὴ συνιείς, παρασυνεβλήθη τῷ ὄντι τοῖς ἀνοήτοις κτήνεσι, καὶ ὁμοιώθη αὐτοῖς· καὶ τὸ ὅλον ἀγνῶς καὶ σκαιῶς καὶ πόρρω θείου πεπόρευτο σκοποῦ, ὥσπερ ἐν σχότει πανδείνῳ ἀνανεύειν, καὶ ὁπωσοῦν, μηδαμῶς ἔχων, διὰ τὴν ἐρημίαν περιφανῶς τοῦ θείου καὶ ὑπερφυοῦς δώρου τῆς ἐμφυσηθείσης τοῦ Θεοῦ ἐκείνης πνοῆς. Ἐπεὶ δὲ ἦκε καιρὸς τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, καὶ δὴ ὁ Θεὸς ἐξαπέστειλε τὸν λόγον αὐτοῦ τοῦ ἰάσασθαι ἡμᾶς ἐκ τῶν διαφθορῶν ἡμῶν· ὁ δὲ λόγος φέρει τὸ πνεῦμα συμπαρομαρτοῦν πεφυκότως αὐτῷ, φωτίζων καὶ διατρανῶν τὴν τοῦ λόγου θεότητα, ἢ λέγειν αἱροῖτό τις τὴν δύναμιν αὐτοῦ, περὶ ὧν εἴρηται τῷ προφήτῃ ὡς ἐν ἐξομολογήσει πρὸς τὸν Θεὸν διὰ τὴν ὁλικὴν ἀνθρωπότητα· «ἐξαπέστειλας τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτὰ μὲ ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου, τὴν ἑνοειδῆ καὶ ὕψιστον γνῶσίν σου καὶ εἰς σκηνώματα δόξης σου καὶ θεωρήματα· εἰς ἅπερ θεοφορήτως ὁ νοῦς ὁδηγούμενος καὶ ἀναβαίνων, καὶ οἷον ἐνσκηνῶν, ὑπεράνω τῶν ὁρωμένων γίγνεται, ἐγγίζων τρόπον τινὰ τὸν τῷ ὑψίστῳ Θεῷ. Ἐπεὶ τοίνυν ἧκεν, ὡς λέλεκται, ὁ γνήσιος λόγος τοῦ Θεοῦ ἡμῶν, μεθ᾽ ἑαυτοῦ φέρων πεφυκότως, ᾗ Θεοῦ ἅγιος λόγος, τὸ τοῦ Θεοῦ Ἅγιον Πνεῦμα ἑπομένως καὶ γιγνομένως ξύμπασι διὰ πίστεως δεξαμένης τὸν τοῦ Θεοῦ ἅγιον λόγον, αὐτίκα δέχεσθαι γίγνεται καὶ τὸ τοῦ Θεοῦ Ἅγιον Πνεῦμα, τῷ λόγῳ ἀδιστάκτως συμπαρομαρτοῦν ἐσαεί. καὶ οὐ μόνον δήπουθεν κατὰ πρόσωπον ὡς ὁ Ἀδὰμ τὸ πρότερον ἐκ Θεοῦ Πατρός, καὶ οἱ Χριστοῦ μαθηταὶ ὕστερον δι᾽ ἐμφυσήσεως τοῦ Χριστοῦ, ἀλλ᾽ ἀόρατα ἄφνω δίκην πνοῆς, ἅτε Πνεύματος, πνεούσης τὴν τοῦ Πνεύματος χάριν ἐναργῶς, οἱ μέτοχοι ἀπὸ καρδίας τὸ Πνεῦμα βρύον ὁρῶσι νοερῶς ἀείβλυτα ἴσα καὶ πηγῇ καὶ δὴ φωτίζον, ὁρᾶν τῷ νῷ δίδωσι θαυμαστὰ τῆς ἐν ἀναγενήσεως διακείμενα καὶ τῆς θείας δόξης τάγε ἐφικτά. Καὶ ὅλως τῇ ὑπερφυεῖ τοῦ Πνεύματος διὰ χάριτος μετοχῇ μεγάλων ἐφαμίλλως ὁ νοῦς χρημάτων γίνεται μυστικῶς θεωρός. Καί δὴ προκόπτων τῇ ἐμμόνῳ τῆς χάριτος ἀντιλήψει καὶ προσπώσι, εἰς διοράσεις γίνεται καὶ προγνώσεις τῇ ἐλλάμψει τοῦ Πνεύματος, καὶ εἰς Θεοῦ τάξιν οὕτως ἀνέρχεται, τὴν ὑπὲρ νοῦν ὑποστατικὴν ἕνωσιν τῆς θείας φύσεως μετὰ τῆς ὑποστατικῆς τοῦ ἀνθρώπου φύσεως γεγονεῖαν ὁρῶν, καὶ τὴν κατὰ πάντων χύσιν τοῦ Πνεύματος· ἣν ὁ Ἀδὰμ οὐχ οὕτως ἑώρακε, οὔτε μὴν ὅτι θείας φύσεως ἐγένετο κοινωνός, καὶ ὄντως Θεοῦ θετός.
Περὶ θείας ἀνθρωπίνης ἐνεργείας, καὶ δὴ καὶ εἰρήνης.
Σκοπήσωμεν κατ᾽ ἐνὸν ἡμῖν τὴν μεταξὺ τοῦ ἁγίου πνεύματος ἐνέργειαν, καὶ ἐφεξῆς τὰ κατ᾽ αὐτήν διακείμενα, καὶ μήν γε τὴν πεφυκυῖαν ἡμῶν, καὶ τάγε κατ᾽ αὐτὴν σχόντα, πῶς τε ἡμᾶς πάμπαν ἥκιστα μετ᾽ εἰρήνης εἶναι κατὰ τὴν πεφυκείαν ἡμῶν ἐνέργειαν δυνατόν. Τοῦτο γὰρ τῆς ἐνεργείας ἐστὶ τοῦ πνεύματος ἀληθινὸς καρπός, ἧς καὶ ἡ ὄντως ἀγάπη, καὶ χαρά· τό τε μακροθυμεῖν καὶ χρηστεύεσθαι, καὶ ἀγαθωσύνης ὅλως ἔμπλεω εἶναι, καὶ τοῖς πλησίον ἐκ περιουσίας ἐμποιητικὸν τὸν μέτοχον. Αὐτίκα δῆτα οὐδεμία πεφυκυῖα ἡμῖν ἐνέργεια ὁρμῆς κεχώρισται ψυχικῆς, οὔσης περιφανῶς μέρους τινὸς τοῦ θυμικοῦ, ἀλλ᾽ οὐδὲ δίχα θελήσεως κινεῖται ἡμῖν ἐνέργεια. Θέλησις δὲ τῷ πρακτικῷ ἐξ ἐπιθυμίας ἤρτηται, ὥσπερ δήπουθεν τῷ θεωρητικῷ ἐξ ἐφέσεως· διὰ τοῦτο οὐδεμία ἐνέργεια ἡμῶν πεφυκυῖα τέλεον ἔχειν δύναται ἐσβεσμένα Ἐπιθυμίαν καὶ Θυμόν, εἴσγε μέλλοι ὡς εἰκός, ἐνεργεῖσθαι· ἡ μέντοι γε τοῦ ἁγίου πνεύματος ἐν καρδίᾳ ὑπερφυὴς ἐνέργεια γένεσιν μηδαμόθεν τῆς φύσεως ἔχουσα, ἀλλ᾽ ἀνεπινόητον ἐν τοῖς ἡλεημένοις φανέρωσιν, περιφανῶς ἀθελήτως κινεῖται, ἢ ἵνα φῶ, πυρσεύεται. Ἔνθεντοι οὐδενὸς τινὸς δεῖται τῶν ἡμετέρων, ὅσα γε εἰς ἐνέργειαν, καὶ εἴτε ἔλλαμψιν, εἴτε φανέρωσιν, τοῦ πνεύματος λέγειν σοι, εἰ μὴ μόνον τοῦ δίχα θορύβου ἐν καρδίᾳ ὁρᾶν, καὶ τρυφᾶν ὑπερφυῶς τὸν μέτοχον· ἐντεῦθεν μὴ θελήσεως πρὸς τὸ κινεῖσθαι, μήτε μὴν φυσικῆς ὁρμῆς ἡ θεία δεομένη τὸ παράπαν ἐνέργεια, πρόδηλον ὡς ἀπρακτεῖ καὶ ἀργεῖ ἐπιθυμία καὶ θυμός· καὶ συνοπτικῶς εἰπεῖν, τὸ παθητικὸν τῆς ψυχῆς κεῖται παρερριμμένον, καὶ ἀνενέργητον, ἐνεργούσης τῆς ἐπιπνοίας ἐκ καρδίας ὑπερφυῶς τοῦ ζωοποιοῦ πνεύματος, ὁ δὲ νοῦς εὐθυμεῖ καὶ ζῇ. Ὅθεν γιγνομένως ἐν εἰρήνῃ καὶ γαλήνῃ καὶ πάσῃ κατὰ τὸ προσῆκον ἀπαθείᾳ καὶ ψυχῇ πρὸς Θεὸν θεωρεῖ, σχοῦσα θαυμαστῶς σχέσιν πρὸς Θεόν, φωτισμόν τε καὶ ἀνάτασιν τὸ πνεῦμα, οὗ μετέσχεν εὐτυχῶς ἐκ Θεοῦ. Καὶ οὕτω θεωρεῖ μὲν ὅτι εἰς γνῶσιν ἥκει τοῦ ἀνεκφράστου καὶ ὑπερφώτου κάλλους τῆς θεϊκῆς ὡραιότητος, καὶ ἀγαπᾷ ἐφαμίλλως Θεὸν τὸν ὑπέρκαλον, καὶ χαίρει γοῦν, πόσον ἂν εἴπης, τὸν ἡλίκον οἷον ἄπειρον καὶ ἀόριστον, καὶ ἀπερίληπτον Κυρίου πατέρα καὶ κληρονομίαν καὶ νῦν αὐτὸν γνοῦσα δι᾽ ἄφατον θεῖον ἔλεον, καὶ δὴ ἑπομένως εἰρήνην ἄγει θαυμάσιον, ὁρῶσα πάντως ἑαυτὴν μηδαμῶς ἐλλείπουσαν διὰ χάριτος τοῦ ἄκρου καὶ ὑπὲρ νοῦν καλοῦ· θυμοῦ δέ, κατὰ τὰ εἰρημένα, μὴ ἐνεργοῦντος διὰ τὴν τοῦ παρακλήτου ἐνέργειαν αὐτοκίνητον, μακροθυμία καὶ χρηστότης σὺν ὅτι πλείστῃ ἀγαθωσύνῃ καταλλήλως ψυχῆς τὸ πολίτευμα, ἐφ᾽ ὅσον καρπὸς ταῦτα τοῦ ἁγίου πνεύματος μετεχομένου ἡλεημένοις. τὸ μέντοι γε πλάνης καὶ ψεύδους πνεῦμα, εἰ καὶ δίχα θελήσεως καὶ ὁρμῆς τοῦ μετέχοντος ἐν ψυχῇ κινεῖσθαι δοκεῖ· οὔτε τὸ παθητικὸν ἠρεμεῖν ποιεῖ, ἀλλὰ καὶ μᾶλλον κινεῖ, οὔτε ἀγάπην εἰς Θεόν, ἢ χαράν, ἢ εἰρήνην ἐνεργεῖ· ἄτακτον γὰρ τὸ ψεῦδος καὶ ἀνακόλουθον, καὶ τῆς κατὰ Θεὸν εἰρήνης καὶ γαλήνης πάντη ἀλλότριον.
Θαυμάζω, Κύριε φῶς εἰρήνης θαυμαστῆς ἱλαρόν, ὑπεραναπαύσιμον, ἀγαπητόν, ἐξαίσιον πεφυκότως. χάριεν τὰ πολλά· φαιδρυντικὸν ὡς μάλιστα· μόνον τὸ ὅλον ζωὴ τοῦ νοῦ. Θαυμάζω παντοδύναμε δέσποτα ἅγιε, εἰ οὗ δι᾽ ἄπειρον ἀγαθότητα ἥψω ἀφάτοις ἐπαφαῖς, ζῇ οὗτος ὅλως ἑαυτῷ, καὶ οὐχὶ σοὶ τῷ ὑπερουσίῳ τῇ ζωῇ τῇ ζωποιῷ, καὶ πηγῇ ξυμπάντων ἀγαθοτήτων καὶ καλλονῶν. Εἰ γὰρ δὴ γυνὴ μόνον ὅτι σου ἥψατο, καὶ ταῦτα οὐμενοῦν σοῦ, ἀλλὰ τοῦ ἱματίου σου σῶτερ, μᾶλλον μὲν οὖν οὐδ᾽ οὕτως ἁπλῶς τοῦ ἱματίου σου· ἀλλὰ μόνου κρασπέδου αὐτοῦ· καίτοι καὶ λάθρα, ὅμως ἅμ᾽ αὐτίκα τῆς ἡλίκης οἵας νοσώδους ζωῆς ἀπελύθη, καὶ γέγονε ζωῆς τῆς ὑγιεινῆς παρὰ δόξαν τί ἄν τις, βασιλεῦ· εἰκάσαιτο παθεῖν εἰκός, καὶ τίνα ζωὴν ζῆν· καὶ τίνι, τὸν οὗ σὺ σῶτερ ἥψω θεϊκαῖς ἀφράστοις ἐπαφαῖς ἐξ ἀγαθότητος, καὶ περιφανῶς, ἐφ᾽ ᾧ ποιῆσαι τὸ ἐλεός σου θαυμασίως μετ᾽ αὐτοῦ· γινώσκομέν σε ἁψάμενον χειρὸς τῆς Πέτρου πενθερᾶς, ἧς καὶ μάλ᾽ αὐτίκα ἐσβέσθη ὁ πυρετός, καὶ καθαρᾶς ὑγιείας ἀπολαύσασα, παραχρῆμα δ᾽ ἀναστᾶσα μετὰ πολλοῦ διηκόνει τοῦ θαύματος καὶ τοῦ προθύμου· ἀλλ᾽ ἡ ἐπαφὴ ἐκείνη πρῶτον μὲν· ἐφάπαξ ἀπηντήκει τῇ γυναικί, ἔπειτ᾽ οὖν καὶ ἔξωθεν ἐν τῇ χειρὶ καὶ γάρ. Εἰ τοίνυν κἀκείνη διὰ τὰ εἰρημένα παραυτὰ τῆς ὑγείας ἔτυχεν οὕτω καθαρῶς· τί ποτ᾽ ἂν καὶ γένοιτο τοῖς, ὧν οὐχ ἅπαξ, ἀλλ᾽ ἐσαεί, νύκτωρ καὶ μεθ᾽ ἡμέραν ἀρρήτως ἐφάπτῃ, καὶ ταῦτα ἥκιστα ποθὲν ἔξωθεν, ἀλλ᾽ εἰς καρδίας ταμεῖον τὸ ἐσώτατον φιλοψυχότατε καὶ περιφανῶς ἐνισχύων αὐτοὺς ἐν τοῖς γιγνομένοις, καὶ παρακαλῶν ἐν τοῖς προσήκουσι, καὶ μυρία ποιῶν αὐτοῖς ἀγαθὰ καὶ καλά; πῶς οὖν ὕψιστε οἱ τοιοῦτοι ζήσωσιν ἑαυτοῖς, καὶ οὐ μᾶλλον ἐξολοκλήρου κατὰ τὸ εἰκὸς σοί; μᾶλλον οὖν πῶς καὶ σοὶ μόνῳ ζῶντες, οὐκ ἂν ἡγοῖντο τάλαινας ἑαυτοὺς, καὶ κάτω κύπτοιεν ταπεινούμενοι, οἷς σφᾶς αὐτοὺς ἀπολειπομένους ὁρῶσι πρὸς καὶ βραχείας γοῦν ἀμοιβὰς τῆς ἡλίκης οἵας τῆς χάριτος ἐξαισίου ἀντιλήψεως;
Δόξα σοι δεδοξασμένε τῳόντι, ὁ δοξάζων τοὺς ταπεινόφρονας, ἔπειθ᾽ οὕτω δοξαζομένους, ἅτε χρεώστας πολλῶν καὶ ἀπείρων διὰ τὰς ἀλέκτους δωρεᾶς παρασκευάζων ἐπιπλέον μάλιστα ταπεινόφρονας· καὶ δὴ λοιπὸν ὡς ταπεινοῖς παρέχων τὴν χάριν, ἐρριζωμένος εὑρίσκῃ θαυμαστῶς ἐν ἄρα τῇ σοφῶν καρδίᾳ αὐτῷ, οἷα ὄντων δεδοξασμένων σὺ γὰρ ἀριδήλως ἔφης ἡ Θεοῦ σοφία ἐν Σολομῶντι «ὅτι ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ παρὰ πᾶσαν ἐπίνοιαν· ὅθεν δήποτε καὶ ὡς κέδρος ἐν τῷ λιβάνῳ ὑψώθην ἐν καρδίᾳ, τῶν κάτω καὶ γηίνων τουτέστιν ὑπεραναβεβηκυῖα, καὶ εἰς θεῖον ὕψος ἢ ὄρος, τῷ ὕψει τῶν κατὰ Θεὸν γεγονυῖα νοημάτων, ἐγὼ λέγει ὅτι, ὡς τερέβινθος ἐξέτεινα κλάδους μου· δῆλον ὅτι ἐν οἷς διὰ πνευματικῆς χάριτος ἐνερρίζωσα, καὶ οἱ κλάδοι μου, κλάδοι δόξης καὶ χάριτος· εἶπον δὴ πανάληθες αὐτὸ ἀλήθεια κύριε· διὰ τοῦτο ἡ καθαρὰ καὶ εἰς νύμφην σοι ἐλοῦσα ψυχὴ ὑπὸ τὴν σκιάν σου σφόδρα σωφρόνως ἐπεθύμησε καὶ ἐκάθισε· καὶ αὐτίκα μόνον ὅτι γέγονεν ἐν τῇ σκιᾷ. Διασαφεῖ τὸν καρπόν σου γλυκαῖνον· οὔκουν ἁπλῶς, ἀλλ᾽ ἐν τῷ λάρυγγι αὐτῆς· οὐδὲ γὰρ πάντων ἁπαξαπλῶς τῆς τοῦ Θεοῦ γλυκύτητος ἥκειν εἰς αἴσθησιν αὐτῶν· πολλοῦ γε καὶ δεῖ· ὡς γὰρ ὅταν λέγῃ «ὡς κινάμωμον, καὶ ἀσσάλαθος, ἀρωμάτων ἔδωκα ὀσμὴν καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν», οὐ πᾶσι τοῦτο ποιεῖ· καὶ δηλώσει περὶ τοῦ τοιούτου λέγων ὁ Παῦλος, ὡς, οἷς μὲν, ὁ εἶς καὶ ὁ αὐτὸς ἐγένετο ὀσμὴ ζωῆς, εἰς ζωήν· οἷς δὲ ὀσμὴ θανάτου, εἰς θάνατον. Οὕτως ἐφαμίλλως καὶ ἡ θεία γλυκύτης, εἰ δὲ εἰπεῖν θέλοις, καὶ ἡ συνάμα ταύτῃ ὁρωμένη δόξα Θεοῦ, οὐ πᾶσιν, ἀλλά τισι γίνεται δι᾽ αἰσθήσεις νοερᾶς· τοῖς ἡσυχίαν ἤγουν ἀσκοῦσι καὶ τῆς θείας εὐμενείας ἐναργῶς μετοχῇ τετειχηκόσι τοῦ ζωοποιοῦ Πνεύματος καὶ φωτιστικοῦ· καὶ τὸ ὅλον, τοῖς καθαροῖς, ὡς ἐφικτὸν τὴν καρδίαν. Πολλοῦ γὰρ ἂν ἄξιος ἦν θορυβώδης βίος καὶ ἀκάθαρτος, καὶ δίχα ἐμφανῶς τοῦ Πνεύματος μετοχῆς, δόξαν Θεοῦ, καὶ δὴ καὶ ὀσμήν, καὶ γλυκύτητα ἐν ψυχῆς αἰσθήσει δεχόμενος. ὡς εἰκός· ἀλλ᾽ οὐκ ἔστι τοῦτο οὐκ ἔστι· διὰ τοῦτο κόσμου ἀποφυγή, καὶ μόνωσις ἑπομένως, καὶ ἡσυχία, καὶ ἐγκλεισμός, καὶ ἐνάρετος ἀγωγὴ καθήκουσα· καὶ νῆψις, καὶ ἡ μετὰ προσοχῆς προσευχή, καὶ πάνθ᾽ ὅσα μετανοοῦσι γιγνωμένος ἀνήκει· ἵνα δήποθε τῇ τῆς θείας εὐσπλαγχνίας ἀνυπερβλήτῳ ἀγαθότητι δῶ τόπον, καὶ κλίνῃ γε αὕτη. κατὰ τὴν σφετέραν ἔφεσιν φιλανθρώπως, καὶ ἐνοικήσῃ ἐν τῇ μετὰ πόνου ζητούσῃ ψυχῇ· καὶ γίνηται τὸ θαυμάσιον ἔλεος· ὁ Θεός· ὦ τῆς χάριτος· μετὰ τῆς ψυχῆς εἰς πνεῦμα ἓν, ἐρριζωμένον ἐν τῷ τῆς καρδίας βάθει, κἀκεῖθεν καταλάμπον ξενότροπα, καὶ οἱονεὶ στελεχούμενον, καὶ εἰς ὕψος αἰρόμενον, καὶ πλατυνόμενον ἐν κλάδεσι νοῦ, καὶ καρποφοροῦν τὰ οἷα πνευματικά· ἀγάπην, χαράν, εἰρήνην, μακροθυμίαν, ἀγαθότητα χρηστότητα· καὶ μυρία ὅσα ἀγαθά, καὶ καλὰ ἐμποιοῦν· τοιαῦτα τρεφομένῳ τῷ μετόχῳ καρποφορούμενα· πόσης τοίνυν εἰκάσεις ἂν, κρίνων ᾗ χρὴ τὰ γιγνόμενα, δόξης, πόσης, εὐωδίας καὶ γλυκύτητος αἴσθησιν εἰς ψυχὴν ἐνιέναι λάρυγγα, ἔτι ἄκρατοι οἷον καρπῶν τοῦ ζωοποιοῦ πνεύματος καὶ φωτιστικοῦ. Διὰ τοῦτο δὴ τὰ ὄντως μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ἐξ ἐπιστήμης τῶν ἀρετῶν· ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται ἐν τῇ μελλούσῃ ζωῇ ὁλικώτερον καὶ περιφανέστερον· νυνὶ δ᾽ οὖν ὡς ἐν ἀρραβῶνι κατὰ τὰς Γραφάς· καθ᾽ ἃς οὐ μόνον ὁρῶσι καὶ ὄψονται, ἀλλὰ καὶ τὰ ὑπερφυᾶ καταλλήλως πάθοιεν ἂν, καὶ γε νῦν πάσχουσιν ἐκ μέρους καὶ ἀπολαύουσιν ἐν Χριστῷ.
Περὶ βίου θεωρητικοῦ, καὶ τίνων ἀναγκαίως δεῖται ὁ θεωρητικός· καὶ ὅτι καὶ ἡ προσευχὴ τοῦ θεωρητικοῦ μέρους ἐστι· καὶ ὅτι ἡ θεωρία ἀντὶ τῆς προσευχῆς προσλογίζεται τοῖς πατρᾶσι.
Ὁ θεωρητικὸς βίος σύσκηνός τε, καὶ ἀδιάλειπτος σύντροφός ἐστι τῇ ἱερᾷ προσευχῇ· καὶ τοῦ νεκροῦ τῆς ψυχῆς θεοχαρίτωτοι καὶ θεοποιοὶ βλαστοὶ καὶ ἀμφότερα· ὅθεν ἔργα γιγνομένως τυγχάνει ἀχώριστα θεοφορουμένης καὶ θεουργουμένης ψυχῆς ἐν θεσμῷ· καὶ δὴ διὰ τὰ εἰρημένα, τοσοῦτον ἔχει τὴν ἕνωσιν ἥ τε θεωρία καὶ προσευχή, ὡς ἑνικῶς τὰς δύω, πρᾶξιν παρὰ τῶν πατέρων νοὸς λέγεσθαι, καὶ θεωρίαν. Καί φησιν ὁ Ἅγιος Ἰσαάκ· «ἡ πρᾶξις τοῦ νοῦ ἐν τῇ λεπτῇ ἐργασίᾳ αὐτοῦ ἐν τῇ θείᾳ ἀδολεσχίᾳ, καὶ τῇ διαμονῇ ἐν τῇ προσευχῇ, καὶ τοῖς ἑξῆς εὑρίσκεται· ἥτις διαπράττεται ἐν τῷ ἐπιθυμητικῷ μέρει καὶ καλεῖται θεωρία»· ὁρᾶς ἑνότητος, μᾶλλον ἤ περ ἐνώσεως ἀμφοτέρων γνώρισμα, δῆλον δὲ ὅτι προσευχῆς καὶ θεωρίας, ὅθεν καὶ προστίθησιν ὁ αὐτός, ὡς ἥδε ἡ θεωρία τὴν ἐνέργειαν καθαρίζει τῆς ἀγάπης τῆς ψυχῆς, ἥτις ἐστὶν ἐπιπόθησις φυσική, ἥτις διυλίζει τὸ νοητὸν μέρος τῆς ψυχῆς· ξυνίης μίαν ἐνέργειαν ἐκ τοῦ θεωρητικοῦ τῆς ψυχῆς, λέγω δὴ, προσευχῆς καὶ θεωρίας, διὰ τοῦτο καὶ ὁ ἱερὸς Μάξιμος ὑφηγεῖται λέγων «νοῦς καθαρθῆναι οὐ δύναται ἄνευ ὁμιλίας καὶ θεωρίας Θεοῦ. Καὶ ἔτι ἀναχώρησις, καὶ θεωρία, καὶ προσευχὴ τὴν ἐπιθυμίαν ἐλαττοῦσι καὶ ἔτι ἀφανισμὸν ἄγουσι καὶ πάλιν εὐλόγως κινεῖται τὸ λογιστικὸν τῆς ψυχῆς, ὅταν πρὸς τὸν Θεὸν διάγουν διὰ θεωρίας πνευματικῆς καὶ προσευχῆς. Καὶ προσέτι· τὸ λογιστικὸν ἀναγνώσει, καὶ θεωρία, καὶ προσευχὴ πτέρωσον. Οὕτω διὰ πάντων ἀναγκαία καὶ σύντροφος ἡ θεωρία τῇ προσευχῇ· καὶ ἀμφότερα τοῦ νοεροῦ ἢ μᾶλλον τοῦ λογιστικοῦ πεφυκυῖα ἐνεργεία καὶ προσήκουσα, καὶ ἀλλήλων εἰσὶν ἀχώριστα, ἢν ὑγιῶς ὁ νοῦς ἄγηται καὶ ὑπαλλήλων αὖται συναιρόμεναι, ὁπηνίκα ἔρρωται τὸ λογιστικὸν, καὶ ἡσυχίαν μετὰ γνωστικῆς ἐπιστήμης ἀσκεῖ· ὅθεν ὄρνις ἄπτερος παρὰ τῶν πατέρων ὠνόμασται νοῦς χωρὶς δυνάμεως θεωρητικῆς προσευχόμενος· ἐφ᾽ ὅσον οὐχ᾽ οἷόν τε πρὸς Θεὸν ὑψωθῆναι μετὰ γιγνομένου τοῦ τρόπου τῶν τοῦ νοὸς διαθέσεων, ἀποστῆναι τε τῶν γηίνων ἐξάπαντος, καὶ τοῖς ἐπουρανίοις ὅλῳ μένει ψυχῆς προσεγγίσαι. Κατὰ τὸν ἱερὸν Μάξιμον, ἡ μὲν θεωρία τὸν νοῦν καθαίρει· ἡ δὲ τῆς προσευχῆς κατάστασις γυμνὸν αὐτὸν παρίστησι τῷ Θεῷ· δῆλον δὲ ὅτι διὰ τὴν αὐτῆς θεωρίας κάθαρσιν ᾗ οὐκ ἂν ἕξῃ νοῦς μὴ πρὸς θεωρίαν ἀνατεινόμενοι ᾗ θέμις εἶπεν Θεοῦ. Καθαρότης, φησί, τοῦ νοὸς ἐστὶν ἐν τῇ ἀποκαλύψει τῶν μυστηρίων· εἶτα ἡ καθαρότης τοῦ νοός ἐστι τελειότης ἐν τῇ ἀναστροφῇ τῆς οὐρανίου θεωρίας, τῆς ἐκτὸς τῶν αἰσθήσεων κινουμένης ἐν τῇ δυνάμει τῇ πνευματικῇ τοῦ ἄνω κόσμου τῶν ἀναριθμήτων θαυμάτων. Ἐντεῦθεν ὑψηλόν τιν᾽ τρόπον ὁ θεωρητικῷ προσεύχεται ὥστε καθαρὸς τὴν διάνοιαν ἐξ ἄρα ἐπιστήμης θεωρητικῆς· δι᾽ ἣν καθαρότητα ἀνομμάτως ὁπτάνεται τὸν Θεὸν, ὡς ἐφικτόν, καὶ μακάριος τῷ ὄντι ἀποχαθίσταται προσευχόμενος.
Εἰς τὸ «Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν Πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν».
Πνεῦμα ὁ Θεός, φησί, καὶ τοὺς προσκυνοῦντας αὐτόν, φησίν, ἐν Πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν· τοὺς προσκυνοῦντας πληθυντικῶς καὶ οὐχὶ τὸν προσκυνοῦντα ἑνικῶς· καὶ τοῦτο πάνυ γε κατὰ τὸ εἰκός, ἐπειδὴ καὶ γὰρ πάντας σωθῆναι θέλει, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὁ διαφόρους μονὰς ἡτοιμακὼς εἰς αἰώνιον τῶν δικαιωθησομένων ἀπόλαυσιν· ὁ μεγάλης βουλῆς ἄγγελος σωτήρ, ὁ τῷ τῆς φιλανθρωπίας περιόντι χεῖρας οἷον ὑπτίας παρέχων σοφοῖς, ἀσόφοις, ἰσχνοῖς τὸ φωνεῖν, καὶ ἀμβλυτέροις δήπουθεν τὴν διάνοιαν. Καὶ πᾶσιν ἐφ᾽ ἅπαξ ἀνθρώποις ἓν ἀκολούθως ὑφηγήτας σωτηριῶδες πολυσχιδῶς ἐνεργούμενον. καὶ πολυτρόπως ἐπιτελούμενον, κατὰ τὴν ἕξιν δηλονότι ἑκάστου καὶ τὴν προαίρεσιν προσθείην δ᾽ ἂν ὅτι καὶ κατὰ τὴν δύναμιν, ναὶ μὴν καὶ κατὰ τὴν διδασκαλίαν τοῦ πρὸς Θεὸν ἀγομένου, καὶ τὸν Θεόν, κατὰ τὰ εἰρημένα, προσκυνεῖν εἰρημένου ἐσθ᾽ ὅτε γάρ τις διαπορίαν τοῦ διδάξοντος, καί τοι γε φύσεως ὢν εὖ ἐχούσης, ὅμως ἀπέτυχε τοῦ τελείου κατὰ Θεὸν σκοποῦ· ἔνιοι δ᾽ οὖν καὶ πεπειραμένον τῶν θείων καὶ πνευματικῶν διδάσκαλον σχόντες, τῇ ἀφυΐᾳ διεκωλύθησαν ἀνιέναι εἰς τελειότητα· μέντοι γε καὶ οὗτοι, κἀκεῖνοι καὶ ξυλλήβδην εἰπεῖν, πάντες εἰ βούλοιντο ἔχουσι καὶ προσκυνεῖν ἐν ἀληθείᾳ καὶ πνεύματι τὸν Θεόν, κατὰ τὴν ἰδίαν ἕκαστος εἴτε τάξιν, εἴτε δύναμιν φᾶναι χρή, εἴτε δὴ δωρεὰν ἣν ἔσχεν ἐκ τοῦ τῶν ὅλων Θεοῦ· αὐτίκα τοίνυν ἰδιώτης τις ὤν, εἰ πορεύοιτο κατὰ τὰς ἐντολὰς καὶ τὴν πίστιν, ἑτέροις εὐδοκίμοις σὺν ταπεινώσει ἐπόμενος, δῆλος ἐστὶν ἀληθῶς ἐν Πνεύματι καὶ ἀληθείᾳ προσκυνῶν τὸν Θεόν· Πνεῦμα γὰρ ἀντικρυς ἡ πίστις ἐστί, περὶ Θεοῦ, καὶ θείων καὶ ἀοράτων διαλεγομένη χρημάτων περιφανῶς.
Τὰ ρήματα γάρ φησιν, ἃ ἐγὼ λέγω ὑμῖν Πνεῦμά εἰσι καὶ ζωή· τὰς δὲ τῆς αὐτοαληθείας θαυμαστὰς καὶ θεοποιοὺς ἐντολάς, οὐκ οἶμαι εἶναι τοσοῦτον ἀμβλύν τινα τὴν διάνοιαν ὡς διαστεῖλαι θελῆσαι τῆς ἀληθείας καὶ ὁποσοῦν· οὕτως ἄρα ὁ τῇ πίστει ἑπόμενος, ἧπερ εἴρηται, ἐν ἀληθείᾳ καὶ Πνεύματι τὸν Θεὸν ὁ τοῦτον διδάσκων τὰ τῆς πίστεως διακείμενα, πρακτικὸς καὶ θεωρητικὸς ὀνομαζόμενος· ὁ δὲ τῇ γνώσει τῶν ὄντων καὶ τῆς ἁγίας Γραφῆς προσκείμενος, ὡς εἰκός, κἀκεῖνοι τούτων ἐξ ἀκολούθου εἰς τὸν Θεὸν συναγόμενος, καὶ οἷον ἀπὸ τοῦ ὁρατοῦ καὶ ρητοῦ, ὡς ἂν ἀπὸ σαρκὸς εἰς τὸ νοητόν, δῆλον δὲ ὅτι εἰς τὸ Πνεῦμα, κἀντεῦθεν εὐθυβόλως ἀνιῶν εἰς τὸ ὑπὲρ νοῦν, λέγω δὴ τὴν ὑπὲρ πᾶσαν ἀλήθειαν τὸν Θεόν, ἐκφανέστατα ἐν Πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖ τόν Θεόν· καὶ οἱ ψάλλοντες δὲ καὶ οἱ προσευχόμενοι, ἢν συνιῶσι τῶν ψαλλομένων ρημάτων καὶ τῆς προσευχῆς τὴν δύναμιν, καὶ τούτοις συνδιατεθῶσιν, ὡς ἕνι, ἐν ἀληθείᾳ καὶ Πνεύματι προσκυνοῦσι παντάπασι τὸν Θεόν· Πνεῦμα γὰρ καὶ ἀλήθεια τὰ τῶν ψαλμῶν ἱερὰ λόγια, καὶ τῆς προσευχῆς ἀριδήλως. Καὶ μὴν καὶ ὁ μετὰ μετοχῆς ἐναργοῦς καὶ ροπῆς τοῦ Πνεύματος συνεπτυγμένος, ἤγουν ἑνοειδῶς τε καὶ ἀνομμάτως φωτὶ γνώσεως τὸν Θεὸν φανταζόμενος, ὡσαύτως προσκυνεῖ καὶ τρόπον ὑψηλότερον τὸν Θεὸν ἐν ἀληθείᾳ καὶ Πνεύματι. Καὶ ἔτι δὲ παρὰ ταῦτα, ὁ τὸ φῶς τῆς δόξης καὶ τῆς οἰκονομίας ἐνοπτριζόμενος τοῦ Χριστοῦ, ὡς ἐνὸν καὶ τὴν ἐξεπομένου διὰ Χριστοῦ ἀπὸ τοῦ Πατρὸς χύσιν τοῦ ἐνεργοῦντος καὶ παρακαλοῦντος πιστοὺς Πνεύματος, ὄντως τὸν Θεὸν προσκυνεῖ ἐν ἀληθείᾳ καὶ Πνεύματι, ἐν Χριστῷ Ἰησοῦ.
Περὶ προσευχῆς.
Ὁ διδάσκων ἄνθρωπον γνῶσιν ὁ Θεός ἐστιν ᾗ γέγραπται· ἀλλὰ πῶς διδάσκει; διδοὺς εὐχὴν ἐν ἁγίᾳ ροπῇ πνεούσῃ ἀείβλυτα περιφανῶς τοῦ Πνεύματος, τῷ εὐχομένῳ· ἀ ληθῶς γὰρ ἡ τοία ἱερὰ προσευχή, δῶμα καὶ μέγα οὖσα τῆς ὑπεραγάθου χάριτος, διδάσκαλος τῷ κτισαμένῳ γίνεται, ἔσοπτρον οἱονεὶ τοῦ τῆς ψυχῆς προσώπου σαφῶς χρηματίζουσα· ἐν ᾗ ὁ νοῦς ἐνορᾷ ἐναργῶς τὰς ἑαυτοῦ ἀπονεύσεις, τοὺς ρεμβασμούς, τὰς αἰχμαλωσίας, τὰς ἀκηδίας καὶ τὰς κλοπάς· οὐ μήν, ἀλλὰ καὶ τὸν ἀέρα τῆς καθαρότητος, τῆς θεωρίας τὸ τηλαυγές, τὸ Πνεῦμα τῆς θείας καὶ θεουργοῦ ἀναστάσεως πρὸς τὸν Θεὸν καὶ τὴν ἐξ ἐρώτων Θεοῦ φλόγα πυρός, τήν τε νοερὰν ἁπλότητα καὶ ἀνειδεότητα, τὴν ἀπὸ πάντων ἑπομένως σιωπὴν καὶ περιχαρῆ τὰ πολλὰ ἔκπληξιν· καὶ ξυνόλως φᾶναι ἐκ τῆς προσευχῆς ὁρᾷ καὶ γινώσκει ὅ νοῦς τὰς ψυχικάς, ὁποῖαι ποτὲ εἰσὶ διαθέσεις αὐτοῦ καὶ προσπάθειαι ἀπλανῶς καὶ μυεῖται, ἀριδήλως τὰ προταίτια τῶν κινητικῶν τῆς ψυχῆς ἀρχῶν, καὶ ἃ μὲν θεραπεύει, οἷς δὲ πρόσκειται ὡς ἔνι κατάλληλα, τὰ στοργῆς, ἢ θεραπείας ὅπως δήποτε ἄξια· κἀντεῦθεν τῆς ἐπιστημονικῆς πολιτείας γίνεται τῶν μοναχῶν, οὐ μόνον νοῦ καὶ λόγου διανοίας τε καὶ αἰσθήσεως τὴν χρῆσιν ἐξεπιστάμενος ἐξ ἀσκήσεως ᾗ χρή· ἀλλὰ δὴ καὶ θυμῷ καὶ ἐπιθυμίᾳ διδόναι τὰ δέοντα, διαγινώσκει καὶ ξυνόλως τῶν ψυχικῶν δυνάμεων τὴν ἐμμελῆ καὶ χαρίεσσαν ἁρμονίαν ἀνεπικτήτῳ διανοίας εἰδήσει εὖ καὶ καλῶς συνιστάνειν, καὶ ἀνακρούεσθαι μέλος νοερὸν εἴπερ τι καὶ αὐτὸ ὑπερήδιστον καὶ πράξει καὶ θεωρίᾳ μανθάνει σαφῶς. Δι᾽ ὃ ἡ τοῦ Θεοῦ ἐράσμιος εἰρήνη μετὰ τῆς κεχαριτωμένης κατ᾽ αὐτὴν χαρᾶς ἐν ἁγίᾳ ἀγάπῃ κατασκηνοῖ ἐν τῷ μύστῃ τῆς ἀληθοῦς προσευχῆς. κατὰ κόσμῳ γεγονότι τῶν καρπῶν τοῦ Πνεύματος. Ἔνθεν τοι ὁ πάσῃ μηχανῇ καὶ παντὶ τρόπῳ ἀδιαλείπτως κατὰ τὸν Ἀπόστολον δεῖν προσεύχεσθαι κεκρικὼς καὶ τοῦτο περὶ πλείστου ὥστε ἐνεργεῖν ποιούμενος, μετ᾽ ἄρα τῶν μαθητῶν τοῦ Χριστοῦ τετάξεται· ὧν ἑπόμενος ταῖς περὶ ἱερᾶς προσευχῆς ὑποθήκαις, τέκνον ἐν Χριστῷ τῆς χάριτος ἐχρημάτισεν.
Ὅσων προσευχὴ δεῖται καὶ ὅσῳ τιμῆς ἀξία.
Εἰ δὲ καὶ τῶν καθηκόντων μόνον ἀρετῇ διδάσκαλος, κατὰ τὰ εἰρημένα καὶ ὑποδείκτης οὖσα ἐτύγχανεν ἡ πνευματικὴ ἱερὰ προσευχή, οὐ μεγάλων οἵων ἂν ἦν ἀξία; νυνί δὲ ὁπηνίκα ἥκιστα μόνον διδάσκαλος καὶ ὑποδείκτης, ἀλλὰ καὶ παράκλητος πρὸς πᾶν ὅτι οὖν τῶν ἀγαθῶν ἐστι πεφυκότως, τίνων οὐκ ἂν εἴη ἱερῶν ὑπερτέρα καὶ ἐγκωμίων ἐπέκεινα; Ἐπὶ δὲ ἥγε διδασκαλία καὶ ἡ παράκλησις δι᾽ ἀσθένειαν τοῦ διδασκομένου καὶ παρακεκλημένου ἀπρακτεῖ καταλλήλως καὶ δεῖται δυνάμεως ἐφαμίλλου, ζητῶν εὑρήσεις καθάπαξ τὴν προσευχὴν πρὸς ἐνέργειαν τῇ ψυχῇ δυναμοποιὸν ἐν πνεύματι· τοσοῦτον καὶ τοιοῦτον ἐναρέταις ἡλίκον τὸ κράτος τῆς προσευχῆς· καὶ μάλα εἰκότως· ἡ γὰρ ἔμπνους, καὶ ἵνα οὕτω φῶ, ζῶσα προσευχὴ κινουμένη καρδιόθεν ἀείβλυτα περιφανῶς τῇ μετοχῇ καὶ ἐνεργείᾳ τοιαύτη τελοῦσα τοῦ ζωοποιοῦ πνεύματος· λίαν ἐξ ἀκολούθου ἔχει ὡς τῶν πάνυ σφόδρα ἀναγκαιοτάτων. τὰ τρία ταῦτα· διδασκαλίαν τῶν πνευματικοῖς προσηκόντων. Καί μήν γε δῆτα παράκλησιν πρὸς τοὺς ἀγῶνας τῶν πραττομένων· καὶ πρόγε τούτων, δύναμιν ἐξευμαρίζουσαν τὰ πρακτέα καὶ δυσχερῆ. Ἐντεῦθεν ὁ Κύριος ἡμῶν καὶ δοτὴρ τοῦ πνεύματος λήψεσθαί, φησι, δύναμιν, ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ᾽ ἡμᾶς ταύτην δὲ τὴν δύναμιν αὖθις παράκλητον καὶ διδάσκαλον διαρρήδην ὀνομάζει λέγων. «Ὁ δὲ παράκλητος τὸ πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου ἐκεῖνος διδάξει πάντα καὶ ὑπομνήσει ἃ εἶπον ὑμῖν».
Ὅτι μὲν καὶ γὰρ ἑκάστῳ διὰ προσευχῆς καὶ μάλιστα δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον καὶ ᾧ μὲν δίδοται πνεῦμα σοφίας· ἑτέρῳ γνώσεως· ἄλλῳ δὲ ἰαμάτων, καὶ τῶν καθεξῆς, ὧν ὁ ἀπόστολος ἐμνήσθη· καὶ ταῦτα οὖν ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδία ἑκάστῳ, καθὼς βούλεται· ἐμφανῶς ἡ τοῦ ἱεροῦ διδασκαλία Παύλου δηλοῖ Ὅτι δὲ τῷ ὁπωσδήποτε γεγονότι μετόχῳ τῆς τοῦ πνεύματος δωρεᾶς ἕπεται τὰ τρία ἐξ ἀνάγκης ἐκεῖνα, δῆλον δὲ ὅτι δύναμις ὑπερφυὴς ὑπερκόσμιος διδασκαλία, καὶ θεία παράκλησις, ἐξ ὧν εἰρήκαμεν τοῦ κυρίου ἱερῶν λογίων δεδήλωται· Ἄλλως τε δέ, καὶ ὅτε λέγει ὁ κύριος· χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν, δείκνυσιν ἀναμφιλέχτως, ἐξ ἀναγκαίου πάνθ᾽ ὁτινοῦν πρὸς τὰ πρακτέα δεῖσθαι θείας δυνάμεως. Ὅταν δὲ πάλιν λέγῃ μηδένα καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς, εἶς γὰρ διδάσκαλος καὶ καθηγητὴς ὑμῶν ἐστὶν ὁ Χριστός· ἀριδήλως παριστάνει θεϊκῆς διδασκαλίας πρὸς τὰ δέοντα καὶ γιγνόμενα τῶν κατὰ Θεὸν δεῖσθαι τὸν ἄνθρωπον. Καὶ ὅταν δὲ διϊσχυρίζηται φάσκων· «ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον πέμψει ὑμῖν, τὸ πνεῦμα τῆς ἀληθείας· ἵνα μένῃ μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα», ὡς ἀναγκαιοτάτης καὶ τῆς χάριτος ἀχωρίστου μέμνησο τῆς παρακλήσεως. Δεδειγμένου τοίνυν τῆς διαιρέσεως τῶν χαρισμάτων διενηνοχείας ἀμηγέπη πρὸς ἑαυτήν· ἄλλο γὰρ σοφία καὶ γνῶσις τῷ εἴδει ἕτερον· καὶ προφητεία οὗ ταὐτὸν τοῖς πρὶν εἰρημένοις ἤδη· καὶ ἀλλοῖον τὰ τῶν ἰαμάτων χαρίσματα· καὶ ξυνελόντι εἰπεῖν, ἑκάστου δώρου τοῦ πνεύματος, ὡς ὁ ἀπόστολος ἀπηριθμήσατο, διακεκριμένου πρὸς ἕκαστον· μέντοι γε ὁποιατισοῦν χάρις τοῦ πνεύματος ταῖς λελεγμέναις τρισὶν ἐνεργείαις τοῦ ζωοποιοῦ κεκόσμηται· πῶς γὰρ νοῦς κτιστὸς συνειλούμενος σώματι, οἰκείων χρημάτων καὶ τῆς ἀρετῆς ἔσται κοινωνός, μὴ δύναμιν ὑπερουράνιον σχὼν πρὸς τὴν μετοχήν, ὅπου γε οὐδὲ οἱ ἄγγελοι, πῶς δίχα μυήσεως τοῦ πνεύματος πρὸς τὴν μετοχὴν τῶν ὑπερκοσμίων ἁρμόσει, δῆλον δὲ ὅτι καὶ ἰλιγγιάσει πρὸς τὸ ἐφικέσθαι τοσούτου ὕψους τῆς θείας μεγαλοδωρεᾶς, καὶ τοῦ ἀνενδότου τόνου τῆς ἀρετῆς, εἰ μή ποῦ τύχη τῆς τοῦ ἀγαθοῦ ἱερᾶς παρακλήσεως· τί λοιπὸν εἰκάζειν χρὴ περὶ προσευχῆς τῆς μετὰ ῥοπῆς τοῦ πνεύματος τελουμένης, οὔσης προξένου, δώρου παντὸς πνευματικοῦ τῇ ψυχῇ. μεθ᾽ ἑαυτῆς τε φερούσης δύναμιν καὶ διδασκαλίαν, καὶ παράκλησιν τοῦ Ἁγίου Πνεύματος; ποίων ἐγκωμίων οὐχ᾽ ὑπεράξιος εἴη γ᾽ ἂν ἡ τοιάδε δὴ προσευχή, καὶ πόσον τιμητέα τοῖς αὐτὴν διὰ χάριτος κτησαμένοις, καὶ μὴν καὶ ζητητέα τοῖς ἔτι λειπομένοις αὐτῆς, δεσμούσης ἱεραῖς σχέσεσι τὸν νοῦν μετὰ τοῦ Θεοῦ, ἐν Χριστῷ Ἰησοῦ τῷ ἀληθῶς Υἱῷ τοῦ Θεοῦ;
Περὶ προσευχῆς.
Ἐναργῆ Θεοῦ ἔννοιαν, τῇ τε καταλλήλῳ μελέτῃ τῶν περὶ Θεόν, καὶ τῇ Ἐπαρωδῇ τῆς ἐπιπνοίας τοῦ ζωοποιοῦ πνεύματος κτησάμενος ὁ νοῦς διὰ τῆς χάριτος, σκοπείτω ἑαυτόν, καὶ τὴν σφετέραν ἀσθένειαν, καὶ ὅσον ἀποδεῖ τοῦ δέοντος, ἀμελείᾳ, λήθῃτε τῶν καθηκόντων, καὶ ἀγνοία ἐξ ἐπομένου τῶν προσηκόντων· καὶ οὕτω δῆτα σὺν τῷ δικαίῳ, καὶ ἀληθεῖ αὐτομεμψίας ἔργον γεγονώς, καὶ τοῦ ταπεινοῦ φρονήματος, ἀκολούθως προσερχέσθω Θεῷ διὰ προσευχῆς, ἐν διανοίᾳ μὲν ταπεινῇ, ἐν πεποιθήσει δὲ καὶ ἐλπίδι τῆς τοῦ Θεοῦ ἀπερινοήτου ἀγάπης περὶ τὸν ἄνθρωπον, ἐξ ἀφάτου ἀγαθότητος· δι᾽ ἣν ἀγάπην ὑπερβάλλουσαν, μετὰ παρρησίας προσέρχεσθαι τῷ θρόνῳ τῆς χάριτος παρὰ Παύλου τοῦ ἱεροῦ διδασκόμεθα· οὐ γὰρ καθ᾽ ἡμᾶς ὁ Θεὸς εἴωθε ποιεῖν τὰ ἡμέτερα· ἀλλὰ κατὰ τὸν αὐτοῦ ἄπειρον ἔλεον· οὐκοῦν μὴ πρὸς ἡμᾶς ὁρῶμεν ἐν καιρῷ προσευχῆς, ἀλλὰ πρὸς τὴν ἀνεξίκακον καὶ συμπαθεστάτην δύναμιν τοῦ ὑπεραγάθου Θεοῦ ἡμῶν καὶ πατρὸς ἵνα οὕτως εὐπετῶς ἐν ἑαυτοῖς σχῶμεν τὸν αὐτοῦ ἔρωτα τὸν ὄντως σωτήριον.
Εἰς τὸ εἶπεν ὁ Θεὸς τῷ Ἀβραὰμ «ἔξελθε ἐκ τῆς γῆς σου» καὶ περὶ θεωρίας.
Εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ. δηλαδὴ τῷ περάτῃ· ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω γῆν ῥέουσαν μέλι καὶ γάλα· λέγει δὴ καὶ νῦν ὑψηλοτέρῳ λόγῳ τινὶ νῷ περάτῃ γεγενημένῳ καὶ διαβαίνοντι ἐκ τῶν αἰσθητῶν εἰς τὰ νοητὰ ἔξελθε ἐκ τῆς αἰσθήσεώς σου, καὶ δῆτα καὶ ἐκ τῶν αἰσθητῶν, καὶ ἁπαξαπλῶς ἐκ τοῦ ὁρωμένου κόσμου παντός καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω· παρείκασται δήπουθεν τῷ λεγομένῳ ὑπὸ τοῦ κυρίου. «Πώλησον τὰ ὑπάρχοντά σου καὶ δὸς πτωχοῖς, καὶ ἄρον τὸν σταυρόν»· ἤγουν σταυρώθητι ἀπὸ τῆς αἰσθήσεως καὶ τῶν αἰσθητῶν, καὶ τῷ κόσμῳ παντὶ καὶ δεῦρο ἀκολούθει μοι ἀνιόντι πρὸς τὸν πατέρα, οὐκ ἄνευ τάχα τοῦ ἡγεμονικοῦ πνεύματος. Καὶ γὰρ οὖν λέγει ἐκεῖ εἶπεν ὁ Θεὸς τῷ Ἀβραμ, ὁ Πατὴρ δηλαδή, διὰ τοῦ λόγου, ἤγουν τοῦ Υἱοῦ· καὶ προϊὼν καὶ δεῦρο εἰς γῆν, ἣν ἂν σοι δείξω ἀλλὰ μὴν ἥγε δείξῃς δακτύλῳ γίνεσθαι εἴωθε, Θεοῦ δὲ δάκτυλος τὸ πνεῦμα τοῦ Θεοῦ προσηγόρευται, κατὰ τὸ· «εἰ δὲ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια»· ὅπερ ἐν ἄλλοις λέγει· ἐν πνεύματι Θεοῦ οὕτω τοι καὶ οἱ τῶν αἰγυπτίων σοφοὶ ἔφασκον, τοῦτο Θεοῦ ἐστι δάκτυλος, τὴν πνευματικὴν ἐνέργειαν οὕτω καλοῦντες· «εἰς γῆν ἣν ἄν σοι δείξω»· ὡσὰν εἰ ἔλεγεν· εἰς γῆν, ἣν ἂν σέ διὰ τοῦ λόγου καὶ τοῦ πνεύματός μου ὁδηγήσω· εἰς γῆν ῥέουσαν μέλι καὶ γάλα· τὸ δέ ἐστιν, εἰς κατανόησιν αὐτοῦ τοῦ Θεοῦ, καὶ ἐπίγνωσιν καθ᾽ ὃ πέφυκεν· εἰς ἣν, ᾗ χρὴ γενέσθαι οὐκ ἄλλως ὁ νοῦς δεδύνηται, μὴ φωταγωγούμενος καὶ ἐναυγαζόμενος τῇ ἐλλάμψει τοῦ ζωοποιοῦ πνεύματος, ἐκπράει δεϊούσῃ δι᾽ Υἱοῦ.
Ἐπειδὴ γὰρ ἀνωτέρω κακῶν ὄντων νοουμένων ἐπιβολῆς φιλάνθρωπος Θεὸς ἐφέλκεται τὸν συνεθισμένον νοῦν διὰ περαιοῦσθαι ὡς ἄλλον ἄβραμ τινὰ ἀπὸ τῶν αἰσθητῶν εἰς γε τὰ νοητά, καὶ ἐπέκεινα, ὅπου γε ἐστὶν ἡ ἐνοειδὴς ἀπόβλεψις καὶ θεωρία τρισυποστάτου θεότητος μάλα εἰκότως τῇ τρισσῇ τῆς μοναρχίας δυνάμει καὶ ἐνεργείᾳ τοῦτο ποιῶν διαδείκνυται· αὐτὸς γὰρ ἐστιν ὁ Θεὸς καὶ Πατὴρ κυρίως ἡ κατ᾽ ἐπαγγελίαν γῆ, ἣν τοὺς πραεῖς κληρονομήσειν, καὶ γοῦν καὶ τοὺς τῇ καρδίᾳ εὐθεῖς, ὑπόσχεσιν ἔχομεν ἐκ τοῦ θείου πνεύματος, τοὺς κληρονόμους γενήσεσθαι κατ᾽ ἐλπίδα ἐπιγομένους· «γῆν ῥέουσαν μέλι καὶ γάλα», τὰ πρωῖνὰ φῶτα, τὰς διδίμους ἀκτῖνας, τὴν παντὸς τοῦ Κόσμου ζωήν, καὶ τρυφὴν καὶ κάθαρσιν· μέχρι γὰρ πῶς ὁ ἐκ τοῦ πατρὸς γεννηθείς, καὶ ὢν αὐτοῦ ἀχώριστος Υἱός· οὕτω κληθείη ἄν, διὰ τὴν ὡς ἔν τινι κηρίῳ ἐν ἀνθρώπησιν, ἀφ᾽ ἧς πᾶν γλυκαίνεται τὸ ἀνθρώπινον, καὶ εὐφραίνεται θαυμασίως, πῶς ἄν τις εἴπῃ, ταῖς ἐξαισίαις διδαχαῖς τε καὶ χάρισι, καὶ ὅσων ἄλλων ἀγαθῶν τε μυρίων καὶ καλῶν. Γάλα δὲ τὸ πνεῦμα τὸ ἅγιον, μονοειδὲς ὃν οὐ γέννημα, ἀλλ᾽ ἐκπόρευμα, φωτολευκοειδές τε καὶ θρεπτικὸν τῇ πρὸς Θεὸν τροφῇ νηπιοειδῶν γεγονότων λογικῶν· ὧν ἐστιν εἰσέλευσις εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ὡς ὁ Κύριος εἴρηκεν γῆ τοίνυν ῥέουσα μέλι καὶ γάλα θεωρεῖται εἰκότι λόγῳ, ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ τὸ πνεῦμα τὸ ἅγιον· ἐν ᾗ γῇ μετάγεται γιγνομένως ὁ νοῦς, περάτης κατὰ τὰ εἰρημένα γενόμενος, τῇ ὁδηγίᾳ, καὶ δυνάμει, καὶ ἐνεργείᾳ τῆς τρισυποστάτου θεότητος ὥσπερ γάρ, κατὰ Παῦλον οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰμὴ ἐν Πνεύματι ἁγίῳ, οὕτως οὐδ᾽ ἂν εἶς οὐδεὶς πρὸς τὴν ἐνοειδῆ τῆς τριαδικῆς ἑνάδος δόξαν καὶ μεγαλοπρέπειαν συναγηοχέναι· τὸ νοοῦν τῆς αὐτοῦ δυνηθείη ψυχῆς, καὶ ἀπιδέσθαι, εἰ μὴ τῇ τῆς τριάδος δυνάμει καὶ ἐνεργείᾳ καὶ χάριτι ἐν τῇ τῶν αἰσθητῶν δι᾽ αἰσθήσεων, καὶ δῆτα καὶ νοητῶν, τῶν θεωρουμένων ἐν γραφῇ, καὶ τοῖς αἰσθητοῖς ἀποθέσει, καὶ ἀναχωρήσει τῶν ἀναμέτρως· οὕτω γάρ τοι, ἐν τῷ φωτὶ σου τοῦ Θεοῦ, τῇ ἑνιαίᾳ δηλονότι ἐλλάμψει σου, ὀψόμεθα φῶς, σὲ τὸν τὰς καρδίας ἡμῶν φωτίζοντα, καὶ τόν νοῦν· καὶ τὰ σά γε παντάπασιν ἐκ τῶν σῶν γνοίημεν ἂν θεωρήσαντες· ἵνα μὴ δὲ ἔχῃ ἐφ᾽ ἑαυτὴν καυχήσασθαι πᾶσα σάρξ· δι᾽ ἃ δὴ ὁ πρότερον Ἀβραάμ, ὁ τὸν περάτην δηλοῖ, ἐπεὶ ἐξῆλθεν...... ὡς ἤκουσε, καὶ πάντα παρῆκεν, ὡς ἐπετάγη, καί εἰς τὴν γῆν μετωκίσθη τήν μέλι καὶ γάλα ῥέουσαν· μετονομάζεται Ἀβραάμ, ἤτοι πατὴρ πολλῶν ἐθνῶν· καὶ νοῦς περάτης λέγεσθαι ἄξιοι ὢν ἐξ ἄρα αἰσθητῶν, καὶ αἰσθήσεως, καὶ τοῦ Κόσμου παντός, τῇ δυνάμει, καὶ ἐνεργείᾳ τῆς τρισυποστάτου θεότητος, ἑαυτὸν μεταθεὶς πρὸς ἑνοειδῆ τῆς θείας τριάδος ἔλλαμψιν καὶ θεωρίαν, καὶ ἀπόβλεψιν μεγάλων τινῶν καὶ πολλῶν ἀρρήτων καὶ μυστικῶν ἐννοιῶν οἷα πολλῶν ἐθνῶν, γίνεται γεννήτωρ καὶ προβολεὺς καὶ ἐξαίσι ἄττα ἀποκαλύπτονται καὶ γεννῶνται αὐτῷ, ἐν οἷς ὡς οἷά περ τέκνοις πατὴρ χαῖρε, καὶ ἀσμένιζε, καὶ γάννυται, καὶ εἰρήνην ἄγει τὴν ἐν Χριστῷ.
Περὶ ταπεινώσεως καὶ θεωρίας.
Θαυμάσια τὰ ἔργα σου, κύριε καὶ ἡ ψυχή μου ἐξίσταται γινώσκουσα σφόδρα· ἡ αἰτία τῆς κατὰ νοῦν ὑψώσεως, ἄκρα γίνεται ταπεινώσεως ἀφορμὴ καὶ ὅπερ ἀπείρως ὑψοῖ τὴν ψυχήν, τοῦτ᾽ αὐτὸ καθ᾽ ὑπερβολὴν ταπεινοῖ· πῶς ἀρχὴ θεωρίας ταπείνωσις τελείωσις δὲ ταπεινώσεως θεωρία, εἰ πᾶσαν τίς γνῶ σοφίαν τοῦ κόσμου τούτου, ὑψοποιὸν θεωρίαν χωρὶς ταπεινώσεως ἀμήχανον κτήσασθαι· λέγω δὲ ὑψοποιὸν θεωρίαν, δι᾽ ἣν εἶχον ἕλληνες, μὴ οὖσαν ὑψοποιὸν ἄνευ δὲ ὑψοποιοῦ θεωρίας ταπεινωθῆναι ἄνθρωπον οὐκ ἐνδέχεται οὐδ᾽ ἂν ὡς κρίκον κάμψει τὸν ἑαυτοῦ τράχηλον· ὦ τῆς ἀρρήτου σοφίας τοῦ ἡμᾶς οὑτωσοφῶς κτίσαντος· τίς τοιοῦτον ἐπέγνω ποτ᾽ ἂν πρὶν ἴδη, ἐκ ταπεινώσεως ὕψιστον ἀνωφορίαν, εἰ εἴτ᾽ ἐκ τῶν ὑψίστων ὑπερβολὴν ταπεινώσεως; εἴποι ἄν τις τάχα, καὶ περὶ τοῦ θεοειδοῦς νοῦ, ὅτι «ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβάς», καὶ τούτῳ προσθείη, ὡς ὁ ἀναβὰς αὐτός ἐστι καὶ ὁ καταβάς. Ὅταν γὰρ ὁ νοῦς ἐπιστημόνως ἐν ταπεινώσει διὰ τῆς χάριτος εἰς τὰ ὕψιστα γένηται τερπόμενος καὶ χαίρων ὡς οἰκείοις τοῖς ὑπερλόγον, τότε γίνεται πάντων κατωτέρω τῇ ταπεινώσει. Ὁ μὲν δὴ Δαβίδ φησι« Κύριε οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ, εἰ μὴ ἐταπεινοφόνουν»· ὁ δέ γε νοῦς, πρὸς τούτῳ, εἴποι ἂν οὐκ ἀπεικότως καὶ τὸ ἀνάπαλιν· Κύριε, οὐκ ἐταπεινώθην, οὐδὲ ἑαυτὸν ἐταλάνισα, καὶ γῆν και σποδὸν ἐκάλεσα, εἰ μὴ ὑψώθη ἡ καρδία μου, καὶ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, καὶ ἐπορεύθην ἐν μεγάλοις και θαυμασίοις ὑπὲρ ἐμέ· ὦ θαυμάσιε δημιουργὲ βασιλεῦ· ἔκστασίν μου κατασχεῖς ἐπὶ τὴν καρδίαν, τὸ τῆς σοφίας σου ἔργον κατανοοῦντος, τὸν νοῦν, ὁποῖος ὑπὸ τῆς προνοίας σου σοφὸς ἔκτισται.
Περὶ τῶν αὐτῶν.
Τὰ πρῶτα μὲν ὁ πρὸς Θεὸν σὺν χάριτι ἐπιστρεφόμενος νοῦς, μιᾷ κατέχεται καταστάσει καταγνώσεως· διὸ καὶ πενθῶν θρηνοῖ, καὶ ὀδυνᾶται κλαίων ὁ τῷ νοὶ τούτῳ χρώμενος ἄνθρωπος, συντρίβων, ᾗ θέμις τὴν ἰδίαν καρδίαν, καὶ τὸ ἐμπαθές αὐτῆς ὁσημέραι καθαίρων, καὶ ταπεινούμενον ὡς εἰκός, ἤκιστα λύπης χωρὶς τυχὼν δὲ τῇ τοῦ Χριστοῦ δωρεᾷ προσηκούσης ἐξ ἡσυχίας καθάρσεων, καὶ πρὸς νοητὰς νοερᾷ ἐπιβάλλων ἐπιβολλῶν, καὶ πρὸς Θεὸν καὶ τὴν δόξαν αὐτοῦ ἀναγόμενον καὶ ἀτενῶν ἐν ὀρῶν, δευτέρα καταγνώσει περιτυγχάνει μετὰ τὴν πρώτην νοερᾶ, πολλῇ τινὶ καὶ ἀδιαξοδεύτῳ μεγάλῃ τε καὶ συνεχεῖ καὶ διηνεκεῖ. Καὶ μὲν δῆ κτᾶται δὲ ὄντως βεβαιοτέραν τοὐντεῦθεν ταπείνωσιν καὶ ἐναργῆ· τοσοῦτον, ὡς εἴγ᾽ ἐνὸν ἦν πάντας ἀνθρώπους προφανέστατα μακαρίζειν αὐτόν, αὐτὸς καὶ οὕτω ἑαυτὸν παντὸς οὐτινοσοῦν, μᾶλλον μὲν οὖν οὔκουν οὐτινοσοῦν παντός· ἀλλὰ καὶ τοῦ μηδαμοῦ μηδαμῶς ὄντος ὁρᾷ αἰσθήσει ψυχῆς καὶ ἀληθείᾳ χείρονα· ὅσον ὅτι, τὸ μὲν μὴ ὄν, οὔκουν ἁμαρτάνειν ἔχει· ὁ δ᾽ αὐτὸν καθορᾷ διαπαντὸς ἁμαρτάνοντα. Καὶ οὕτως ἔχων καὶ ταπεινούμενον ἀκολούθως, ὅμως χαίρει τὰ πολλὰ καὶ ἀγάλλεται, ἐφ᾽ ἑαυτῷ μὲν οὐδαμῶς. Πῶς γὰρ ὁ καταγινώσκων ἑαυτοῦ ἁμαρτάνοντας καὶ διηνεκῶς, ἐπὶ Θεῷ μέν τοι φιλοκτίρμονι, μᾶλλον τῆς σφετέρας πνοῆς ἐγγίζοντι αὐτῷ· ἢ ἵνα εἴπω φανερώτερον ἔσωθεν ἐκ τῆς καρδίας αὐτοῦ φωτὸς οὐρανίου ῥεῖθρα καὶ ποταμοὺς ἀεννάους πνεύματος θαυμασίων ἐνεργοῦντι, καὶ μέν γε προχέοντι, καὶ τὸν νοῦν καταλάμποντι, καὶ μόνον οὐ ἀτεχνῶς, μὴ λέγοντι· μετὰ σοῦ γὰρ εἰμι. Ὅθεν καὶ μυστήρια τούτῳ, ᾗ φίλω, γιγνομένως ἀποκαλύπτει, καὶ χαροποιεῖ ὁ Θεός. Καὶ μὲν δῆτα τὰ τοῦ Δαβὶδ ἀντικρυς τότε ἔπεισι λέγειν αὐτῷ «οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν· » καὶ τὰ ἑξῆς. Καὶ κατὰ Παῦλον· «χάριτι ἐσμὲν σεσωσμένοι »· καὶ τοιγε ἐν πάσαις ταῖς θείαις ἐντολαῖς, ὡς οἶόν τε, κατορθούμενον, καὶ πᾶσαν ὁδὸν ἄδικον ὅση δύναμις μισῶν καὶ τὸ παράπαν μὴ παραλιπεῖν ἐπειγόμενον τῶν πρὸς σωτηρίας τεινόντων μηδέν, καθ᾽ ὅσον ἐφικτόν. Ὁ μὴ κατὰ τὰ εἰρημένα εὐαίσθητον ἑαυτὸν ὁρῶντα, καὶ πάσχοντα διαγνούς, τῆς ἀληθεστέρας οὔπω ἥψατο θεωρίας οὔπω δάκρυα κλαίει διηνεκῆ· οὐ τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν ἐπίγνωσιν τῆς ἀληθείας τεθέαται· οὐ τὴν θείαν δόξαν γιγνομένων ὁρᾷ· οὔτε μὴν τὸ τῶν ἀνθρωπίνων πραγμάτων πέραν· ἢ ἵνα συνελὼν φῶ οὐ τὴν τῶν θείων καὶ ἀνθρωπίνων λόγων ἐν τοῖς πράγμασιν εἴδησιν.
Περὶ θεωρίας.
Ἡ κτίσις ἐξ ὧν ἔχει νοητῶν, καὶ ἡ Γραφὴ πνευματικῶν, μαρτύρονται Θεοῦ δόξαν τε, καὶ βασιλείαν, καὶ σοφίαν, καὶ δύναμιν, καὶ ὁλικῶς εἰπεῖν, μεγαλοπρέπειαν· ἀλλὰ πόσον ἄνπη ἕκαστον τούτων; καὶ τίποτ᾽ ἄρα μαρτύρονται; ὁλίγιστον πάνυ τι, καὶ ὡς ἂν ἐκ πελάγους ῥανίδα τινά· οὐμενοῦν καὶ γὰρ ἑαυτὸν θεωρῶν ἀπολύτως, καὶ ἵνα οὕτως εἴποιμι, τὸ ἑαυτοῦ κινῶν δυνατόν, ἢ σοφόν, ἢ ἔνδοξον καὶ μεγαλοπρεπὲς ὁ Θεὸς ἅπαντα πεποίηκεν, ἃ πεποίηκεν, ἢ καὶ μεγάλα ὁρῶνται ἡμῖν καὶ ἔνδοξα, σοφίας τε καὶ δυνάμεως ἔμπλεω· πολλοῦ γε καὶ δεῖ· οὐ τὸ σφέτερον, ἀλλὰ τῆς χρείας ἀγαθότητος περιουσίᾳ, τὸ δέον· καὶ διέγνω δὴ ὅσον· καὶ καθόσον διέγνω, προήκατο, πάνυ τοι ἐμμελῶς καὶ ἐμμέτρως, καὶ ὁπόσον ἱκανὸν ἦν κατοικεῖσθαι καὶ ζῆν, καὶ διαβιώναι τὸν ἄνθρωπον καὶ εἰς χρῆσιν ἑώρα ἑαυτοῦ καὶ ἀπόλαυσιν σύμμετρον· ὅτ᾽ ἔπλαττε τὸν ἕνα ἀδάμ, τοὺς πολλοὺς θεωρῶν· καὶ δὴ νῦν ἔξεστιν εἰδεῖν μήτ᾽ ἐλλείπουσαν τὴν ὑπομονήν, μήτε τοὺς ἐποικοῦντας ἔχουσαν τῶν ἀνθρώπων ἐλλειπεῖς· καὶ ἡ μὲν γῆ τὴν ἀναλογίαν τῶν ὑποκάτω τετήρηκεν· οὐρανὸς δὲ καὶ ἥλιος, καὶ ἀὴρ καὶ θάλαττα, κατ᾽ ἀναλογίαν τῆς γῆς γεγένηται. Καὶ γοῦν καὶ αὐτὰ πρὸς ἑαυτὰ τὴν σφετέραν ἀναλογίαν ἕκαστα τηρεῖ ἐκ Θεοῦ τοῦ πρὸ πάντων τὰ πάντα γινώσκοντος, καὶ προϊεμένου τὰ πάντα κατὰ τάξιν καὶ δύναμιν τὸ ἀνάλογον καὶ τὴν ἁρμονίαν ἔχουσαν· εἰ γάρ τοι μὴ τῆς χρείας χάριν ἀπήρξατο τῆς τῶν ὄντων γενέσεως ὁ δημιουργός· ἀλλὰ τοῦ ἰδίου δυνατοῦ, καὶ σοφοῦ, ἐνδόξου τε καὶ μεγαλοπρεποῦς μόνον, ταχ᾽ ἂν θᾶττον μυρίους ἀν᾽ θ᾽ ἑνὸς ἑώρακας Κόσμους· μᾶλλον μὲν οὖν οὐδὲ κόσμους, οἷον ὁ νῦν ὁρώμενος· ἀλλὰ τινὰς ξένους ὑπερφυεῖς τε καὶ ὑπερνόησιν· ὧν τοῦ κάλλους καὶ τῆς σοφῆς ποικιλίας, οὐδ᾽ ἂν ψυχὴ τὴν δόξαν τε καὶ στιλπνότητα ἐκ τοῦ ῥάστου ὑπενεγκεῖν ἠδύνατο, ἀλλ᾽ ἐξέφυγεν ἐκ τοῦ σώματος ἐξ ἐκπλήξεων· ἓν ἔργον βουληθεὶς ὁ Θεὸς ποιῆσαι τὸν ἄνθρωπον, βασιλέα τῶν ἐπιγείων, καὶ Θεὸν ἄλλον τῶν τοῦ Θεοῦ, τὸν κόσμον τοῦτον εἰς χρείαν τινα τούτου προὐβάλλετο ῥᾶστα καὶ ἀκαρεί· ἀμέλητοι καί τις τῶν προφητῶν φησίν « ὁ ποιήσας τὴν γῆν ὡς οὐδὲν, καὶ πήξας αὐτὴν ἐπ᾽ οὐδενός»· καὶ ἕτερος «ὁ ἐκτείνων ἐπὶ τῶν ἀνωτάτω, οὐρανὸν ὡσεὶ δέρριν»· τὸ δ᾽ ἐπαυτὴν μόνον ἐπιβλέπειν τὴν γῆν, καὶ τρόμῳ ταύτην συνέχεσθαι τὴν τοσαύτην, πόσης ἂν εἴη περιουσίας δυνάμεως.
Ὅθεν καὶ τὰ ὁρώμενα πάντα λόγῳ μόνῳ εἰς τὸ εἶναι προσήνεγκεν. ἐν ἐκείνῳ μέντοι τῷ αἰῶνι τηρεῖται τὰ μᾶλλον ἔνδοξά τε καὶ κρείττονα· ἅτινα ἵνα ὑπενέγκη ὁρᾶν ψυχή, ὡς διὰ χωνείας τῷ τάφῳ διὰ θανάτου μεταχαλκεύεται, καὶ γίνεται ἄνθρωπος καινὸς ἐπὶ καινοῖς χρήμασι καὶ τρυφαῖς καὶ ὁράσεσι· τὰ δὲ νῦν ὁρώμενα, σκιά τις ἐστί, καὶ ὡς ἂν τις εἴποι ὄναρ μακρόν. Εἰδέ τι πιστώσασθαι βούλοιο, ἔπι δὲ εἰς τὸν νοητὸν τῶν Ἀγγέλων διάκοσμον, εἴ τισι δύναμις, καὶ ὄψει πάντως ἐκεῖ κάλλος, καὶ δόξαν, καὶ σοφίαν, καὶ δύναμιν, οὐκ ἄρρητα μόνον ἡμῖν· ἀλλὰ καὶ ἀνεννόητα· καίτοι κἀκεῖνος ὁ κόσμος μόνῳ ἑνὶ ἐν νοήματι συνέστη Θεοῦ, ἡ τοσαύτη ποικιλία, καὶ τὰ ὅσα ἐκεῖ θαυμάσια. Εἰδ᾽ ἑνὸς νοήματος τὰ τοιαῦτα τί ἂν οὐκ ἂν ἐγεγόνει ποτέ, εἴπερ ὅλην βουλήν, καὶ σοφίαν, καὶ δύναμιν Θεοῦ κεκινεῖσθαι οἶόν τ᾽ ἦν; ἀλλὰ πῶς ἂν εὐπρόσοδον τοῦτ᾽ ἔσται, ἐννοῆσαι ἀπείρου πέρι, γενέσθαι δυνατὸν εἶναι; τοῦ γὰρ, ἀπείρου πέρας οὐδὲν καὶ οὗ πέρας οὐκ ἔστιν, οὐδ᾽ ἄρα κίνησις ἀλλὰ πρόχυσις, ἵνα εἴποιμεν καὶ ταῦτα ἐν μέρει, καὶ ἐνεργείας ἐκ δυνάμεως προϊούσης τῆς ἐξ οὐσίας· διὰ ταῦτα ἄρα, καὶ ὅπερ ἡ κτίσις, ἡ γραφή, Θεοῦ παριστᾶ, εἰ πρὸς Θεοῦ συγκρίνοιτο δύναμιν, ἁμυδρόν τι ἐστί, καὶ βραχεῖα ῥανὶς πρὸς ἀπύθμενον καὶ ἄπειρον πέλαγος· ἀλλὰ γοῦν τύχοιμέν γε ἀξιῶ τῆς ἐπιγνώσεως τῆς πνευματικῆς ῥανίδος ταυτησί· καὶ οὕτω τὸν νοῦν ἀπὸ τῆς ὡς ῥανίδος θεωρηθείσης καλλονῆς τε καὶ δόξης, καὶ τρυφῆς, εἰς τὸ ἄπειρον ὑφαπλώσαντες, κατὰ τὸ ἀνάλογον τὸν ἀπειράκις ἀπείρως ὑπεράπειρον, κατὰ τὸ ἡμῖν ἐφικτὸν ὑμνήσαντες, ἑνωθείημεν πρὸς ἑαυτοῦ, καὶ Θεόν, ἐν καταστάσει ὑπερκοσμίῳ ἑνοειδῶς, ἁπλοῖ, καὶ ἄπειροι, καὶ ἀόριστοι νόες ἀγγελομιμητῶν γεγενημένοι, ἐν εὐφροσύνῃ ἀρρήτῳ, καὶ χαρᾷ καρδιακῇ καὶ ἀγαλλιάσει, τῇ ἐνεργείᾳ καὶ χάριτι τοῦ πνεύματος ἀμήν.
Περὶ πρακτικοῦ καὶ θεωρητικοῦ.
Μὴ ψάλλειν οὐ δεδύνηται ὁ πρακτικὸς προμηθούμενος ἑαυτῷ τὴν πραότητα καὶ τὴν προσήκουσαν πρακτικοῖς διέγερσιν· ψάλλειν δὲ ὁ θεωρητικὸς οὐ δεδύνηται, ἢ οὐ βεβούληται· οὐ δεδύνηται μὲν ὑπὸ τῆς θείας ἐνεργούμενος χάριτος, καὶ πνευματικῆς τρυφῆς ἐν σιωπῇ ἐμφορούμενος ὡς τὰ μάλιστα, ἀπερικτυπήτῳ καὶ ἡσύχῳ καρδίᾳ ἐνευφραινόμενος· οὐ βεβούληται δέ, ἐφ᾽ ἑνὶ θεωρῶν πράγματι, καὶ τὸ νοερὸν κινῶν τῆς ψυχῆς πρὸς ἐνέργειαν ἀμεταβάτοις καὶ εἰρηνικαῖς ἐν βαθείᾳ ἠρεμίᾳ νοήσεσι· διὰ τοῦτο ἀνάγκη θεωρητικῇ τὸ τῆς θεοπτίας ἔργον διϊέναι σιωπῇ· ἢν δέπου φαίνηται καὶ ἀναγινώσκων, ἐπὶ πόσον γοῦν, οὐ θαῦμα· ὁρῶσι τὸ τοῦ νοῦ τρεπτὸν καὶ τὸ τῆς ἡμετέρας φύσεως σύνθετον καὶ ἀλλοιωτόν· τοῦτο δὲ ἰστέον ἐστιν, ὅτι μετὰ τὸ τῆς θεωρίας διὰ τῆς χάριτος ἄνοιγμα, ὅπερ ἐστιν ἀνάγνωσις, κατωτέρα τοῦ ἔργου τῆς θεωρίας ἐστίν· ᾗ μὲν καθ᾽ ἑαυτήν, τῇ δε διὰ τὴν νοερὰν διεξόδευσιν ἐν οὐδὲ μιᾷ γὰρ ὁ νοῦς ἀναγνώσει τὸ ἀδιαίρετον ἴσχει τηρῶν· ἐν δὲ τῇ νοερᾷ ἐλευθερίᾳ, ἥτις μυστικῶς τελεῖται ἐν σιωπῇ, τὰ πλεῖστα ἡνωμένως ὁρᾷ, ὅπερ τοῦ διηρημένου διαφέρει πάμπολυ ἢ οὐχὶ κἂν τοῖς αἰσθητοῖς τὸ εἰδέναι τι ὑπεραναβέβηκε τῆς περὶ αὐτοῦ ἀκοῆς; ὀφθαλμοὶ γάρ, ὥς φησι καὶ παρὰ πάντων ὁμολογεῖται, ὡτίων πιστότεροι· ὥσπερ οὖν ἐν τοῖς αἰσθητοῖς, οὕτω δὴ κἂν τοῖς νοητοῖς, τὸ εἰδέναι, ἦτοι τὸ θεωρῆσαί τι τῶν νοητῶν, πολλῷ κρεῖττον ἂν εἴη τοῦ ἀκοῦσαι περὶ αὐτοῦ, ὅπερ συμβαίνει γίνεσθαι ἀναγινώσκουσιν· ὥσπερ γὰρ ἡ Σαμαρεῖτις γυνὴ τῷ ἀληθινῷ λόγῳ καθομιλήσασα, τοῖς ἰδίοις πολίταις ἐκήρυττε τὴν αὐτοῦ θειότητα· τοῦ λόγου δὲ δι᾽ ἀγαθότητος ἄκρας περιουσίαν, ἐν τῇ πόλει γινομένου, καὶ τοῖς ἐκεῖσε ἀξιώσαντος ὁμιλίας, οὐκ ἔτι ἔλεγον, δεῖσθαι τῆς ἀπὸ τῆς γυναικὸς μαρτυρίας εἰς παράστασιν τῆς τοῦ λόγου θεότητος· οὕτω δήπουθεν, τῆς διανοίας ἔξωθεν τῇ ψυχῇ μαρτυρούσης, καὶ ταῖς πρὸς ψυχὴν δυνάμεσι, διὰ τῆς τοῦ λόγου ὁμιλίας ὧν ὁμιλεῖ, τὴν θειότητα· ὅταν ἐποψία γένηται διὰ τῆς χάριτος τῇ ψυχῇ σὺν πᾶσι τοῖς αὐτῆς, τῆς τοῦ λόγου θειότητος, οὐκ ἔτι καιρὸν ἔχει δεῖσθαι τῆς ἔξωθεν ἡ ψυχὴ μαρτυρίας· πᾶς γὰρ ὁ ἀκούων, δεῖται εἰδέναι τὰ ἁκουόμενα· οὔκουν ὁ ὁρῶν δεῖται διδάξοντος τὰ περὶ τὸ ὁρώμενον τί ἐστιν, ἕως ἂν ἐν τοῖς ὁρῶσι καὶ ὀφθαλμοὺς ἔχουσιν ὅ γε ὁρῶν συντάσσοιτο· ἔν ἐστι δὲ τοῦτο κἀπὶ Θωμᾶ κατιδεῖν, ἀκούοντος μέν, μὴ πειθομένου δέ, ἀλλὰ φάσκοντος «ἐὰν μὴ ἴδω, οὐ μὴ πιστεύσω» καί γε ὡς ἂν εἶδεν, εὐθὺς ἐξεβόησε, Κύριον καὶ Θεόν, ὦ διηπίστει πρὶν ἰδεῖν, ὁμολογῶν αὐτὸς ἀφ᾽ ἑαυτοῦ τὴν ἀλήθειαν· καὶ ὅπερ ἀκούων οὐκ εἶχε, τοῦτο ἐκτήσατο, τὴν πίστιν δηλαδή, εὐθὺς τοῦτον ἑωρακώς· ὥστε κἀντεῦθεν τοσαύτην ἀπονεῖμαι διαφορὰν δεῖ θεωρίας πρὸς πρᾶξιν, ὅσον νοὸς πρὸς αἴσθησιν.
Περὶ τῶν αὐτῶν.
Ὅτε τὴν ἡλικίαν νήπιος, καὶ ὁ ἐνακμάζων, χρῶνται γάλακτι, ἀλλ᾽ ὁ μὲν ἵνα τραφῇ, ὁ δὲ ὡς ἂν ἡδευθῇ· τέτεισι καὶ ὁ πρακτικός σὺν τῷ ἀναγινώσκειν ψαλμούς, τοῦτο δὲ φαίνεται καὶ ὁ θεωρητικὸς ποιῶν· ἀλλ᾽ ὁ μὲν εἰς ῥῶσιν ψυχῆς καὶ ἀσφάλειαν εἰς θυμηδίαν δὲ ὁ θεωρητικός, καὶ μάλιστ᾽ ἵνα διαναπαύσῃ τὸ τῆς καρδίας αὐτοῦ πυρφόρον, καὶ ἀνατατικὸν πρὸς Θεόν, καὶ δακρυρόουν κίνημα. Κἂν γὰρ ὑπεράλλεται τὸ ἐν αὐτῷ Πνεῦμα, καὶ προθυμῇ ταῖς θείαις ἀγλαίαις ἐνευφραινόμενον, καὶ ἀπὸ δόξης εἰς δόξαν μεταμορφούμενον καὶ αὐξανόμενον· ἀλλὰ τὸ τῆς σαρκὸς σύνθετον, καὶ τὸ τῆς καρδίας πήλινον ἀσθενεῖ· ὡς δ᾽ οὕτως διὰ τὴν γνῶσιν καὶ τὴν ἀπὸ ταύτης διδασκαλίαν καὶ ἐπιστήμην ἐν τοῖς θείοις λόγοις διατρίβει ὁ πρακτικός· ὧν δὲ τὴν γνῶσιν ὁ θεωρητικὸς σιωπῇ δέχεται, καὶ ἃ διδάσκεται ἀλαλήτως, καὶ τὸ αὐτοῦ θεωροῦν ἐποπτάνεται, φράσαι λόγος οὐ δύναται· οὕς φησιν ἡσυχίας ἀκούσει ἐξαίσια· ἐξαίσια εἶπον, ὁποῖα ὁ ἐξαίσια οὐκ ἠδυνήθη εἰπεῖν· διὸ παρῆκε τῶν ὑπὲρ λόγον φράσαι τὸ ἄφραστον· διὸ τοῦτο μακαρίζειν μοι ἔπεισιν, οὓς ὁ θεῖος λόγος πρὸ μεμακάρικε πιστεύσαντας πρὶν ἰδεῖν, τοὺς πρακτικούς. Ὑπὲρ μακαρίους δὲ ἤγημαι τοὺς θεωρητικούς· εἰ γὰρ ὁ πρακτικὸς καίτοι μὴ ἑωρακώς, ἐκ μόνης πίστεως, τὸ μακάριος εἶναι ἔχει· τίποτ᾽ ἂν τις διανοηθείη περὶ τοῦ θεωρητικοῦ· σὺν τῷ περιπατεῖν διὰ πίστεως ὑπερηρμένης τῆς τοῦ πρακτέου, καὶ τὰ μεγάλα τεθεαμένου καὶ ἐξαίσια, καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ πάσχοντος καὶ ὁσημέραι θεωμένου κατὰ τὸ εἰκός.
Τῷ ἀνθρωπίνῳ δισσῷ συγκρίματι διχῇ καταλλήλῳ διένειμεν ὁ τοῦ παντὸς κοσμήτωρ καὶ ποιητὴς τὴν εὐπάθειαν, καὶ ἓν οὕτως ὀνομάσω ζωήν· τῷ μὲν φαινομένῳ τοῦ ἀνθρώπου, πᾶσαν τὴν φαινομένην κτίσιν παραγαγών· τῷ δὲ νοουμένῳ, ὅπερ ἐστιν ἡ ψυχή, τὰ ἐν τῇ αἰσθητῇ κτίσει νοούμενα· ὡς γὰρ τῷ αἰσθητῷ τοῦ ἀνθρώπου ἥνωται νοητόν· οὕτως ἀνὰ πᾶσαν τὴν ὁρωμένην κτίσιν ὑφ᾽ ὁρᾶται συνοῦσα ἐν τοῖς καθ᾽ ἑκάστην νοητὴ καλλονή· καὶ οὐκ ἔστιν ἐν οὐδενὶ τῶν φαινομένων, κἂν τοὐλάχιστον εἴπης, ὁ νοητῆς στερεῖται συναφῆς· καὶ τοῦτο κατὰ τὸ εἰκός· ἔδει γὰρ πάντως τῶν πάντων διὰ τὸν ἄνθρωπον πεποιημένων τῷ θείῳ λόγῳ τοῦ παντοκράτορος, μηδὲν παράλογον ὁρᾶσθαι γινόμενον· ὅπερ ἦν ἂν εἰ τῷ τῆς κτίσεως φαινομένῳ μὴ σὺν ἦν νοούμενον· εὐπαθοῦντος γάρ τοι τοῦ σώματος ἐκ τῆς συνεργείας τῶν ὁρωμένων, ἡ χριστιανικὴ ψυχὴ μεμένηκεν ἂν κενή· καὶ ἦν τὸ σῶμα κρεῖττον ψυχῆς· ὅπερ ἄτοπον ἢ πόθεν ἄλλοθεν ἕξει ψυχὴ τὸ οἰκείως αὐτῇ ζῆν πρώτως; ἐκ Θεοῦ; καὶ ἔσται τοῦτο παρὰ τὴν τάξιν τοῦ λόγῳ τὰ πάντα κτίσαντος· εὑρεθήσονται γὰρ ἥττους ἃς χωρισταὶ τῶν συνθέτων οὐσίαι, εἴπερ ἐκείνων ἀφ᾽ ἑαυτῶν πρὸς Θεὸν κινουμένων, ἡμῖν ἀμέσως τοῦτ᾽ ἦν· ἀλλ᾽ ἐχρῆν δήπουθεν ἐξ ἁπλῶν νοητῶν ἀνάγεσθαι καὶ τρυφὴν τῆς ἐποψίας πορίζεσθαι; ἀλλὰ καὶ τοῦτ᾽ ἰσάγγελον ἂν ἐδίδου τάξιν ἡμῖν ὃ παρὰ τὸ πεφυκὸς συναντᾶ νόας ἐνύλους τοῖς ἀύλοις ἐφαμίλλως ἀνατετᾶσθαι πρὸς τ᾽ ἀγαθόν· ἐκεῖνοι μὲν γὰρ οὐκ ἔξωθεν ἑαυτῶν ἔχοντες τὴν οἰκείαν ζωὴν καὶ ἀνάτασιν πρὸς τὸ πρῶτον καλόν, ἀλλ᾽ ἀφ᾽ ἑαυτῶν ἀρχόμενοι ταῖς θείαις ἐντρυφῶσιν ἐνοειδεῖς αὐγαῖς· ἡμεῖς δὲ ὑποβεβηκότες τὴν φύσιν, καὶ μετ᾽ ἀγγέλους ὄντες δεύτεροι, ὑφειμέναις καὶ, ἵνα οὕτως εἴποιμι, μετ᾽ αὐτοὺς τάξεσι, κατὰ τάξιν πρὸς Θεὸν καὶ τὸ κάλλος αὐτοῦ συναγόμεθα, οὐχὶ τὰς χωριστὰς οὐσίας πρὸς τοῦτο ἀρχὴν ποιούμενοι, ἢ τὰ ἁπλῶς νοητά· τοῦτο γάρ ἐστιν ἀγγελικόν, ἀφ᾽ ἑαυτῶν ἀρχομένων πρὸς τὴν θείαν ἀνάτασιν· ἀλλ᾽ ἀπὸ τῶν συνθέτων κατὰ λόγον κινούμενοι, καὶ τελευτῶντες εἰς τὰ ἁπλᾶ κτιστά, περαιούμεθα εἰς τὰ ἄκτιστα, λόγῳ καθάπερ ἔφην, ὡς τὰ τῆς φύσεως· καὶ οὕτως ἐνοειδεῖς πρὸς ἑαυτοὺς καὶ Θεοῦ συναγόμεθα· ἐντεῦθεν ἵνα οἰκείως ἡμῖν αὐτοῖς τὸ νοερῶς τρυφᾶν, καὶ ζῆν, καὶ ἀνάγεσθαι πρὸς Θεοῦ ᾗ, ἐν πᾶσι τοῖς αἰσθητοῖς ἐγκατεσπαρμένα νοητὰ θεωροῦνται τοῖς προφαινομένοις συνόντα ἅπερ ὁ πρακτικὸς ὁρᾶν, ἢ οὐ δεδύνηται, ἢ οὐ βεβούληται οὐ δεδύνηται μὲν εἴπερ οὐκ ἔχει ἄνθρωπον ἢ Γραφὴν αὐτῷ παραδείξοντα· οὐ βεβούληται δὲ, εἴγε καίτοι τούτοιν εὐπορεῖ, μέντοι γὲ, οἰήσει καὶ πονηρίᾳ τῷ πλησίον διαπιστῶν, ἑαυτῷ δὲ πιστεύων, διδασκαλίας μεμένηκε τῆς περὶ τούτων ἄγευστος, τὰ φαινόμενα τῆς Γραφῆς ὁδηγίαν ἱκανοῦσαν ἡγούμενος ἑαυτῷ· τῇ δὲ κτίσει χρώμενος ἰσχνῷ εἰς ὑπηρεσίαν τοῦ σώματος, νομίζων τοῦτο εἶναι εὐσέβειαν, καὶ ἀρκούμενος τούτοις, καὶ πλέον ζητῶν οὐδέν· ὁ δὲ θεωρητικὸς ἐκ τῆς ὁρωμένης κτίσεως ἀναλεξάμενος τὰ ἀόρατα, καὶ σύμφωνα τῷ Πνεύματι Γραφῆς εὑρηκὼς ἀγαλλομένῳ ποδί πρὸς τὰς χωριστὰς οὐσίας μεταχωρεῖ, καὶ τῆς ἀγλαίας τούτων κατιδὼν τὴν εὐπρέπειαν χαίρων διαβαίνει ταύτας διὰ τῆς χάριτος καὶ εἰς τὰ ἄκτιστα μεταβαίνει νοητὰ τοῦ Θεοῦ· καὶ τῆς ἀπειρίας καὶ θεωρίας τούτων κατατρυφήσας, ὡς ἐφικτόν, ἐπὶ τὴν τοῦ θείου κάλλους ἀκτῖνα ἀρρήτως προκύπτει ἑνοειδῶς καὶ ὑπερφυῶς· καὶ τῆς ἀνεκφράστου ὡραιότητος ὑπερκοσμίως ἐν ἐκπλήξει κατὰ τὸ εἰκὸς ἀπολελαυκώς, καὶ τῆς παμφαοῦς αἴγλης ἐκείνης, ἐν ἑνοειδεῖ καὶ μονοειδεῖ καταστάσει, οὐκ ἔχει τίς γένητ᾽ ἂν τῇ χαρᾷ καὶ τῷ θαύματι· ἀμέλειτοι καὶ ἄληκτον δέχεται τῆς θείας εὐφροσύνης τὸν ροῦν, καὶ τῷ πρακτικῷ ἀφθόνῳ διαθέσει τὴν πρὸς ἀλήθειαν ἄγουσαν ὑφηγεῖται ὁδὸν λόγοις καὶ γράμμασιν.
Περὶ μετοχῆς τοῦ Ἁγίου Πνεύματος.
Ἄρ᾽ εἶδας τί τὸ ἐν ταῖς τῶν πιστῶν ἐγχεόμενον καρδίαις καὶ τὸ σημεῖον τίποτέ ἐστι τῆς ἐγχύσεως, μάλιστα γε τὸ Πνεῦμά ἐστι τὸ Ἅγιον ἐκ Πατρὸς δι᾽ Υἱοῦ, τὸ καὶ τὴν οἰκουμένην πληροῦν· ὅλον πανταχοῦ ὃν, καὶ ὅλον ἐν ἑκάστῳ ἐγχεόμενον τῶν πιστῶν· ἀπαθῶς μεριζόμενον καὶ ἀσχέτως μετεχόμενον· σημεῖον δὲ τῆς τούτου μετοχῆς ἢ τῆς ἐν ἡμῖν ἐγχύσεως, ἔφεσις ἐν ταπεινώσει πτωχείας, τὸ ἀπονητὶ ἀείρρυτον δάκρυον, ἡ πρὸς τὸν Θεόν, καὶ τὸν πλησίον ὁλοσχερὴς καὶ ἀνόθευτος ἀγάπη, ἡ καρδιακὴ χαρὰ καὶ τὸ ἐπὶ τὸν Θεὸν ἀγαλλίαμα, ἡ ἐπὶ τοῖς καθήκουσι μακροθυμία, ἡ πρὸς πάντας χρηστότης καὶ ἁπλῶς εἰπεῖν, ἡ ἀγαθοσύνη, ἕνωσις νοὸς καὶ θεωρία καὶ φῶς, προσευχῆς ἀεικίνητος ἔνθερμος δύναμις καὶ τὸ πᾶν ἀμεριμνία προσκαίρων, ἐν τῇ μνήμῃ τῶν αἰωνίων· ὡς θαυμαστὰ τὰ ἔργα σου Κύριε, ὄντως δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ, πιστὴ δηλαδὴ καρδία.
Τὴν μεγάλην βουλὴν τοῦ Θεοῦ ἡμῶν καὶ κατ᾽ εὐδοκίαν ἀνεννόητον φιλανθρωπίας ὑπερφυοῦς, Πατρός, ἣν ἦκε φέρων ὁ Ἰησοῦς, Ἄγγελος ἡμῖν αὐτῆς χρηματίσας, δι᾽ ὑπερβάλλουσαν, ὑπὲρ ἔννοιαν ἁγιότητος, ἀγαθότητα καὶ ἀγάπην τοῦ Γένους ἡμῶν εἴγε συνῆκας ἀκουτισθῆσαν, καθ᾽ ἣν συνάγονται πάντες οἱ λόγοι τῶν φαινομένων εἰς ἕνα λόγον συντετμημένον, ὃν ὁ Θεὸς δώσειν ἡμῖν ἐπηγγείλατο· οὐκ ἀπολήξεις ἐκπληττομένη ποτὲ χαίρουσά τε καὶ εἰρηνοπαθοῦσα.
Τὸν τῆς θείας μεγαλειότητος ὑπὲρ ἡμῶν σκοπὸν καὶ τὰ κατ᾽ αὐτὸν ἑπομένως γιγνόμενα μεταξὺ ἡμῶν καὶ Θεοῦ· εἴγε γνοίης, συνήσῃ, τί μεν περὶ ἡμῶν Θεὸς βούλεται, καὶ πῆ τελεῖ τὰ ἡμέτερα καὶ πόσῳ τῶν ἀνηκόντων ἀπὸ δεῖ· λύπης θεοφιλοῦς μετὰ πλήρους ἀληθινῆς ταπεινοφροσύνης ἔργον γένοιο γ᾽ ἄρα.
Περὶ θεωρίας.
Ὁ τὰ τῆς Θεοῦ ἀγάπης ξύμπαντα διακείμενα μελετῶν νοεραῖς ὁράσεσι κατ᾽ ἐπιβολήν, εὑρήσει ἀναμφιλέκτως ἀνατέλλοντα τὰ τρία ἐκεῖνα τῇ ἑαυτοῦ ψυχῇ, τὰ δι᾽ ὧν πᾶσαι ἱεραὶ Γραφαὶ καὶ βίβλοι σὺν σπουδῇ πρὸς τὸ λέγειν διεγείρονται· ὡς ἂν δηλαδὴ γένοιντο τοῖς ἀνθρώποις κτητὰ πάσῃ μηχανῇ, φημὶ δή· τὴν πίστιν, τὴν ἐλπίδα, τὴν ἀγάπην, τὸ πέρας, ἢ μᾶλλον εἰπεῖν τὸν θεμέλιον ξυμπάντων πρακτικῶν τε καὶ θεωρητικῶν ἀρετῶν, αὕτη ἐστὶν ἀληθῶς ἡ ἐν ἡμῖν γε ἱερὰ τριάς, καθ᾽ ἣν τῇ ἱερᾷ Τριάδι ἑνούμεθα ἐπιβάλλοντες ὡσπερεὶ Ἄγγελοι ἕτεροι.
Περὶ θεωρίας.
Τρεῖς τριαδικὰς τάξεις μυστηρίων γενικῶς ὁ νοῦς ὑγιαίνων περὶ τὸν Θεὸν θεωρεῖ· προσωπικήν, φυσικὴν καὶ ἑπομένην τῇ φυσικῇ, ἡ πρώτη τριὰς ἐξ ἱερῶν γραμμάτων μάλιστα τῷ νῷ τὴν ἔκφανσιν χορηγεῖ ἑαυτῆς· ἡ δὲ μὴν φυσική, κἀκτῆς τῶν ὄντων θεωρεῖται κατανοήσεως, ἡ ἐξ ἀκολούθου δὲ ἑπομένη τῇ φυσικῇ, καὶ ἐξ ἀληθείας συνάγεται λογικῆς· καὶ γοῦν, εἴς γε τὴν πρώτην τριαδικὴν τάξιν εἰσιών, ἢ μᾶλλον κυριώτερον εἰπεῖν, ὁ νοῦς ἀτενίσας, τῷ ἀπροσίτῳ καθυπαντᾶ, πλὴν οὐχ οὕτως ἁπλῶς· εἰς μέντοι τὴν δευτέραν, χαρὰν ἐν σοφίᾳ εὑρίσκει μετὰ ἐκπλήξεως· ὅταν δὲ εἰς τὴν τρίτην εἰσέλθῃ τριάδα, τῳόντι τότε εἰς τὸν γνόφον εἰσέρχεται, οὗ ἐστιν ὁ Θεός· ἁπλούστατος παντάπασι γεγονὼς καὶ ἄπειρος καὶ ἀόριστος, ἐν ἀνειδέῳ καὶ ἀσχηματίστῳ τῆς καταστάσεως· ὅταν δὲ ταῖς τρισὶ τριάσι ταύταις ἐπιθεωρῇ, ἢ μᾶλλον προσορᾶ, ὡσπερεὶ δεκάτην τάξιν τινά, τήν, ἐν ᾧ, φασὶν οἱ τῆς ἀληθείας κήρυκες ὅτι κατώκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· τότε τῷ ὄντι τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην ὁρᾷ ἐν τῷ τελείῳ καὶ ἄκρῳ τῆς θεωρητικῆς χάριτος.
Περὶ θεωρίας.
Καὶ ἐσαῦθις δ᾽ οὖν ὑποδιαιρῶν οὕτω, τρεῖς διαθέσεως πνευματικῆς χάριτος ἐν μυστηρίῳ καταστάσεις ὁ νοῦς ἐν τῇ εἰρηνοβλύτῳ τοῦ Χριστοῦ δωρεᾷ θεωρεῖ ὑπερκόσμιον, περικόσμιον καὶ ἐνεαυτῷ· ἐν ταύτῃ δήπου τῇ Τριαδικῇ μονάδι, ἢ τῇ δεκάδι δήπουθεν, ἢ τῇ τελειότητι τῆς θεωρίας τὰ τῆς θείας ἀγάπης κέντρα ἀγαθῇ τῇ χάριτι ἐν τῇ ψυχῇ καὶ τὰ κατ᾽ αὐτὴν ὁ νοῦς τελεῖται μυστήρια, καὶ καταλάμπεται περὶ ταῦτα καὶ γάννυται καὶ φαιδρύνεται· καὶ γοῦν καὶ αὐτὸς ἐν πνεύματι γιγνομένως τὸ ἀγαπᾶν τῆς ψυχῆς στρέφει πρὸς Θεόν, καὶ κινεῖ τοῦτο ὡς ἐφικτὸν πρὸς τὸν θεῖον ἔρωτα, καὶ τὸν Θεὸν ἀγαπᾶν τοὐντεῦθεν ἄρχεται, καὶ μάλα εἰκότως καὶ μέν γε ἀνάγεται καὶ προκόπτει περὶ τὴν ἀγάπην αὐτήν, καὶ πρόσκειται, καὶ ὁρᾷ καὶ ἐπείγεται, ᾗ ἔν ἐστι πρὸς τὰς ἐντολάς· καὶ σπεύδει διὰ πάντων σὺν χάριτι εἴπως γίνοιτο κατὰ θεμιτὸν τρόπον πλατυνθῆναι, καὶ εἰδεῖ τελειωθῆναι τὴν θείαν ἀγάπην ἐνεαυτῷ· τότε ὁ Θεὸς καὶ ὁ νοῦς γίνεται παραδόξως εἰς Πνεῦμα ἕν· ὅτε γὰρ Θεὸς κατὰ παραδοχήν. ἐν τῷ νῷ πνευματικῶς, ὅ, τε νοῦς κατ᾽ ἐπιβολὴν αὖθις ἐν τῷ Θεῷ· καὶ σαφῶς ὁρᾶ τὸ τοῦ Παύλου λέγοντος· «ὁ δὲ κολλώμενον τῷ Κυρίῳ εἰς ἓν Πνεῦμα ἐστι»· τότε ὁ Θεός, ἔλλαμψις, καὶ φῶς, καὶ ἔρως γίνεται τῷ νοί, καὶ μὲν δὴ ὁ νοῦς ἐνεφραίνεται τῷ Θεῷ σὺν θαύματι ἐπαγαλλόμενος ἐν ἐλλάμψει μιᾷ τριττοῦ φωτός, εἰρηνεύων καὶ ἀναπαυόμενος ἐν Χριστῷ μετ᾽ ἐκπλήξεως ὡς εἰκός.
Περὶ θεωρίας.
Πέντε λόγους, εἴτε λέγει τις λέγειν ἐθέλοι, εἴτε νοεῖ, εἴτε μὴν ὁρᾶ νοῦς θεωρητικὸς γενικῶς περιεστῶτας τῷ Ἰησοῦ ἐνανθρωπήσαντι, δόξης δηλαδή· καὶ ἀγάπης· καὶ χάριτος· καὶ δὴ καὶ εἰρήνης, καὶ ἀναπαύσεως· δόξης μὲν λόγου, ἐκ τῆς τῶν γεγονότων φαινομένων τε καὶ νοουμένων παραγωγῆς ἐνοπτρίζεται· ὅτι πάντα δι᾽ αὐ τοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν· εἴτε αἰῶνες καὶ τὰ ἐν αἰωνιότητι· τουτέστι πᾶσα ἡ ὑπερουράνιος διακόσμησις, καὶ πολλῷ γε μᾶλλον τα ἔγχρονα· καὶ τὸ τούτου μεῖζον ὅτι ὁμοφυὴς καὶ σύνθρονός ἐστι τῷ Θεῷ Πατρί, καὶ τῷ Πνεύματι· εἰκὼν ὢν τοῦ ἀοράτου Θεοῦ καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ, πάντα πεφυκότως ἔχων ὅσα ὁ πατήρ· διὸ ἐν τῷ Πατρὶ αὐτός ἐστι, καὶ ὁ πατὴρ ἐν αὐτῷ· ἀγάπης δὲ ὅτι ὁ λόγος σὰρξ ἐξ ἡμῶν ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· χάριτος, ἐκ τῆς τοῦ εἰς ἡμᾶς ζωοποιοῦ Πνεύματος χύσεως καὶ δωρεᾶς· ἐκ γὰρ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· εἰρήνης, ἧς εὐαγγελιστὴς ἐγένετο τοῖς ἐγγὺς καὶ τοῖς μακράν, ποιήσας εἰρήνην, καὶ ἀποκαταλλάξας τοῖς ἐπὶ γῆς τὰ ἐν οὐρανοῖς· ὅθεν καὶ ὁ Πατὴρ συνήγειρεν ἡμᾶς καὶ συνεκάθισεν ἑαυτῷ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ ἀναπαύσεως, ὅτι δι᾽ αὐτοῦ γεγόναμεν ἀναμφηρίστως τοῦ Θεοῦ κληρονόμοι· οὗ οὐ μόνον οὐδὲν κραταιότερον, ἀλλ᾽ οὐδ᾽ ἴσον καθ᾽ ὑπερβολὴν ὑπεράπειρον· ἐντεῦθεν δῆτα ἐν τῇ ἑνικῇ Τριάδι τρεῖς συνημμένους λόγους εἰς ἑνὸς μυστικοῦ σκοποῦ πέρας ἐξαίσιον θεωρεῖ ποδηγούμενος, ἐξ ἄρα τῶν πέντε εἰρημένων λόγων, ἀληθείᾳ καὶ Πνεύματι· καὶ οὕτως ἀγάπῃ καὶ ἐγκρατείᾳ, ἀγρυπνία ἀναγνώσει τε καὶ προσευχῇ μετὰ ταπεινοῦ φρονήματος ὑποκειμένου, καὶ τῆς ἐμπράκτου δικαιοσύνης, ὅσον ἐφικτόν, καὶ πρὸς θεωρητικὰς ἐμφάσης Θεοῦ, καὶ θείας ἐννοίας καταλλήλως χωρεῖ, καὶ ζῇ μοναχῶς μετὰ τοῦ Θεοῦ, μηδαμῶς ἐνδιδοὺς τῆς καθηκούσης ἑαυτῷ προσοχῆς καὶ φόβου ἀνήκοντος· καὶ ταύτη γε ἀπολαύει τῶν πολλῶν καὶ λίαν λαμπρῶν χαρισμάτων ἀρρήτως τοῦ πνεύματος, ἐν ἀγάπῃ ἁγίᾳ, καὶ χαρᾷ καρδιακῇ, καὶ εἰρήνῃ ὑπερφυεῖ, καὶ τοῖς ἐφ᾽ ἑξῆς ἀληθῶς ἀγαθοῖς, καὶ δὴ ναὸς χρηματίζει Θεοῦ, καὶ καινὸς κληρονόμος, καὶ καθάπαξ χάριτι θετὸς Θεός.
Εἰς τὸ, εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ, πληθύνων πληθυνῶ τὸ σπέρμα σου καὶ τὰ ἑξῆς.
Ἔνθεν τοι, ὅταν ἐγὼ πρὸς τὸν Θεάνθρωπον εἰρηνικῷ τῷ ὄμματι τῆς ψυχῆς ἐν τῇ ζωοποιῷ καὶ φωτιστικῇ δυνάμει τοῦ Πνεύματος ἀναβλέψω Κύριον· καὶ γένωμαι τουτωνὶ τῶν περὶ αὐτοῦ πέντε λόγων, οὓς προύφην, ἀριδήλως ἐκεῖνο μεμνημένος, ὁρῶ θαυμασίως τελεσθὲν τὸ τῷ Ἀβραὰμ πάλαι ποτὲ ὑπισχνούμενον παρὰ τοῦ σαρκωθέντος λόγου, λέγοντος περιφανῶς. Πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· ὡς γὰρ ὅτε λέγει, ἐν τῷ σπέρματί σου εὐλογηθήσονται πάντα τὰ ἔθνη, ὁ πανίερος Παῦλος ἀνάγει τὴν τοῦ σπέρματος ἔννοιαν ἐν τῷ Ἰησοῦ· οὕτω δήπουθεν εὐλόγως λίαν καὶ τὸ πληθυνθέν, οὕτω σπέρμα τοῦ Ἀβραάμ, ὁ Κύριος Ἰησοῦς ἐστιν, ὑπερπλήρης ὢν μόνος διὰ τὴν ἕνωσιν τῆς θεότητος, καί γε τὴν ἐνέργειαν ἄπειρος μὲν διὰ τὸ μέγεθος, ἀνεξερεύνητος δὲ διὰ τὸ πλῆθος, καὶ τῇ γε ἀληθείᾳ πεπληθυσμένος, ᾗ Θεὸς τῶν χαρίτων, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης· γένος Ἀβραάμ, καὶ ἐξ αὐτοῦ διαρρήδην καταγόμενος. Καὶ οὔτε τὸ ἀκόλουθον ἔχει τοῦτο λέγεσθαι τῷ Θεῷ περὶ τὸν Ἰσμαήλ· οὐ γὰρ τέκνον ἦν ἐλευθέρας, καὶ ὅτι ἐν Ἰσαάκ, φησί, κληθήσεταί σοι υἱός· οὔτε μὴν περὶ τοῦ Ἰσραήλ· οὐδὲ γὰρ εἰς τοσοῦτον ἦκον πλήθους, ὅπου γε οὐδ᾽ ἂν ξύμπαντες ἄνθρωποι γῆς, ὅσον ὁ Κύριος καὶ Χριστὸς προσληφθεὶς ὡς ἐκ σπέρματος Ἀβραάμ, τῷ Θεῷ λόγῳ, καὶ τελῶν ἓν πρόσωπον ἄνθρωπος καὶ Θεός· οὗ καὶ μόνη ἡ εἰρήνη ὅριον ἥκιστα δέχεται, οὗ τὰ κρίματα ἄβυσσος καὶ ἀνεξιχνίαστοι αἱ ὁδοί· καὶ τὸ δυνατὸν καὶ σοφόν, καὶ πάντα τὰ περὶ αὐτὸν θεῖα ἀπειράκις ἀπείρως ἄπειρα· ἐν αὐτῷ ἀόρατά τε ἔθνη, τῆς εὐλογίας παρὰ δόξαν ἐπέτυχον, καὶ ὁ πληθυσμὸς ὁ τοσοῦτος περιφανῶς ἔσχε τὸ πέρας διὰ τὰ προκείμενα· ἀλλ᾽ οὐδὲ προσῆκον ἦ, οὔτε μὴν ἀναγκαῖον, καὶ ὁποσοῦν τῷ Θεῷ λαοῦ πληθυσμῶν παρέξειν χάριν ὑπισχνεῖσθαι τῷ Πατριάρχῃ ἐκ σπέρματος· τὸ γὰρ ἐπὶ τοιούτοις χαίρειν, πάντως ἐθνικὸν καὶ βάναυσον· ἀνδρὸς δὲ φρονοῦντος τὰ ἄριστα, καὶ ὁποῖος Ἀβραάμ, καὶ θεοφιλοῦς καὶ ταῦτα τόσον, ὅσον ὁ Πατριάρχης ἐκεῖνος, ἀγαπᾶν καὶ ὅλῃ ψυχῇ πρὸς χαίρειν τῇ περὶ Θεοῦ ἐφικτῇ καὶ γνώσει καὶ θεωρίᾳ.
Κἂν τούτοις πλεονασμὸν θείων δέχεσθαι νοημάτων, καὶ θεωρημάτων τε καὶ ἐλλάμψεων, καὶ ἐφαμίλλως θεοπρεπῶς πληθύνεσθαι· οὕτω Μωσῆς ἱκέτης γίνεται ἀξιόλογος, ἵνα γνωστῶς ἴδῃ τὸν Θεὸν ἐμφανισθέντα αὐτῷ· καὶ δὴ ὡς εἶδεν, ὅσον ἰδεῖν δίκαιος ἔδοξε, τοσοῦτο πολὺς γέγονε· καὶ τόσον γνώσεως θείας πλῆθος ἐπῆλθεν αὐτῷ, ὡς μηδὲ εἰπεῖν ἐξεῖναι· Σολομῶν δὲ ὅπως ἐδόθη θεόθεν χῦμα καὶ πλῆθος σοφίας, καὶ ἐπιστήμης τῶν ὄντων, ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καθ᾽ ὃ καὶ πεπληθυσμένος ἦν παρὰ πάντας τοὺς τότε· εἴτις διενθυμηθείη, εἴσεται καὶ μάλα ῥαδίως κατὰ τὶ πληθύνει Θεὸς ἄνθρωπον, ἢ σπέρμα ἀνθρώπου κεχαρισμένου αὐτῷ· Θεὸς γὰρ ἥκιστα ἔχει χαίρειν ἐπὶ πλήθει οὕτως ἁπλῶς λαοῦ χαίρει δὲ ἐπὶ σοφίᾳ καὶ ἐπιστήμῃ ψυχῆς πνευματικῇ καὶ ταῖς ἄλλαις πόρρω τυγχανούσαις ἀριθμοῦ θείαις ἀρεταῖς· ἃ ξύμπαντα ἔχων ἐκ περιουσίας διετέλει ὁ Κύριος Ἰησοῦς, τὸ σπέρμα τοῦ Ἀβραάμ, ἐν ᾧ κατώκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, τὸ πᾶσαν ὑπερβαῖνον μέτροις ἀπείροις πλήθους περιοχήν· ἐξ οὗ πᾶν ὃν, καὶ πλῆθος, μεθ᾽ ὧν, καὶ οἱ θησαυροὶ τῆς γνώσεως καὶ τῆς σοφίας οἱ ἐν Χριστῷ ἐναπόκρυφοι· καὶ τοῦτό ἐστι θεοπρεπὴς τῷ ὄντι δωρεὰ καὶ μάλιστα ἔξοχος ἐξόχῳ φίλῳ Θεοῦ τοῦ Ἀβραὰμ δεόντως ὑπεσχημένη· καὶ βλέπε δὴ πληθυσμὸν ἐν Χριστῷ Ἰησοῦ θεῖον τε καὶ οἷον ἀπέραντον ἐξ ἄρα τῶν πέντε λόγων, ὧν ἔφθην εἰπών· πρῶτον μὲν οὖν ἀπὸ τῆς περὶ αὐτὸν δόξης τά τε τῆς θείας φύσεως αὐχήματα διαφαίνεται αὐτῷ πεφυκότα, ἄτε Θεῷ ὄντι ἀληθινῷ· ἄπειρα μὲν παρὰ τῶν πατέρων θεολογούμενα διὰ τὸ μέγεθος, ἀνεξερεύνητα δὲ διὰ τὸ πλῆθος· ἔπει τὰ σχετικὰ τῆς πρὸς τὸν πατέρα υἱότητος, καὶ τὰ πρὸς τοῦτον τῆς ὁμοουσιότητος γνήσια· τὰ τῆς συναφείας τοῦ Πνεύματος· καὶ ἡ χύσις τῶν δωρεῶν μετεχομένων ὑπὸ μυριάδων ἀνθρώπων, εἰ τύχοι, καὶ ὑφ᾽ ὅλης τῆς οἰκουμένης, καὶ μὴ μειουμένων· ἔτι τε τά τῆς ἐνσάρκου οἰκονομίας, ὅσα μεταξύ, ἀφατά τε καὶ ὑπὲρ ἀριθμόν.
Ἃ πάντα, ἵνα συνελὼν εἴπω τὰ ἐκ τῆς δόξης αὐτοῦ ἰόντα, τὰ ἐξ ἀγάπης ἐκ χάριτος, ἐξ εἰρήνης, καὶ ἐξ ἀναπαύσεως ἡμῶν, εἴτις, ὅσον ἐφικτόν, ἀποβλέπει καὶ ὑπὲρ τὸ πλῆθος τῶν ἄστρων τοῦ οὐρανοῦ, καὶ ὑπὲρ ἀριθμὸν ψάμμου τῆς παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ἐστὶ κεκρυμμένος πληθυνθῆναι τὸν Ἰησοῦν, τὸν Χριστόν, τὸ σπέρμα τοῦ Ἀβραάμ· καὶ ἐφαμίλλως ὑμνήσει δοξάζων ἡλίκην οἵαν ἐπαγγελίαν ὑπέρθετον, θαυμαστήν τε καὶ μυστικήν, καὶ Θεοῦ μόνου πηγῆς χαρίτων ἀξίαν, πρὸς ὑπὲρ πάντας ἐκλελεγμένον φίλον πιστότατον τελεσθεῖσαν, εἰς κοινὴν τοῦ ἀνθρωπίνου γένους ὑπερβάλλουσαν εὐδαιμονίαν, καὶ μάλιστα τῶν πιστῶν. Δόξα τὸ οὕτως εὐδοκήσαντι γενέσθαι τοῦ πληθυσμοῦ ἀμήν.
Εἰς τὸ, αἴνει ἡ ψυχή μου τὸν Κύριον.
Αἴνει ἡ ἐμὴ ψυχὴ τὸν Κύριον, ἐκ τῶν οὐρανῶν τοῦ οὐρανοῦ, φῶς τὴν οὐσίαν ἔχοντος· αἴνει αὐτὸν ἐν τοῖς ὑψίστοις, ἐν πᾶσι τοῖς ἀγγέλοις αὐτοῦ, καὶ ταῖς δυνάμεσιν αὐτῶν· σφόδρα αἰνετή· ἥ τε δύναμις αὐτοῦ καὶ σοφία· καὶ εὐλογημένον τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Αἴνει τὸν Κύριον ἐκ τῶν ὑπεράνω τοῦ στερεώματος ὑδάτων, καὶ τοῦ ὑπὲρ αὐτὰ φωτός· ἐκ τοῦ στερεώματος τοῦ οὐρανοῦ καὶ τῆς αὐτοῦ τάξεως, καὶ περιδινήσεως τῆς θαυμαστῆς· ἐκ τοῦ πᾶν αἴθοντος αἰθέρος· ἐκ τῆς τοῦ ἡλίου, καὶ σελήνης, καὶ ἄστρων· ἐκ τῆς δόξης, καὶ τῆς καλλονῆς, καὶ τῆς διαφορᾶς αὐτῶν, καὶ θέσεως, καὶ κινήσεως, καὶ τῆς ἄνευ ὕλης πυρώδους στάσεως, καὶ ὑπάρξεως, τὸ πάνυ γε φρικωδέστατον· ἐκ τοῦ τῆς ἡμέρας φωτός, καὶ τῆς κατὰ παράτασιν ἀλλοιώσεως αὐτῆς, δι᾽ ἧς πανσόφως τὰ ἐν κόσμῳ ἰσονομεῖ. Αἴνει ψυχὴ τὸν Κύριον ἐκ τῆς ἐναντιοπλόκου τῶν ἀσυμβλήτων μεγίστων τεττάρων στοιχείων τοῦ παντὸς θαυμαστῆς εἰρήνης καὶ εὐσταθείας, ὕδατος, πυρός καὶ ἀέρος καὶ γῆς· ἐκ τῆς τοσαύτης φορᾶς καὶ διαφορᾶς τῶν πετεινῶν, καὶ προνοίας τῆς κατ᾽ αὐτά, καὶ ζωῆς καὶ ἀγωγῆς· ἐκ τῆς θαλάσσης, καὶ τῆς δεσποτείας τοῦ κράτους αὐτῆς, χαλινουμένης ψάμμῳ σαθροτάτῳ ἐρύματι, καὶ ἐκ πάντων ἑρπόντων ἐν αὐτῇ ἀπείρων ὄντων ἐν μυρίαις διαφοραῖς ἰδεῶν καὶ ὄγκων, καὶ ποιοτήτων, καὶ ἀγωγῆς καὶ ἠθῶν, ἢ προσεθισμῶν, καὶ δυνάμεων, καὶ ἐνεργειῶν. Αἴνει δ᾽ αὖθις εἰρηνικῶς καὶ ἐκπληκτικῶς τὸν Κύριον ἐκ τῆς παντοίας καὶ ταχείας τῆς θαλάττης συγκομιδῆς τῶν εἰς ἀναγκαίαν τοῦ ἀνθρώπου τελούντων ζωήν· αἴνει χαίρουσα τὸν Κύριον ἐκ τῆς γῆς, καὶ τῶν ἐν αὐτῇ ζώων κινουμένων ἢ καὶ ἑρπόντων, ἀναριθμήτων κατὰ διαφορὰς ποικίλας τε καὶ πολλάς. Ναὶ μὴν καὶ ἐκ τῶν δένδρων τῶν ἀναφυομένων ἐξ αὐτῶν καρπίμων, καὶ ἀκάρπων εἰς ἀνεικάστους ὁρωμένων διαφοράς· καὶ τὸ παράδοξον, καὶ αὐτῶν τῶν ὁμογενῶν. Καὶ δὴ ἐξ ἄρα τῶν βοτανῶν τῶν σικυωδῶν, τῶν σιτηρῶν, τῶν χεδρωπῶν, τῶν εἰς εὐοσμίαν, εἰς θέρμην, εἰς ψύξιν, εἰς ὑγρασίαν, εἰς ξηρότητα, συμβαλλομένων, τῶν διαφερόντων κατὰ διαφόρους παμπόλλους λόγους ὑπὲρ λόγον ὑπερβαλλόντως· καὶ ἐκ τῶν ὑδάτων τῶν πολυσχιδῶν καὶ ποικίλων, τῶν τε ὄμβρων καὶ νιφετῶν καὶ χαλάζης, βροντῶν τε καὶ ἀστραπῶν. Ἐκ τούτων τοίνυν καὶ τῶν τοιούτων αἴνει ἡ ψυχή μου καὶ εὐλόγει τὸν Κύριον, διὰ τὴν ἀδιανόητον αὐτοῦ δύναμιν, καὶ σοφίαν ἄφατον, καὶ δόξαν ἀδιεξίτητον καὶ μάλισθ᾽ ὅτε παρὰ τοῦ τοιοῦδε δημιουργοῦ πάντα τὰ φαινόμενα διά σε γεγόνασιν ἐξ ἀγάπης ἀφράστου ἣν ἔχει πρὸς σέ, ὡς ἂν ἐν τοῖς δὲ λαμπροῖς τε καὶ περιδόξοις ζῆς οἰκείως καὶ λογικῶς, καὶ δόξαν καὶ σοφίαν, καὶ δύναμιν ἐνοπτρίζῃ τοῦ ποιητοῦ σου, καὶ τοῦ ὅσον ἐραστοῦ, τοῦ καὶ τὸν μονογενῆ αὐτοῦ δόντος ὑπὲρ ἡμῶν καινοτρόπως ἐνανθρωπήσαντος, ὑπὲρ νοῦν θαυμάσιον.
Περὶ θεωρίας.
Τί ἐνεθυμήθη, καὶ οὕτω χρὴ φᾶναι ἡ ὑπερδύναμος δυναστεία τοῦ κράτους σου ὑπερούσιος Δέσποτα; καὶ τί ἐβουλήθης, εἰ ταύτη γέτοι εἰπεῖν δεῖ, ὑπέρσοφε βασιλεῦ; τί τε ἠθέλησας εὐδοκίᾳ ἀδιανοήτῳ ὑπεράγαθε Θεέ; καὶ τί πεποίηκας ἐξ ἀγάπης ἀπείρου Παντοκράτωρ Κύριε, ἐν ἀνεκφράστῳ προνοίᾳ τῆς περὶ ἡμᾶς σοῦ ἀγαθότητος ὑπερένδοξε; δόξα τῇ ἀπείρῳ σου ἀγαθότητι ἣν ὑπὲρ ἡμῶν προνοητικῶς ἐπεδείξω μετὰ σοφίας καὶ δυνάμεως ἀπεριλήπτου κατάλλῃ ἀόριστον, ὁ ἐν πᾶσι παντάπασιν ἀνέκβατος· εἴποι μι δ᾽ ἂν γιγνομένως καὶ αὐτὸς μετὰ τοῦ ὁσίου Δαβὶδ· «ὡς ἐμεγαλύνθη τὰ ἔργα σου Κύριε σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου». Ὁρῶ γὰρ οὖν νοερῶς ἐν ἀληθείᾳ ἐφαμίλλως ἐν Πνεύματι, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου· καὶ μήν γε τῷ τρόπῳ τούτῳ ὁρῶν κατὰ τὸ εἰκός κἀμὲ ἐν ἄρα τῷ τῆς δόξης οἴκῳ Κυρίου ὑπὲρ πλήρη δόξης καὶ χάριτος ἐν ἀρρήτῳ ἀναπαύσει, καὶ ἀφράστῳ εἰρήνῃ καὶ αἰωνίῳ γέ τοι ὁρῶ· καὶ οὐκ ἀπεικότως ὑπερεκπλήσσομαι πάντως, καὶ βέβλημαι ἀγάπης κέντροις θείας καὶ τέτρωμαι, καὶ μὲν δὴ καίομαι ζέσει ἐρωτικῇ, ἐν χαρᾷ πνευματικῇ εὐφροσύνῃ τε ὑπερκοσμίῳ καὶ ἀγαλλιάματι· φωτός τε ἱεροῦ κατὰ θείαν δωρεὰν, καρδιόθεν πεπλήρωμαι, ἐν Πνεύματι λαμπαδίῳ εἴ γε θέμις οὕτως εἰπεῖν, ἀσβέστῳ· καὶ οὕτως εἰς τοὺς λόγους τῶν ὄντων εἰσάγομαι· καὶ τοὺς πάντας λόγους τῶν πάντων συνημμένους εἰς ἕνα μυστικὸν λόγον, καὶ τὰ τῶν Γραφῶν πάντα εἰς ἐκεῖνον τὸν λόγον ὁρῶ καταλήγοντα· καὶ πολλ᾽ ἄττα μυστήριά μοι ἀποκαλύπτονται ἐν τῷ ἑνὶ ἐκείνῳ ἀναγόμενα, καὶ δι᾽ ἑνὸς ἐκείνου φαινόμενα τοῖς ὁρῶσιν ἐν ἀληθείᾳ καὶ πνεύματι· ἐκεῖνος ὁ λόγος ἡ μεγάλη βουλή ἐστι τοῦ Θεοῦ καὶ πρὸς ἣν ὁ Δαβὶδ ἰδὼν ἔψαλλεν· « ἡ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν»· τὴν γὰρ βουλὴν τοῦ Κυρίου, οὐδεὶς διασκεδάσει· οὐκ ἐκ μαθήσεως ἢ ὁρᾶται ἢ μεταδίδοται ἡ βουλὴ αὕτη, ἀλλ᾽ ἐκ χάριτος πνευματικῆς ἐνυποστάτου, ἐν ἀληθείᾳ φωτιζούσης τὸν νοῦν, καὶ παρασκευαζούσης ὁρᾶν ὑπερκόσμια· τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου Κύριε, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου ἐξαριθμήσασθαι ἔφη ἡ θεία Γραφή· ἡ μέντοι γε ἐν ἐμοὶ σοφία πνευματική φησι· τίς γινώσκει τὸ κράτος τῆς ἀγάπης σου, καὶ ἀπὸ τῶν ἐνεργημάτων σου δυνηθῇ τὸν ἔρωτά σου ἐξαριθμήσασθαι; θαυμάσια τὰ ἔργα τῆς ἀγάπης σου Κύριε, ἡ ψυχή μου γινώσκει σφόδρα· ἐθαυμαστώθη ἡ γνῶσις τοῦ ἔρωτός σου· τίς δύναται πρὸς αὐτὴν ἀτενίσαι ὁλικῶς; οὐχ ὑπερβάλλει μόνον τῇ ποιότητι ἐκτεταμένη εἰς ἀπειράκις ἄπειρον, ἀλλ᾽ ἤδη καὶ τῇ ποικιλίᾳ ἄφατος πρόεισιν ἐντεῦθεν κἀκεῖθεν μετ᾽ ἀορίστου σοφίας καὶ δυνάμεως καταλλήλου, ὦ ἄρρητε Κύριε; τὴν φύσιν μονὰς τήν τε δύναμιν καὶ ἐνέργειαν· τριὰς ταῖς ὑποστάσεσι καὶ ταῖς προσωπικαῖς ἰδιότησιν· εὐλογημένος εἰ ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τῷ προσώπῳ ὑμῶν Χριστῷ Ἰησοῦ· ἐν ᾧ καὶ συνήγειρας καὶ συνεκάθισας ἡμᾶς ἐν τοῖς ἐπουρανίοις, ὑπεράνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ δυνάμεως, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου εἴ τε ἐν τῷ αἰῶνι τούτῳ, εἴτε ἐν τῷ μέλλοντι, συγκληρονόμους ἡμᾶς αὐτῷ ἀπεργασάμενος καὶ ὅλῳ κληρονόμους σοῦ τῆς Τριάδος τοῦ ἑνὸς Θεοῦ, πάντα ἡμῖν δεδωκὼς ἐπ᾽ ἐξουσίας τὰ ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς θαυμαστῶς, αὖθις Χριστῷ Ἰησοῦ, δι᾽ οὖ καὶ ἐδικαιώθημεν καὶ λόγῳ πεφυκότι καὶ χάριτι οἱ γε γηγενεῖς· ὦ τοῦ τῆς θείας ἀγάπης καὶ ἔρωτος θαυμαστοῦ ὑπερβάλλοντος, σοῦ τοῦ Θεοῦ τῆς τριάδος καὶ Θεοῦ λόγου δωρεᾶς μετέχομεν γιγνομένως· δεδοξασμένος τῷ ὄντι σὺ Κύριε ὁ οὕτω δόξης τῆς πεφυκείας σοι μεταδοὺς ἡμῖν ὑπὲρ ἔννοιαν· ὄντως ἄφραστος εἰ σύ, καὶ ἃ ποιεῖς ἀπερινόητα, καί γε ὁ περὶ ἡμᾶς σου ἔρως καθ᾽ ὑπερβολὴν ἀνέκφαντος.
Μακάριος ἀνήρ, οὗ ἡ νοερὰ αἴσθησις ἐξ ἡσυχίας ἐλλογίμου ἀνέθηλε, καὶ οἶον εἰπεῖν εἰς ἑαυτὴν ἐπανῆλθε καὶ ζῇ τῇ ἐπιπνοίᾳ καὶ ῥοπῇ τοῦ Πνεύματος· αὕτη ὑγιοῦς μὲν διὰ χάριτος διανοίας ἐστὶ καρπὸς τὰς διαθέσεις τῆς ψυχῆς ἀνορθοῦσα, συνεγείρουσα δὲ τὸν νοῦν, καὶ τὴν καρδίαν ῥᾶστ᾽ ἀλλοιοῦσα, πρὸς τὰ θεῖα τῆς διανοίας διιπταμένης· αὕτη εἰς ἑαυτὴν γενέσθαι χωρὶς ἡσυχίας ἐπιστημονικῆς καὶ νοὸς καθαρότητος ἐν χάριτι ἀδυνατώτερον ὄντως, ἢ δι᾽ ἀέρος νήχεσθαι ἄνθρωπον· μετ᾽ αὐτῆς μεμνῆσθαι Θεοῦ καὶ Θεὸν θεωρεῖν καὶ ἀνύσιμον καὶ ὀνήσιμον· ταύτης γε πλήν, ὡς ἄν τις λήθη Θεοῦ, ἢ Θεοῦ μνήμη ἐστιν ἀγνωσία τε καὶ ἀβλεψία Θεοῦ μᾶλλον, ἢ θεωρία καὶ γνῶσις αὐτοῦ. Ὁ ἐκ τῆς χάριτος ταύτην τὴν θείαν εὑρηκὼς αἴσθησιν, εὗρεν εἴποι τις ἂν τὸν Θεόν· οὐ δεῖται λόγων ἱστάμενος παρὰ Θεῷ καὶ λειτουργεῖν ἡρημένος· σιωπὴν ἀσπάζεται, μᾶλλον δέ τοι καὶ ἄχων σιωπᾷ· πνεῦμα θεῖον οἰκεῖ ἐν αὐτῷ· ἀγάπη, εἰρήνη καὶ χαρὰ πνευματικὴ ἀνατέλλει ἐξ αὐτοῦ ζωὴν ζῇ ἀλλοίαν τῆς κατ᾽ ἔθος καὶ κοινῆς ζωῆς· εὐφραίνεται ἐπὶ τῷ Θεῷ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὁρῶσι φῶς νοερὸν οἵ γε νοεροί· πῦρ φέρει ἡ καρδία αὐτοῦ· ἁπλότης καὶ ἀτρεψία, ἀπειρία καὶ ἀοριστία, ἀναρχότης καὶ ἀϊδιότης μετ᾽ ἐκπλήξεως συνύεισιν αὐτῷ· συνεχῆ δάκρυα βρύουσιν ἐκ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδὲν δὲ ἦττον καὶ ἐκ τῆς καρδίας πηγὴ ὕδατος ζῶντος πνευματικοῦ· τοῖς νοητοῖς ἑνιαίως ἑνοῦται ὁλικῶς, καὶ τῇ τοῦ ἑνὸς λαμπηδόνι περιαυγάζεται, καὶ τρυφᾷ τρυφὴν ὑπερκόσμιον καὶ ἐνθουσιᾷ καὶ γάννυται θαυμάζων καὶ ἐξιστάμενος ἐντρέψει τῇ περὶ Θεοῦ· ὁ γευσάμενος συνήσει καὶ ὑμνήσει καὶ μάλα εἰκότως, Θεόν, ὑπερούσιον, ὕψιστον, ἀνείδεον, ἄποιον, ἀπήλικον, ἄποσον, ἁπλοῦν, ἀσχημάτιστον, ἄπειρον, ἀόριστον, ἀπερίληπτον, ἀναφῆ, ἀόρατον, ἄφραστον, ἀνερμήνευτον, ἄναρχον, ἀΐδιον, ἄκτιστον, ἄφθαρτον, ἀκατανόητον, ἀνεξιχνίαστον, ὑπερούσιον, ὑπερδύναμον, ὑπεράγαθον καὶ ὑπέρκαλον. Αὐτῷ ἡ δόξα καὶ ὁ αἶνος εἰς τοὺς αἰῶνας.
Περὶ θείου φωτισμοῦ
Τοῖς ἐνδεέσι Κύριε φρενῶν καλῶν σοφία, ἔλθετε φάγετε τὸν ἐμὸν ἄρτον εἴρηκας καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν· καὶ δὴ πιστεύσας τῇ ἀφάτῳ σου φιλανθρωπίᾳ ἥκω Κύριε, ἐνδεὴς φρενῶν, ἅτε ἁμαρτάνων οἷς πράττω, ἀληθῶς ὤν. Δέομαί σου δέομαι λοιπόν. πάρασχέ μοι δωρεὰν οἰκτήρμων, τροφὴν πνευματικὴν, καὶ πόμα τὸ πνεῦμα σου, ὃ πνεῦμα ἀναμφιλέκτως ἐστι καὶ φῶς· ἐντεῦθεν καὶ γὰρ οἱ σοί φασιν ὡς οἱ φοροῦντες πνεῦμα, φῶς φοροῦσι· τοῦ δὲ φωτὸς ἀφράστως φαίνοντος ὑπερφυῶς ἐν ἐμοὶ εἴσομαι τῷ ὄντι· ὅτι σὺ εἶ μετ᾽ ἐμοῦ, εἰς ἔνδυμα ἐμόν, εἰς ἐμὴν ἁγίαν καὶ μακαρίαν ζωήν· οἱ γὰρ τὸ φῶς φοροῦντες αὖθις κατὰ τοὺς σοὺς, Χριστὲ, εἰσὶν ἐνδεδυμένοι· σὲ τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρὸς τὴν ἀληθῆ ζωὴν καὶ ἀκήρατον· οἱ δὲ τοιοῦτοι πάλιν κατὰ τοὺς Ἁγίους σου καὶ τὸν Πατέρα ἐνδέδυνται· καὶ οὕτως οἴκοι καὶ καταγώγια καὶ ναοὶ περιφανῶς τελοῦσι τῆς τρισσοφαοῦς θεότητος τῆς ὑπερυμνήτου ἐξιστάμενοι τῶν ὁρωμένων καὶ καταπαύονται ἀπὸ τῶν νοουμένων καὶ ἀναπαυόμενοι ἐν σοὶ τῇ ὑπερθέῳ θεότητι πνευματικῶς.
Πόθεν ὁ θεῖος ἔρως ἐγγίνεται τῇ ψυχῇ.
Ὁ θεῖος ἔρως δι᾽ ἐντολῶν καὶ θείων δογμάτων καὶ τῆς ἐν καρδίᾳ τοῦ ζωοποιοῦ Πνεύματος πνευματικῆς ἀναζωπυρήσεως ἐν ψυχῇ συνίστασθαι πέφυκε καὶ διαπύρως πυρσεύεται· οὗτος ψυχή τίς ἐστιν οἱονεὶ τῆς καθαρᾶς καὶ ἀϊδίου καὶ ἀειβλήτου θείας προσευχῆς καὶ κίνησις καὶ ἐνέργεια, ἑνισμός τε καὶ σύνοψις, ἔκστασίς τε καὶ ὅρασις καὶ ἱερᾷ τῷ ὄντι ἀπόλαυσις ἐξ ἐλλάμψεως· καὶ ὁδὸς ἀπλανὴς τῆς πρὸς Θεοῦ τελείας καὶ ὑπερφυοῦς ἑνώσεως καὶ ἀφορμὴ ἀναμφήριστος τοῦ ἐν ὑποστάτου νοεροῦ ὑπὲρ φύσιν ὡς οἱ Πατέρες παραγγέλλουσι φωτισμοῦ, τοῦ τῆς θεώσεως δώρου, τοῦ ἀρραβῶνος τῆς μελλούσης τῶν ἁγίων κληρονομίας, τοῦ ἐνεχύρου τῆς δόξης τοῦ Χριστοῦ, τοῦ ὑπερουρανίου τῆς ὑπερκοσμίου ἀγαλλιάσεως ἐνδύματος τῆς τῆς υἱοθεσίας ἱερᾶς σφραγῖδος, συνελόντα εἴγε χρὴ φᾶναι, τῆς συμμόρφους ἀποδεικνύσης Χριστοῦ λαμπρότητος τοὺς μετέχοντας καὶ συμμετόχους ἀρρήτου τῆς ἑαυτοῦ θεώσεως· ὡς καὶ ἀδελφοὺς αὐτοῦ καὶ κληρονόμους Θεοῦ καὶ αὐτῷ συγκληρονόμους καὶ εἰρήσεται καὶ εἶναι τὸ πάνυ θαυμάσιον. Δι᾽ ὅπερ δῆτα μακάριος ὁ διὰ σπουδῆς καθηκούσης τῶν εἰρημένων κτητὸν σχὼν τὸν τοῦ Θεοῦ ἄφατον ἔρωτα καὶ τῇ ἁγίᾳ προσκείμενος προσευχῇ ἐν ἄρᾳ ἡσύχῳ διαγωγῇ μετ᾽ αὐτοῦ, κεκολλημένος γὰρ ἔσται ἀληθῶς τῷ Θεῷ καὶ ἠλλοιωμένος τὴν θεοποιὸν καὶ ὑπὲρ νοῦν ἀλλοίωσιν, χαρὰν τὰ ὑπὲρ Χριστοῦ παθήματα λογιζόμενος καὶ σφόδρα θέλων ἐν ταῖς ἐντολαῖς αὐτοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας ἀμήν.
Ἔτι περὶ θείου ἔρωτος.
Πάσης θεωρίας κἂν χερουβικῆς εἴπῃς ὁ Θεὸς ἀπειράκις ἀπείρως ὑπερεξήρεται πεφυκότως· ὁ μέντοι γε ἐξ ἂρ ἀπείρου ἀγαθότητος ἔρως αὐτοῦ, ὁπωσδήποτε θεωρεῖται· καθ᾽ ὃν προῆκε, δῆλον δ᾽ ὅτι ἐρωτικῶς, νοεῖται δήπου κτιστὰ, καὶ ἃ φαίνεται, διὰ τὰ νοούμενα πάντως ταυτὶ τῶν κτισμάτων γεγενημένα· δι᾽ ὃ καὶ πρωτοφανῶς ὁ θεῖος ἔρως ἐκκεχυμένος ἐκφαίνεται εἰς τὰ νοητά, εἰς Ἀγγέλους δηλαδὴ καὶ ψυχάς, ὡς Θεοῦ προσεχεστέρα τε καὶ οἰκειότερα· ἴδιον γὰρ θεότητος αἱ φύσεις μᾶλλον αἱ νοσηραί, δι᾽ ἃς καὶ τἀλλ᾽ ἕτερα περιφανῶς, ὁ Θεὸς ποιεῖ ἀγαπητικῶς καὶ μετὰ ἀνηκούσης ὡσπερεὶ φᾶναι μεγαλοψυχίας, ἢ μεγαλονοίας εἰπεῖν οἰκειότερον. Ὅθεν δῆθεν ἔνεστι καὶ λίαν λαμπρῶς θεωροῦσι τὸν ἔρωτα ἀμηγέπη τοῦ παντάπασι καθ᾽ ἑαυτὸν ἀοράτου θεάσασθαι, δι᾽ ἄρα δηλαδὴ τῶν φαινομένων ὡς ἀντινων Ἔδεων τὸν νοητόν τε καὶ ὑπερκόσμιον.
Μεταξὺ γὰρ τοῦ ἐραστοῦ Θεοῦ καὶ τοῦ ἐρωμένου ἀνθρώπου πολλ᾽ ἄττα γεγονότα προκύπτει διαπρυσίως τὸν θεῖον κηρύσσοντα καὶ πολλαχόθεν ἔρωτα, κατὰ τὸ εἰκὸς καὶ μάλισθ᾽ ὅτε ἐν καρδίᾳ πεφωτισμένῃ, ὁ νοῦς στάσιν ἕξῃ καὶ ὅρασιν πνευματικῶς ἐνεργούμενος καὶ ἐξ ἑπομένως πυρσευόμενος, ὁπηνίκα δέξηται ἡ ψυχὴ χάριτι πνευματικῆς ζωῆς καρδιακῶς ἀρραβῶνα ἐν εὐαισθήτῳ δὴ νοερᾷ ἐνεργείᾳ τότε καὶ γάρ· ἅτε θείως πεφωτισμένα καὶ ὑπερφυῶς ἄρχεται ἀπλανῶς καὶ σφόδρα ἀσφαλῶς τὰ οἷον ἔδνα τοῦ ἐραστοῦ θεωρεῖν καὶ μεμνῆσθαι τοῦδε ἐντεῦθεν ἐφαμίλλως ἐφέλκεται καὶ διηνεκῶς ὡς οἷον τε ταῦτα ἐφίεται ἀναπολεῖν. Ἔνθεντοι τηνικάδε τὸ πρόσωπον ἀκολούθως τοῦ ἐραστοῦ εὐδαιμόνως φαντάζεται καὶ ἐξ ἐκτιμέτρου ἐκπλήσσεται καὶ καθωσπερεὶ πάρετος γιγνομένη τὸν τοῦ Θεοῦ ἔρωτα καὶ παντὸς οὔτινοσοῦν αἴσθησιν, ἢ νόησιν κατόπιν ἐῶσα ἑαυτοῖς ὅλως καὶ διαπορεῖται καὶ τὶς γενέσθαι οὐκ ἔχει τῷ τῆς θεωρίας ὑπερβάλλοντι. Καὶ οὕτω τοιαῦτα ἀγομένη γάννυταί τε καὶ σκιρτᾶ καὶ χαίρει καὶ πιάναι ἱστᾷ, κἀντεῦθεν ἀνέρχεται πῶς καὶ αὐτὴ γιγνομένη τοῦ Θεοῦ ἀγαπᾶν καὶ πρὸς καῦσιν ἐρωτικὴν εὐτυχῶς καταντᾷ ἐμφορουμένη μυστηρίων Θεοῦ καὶ ἐνεργουμένη ἐν πυρὶ καρδιακῷ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι. Καὶ ταῦτα δῆτα ἱερός τις ἐράσμιος κύκλος καὶ διαφερόντως ἡδὺς μετὰ θαύματος ἐνεργεῖσθαι γίνεται ἀπ᾽ αὐτοῦ τοῦ ἐκ τῆς τῶν γεγονότων ἐμφανείας θεϊκοῦ ἔρωτος δι᾽ οὗ περιφανῶς φαίνεται ἐραστὴς ἡμῶν ὁ Θεός, εἰς Θεοῦ ἔρωτας αὖθις ἡμᾶς ἀνιέναι· καθ᾽ οὓς καθίσταται ἡμῖν ἐρώμενος ὁ Θεὸς καὶ ἀπὸ Θεοῦ λοιπὸν ἀρχομένου εἰς Θεὸν καταλήγειν· ὅτε δῆτα καὶ θείας ὁμοιώσεως εἰκονικῶς ἐφικνούμεθα τῇ τῆς θείας ἐρωτοληψείας γλυκυθυμία καὶ ἀπολαύσει, ἀγαθοὶ μετὰ σοφίας, ἤτοι πρακτικοὶ μετὰ θεωρίας ἀποτελούμενοι, Θεῷ ἐρώμενοι καὶ ἐρῶντες Θεοῦ καὶ τὰς τῆς θείας καὶ ζωοποιοῦ ἑνώσεως μυστήρια καὶ ἐκστάσεως καὶ τὰ τοῦ τῆς γνώσεως παμφανοῦς φωτὸς συλλήβδην φᾶναι μακαρία πάσχοντες πάθη ἐν Χριστῷ τῷ Κυρίῳ ἡμῶν.
Περὶ τοῦ ἐν τῇ ἀγάπῃ φόβου.
Οἱ εἰς ἀγάπας Θεοῦ και μυστικῶν ἐρώτων πνευματικὰς ἀναπαύσεις αἰρόμενοι, καὶ τουτουὶ τοῦ θείου κρατῆρος εὐαισθήτως γενόμενοι καὶ ἐφαμίλλως ἀφράστως ἡδόμενοι καὶ γαννύμενοι, ἅτε βάθη κατοπτεύοντες μυστηρίων ὑπερκοσμίων καὶ τρυφῶντες ἀλάλητα καὶ ἀναπαυόμενοι ἐν εἰρήνῃ βαθείᾳ· ἔτι φοβεῖσθε καὶ προσέχοντες τῷ Θεῷ προσεύχεσθε ταπεινούμενοι τρόπῳ παντί· τοῦ θειοτάτου Δαβὶδ ἀναφανδὸν βοῶντος πρὸς τὸν Θεὸν ἀκούοντες «σὺ ἀγαλλίαμά μου λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με» καὶ διδάσκοντος μεγαλοφυῶς· μᾶλλον μὲν οὖν πνευματοφορήτως. Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ καὶ ὁρῶντες Παῦλον σκεῦος τὸ τῆς ἐκλογῆς· εἰς τρίτον οὐρανὸν ἁρπαγέντα καὶ εἰς τὸν παράδεισον ἱερὸν εἰσδεδυκότα καὶ ἀκούσαντα ἄρρητα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι· εἶτα μετὰ τοιαῦτα ἡλίκα φοβούμενον μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένηται. Καὶ εἰ οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖται πονηρὰ λέγειν τὸν θεῖον τῆς οἰκουμένης διδάσκαλον Δαβίδ, τοῦτ᾽ αὐτὸ ἄντικρυς ὑποτίθεται τὸ τοὺς ἀγαπῶντας δηλαδὴ τὸν Κύριον φοβεῖσθε. Ἐπί γε συνέωρα καὶ μετὰ τὴν τὴν εἰς τὸν Θεὸν ἀγάπην ἀντιφιλονικεῖν πειρωμένην τὴν πονηρίαν καὶ οἶον συμπλέκεσθε τῇ ψυχῇ μάλα εἰκότως καὶ πρὸς τρόπου τοῖς ἀγαπῶσι τὸν Κύριον καὶ εἰς τοῦτο καταστάσεως ἥκουσιν, ἔτι προσέχουσι τὴν πονηρίαν μισεῖν παραγγέλλει· εἰ δὲ μισεῖν χρὴ διδάσκεσθε, ἄρ ἔτη φοβεῖσθε χρὴ ταύτην· εἰ γὰρ μὴ φοβητέα καὶ ἄλλως ἦν, οὐκ ἂν ὁ Προφήτης παρήγγειλεν ἐπιτάττων τοῖς ἀγαπῶσι τὸν Χριστὸν μισεῖν αὐτήν.
Εἰ γὰρ δὴ καὶ ὑψηλὴ καὶ θεοειδής· καὶ τῷ ὄντι κεχαριτωμένη κατάστασίς ἐστι τοῦ εὐφραίνεσθαι καὶ ἀγαλλιᾶσθαι ἐπὶ τῷ Θεῷ ὑπερφυᾶ θεωροῦντες μυστήρια· ἀλλ᾽ ἡ γε ψυχὴ ἡμῶν πέφυκε τρεπτῆ, καὶ ἥκιστα τῆς γεώδους ὕλης, καὶ τοῦ αὐτὴν βρύοντος σώματος ἄπεστιν, ἵνα τάχα καὶ πρὸς ὀλίγον περιδεὴς ἦν ἐν τῇ πάλῃ τῇ πρὸς ἀεὶ νεύσει· ἀλλὰ ταύτῃ συνέζευκται θαυμαστῶς, καὶ οἷον συμπνεῖ ἑκοῦσα ἄκουσα· καὶ συμπάσχει καὶ ἔν τισιν ἐκ τοῦ πεφυκότος συνηλλοίωται ὡς ἄντις εἰπεῖν οὐκ ἂν ἐξῇ ἐξουσίαν. Καὶ αὐτῇ ἀνένδοτος ἀντικείμενος, καὶ δὴ λαβὰς πρωστατικὰς πολλαχόθεν πρὸς ὄλισθον· καὶ ἀγωνίας καὶ προσευχῆς δεῖ ἐξ ἄρα γιγνομένου τοῦ φόβου· οὗ πόσον δεῖται ψυχὴ πρὸς Θεοῦ ἀνατεινομένη, καὶ τρόμου πόσου· καὶ οἵας τῆς προσοχῆς τε καὶ προσευχῆς τοῖς εὐγνωμονέστερον διακειμένοις παρίειμι τῶν ἀκροατῶν σκοπεῖν τε καὶ διακρίνειν; καὶ ταῦτα θεωροῦσα δήποθεν διὰ φωτιστικῆς τοῦ Πνεύματος χάριτος καὶ τὰ τῆς θείας ἀγάπης ἐφαμίλλως πάσχουσα.
εἰ φόβον εἰκότα ὁ Ἀδὰμ εἶχεν ἐν τῇ τοσαύτῃ ὑπερβολῇ τῆς θεομιμήτου καὶ προφητικῆς δωρεᾶς, ἧς ἔχων ἀπήλαυεν, οὐκ ἂν ἀγενῶς, φεῦ! ἡττῶτο· ναὶ μὴν καὶ ὁ ἐξ ἐπαγγελίας γεννηθεὶς Σαμψὼν καὶ ὁ θεοφόρος Δαυίδ, καὶ πολλοί τινες ἕτεροι, ἐν οἷς καὶ Σολομὼν ὁ πανθαύμαστος. Εἰ τοίνυν τοιοῦτοι οἷοι, ἐδέοντο φόβῳ καὶ ἀγωνίας καὶ προσοχῆς μετὰ προσευχῆς· τί χρὴ νομίσας περὶ τῶν μήπω τυχόντων τῆς τοῦ πνεύματος ὑπερφυοῦς δωρεᾶς τε καὶ ἐνεργείας; μὴ δὲ μὴν ἀνελθόντων, μὴ δέπω εἰς τοὺς θείους ἐκστατικοὺς ἔρωτας· καὶ τὰς οἶον μανικὰς βακχείας· τοῦ περὶ Θεοῦ ὁρωμένου κάλλους; πόσου δέονται καὶ φόβου καὶ τρόμου, προσοχῆς τε θεμιτῆς, καὶ προσευχῆς ἐν Χριστῷ Ἰησοῦ, σὺν φρονήματι ταπεινῷ καὶ διηνεκῶς;
Ὅπως τὸ τῆς ἀγάπης εἶδος τριττόν.
Τριττὴν εἶδεν ἡ πεῖρα τὴν τῆς ἀγάπης ἀρχήν, καὶ ἐξ ἀναλόγου τρισσὰ τὰ πρῶτα· καὶ μὴν καὶ οἱ λόγοι ταύτης τρισσοί. Ἔστιν ἀγάπη αἰσθητικὴ δηλαδὴ τῶν αἰσθήσεων· πρὸς ἅττα τινὰ αἰσθητά· ὅρεξις περιπαθὴς οὖσα καταθυμένου τινός, ἐξ οὗ καὶ ἄλογα ζῶα πολλάκις τινὰ ἀγαπᾶ. Ἔστι δὲ καὶ ἑτέρα ἀγάπη ψυχῆς ἔφεσις λογικὴ πρός τι νομιζόμενον ἀγαθὸν ἐπιτυχίας εἵνεκα διὰ τὸ ἀγαθόν· ἡ μέν τοιγε τριττὴ νοερὰ μὲν ἐστί. Πλὴν ἐκ τοῦ Πνεύματος τοῦ ζωοποιοῦ· θέλξις ὑπερφυὴς ὡθεῖ τὸ καλὸν ἐν καρδίᾳ ἀθελήτως, πυρσεύουσα καὶ ἐνεργοῦσα ἐν τῇ τοῦ ἄκρου καλοῦ θεωρίᾳ, δῆλον δὲ ὅτι τοῦ Θεοῦ· ὥσπερ γὰρ οὐ θελήσει ψυχῆς, ὁ Θεὸς θεωρεῖται· καλὸς καὶ πάντων ἀπειράκις ὑπέρκαλος, ἀλλὰ φύσει· οὕτως ἐφαμίλλως καὶ ὁ θεῖος ἔρως αὐτοῦ οὐμενοῦν θελήσας πυρσεύεται, ἀεικίνητος γάρ ἐστιν ἐνεργείᾳ φυσικῇ εἴσω καρδίας ἐνεργοῦσα τοῦ ζωοποιοῦ Πνεύματος· τοσοῦτον ἀπέχουσα κινεῖσθαι θελήσει, ὡς καὶ τοὐναντίον μὲν οὖν, αὕτη μᾶλλον κινεῖν τὴν θέλησιν πέφυκεν· ὅθεν καὶ θεία παράκλησις, ὡς εἰκὸς ἔστι τε καὶ προσείρηται. Θεοῦ μὲν οὖσα πρὸς τὴν ψυχὴν ἐνέργεια δι᾽ ἐπιπνοίας καὶ ἐπιφοιτήσεως Πνευματικῆς, ζωοποιοῦ ψυχῆς δέ, πρὸς Θεοῦ σχέσις· θαυμάσιος μόνη, καὶ ἕνωσις καὶ συμπάθεια, ὅλον τὸν νοῦν μετὰ συμπάντων δυνάμεων τῆς ψυχῆς μεθ᾽ ὅλου τοῦ μένους πρὸς τὴν τοῦ θείου κάλλους ἂν ἕνωσιν θελκτικῶν ἕλκουσα μετ᾽ ἐφέσεως νοερᾶς τοῦ καλοῦ.
Ἔνθεν τοι· οὐδενός τινος τῶν προειρημένων κυρίως παράκλησις λέγεται· οὔτ᾽ ὀρέξεως καταθυμίου αἰσθητοῦ, ἢ ἐφέσεως ἀγαθοῦ· μόνη δὲ τοῦ κατὰ θεωρίαν νοεροῦ καλοῦ, ἐξ ἐνεργείας ᾗ περ ἔφεσις· τοῦ Ἁγίου Πνεύματος κινουμένη εὐαισθήτως ἀπὸ καρδίας, ἡ ἀγάπη παράκλησις ὀνομάζεται. Παράκλητος ὀνομάζεται τὸ ταύτην ἐνεργοῦν Πνεῦμα Ἅγιον, ἥτις δῆτα καὶ τῷ ὄντι ἀγάπη ἐστὶν ἧς εἴδωλον αἱ ἕτεραι δύω· μᾶλλον δὲ ἡ μὲν ψυχῆς διὰ λογισμοῦ τὸ ἀγαθὸν διὰ τὸ ἀγαθὸν ζητοῦσα ἀγάπη τῆς θείας καὶ πνευματικῆς κατὰ τὸ εἰκὸς εἴδωλον· ἡ δ᾽ αἰσθητική, ἀκολούθως τῆς ψυχικῆς. Ἐντεῦθεν εὐλόγως ἥκιστά τις τὰ τῆς ἀγάπης ἔγνω γλυκυθυμίαν τε καὶ παράκλησιν, καὶ ὅλως κομιδῇ ἀγνώτης τῆς ἀγάπης ἐστί, πρὸ τοῦ τὴν καρδίαν αὐτοῦ ἐνεργεῖσθαι, ἀειβλύτως καὶ περιφανῶς ὑπ᾽ ἄρα τῆς ζωοποιοῦ δυνάμεως τοῦ Ἁγίου Πνεύματος· οὔτε γὰρ ὁ λογισμὸς τὴν τῶν ψυχικῶν δυνάμεων ἕδραν, λέγω δὴ τὴν καρδίαν κινεῖν, καὶ ὁποσοῦν πέφυκεν ἔσωθεν εἰμὴ ἔξωθεν. Οὕτω γε καὶ πολλῷ μᾶλλον ἡ αἴσθησις. Διά τε οἷον τοῦτο ἀκρομερῶς τις καὶ εἰδωλικῶς διὰ τούτων, καὶ σκιοδῶς ἀγαπᾶ ὅ,τι δήποτε· ἡ μέν τοι τοῦ ἁγίου καὶ ζωοποιοῦ Πνεύματος δύναμις καὶ ἐνέργεια ὅλον κατασχοῦσα καὶ ἀπὸ βάθους τὸ τῆς ψυχῆς οἰκητήριον ἔσωθεν, καὶ ὅλως ἑπομένως κινοῦσα, ᾗ περ εἴρηται· θελκτικῶς δυνάμεις τὰς τῆς ψυχῆς ἐν νοερᾷ θεωρίᾳ τοῦ ἄκρου καλοῦ, ἄκρως τὴν ψυχὴν γιγνομένως ἁρπάζει πρὸς τὸ θεῖον κάλλος ἀγάπῃ κυρίᾳ· καὶ θέλξει δήπουθεν ὑπερκοσμίῳ· κἀκεῖνος λοιπὸν θεοφορούμενος μόνος, καὶ κατὰ τὰ προκείμενα ἐνεργούμενος θείως συνῆκεν ἀσφαλῶς ἐν τῷ τῆς ψυχῆς μυστικῷ τίς ἡ κυρίως ἀγάπη ἐστιν, καὶ τίς ἡ αὐτῆς ἡ ἀπόλαυσις· καὶ πῶς οὐδεὶς ἀνθρώπων κυρίως ἀγαπῆσαι οὐδὲν τῶν ὁποιονοῦν· οὔτε μὴν αὐτὸν τὸν Θεὸν πρὸ μετοχῆς τοῦ ζωοποιοῦ Πνεύματος κἂν ἀγαπᾶν οἵα δύναται· ἀλλ᾽ οὐδὲ ἐπίσταται τί ἐστιν ἀγάπη τῷ ὄντι, καὶ ἡ ἐξ αὐτῆς ἄφραστος ἡδονὴ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα κτλ.
Ὅτι τρισὶ τρόποις ὁ νοῦς ἐπιβαίνει τῇ τοῦ Θεοῦ θεωρίᾳ κτλ.
Ὥσπερ ἡ τοῦ σώματος κίνησις ἑτέρου δεῖται παρὰ τὴν ἑαυτῆς τάξιν· ὀφθαλμῶν φημί· καὶ ἑτέρου ὑπὲρ τὴν ἑαυτῆς φύσιν· δηλονότι φωτός; οὕτως ἡ τοῦ νοὸς κίνησις ὀφθαλμῶν δεῖται τῆς ἑαυτοῦ τάξεως ἑτέρων· καὶ ὑπὲρ τὴν ἑαυτοῦ φύσιν φωτός. Διάτοι τοῦτο οὐ πᾶσα νοὸς κίνησις εὐπρεπής· μόνη δὲ ἡ δι᾽ ὀφθαλμῶν καὶ φωτὸς χάριτος, ὡς εἴρηται κινουμένη· νοὸς ὀφθαλμοὶ ἐν μοὶ πίστει τὸ καρδιακὸν ἄνοιγμα· φῶς δὲ αὐτὸς ὁ Θεὸς καρδιακῶς ἐνεργῶν ἐν Πνεύματι. Καὶ ὥσπερ ἀπόμματον τὸ αἰσθητὸν φῶς ὀρθῶς οὐ κινεῖ, ὅτι μὴ δι᾽ ὁρῶντος· οὕτω καὶ τὸ νοητὸν φῶς ὁ Θεὸς τὸν νοῦν οὐ κινεῖ τοῦ μὴ τὸ καρδιακὸν ἔχοντος ἄνοιγμα, εἰ μὴ διὰ τοῦ ἔχοντος. Ἀλλ᾽ οὐδὲ ὀφθαλμοὶ τῶν οἰκείων δίχα φωτὸς ἐνεργήσειαν· οὔτε μὴν ἄνοιγμα καρδίας χωρὶς Θεοῦ μᾶλλον δὲ οὐδὲ ἀνοιχθῆναι καρδίαν ἐνδέχεται, ὅτι μὴ τοῦ τοῦ Θεοῦ ἐνεργοῦντος καὶ ὁρωμένου αὐτῇ.
Περὶ τῆς συμμετοχῆς τῆς ὁράσεως.
Μετὰ τὴν νοερὰν τῆς καρδίας διὰ τῆς χάριτος ἕνωσιν· ἀπλανῶς ἐν φωτὶ πνευματικῷ ὁ νοῦς ὁρᾶ, καὶ ἐκτείνεται εἰς τὸ ἴδιον ἐφετόν, ὅπερ ἐστὶν ὁ Θεός, ἔξω πάντῃ γενόμενος τῆς αἰσθήσεως, ἄχρους δηλονότι, καὶ ἄποιος καὶ ἀφάνταστος ἀποκαθιστάμενος ταῖς φαντασίαις τῶν αἰσθητῶν. Σκεῦός τι θεῖόν ἐστιν ὁ ἡμέτερος νοῦς, κατὰ τὸ ἐφικτὸν αὐτοῦ εἰσδεχόμενον τοῦ θείου κάλλους τὴν ἀπρόσιτον λαμπηδόνα. Καὶ ἔστι γε τοῦτο σκεῦος θαυμάσιον τῷ πλήθει τοῦ ἐν αὐτῷ εἰσρεομένου θείου Πνεύματος συνεπεκτεινόμενον· καὶ τῇ μείζονι εἰσροῇ, μεῖζον καὶ αὐτὸ εὑρισκόμενον· τῇ δὲ βραχείᾳ καὶ αὐτὸ βραχύ. Ἔτι τῇ ἐπιρροίᾳ τῇ μείζονι ἔστιν ἐρρωμενέστερον, τῇ δὲ ἥττονι ἀδρανέστερον. Ἔτι ἐὰν πολὺ ἐν αὐτῷ εἰσχυθῇ, συνιζάνοντες πρὸς ἑαυτό, καὶ ἀνέκχυτον μᾶλλον τηρεῖ τὴν παραδοχήν· ἐὰν δὲ σμικρόν, τοῦτο ἀδρανὲς ἄρρωστόν τε ἔστιν εὐθύς, και στέγειν τὸ ἐν αὐτῷ βληθέν, οὐδὲ δύναται. Ἔτι τῇ πλείονι παραδοχῇ ἐλαφρύνεται, ἐμβριθέστερον δὲ καὶ μᾶλλον κατωφυές, ὅταν κενὸν ᾖ τοῦ οἰκείου καθήκοντος γίνεται. Ἔτι ῥᾷον κατέχει τὸ μεῖζον ἢ τὸ ἔλαττον· ἐξ ἐναντίου τῶν αἰσθητῶν σκευῶν διακείμενον, καὶ κατ᾽ ἄλλα· καὶ ὅταν τῶν σμικροτέρων μᾶλλον, ἤπερ τῶν μειζόνων εἰσὶν ἐκεῖνα ἐν κατοχῇ. Διὰ τοῦτό μοι δοκῶ καὶ τὸν τῆς βροντῆς Υἱὸν Ἰωάννην ἐξ ἀρχῆς αὐτῆς τοῦ κατ᾽ αὐτὸν Εὐαγγελίου «ἐν ἀρχῇ ἦν ὁ λόγος εἰπεῖν, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ λόγος»· ὡς ἂν τῷ μεγέθει τοῦ λόγου συνεπικτείνῃ τὸν ἀκούοντα νοῦν· καὶ τῇ τοῦ πράγματος μείζονι δαδουχίᾳ, τὴν εὐρυχωρίαν αὐτῷ παράσχηται μείζονα, στερέμνιόν τε, καὶ πρὸς ἑαυτὸν συνεπιτυχότα ἐργάσηται, πρός τε ἀνάτασιν ἐπιτήδειον τῷ τῆς φωνῆς ὄγκῳ τῆς τοῦ Θεοῦ θεωρίας, καὶ τῆς ἄκρας σοφίας αὐτοῦ κάτοχον. Καὶ ὅταν τῷ Ἀνανίᾳ λέγῃ περὶ τοῦ Παύλου ὁ Ἰησοῦς· Σκεῦος ἐκλογῆς μοι ἔστι, κατὰ τὸ νοερὸν τοῦ ἔσω ἀνθρώπου τοῦτ᾽ ἐκληπτέον· καθ᾽ ὃ καὶ εἰς τρίτον οὐρανὸν ἁρπαγείς, ὡς αὐτοῦ ἐστιν ἀκοῦσαι γράφοντος· ἄρρητα ἐδέξατο ῥήματα· ἃ λαλήσας ἀνθρώπῳ οὐκ ἔξεστιν.
Περὶ θεωρίας.
Οἷά τις τόπος ἐστιν ὁ ἡμέτερος νοῦς θείας ἐμφανείας παραδεχόμενος τὴν αὐγήν· ἡ δὲ ῥηθησομένη ἰδιότης αὐτοῦ θαυμαστὴ καὶ σωματικῷ τόπῳ τἀναντία ὁρᾶται πάσχουσα· ὁ μὲν γὰρ καθ᾽ ὅσον ἂν εἴη ἐκτεταμένος, μεῖζον τὸ ἐπ᾽ αὐτὸ δέχεται κείμενον· ὁ δέ γε νοῦς ἀνάπαλιν. Καθ᾽ ὅσον ἑαυτὸν συστέλλων συμπτύσσεται, μειζόνων γίνεται δεκτικός· καὶ ὅταν πᾶσαν ἑαυτοῦ κίνησιν λογικήν, ἢ νοεράν, ἢ τὴν ὁποιανοῦν συστείλλας κατάσχῃ, τότε τὸ ὑπὲρ πᾶν μέγα ὁρᾷ τὸν Θεόν· ὁρᾷ δὲ αὐτὸν καθ᾽ ὅσον ἡ τοῦ παναγίου Πνεύματος χάρις ἐνδίδωσι, καὶ ἡ τοῦ ἐνύλου καὶ κτιστοῦ φύσις τὸν ἔξω τούτων ὁρᾶν ἐνδέχεται· οὐ φανταζόμενος διακένως, οὐδ᾽ ὡς ὀνειρώττων ἄντικρυς ἀναπεμπάζων τὸ ἴδιον λογιζόμενον· ἀλλ᾽ ἀρρήτῳ δυνάμει θείου Πνεύματος, ἐν φωτὶ ἐνεργουμένης καρδίας, καὶ πασχούσης ὑπὲρ φύσιν ἀλλοίωσιν, ἣν ὁ δεξάμενος διὰ τῆς χάριτος, αὐτὸς καθεύδει καὶ αὐτὸς ἡρεμεῖ καὶ ἡ καρδία αὐτοῦ γρηγορεῖ· καὶ θᾶττον ἄν τις ἀγνοήσειεν ἄνθρωπον ὄντα ἑαυτόν, ἢ τὴν ἐνέργειαν ἐκείνην θείαν οὖσαν καὶ πνευματικήν· ἔχει γὰρ ἐν τῷ καιρῷ ἐκείνῳ ἔνθερμον ζωόβλυτον Πνευματικὴν καρδιακὴν ἀεικινησίαν, καὶ ὡς ἐπὶ πλεῖστον ἀκόλουθον ἥπιον δάκρυον· ἐκείνη τὴν καρδίαν οὐ μόνον πρὸς ἑαυτὴν εἰρηνικὴν ἐκτελεῖ ἀλλὰ καὶ ἀνθρώπους πάντας· ἐξ ἐκείνης ἀνατέλλει ἁγνότης, τρπότης, ἱκετικαὶ ἀβόηται φωναί, ἄνοιγμα καρδίας, εὐφροσύνη καὶ ἄρρητος ἡδονή. Ὁ εἰς ἐκείνην εὐμοιρήσας φεύγει ὄντως καὶ οὐ προσποιητῶς, ἐξ αὐτῆς ἀκοῆς, πᾶσαν σώματος ἡδονήν, πᾶσαν χαράν, ἢ πλοῦτον, ἢ δόξαν, τῶν ἔξωθεν καὶ καταργουμένων.
Πάντα γὰρ λαβὼν ἔχει αὐτὸς ταῦτα θείως καὶ πνευματικῶς καρδιακῶς τε καὶ νοερῶς, οὔκουν λογισμῷ ψιλῷ, βεβαίως δὲ ἀλλ᾽ οὐδὲ τῷ αἰσθητῷ τουτωῒ φωτὶ προσχαίρει· ἀμβλύνει γὰρ τούτῳ τῷ περισπασμῷ τῆς αἰσθήσεως τὸ θεῖον καὶ νοητὸν καὶ ὄντως γλυκὺ φῶς· δι᾽ ὃ καὶ ὀλίγιστα χρώμενος τούτῳ φαίνεται ὅσον τὸν ἔξω παραμυθήσασθαι μικρὸν γοῦν ἄνθρωπον. Πάντα δὲ στέγει πάντα ὑπομένει· ἐν πᾶσιν ἠσφάλισται διὰ τὴν ἔνδον ἐνήδονον, ἐν ἀγάπῃ θείᾳ καὶ θεωρίᾳ διάθεσιν· καὶ οὐκ ἔστιν ὃ θλίβον τοῦτον λυπεῖ εἰ μήπου τὴν ἁμαρτίαν εἴποις. Διὰ τὸν τόπον τοῦτον δῆλον ὅτι τὸν νοῦν ἐν ἔρωτι μεγάλα κεκοπίακεν ὁ μέγας Δαβὶδ καὶ τὴν ἐπιθυμίαν διδάσκει, καὶ τὸν κόπον δημοσιεύει, ὅπως ὕπνον τοῖς ἑαυτοῦ ὀφθαλμοῖς οὐκ ἔδωκεν, οὐδὲ νυσταγμὸν τοῖς βλεφάροις, οὔτε τοῖς κροτάφοις· ἀνάπαυσιν, ἕως οὗ φησιν εὗρον τόπον τῷ Κυρίῳ. Καὶ Σολομὼν ὁ σοφὸς παρεγγυᾷ λέγων· ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ τὴν καρδίαν σου τόπον σου μὴ ἀφείς. Καὶ ὁ Σωτὴρ δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐπιτάττων, ἐγείρεσθε ἄγωμεν ἐντεῦθεν· καὶ τὸ τυπικὸν ποιούμενος· ἐν ἀνωγέῃ Πάσχα τοῦτον ὑπέγραφε τὸν τόπον· διὰ τοῦτό μοι δοκῶ μακαρίζειν τοὺς πτωχοὺς τῷ πνεύματι πτωχείαν πνεύματος ὑπεμφαίνων τὴν τοῦ νοός ἀπὸ πάντων συστολήν, καὶ οἷον εἰπεῖν γυμνότητα καὶ πρὸς ἑαυτὸν σύμπτυξιν, τότε γὰρ ὁ νοῦς τὴν τοῦ Θεοῦ βασιλείαν οὐ μόνον ὁρᾷ ἀλλὰ καὶ πάσχει τέρψιν ἀθάνατον ἐν εἰρήνῃ κτησάμενος.
Περὶ πρακτικοῦ καὶ θεωρητικοῦ
Τῆς περὶ τὴν ἀληθῆ θεωρίαν ἀγαθῆς μερίδος τὴν ἡδονὴν καρποῦται ὁ θεωρητικὸς σιωπὴν ἀσκούμενος καὶ τὸν Ἰησοῦν θεωρῶν· ἣν ἡδονὴν ὁ πρακτικὸς ὡς ἄγευστος ἀγνοῶν περὶ πολλὰ μεριμνᾶ καὶ τυρβάζεται, ἐν τῷ ψάλλειν καὶ ἀναγινώσκειν καὶ τὸ σῶμα ποιεῖν κατάκοπον καὶ ἐπιμέμφεταί γε ἔσθ᾽ ὅτε ὡς ὀκνηροῖς καὶ νωθροῖς τοῦ καθήκοντος τοῖς διαπετάσασι τὸ ἴδιον νοερὸν ἐν νοητοῖς καὶ τῇ αἰσθήσει μὴ φαινομένοις πράγμασιν· ἐν οἷς καὶ τὸ ἀσχολεῖσθαι ἄρρητος ἡδονὴ καὶ τὸ ἠρεμεῖν χαρὰ ἀνεκλάλητος· μὴ δὲ εἰς νοῦν ὡς ἔοικεν ἐννοήσας, ὅτι περὶ τὸν ἀνενδεῆ τοῦ Θεοῦ ἀληθῆ λόγον ἡ καθ᾽ ἡμᾶς ἀναπαύει εὐπάθεια, οἷα φιλανθρωπότατον ἥτις γεννᾶσθαι εἴωθεν ἐκ τῆς κατ᾽ αὐτὸν θεωρίας· τοῦτον παντέλειον ὄντα καὶ μὴ δεόμενον τῆς ἐξ ἡμῶν ἀναπαύσεως. Δι᾽ ὃ δὴ καὶ Μαρίαν πρὸς τοῖς ποσὶν αὐτοῦ καθημένην, κἀκ τῆς θεωρίας τῶν αὐτοῦ λόγων ἑστιωμένην καὶ τὸν ἔσω ἄνθρωπον ἑαυτῆς πρὸς κατανόησιν διεγείρουσαν δι᾽ ἐπαίνου τίθησι καὶ ἀποδέχεται· οὐκ ἔτι δ᾽ ὁμοίως καὶ τὴν Μάρθαν, καίτοι μεριμνῶσαν καὶ τυρβαζομένην περὶ πολλά· ὡς λόγος ἐκεῖσε διέξεισιν οὐ μόνον νουθετῶν ἐκείναις τότε τὸ κρεῖττον, ἀλλὰ καὶ τοὺς μετ᾽ αὐτὰς πάντας ἐκδιδάσκων ἀνθρώπους, μὴ μόνον ἐγκαλεῖν ἀργίαν τοῖς θεωρεῖν ἐθέλουσι καὶ πρὸς τοῦτο σχολάζουσιν, ἀλλὰ καὶ ἐπαινεῖν καὶ μιμεῖσθαι σπεύδειν κατὰ τὸ δυνατόν.
Πῶς θεωροῦσιν οἱ θεωρητικοί.
Ὡς ἐν ἐσόπρῳ καὶ ἐν αἰνίγμασι τοῖς παροῦσι καὶ γιγνομένοις θεωροῦσιν οἱ θεωρητικοὶ τὴν τῶν μελλόντων καὶ γενησομένων κατάστασιν· ὥσπερ δὲ τὸ ἔσοπρον οὔτε πάχος φέρει πραγματικὸν παρὰ δεικνύων ἐν ἑαυτῷ οὔτ᾽ οὖν αὖθις οὐδέν ἐστι παντὶ ὃ δείκνυσι. Ἐναργεστάτην γὰρ εἰκόνα πράγματος πᾶς ὁ φιλῶν τὴν ἀλήθειαν εἶναι καθομολογήσει τὸν ἐνθεωρούμενον τῷ ἐσόπρῳ· οὕτω δή τοι καὶ τὰ ὄντα καὶ τὰ γιγνόμενα οὐ πάχος οὐδὲ ὑπόστασιν ἑτέραν παρὰ τὴν σφῶν αὐτῶν ἀντιδεικνύμενα, μέντοι γε εἰκόνας ἀνεμφιλέκτους πραγμάτων ἀληθινῶν ἐμφανίζουσι· θεωρεῖν δύναμιν εἰληφόσι καὶ πρὸς αὐτὴν τὴν ἀλήθειαν ἀσφαλῶς ποδηγοῦσιν, ὅταν οὖν λέγοντος τοῦ Παύλου ἀκούεις, διὰ πίστεως περιπατοῦμεν οὐ διὰ εἴδους μὴ νομίσῃς λέγειν αὐτὸν περὶ τῆς ἐξ ἀκοῆς λόγῳ ψιλῷ γινομένης πίστεως. Ἐπεὶ πῶς ὁ αὐτὸς λέγει· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ γνώσομαι καθὼς καὶ ἐπ᾽ ἐγνώσθην καὶ ὅταν ἔλθῃ τὸ τέλειον τότε τὸ ἐκ μέρους καταργηθήσεται. Ὁρὰς ὅτι αὐτὴ κατὰ τὸ παρὸν γνῶσις, ἐνεργεῖ θεωρῆσαι ὁποία ἔσται καὶ ἐν τῷ μέλλοντι, τοσαύτην μόνην διαφορὰν τῆς μελλούσης ἐχούσης ἀπὸ τῆς νῦν τελουμένης, ὅσον τὸ τέλειον τοῦ ἀτελοῦς διενήνοχεν μονοειδές. Ἔτι δὲ ὁ διὰ πίστεως λέγων περιπατεῖν καὶ οὐ διὰ εἴδους οὕτω τρέχω φησὶν ἐν ἄλλῳ τόπῳ, ὡς οὐκ ἀδήλως· οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δαίρων τοσοῦτος ἦν περὶ τῶν μελλόντων ἐν γνώσει ἀληθῆ βεβαίᾳ καὶ οὐχ ὡς αὐτὸς ἑαυτῷ γιγνόμενος ἀνακόλουθος ταῦτα λέγει μὴ γένοιτο· ἀλλὰ τοῦτο οὕτω δοκεῖ διὰ τὸ τῆς πίστεως σημαινόμενον ὃν διπλοῦν ὥσπερ καὶ καὶ τὸ τοῦ εἴδους Ἔστι γὰρ πίστις δεομένη ἀποδείξεως, ἥτις λόγῳ ψιλῷ συνέστηκε, καὶ ἔστι πίστις οὐ πάντη δεομένη τῆς ἀποδείξεως, πεισμονὴν ἱκανὴν ἔκτινων προφανῶν τεθεῖσαν ἐν τῷ πιστεύοντι, ἥτις λέγεται καὶ ἐν ὑπόστατος πίστις· διὰ δὲ παραδείγματος συνήσεις τὸ εἰρημένον σαφέστερον.
Ὑπόθου με λέγειν σοι ἑωρακέναι ἄνθρωπον ποικιλοϋφάντην τινὰ δυνάμενον διὰ τῆς τοῦ ὑφάσματος κρόπης τῷ ὑφάσματι ἐντιθέσθαι ζῶα ὑπόπτερα καὶ λεόντεια σχήματα καὶ γυψοειδεῖς μορφὰς ἵππους τε καὶ ἅρματα καὶ πολέμους καὶ ἕτερ᾽ ἄττα τοιάδε. Εἰ τοίνυν σὺ τοῦτ᾽ οὐχ ἑώρακας αὐτοψεὶ δεῖ σοι πίστεως ἐξ ἀνάγκης πρὸς συγκατάθεσιν λόγῳ συνισταμένης ψιλῷ. Εἰδέ πως συμβαίη ἰδέναι σε οὐχὶ τὸν ὑφάντην, ἀλλὰ τὸ ὕφασμα, πάντως ἂν καὶ τοῦ ὑφηγουμένου χωρὶς γνοίης παρ᾽ αὐτὰ ὅτι ἀνθρώπιον ἔργον τουτί· οὐδὲ γὰρ αὐτὸ ὑφ᾽ ἑαυτοῦ φύσιν ἔχει αὐτομάτως γενέσθαι· ἢ ὑπ᾽ ἄλλου ζώου τοιούτου ἐξυφανθῆναι· τότε τοίνυν ἑτέρα πίστις κατέχει σου τὴν ψυχὴν τῆς προτέρας πολλῷ διαφέρουσα· οὕτω γοῦν καὶ τὸ σημαινόμενον τοῦ εἴδους, ὡς ἔφην, ἔστι διὰ πίστεως· τεθέασαι γὰρ ἄνθρωπον, φέρε εἰπεῖν, ὑπόξανθον, ἢ κυανίζοντα, ἐπίμηκες σῶμα ἔχοντα, εἰ τύχοι, ἐν πᾶσι τε σύμμετρον, ἐν ὀφθαλμοῖς, ἐν παρειῶν χροιᾷ, ἐν ρινί τε καὶ χείλεσι καὶ ἐν ἄλλοις, οἷς ὁρᾶται εἶδος προσωπικόν· τοῦτο εἶδος ἐστιν ἐνυπόστατον· ἢν δέ τις σε ἔροιτο ποῖον ἐστὶ τοῦ ὑφάντου ἐκείνου τὸ εἶδος, ὅν μὴ ἑωρακὼς ἐκ τῆς τοῦ ὑφάσματος ὄψεως ἄνθρωπον εἰναι τὸν τοῦτο κατασκευάσαντα δέδεξαι ἀσφαλῶς εἴδει γε τοι γενικῷ· εἴποις ἂν πάντως ἀγνοεῖν τὸ εἶδος αὐτοῦ τὸ ἐνυπόστατον, ἐφ᾽ ὅσον αὐτοψεὶ αὐτὸν οὐχ ἑώρακας· μέντοι γε ἄνθρωπον τοῦτον εἶναι οὐκ ἂν ἀρνήσαιο εἶδος τε ἀνθρώπειον γινώσκει ἔχοντα τὸν ὑφάντην τῆς ποικιλτικῆς ἐργασίας ἐκείνης.
Τοῦτο δῆτα εἶδός ἐστιν ἀνυποστάτως ὁρώμενον, ὃ καί τι μὴ θεωρηθέν, ὅμως γενικῶς ἀδιστάκτως καταδέχεται, ὥσπερ εἰτεθεαμένον σοι ἐτύγχανον ὄν. Ἔστι τοίνυν, ἵνα ἀναλαβόντες εἴπωμεν πίστις δι᾽ ἀκοῆς ψιλῷ λόγῳ κατεχομένη καί ἐστι πίστις ἡ διά τινος πεισμονῆς σαφοῦς ἐν ὑπόστατος, ὡς δ᾽ οὕτως ἔστιν εἶδος ἔν τινι, ὡς ἐν ὑποκειμένῳ θεωρούμενον· ὃ λέγοι τ᾽ ἂν ἐν ὑπόστατον καὶ ἔστιν εἶδος οὐκ ἔν τινι ἀλλὰ γενικῷ λόγῳ θεωρούμενον, οὐ κατὰ πολλῶν γένει διαφερόντων κατηγορούμενον. Πάντες οὖν οἱ θεωρητικοὶ πίστει κατέχονται ὑποστατικῇ· εἶδος δὲ ὁρῶσι γενικῶς οὐκ ἐνυπόστατον. Εἰ γὰρ μὴ νοητὸν ἦν εἶδος ὁ Θεός, πῶς κάλλος λέγεται Θεός· ὁποῖον οὖν τὸ τοῦ Θεου κάλλος νοητὸν οὐκ ἐν ὑποστάσει θεωρούμενον, τοιοῦτο νόει καὶ τὸ εἶδος αὐτὸ τὸ νοητόν, ἐκπρεπὲς ἀξιαγαστότατον ἐνδοξότατον· ἐκ πλήξεως παρεκτικὸν τῇ ψυχῇ νοεροῦ φωτὸς ἀποπληροῦν καὶ καταλάμπον τὸν νοῦν· πολλῆς καὶ ποικίλης αἴγλης περικλύζων αὐτόν, καὶ Θεοῦ ἔννοιαν αὐτῷ παρεισάγον. Ὁ καὶ Μανωὲ φαντασθεὶς ἐκεῖνος, ἀπολώλαμεν ἔλεγεν, ὦ γύναι, Θεὸν ἑωράκαμεν. Καὶ μὲν δὴ πᾶς ἐκεῖνο τὸ εἶδος φαντασθείς· Θεοῦ φαντασίας παράστασιν τοῦτ᾽ εἶναι ὁμολογεῖ. Καὶ Μωσῆς ὁ μέγας ἐν τούτῳ τὸν Θεὸν ὦπται, καθὰ γέγραπται· ὥφθη ὁ Θεὸς τῷ Μωσεῖ ἐν εἴδει καὶ οὐ δι᾽ αἰνιγμάτων. Εἰ δὲ πάντῃ θεοπρεποῦς εἴδους ἐστέρητο· ἄρα πάντῃ ἀθέατος ἦν ἂν ὁ Θεός.
Τὸ κάλλος συμμετρία καὶ οἷον ἄθους τὸ εἶδος ἐστιν· εἰ εἶδος πρέπον θεότητι ἄπεστι λέγειν ἐπὶ Θεοῦ καὶ κάλλος ἄρα καὶ πολλῷ μᾶλλον πρόσωπον, ἐν ᾧ καὶ εἶδος καὶ κάλλος· ἀλλὰ μὲν τῶν Προφητῶν εἴδομεν φησὶν αὐτόν; καὶ οὐκ εἶχεν οὐδὲ εἶδος οὐδὲ κάλλος ἀλλὰ τὸ εἶδος αὐτοῦ ἐκλεῖπον, περὶ τῆς τοῦ λόγου θεότητος τοῦτο λέγων. ἐφ᾽ ὅσον ὡς εἶς τῶν κακούργων ἐπὶ ξύλου ἐκρέματο, φέρων μηδὲν τῆς θείας φύσεως γνώρισμα· ἐπεί, ὅσον γε κατὰ τὸ ἀνθρώπινον, εἰ καὶ κάλλος διὰ τὴν νέκρωσιν οὐκ ἦν αὐτῷ, μέντοι γε εἶδος δῆλον ὅτι εἶχέ νεκροῦ. Ὁ δὲ Δαβὶδ ὡραῖον κάλλει τοῦτον ἐξυμνεῖ πάλιν, οὐ δή που κατὰ τὸ ἀνθρώπινον. Ἐπάγει γὰρ ἐξεχύθη χάρις ἐν χείλεσί σου, ὅπερ ἦν περιφανῶς τῆς θεότητος, ἧς καὶ τὸ κάλλος. Προσώπου δὲ Θεοῦ πολλαχοῦ ὁ Δαβὶδ ἐν πολλοῖς μέμνηται· νῦν μὲν «ἀπέστρεψας λέγων, τὸ πρόσωπόν σου, καὶ ἐγεννήθην τεταραγμένος»· νῦν δὲ δεόμενος «μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, καὶ ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου»· ἐν ἄλλοις. Εἰ τοίνυν πρόσωπον καὶ κάλλος κατά τοι τῷ Θεῷ προσῆκον, οὐκ ἀπαναίνεται λέγεσθαι ἐπὶ Θεοῦ· ἀσχημάτιστον, καὶ τοῦ ἐν ὑποκειμένῳ χωρίς· καὶ εἶδος λέγοιτ᾽ ἂν ἄρα εἰκότως, ὁποῖον καὶ πρόσωπον καὶ κάλλος· ὅ γε καὶ Παῦλος φανταζόμενος, οὕτως ἔλεγε, τρέχω ὡς οὐκ ἀδήλως· οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δαίρων.
Καὶ μὴ ὁρώμενος γὰρ ὁ Θεὸς καθ᾽ αὐτόν, μήτε μὴν μεταλαμβανόμενος, ὅμως ἄλλῳ λόγῳ ὁρᾶται καὶ καταλαμβάνεται ὁ ἀπερίληπτος. Διὰ τοῦτο καὶ ὁ Δαβὶδ ὑμῖν ὑποτίθεται ζητεῖν τὸ πρόσωπον Κυρίου διὰ παντός, ὡς ἄν, ἐν τῇ τῆς θεότητος αὐτοῦ γενομένοις φαντασίᾳ· πολλῆς καὶ ἀρρήτου τύχοιμεν τῆς χάριτος, καὶ τῆς θείας ἀπολαύσεως καὶ ἡδονῆς· ὥσπερ λέγει τῷ Θεῷ περὶ ἑαυτοῦ «χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου». Πολλὴ γάρ τις καὶ ἄπειρος ἐπιφαύσκει αἴγλης θείου προσώπου δόξα τοῖς θεωροῦσι Θεοῦ ἐν ἀληθείᾳ καὶ Πνεύματι· καὶ ἡ ἐκ ταύτης τρυφὴ και τερποσύνη, τοῖς μὲν παθοῦσιν ὑπέραντλος, καὶ οἶον εἰπεῖν ἀφόρητος διὰ τὴν ὑπερβολήν· τοῖς δὲ μὴ ταύτην τεθεαμένοις μηδέ γε γεγευμένοις· ἀδιήγητος καὶ ἀνεπινόητος· εἰ γὰρ γλυκύτητα μέλιτος οὐδεὶς ἂν λόγος παραστήσει μὴ γευσαμένοις, τίς ἂν γένοιτο μηχανὴ τὰ καὶ ὑπὲρ νοῦν που τυγχάνοντα ἐναυγάσας μὴ τεθεαμένοις, μηδὲ θείας ἀπολαύσεως τῆς ἐκ τούτων καὶ ἡδονῆς παραδεξαμένοις· ἀλλὰ περὶ μὲν τούτων εἰς τοσοῦτον. Ὁ τοίνυν ἱερώτατος Παῦλος ἔχων τὴν ἐνυπόστατον πίστιν ἐπὶ τὸν Θεόν, καὶ τὸ ἐκπρεπὲς καὶ ὑπέρκαλον· μέν τοι γε ἀνυπόστατον, εἶδος τοῦ Θεοῦ; διὰ πίστεως ἔλεγε περιπατεῖν, ὡς εἰκὸς τῆς ἐνυποστάτου· οὐ διὰ εἴδους ἐν ὑποκειμένῳ θεωρουμένῳ· οὐ ποιούσης τὴν ἀγένητον θέωσιν· φησὶ γὰρ οὕτως ὁ Ἅγιος Μάξιμος· «ἀγένητον λέγω θέωσιν τὴν κατ᾽ εἶδος ἐν ὑπόστατον τῆς θεότητος ἔλλαμψιν, ἥτις οὐκ ἔχει γένεσιν ἀλλ᾽ ἀνεπινόητον ἐν τοῖς ἀξίοις φανέρωσιν».
Ὅμως μέντοι διὰ εἴδους ᾧ κάλλος ὁρᾶται περὶ οὖ κάλλος· οὕτω διέξεισιν ὁ μέγας Βασίλειος· «Θείου κάλλους τί ὑπάρχει ἐρασμιώτερον;» Καὶ αὖθις. Κάλλος ἀληθινὸν καὶ ἐρασμιώτατον, καὶ μόνῳ τῷ τὸν νοῦν κεκαθαρμένῳ θεωρητόν, τὸ περὶ τὴν θείαν καὶ μακαρίαν φύσιν. Ὅθεν καὶ Παῦλος ἑαυτὸν μεμαρτύρηκεν, εἰ καὶ ἰδιώτης εἶναι τῷ λόγῳ· οὐχὶ τῇ γνώσει· μέγας γάρ τις τὴν γνῶσιν ὢν ἐτύγχανεν· δι᾽ ἧς ἐκ μέρους ἐγίνωσκε τὸν ὑπὲρ ἔννοιαν Θεὸν εἴδει νοητῷ θεοπρεπεῖ. Ταύτην τὴν ἐκ μέρους γνῶσιν ἔχων καὶ Μωσῆς ὁ θεόπτης, καὶ τὸ θεῖον εἶδος τὸ μὴ ἐν ὑποκειμένῳ ὁρώμενον, καὶ τὸ κάλλος θεωρῶν, εἰ ἔγνων, φησίν, ὅτι εὕρηκα χάριν παρὰ σοὶ ἐμφάνισόν μοι σεαυτὸν γνωστῶς εἴδωσε. Ἐπειδὴ γὰρ δεδεγμένος πάλαι ἦν τὴν θείαν ἐμφάνειαν, καὶ τοῦ κάλλους τὴν δόξαν, οὐκ ἐν ὑποκειμένῳ δέ· παραιτεῖται καὶ τοῦτο οἷα τελεώτερον· Θεὸς δὲ οὐκατένευσεν, ὡς πάσῃ νοερᾷ ψυχῇ, ὄψει καὶ ἀγγελικῇ ὃν ἀδύνατον, καὶ πάσης γνώσεως ὑπεραῖρον τοὺς ὅρους. Θεόπτης μὲν γὰρ ἦν, καὶ ἐν γνόφῳ ἑώρα Μωσῆς τὸν Θεόν, πλὴν οὐκ ἐν ὑποστάσει, ἀλλ᾽ ἐν εἴδει καὶ κάλλει νοητῷ χωρὶς ὑποκειμένου. Οὕτω πέφυκεν ὁρᾶσθαι Θεός. Εἶπεν τάχα καὶ Μωσῆς καὶ Ἡλίας, καὶ ἁπαξαπλῶς ὁ θεοπτικώτατος τῶν προφητῶν ὅμιλος. Καὶ εἰ διὰ πίστεως περιπατοῦμεν ἐν ὑποστάτου ἐκ τῶν περὶ Θεοῦ θεωρουμένων ὑφισταμένης καὶ ἐκ τῆς ἐξαστραπτούσης δόξης τοῦ κάλλους τοῦ προσώπου αὐτοῦ βεβαιωμένης, καὶ ἐκ τοῦ εἴδους τῆς φαντασίας τοῦ φωτὸς αὐτοῦ τοῦ ὑπερλάμπρου μαρτυρουμένης, καὶ οὐ διὰ πίστεως λόγῳ ψιλῷ ἐν ἀκοῇ συνισταμένης; δι᾽ ἐνυποστάτου πίστεως περιπατοῦμεν, οὐ διὰ εἴδους ἐν ὑποκειμένῳ θεωρουμένου· οὐκ ἔστιν ἐν τῷ μέλλοντι αἰῶνι χρεία τῆς πίστεως, διὰ τοῦτο ὧδε ἐστιν ἡ ἐνυπόστατος, τότε τῆς θείας δόξης τὸ εὐπρεπέστατον εἶδος τρανώτερον «ὀφθήσεται δεῖ, διὰ τοῦτο νῦν σκιωδέστερον· καὶ ὡς ἂν ὁ θεολόγος λέγῃ Γρηγόριος ἄλλης ἐξ ἄλλου φαντασίας συλλεγομένης εἰς ὄν τι τῆς ἀληθείας ἴνδαλμα· ὃ εἶδος ἐσκιασμένον δηλοῖ Τότε γὰρ ἔσται τὸ πρόσωπον πρὸς πρόσωπον, καὶ ἡ τοῦ ἐκ μέρους διὰ τὴν ἐμφάνειαν τοῦ τελείου κατάργησις· ἄρτι δὲ ὡς ἅγιος Αὐγουστῖνος φησί, τὸ ἐκ μέρους εἴδους τοῦ Θεοῦ ἐστιν τὸ συναρπάζον πᾶσαν ψυχὴν λογικὴν τῷ ἔρωτι τῆς δόξης αὐτοῦ· ἐν τούτῳ γὰρ ἑνοειδὴς γίνεται ἡ ψυχή, καὶ ἑνοειδῶς μονοειδὲς ἓν τὸ τοῦ Θεοῦ ἀφορᾷ ὑπερκείμενον ἀπόκρυφον· ἐν τῷ εἴδει, καὶ τῷ κάλλει, καὶ προσώπῳ τούτῳ φαιδρύνεται, καὶ καλλύνεται, καὶ ἐναυγάζεται πᾶς νοῦς, φαιδρυνόμενος καὶ καλλυνόμενος καὶ ἐναυγαζόμενος πνευματικῶς καὶ ὑπερκοσμίως· τούτοις ἁπλοῖ καὶ ὑψοῖ καὶ τῇ ἐκπλήξει δίδωσι τὸ θεωρητικὸν αὐτοῦ· τούτοις ἐλλάμπεται μυστικῶς ἡ ψυχή, ἡδονῆς τε θείας πληροῦται καὶ ἀγαλλιάματος. Καὶ ἵνα συνελὼν εἴπω· τούτοις δοξάζονται καὶ θεοῦνται οἱ τῆς θεαρχίας φιλοθεάμονες καὶ φιλήκοοι· καὶ Θεοῦ γίνονται φίλοι καὶ ὀπαδοὶ καὶ ἐπόπται· ἔτι γὰρ τῷ σαρκίῳ τούτῳ συνδεδεμένοι. Διὰ τούτων δὴ διορῶσι καὶ ἐνοπτρίζονται αἰσθήσει νοερᾷ τῶν μελλόντων ἀγαθῶν τὴν ἀπόλαυσιν, καὶ τοῦ αἰῶνος ἐκείνου ἐκ μέρους τὴν κατάστασιν· ἣν οὔτ᾽ ὀφθαλμὸς εἶδεν, οὔτε οὗς ἤκουσεν, οὔτε καρδία ἀνθρώπου κεχώρηκεν.
Εἰς τὸ Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις ἧς οἱ μέτοχοι αὐτῆς ἐπὶ τὸ αὐτὸ ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ φυλαὶ Κυρίου μαρτύριον τῷ Ἰσραήλ.
Ἰερουσαλὴμ τόπος εἰρήνης ἡρμηνεύηται, καὶ ἔστι τύπος τόπου Θεοῦ, δῆλον δὲ ὅτι ψυχῆς εἰρήνην ἀγούσης τὴν ἐν Χριστῷ. Οὐ τῆς τυχούσης δέ ἐστι ψυχῆς εἰρήνην ἄγειν τὴν ἐν Χριστῷ· καὶ εἰρήνης ὄνομα ἐπικεῖσθαι αὐτῇ· ἀλλὰ τῆς ὡς πόλεως οἰκοδομουμένης, τῆς τὸν ἀκρογωνιαῖον λίθον ἐχούσης· ὃν ἐν Σιὼν ἔθηκεν ὁ Θεός, ὡς ἡ ὑπόσχεσις, λίθον ἔντιμον. Σιὼν δέ ἐστι τὸ τῆς Ἰερουσαλὴμ ἐπανεστικὸς σκοπευτήριον, ὃ τύπος θεωρητικοῦ νοὸς ψυχῆς εἰρηνικῆς· ἀλλαχόσε γὰρ οὐκ ἂν εὕρῃς ζητῶν μετεωροπόρων καὶ ὑψεπόπτην, καὶ τῆς ἀληθείας θεωρητὴν νοῦν, ὅτι μὴ ἐν καρδίᾳ εἰρήνην τὴν τοῦ Χριστοῦ δεδεγμένην, καὶ μετασκευασθείσῃ πάσῃ κατάστασιν εἰρονοχύτου ζωῆς, ψυχὴ τοίνυν εἰρήνην ἄγουσαν θείαν, ἐχουσά τε τὸν ἔντιμον ἀκρογωνιαῖον λίθον, καὶ τοὺς κυλιομένους τιμίους λίθους τοὺς ἐν ἱεροῖς γράμμασι, δι᾽ ὧν λιθόλευστα γίνεται θηρία τὰ εἰς τὸ τοῦ Θεοῦ ὄρος ἀνιέναι σπεύδοντα, καὶ ἄσφαλτον, δηλαδὴ τὴν ταπείνωσιν, ἣν ἐνεργεῖ τὸ Πνεῦμα τὸ Ἅγιον, τὴν λιθώδη πώρωσιν τῆς καρδίας πυρὶ θείῳ καῖον, καὶ λεαῖνον εἰς Πνεῦμα συντετριμμένον καὶ τεταπεινωμένον. Καὶ ὕδατα ἐκ τῶν ὑετῶν, τὰ τῷ σωτῆρι διδόμενα εἰεῖν ἐκ τῶν τῆς καρδίας ἡμῶν ποταμῶν· ἔτι τε ξύλα ἄσηπτα εἰς ἕνωσιν λογισμοὺς ἀληθινῆς πράξεως, ἥλους τε καὶ τρύπανον τὸ τοῦ φόβου ἀγόμενος, καὶ πρὸς τὰς θείας ἐντολὰς βίαιον· τόν τε ἀρχιτέκτονα θεῖον λόγον, καὶ τοὺς μετ᾽ αὐτόν, ἐκείνους εἴπω ὑπὸ τὴν ἑαυτοῦ ἐπιστήμην οἰκονομοῦντας δυνάμεις τὰς ψυχικάς.
Καὶ σκεύη ἁπλῶς τεκτονικά, νηστείαν, ἀγρυπνίαν, ψαλμῳδίαν, ἀνάγνωσιν, τάλλα, ἵνα συνελὼν εἴπω, ὅσα ἡμῖν ὀργανικῷ λόγῳ εἰς ἀρετῆς τρόπον παρείληπται. Καὶ τὸ φοινικοῦν σπαρτίον, τὰ τοῦ Θεοῦ ἱερὰ νόμιμα ἐν γραφαῖς· φῶς τε νοητὸν καὶ ὑπέρλαμπρον καὶ ἥλιον, ὅσα ἀντανακλᾶ εἰς ζωὴν ψυχῆς. Καὶ καθάπαξ εἰπεῖν ἡ πάντα τὰ αἰσθητῶς ἐπ᾽ οἰκοδομίαν πόλεως λαμβανόμενα ἔχουσα θείως καὶ πνευματικῶς ψυχή, ἐκείνη ἐστιν Ἱερουσαλὴμ νοητή, καὶ ἐκείνη ὡς πόλις οἰκοδομεῖται εἰς κατοικητήριον τοῦ ἐπὶ πάντων Θεοῦ, τῆς ζωοποιοῦ καὶ ἀνάρχου Τριάδος· «ἐγὼ φησί, καὶ ὁ Πατὴρ ἐλευσόμεθα πνευματικῶς δηλονότι, καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν»· ὡς ἂν ἔλεγε· πόλιν αὐτὸν ποιήσομεν, καὶ πόλιν τῷ ὄντι θαυμασίαν τινὰ ἐκτεινομένη εἰς ἄπειρον. Ὅθεν Ἱερουσαλήμ, φησὶν οἰκοδομουμένη, οὐκ οἰκοδομηθεῖσα· οἷς γὰρ ἐστὶν ὁ ἐν αὐτῇ οἰκῶν ἀπερίληπτος, εἰκὸς ἐστι καὶ αὐτὴν ἐκτείνεται εἰς τὸ ἄπειρον· ἀμέλειτοι διὰ τοῦτο λέγει, οἰκοδομουμένη, οὐχὶ πόλις ἀλλ᾽ ὡς πόλις ᾗ μὲν γὰρ κτίζεται· καὶ πολλῶν τινων καὶ ποικίλων συνέλευσις εἰς ἑνὸς ἔργου συντείνει συντέλειαν· εἰς ὕψος τε καὶ μῆκος καὶ πλάτος οἰκοδομουμένου καὶ κατοικίαν τῆς ἀνάρχου βασιλείας, πόλις καὶ μάλα εἰκότως λέγοι τ᾽ ἄν. Ἐπεὶ δὲ τὸ πέρας τῆς οἰκοδομίας δέξασθαι οὕκουν ἐγχωρεῖ διὰ τὴν τοῦ ἀπείρου ἐνοίκησιν, ὅπερ οὐ πόλεως οἰκοδομουμένης ἴδιον διὰ τοῦτο οὐ πόλις οἰκοδομηθεῖσα· ἀλλ᾽ ὡς πόλις οἰκοδομουμένη οὐκ ἀπεικότως τοῖς ἱεροῖς γράμμασιν ὠνόμασται· ἧς ἐμφανὲς σημεῖον· ὅτι Ἰερουσαλήμ, καὶ ὅτι οἰκοδομουμένη ὡς πόλις ἐστὶ τὸ τοὺς μετόχους αὐτῆς· ἤτοι τὰς δυνάμεις αὐτῆς ὑπὸ τὸ αὐτὸ εἶναι, καὶ μὴ διαιρεῖσθαι μήτε μὴν περιπλανᾶσθαι καὶ ῥέμβεσθαι, ἀλλ᾽ εἰρήνην ἄγειν τὴν ἐν Χριστῷ ἀταράχως τὸ ἐπὶ τὸ αὐτὸ καὶ ἑνιαῖον ἐχούσας.
Εἶθ᾽ ὥσπερ ἀπεξεργαζόμενος τῆς ἐπὶ τὸ αὐτὸ τῶν τῆς πόλεως μετέχων οἰκοδομῆς ἕτερον γνώρισμα· ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ φησί, φυλαὶ Κυρίου μαρτύριον τῷ Ἰσραήλ· οὓς ἀνωτέρως μετόχους τῆς ψυχῆς εὖρεν ὁ λόγος, νῦν φυλὰς ὠνόμακεν· οὐ γὰρ ἑαυτῆς εἰσὶν ἔκφυλαι τῇ ψυχῇ αἱ δυνάμεις αὐτῆς· αἱ δὴ ἁπλῶς οὖσαι φυλαὶ ψυχῆς· φυλαὶ Κυρίου γίνονται ἀναβάσεις ἐν εἰρηνικῇ τῇ ψυχῇ ποιησάμεναι θείας καὶ ὑπερκοσμίους· μαρτύριον καὶ βεβαίωσιν τῷ Ἰσραήλ· νῷ ὁρῶντι Θεῷ καθιστῶσαι καὶ συνεργοῦσαι ἓν πᾶσαι ἔργον Θεοῦ τὴν γνῶσιν τοῦ Θεοῦ. Καὶ ἐπὶ τὸ αὐτὸ πᾶσαι αἱ νοηταὶ συντείνουσαι ἐκεῖναι φυλαὶ οἰκοδομεῖν πόλιν Θεοῦ Παντοκράτορος εἰρηνικὴν καὶ Ἁγίαν. Ἐκεῖ γὰρ τῷ ὄντι ἀνέβησαν ἀναβάσεις αἱ ψυχικαὶ δυνάμεις θεοφορούμενον, καὶ θεοληπτούμενον διατιθεῖσαι τὸν νοῦν ὁρῶντα Θεόν· ὡς γὰρ τῶν τῆς ψυχῆς φυλῶν, ἢ δυνάμεων διασκεδασμένης καὶ κειμένης ὑπὸ ἑτερότητα καὶ μερισμόν, μὴ οὐσῶν ἐπὶ τὸ αὐτὸ ἀμήχανον ἀναβάσεις γίνεσθαι καὶ οἰκοδομεῖν τὴν ψυχήν· οὐ γὰρ ἐστὶν ἐκεῖ εἰρήνης τόπος οὐδὲ Ἰερουσαλὴμ οἰκοδομουμένη, ἵνα τις ἐνίδοιτο τὸ νοερὸν ποῦ· οὕτω συνεληλυθότων τούτων ἐπὶ τὸ αὐτὸ ἀνένδεκτον μὴ ἀναβαίνειν ἐκεῖ νοερὰς καὶ μεγαλεπιβούλους ἀναβάσεις Κυρίῳ, συνηγορούσας καὶ σώζοντας νῷ θεωροῦντι Θεὸν ὁπηνίκα δῆτα ἐν εἰρηνικῷ καὶ ἡσύχῳ καταστήματι ψυχὴ ὡς πόλις οἰκοδομεῖται πνευματικῶς, ἧς οἱ μέτοχοι αὐτῆς ἤγουν ὡς αὐτῆς δυνάμεις εἰσὶν ἐπὶ τὸ αὐτὸ ἐκεῖ ἀναβαίνουσιν ἀναβάσεις Κυρίου αἱ νοεραὶ δυνάμεις καὶ διατίθενται ἑνοειδῶς καὶ μοναχικῶς συνεισφέρουσαι οὐκ ἀγνῶς συμμαχίαν τῷ θεωροῦντι νῷ Θεοῦ· τότε καὶ αὐτὸς ὑπόψαλλε τὸ Ἱερουσαλῆμ οἰκοδομηθέντι ὡς πόλις, ἧς οἱ μέτοχοι αὐτῆς ἐπὶ τὸ αὐτό· ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ φυλαὶ Κυρίου μαρτύριον τῷ Ἰσραὴλ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Περὶ τῶν αὐτῶν.
Ἴσως δ᾽ οὖν, οὐ σφόδρα ἂν εἴη ἔκτοπον τοῖς εἰρημένοις, καὶ τοῦτο προσθεῖναι· εἰ ἐπισκιάζειν ἤρξατο γνῶναι βούλοιο σὴν ψυχὴν τὸ ἀπὸ τῆς εἰρήνης θεῖον φῶς· εἰ γέγονεν εἰ θέλεις εἰδέναι τὴν ψυχὴν Ἱερουσαλὴμ οἰκοδομουμένην ὡς πόλιν· εἰ ἐπὶ τὸ αὐτὸ εἰσὶν οἱ μέτοχοι αὐτῆς πρόσεχε· λογισμοὶ καὶ δυνάμεις πάντες αὐτῆς εἰ πρὸς ἑαυτὰς καὶ πρὸς ἀλλήλας συνῆλθον ἑνοειδῶς καὶ μονοειδῶς φιλοῦσαι· οὐ πόλις διηρημένως, ἀλλὰ πόλιν συνηρημένως οἰκοδομεῖν· εἰ ἀναβαίνουσιν ἐκεῖ ἐν Ἰερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις φυλαί, Κυρίου τάχα αἱ γενικώτεραι τῆς ψυχῆς δυνάμεις θεῖα ιοῦσαι καὶ συνανιοῦσαι πνευματικῶς τὰς ἀναβάσεις ποιούμεναι· εἰ ταῦτα ἐν σεαυτῷ τελούμενα καθορᾶς οἰκοδομῶν οὕτω μὴ παύσαιο. Τὸν χαλάνης πύργον δι᾽ ἐνθυμοῦ καὶ τὴν κατ᾽ ἐκεῖνον οἰκοδομὴν καὶ τὴν διαίρεσιν τῶν γλωσσῶν καὶ γνῶθι ὅτι οὐ πᾶσα οἰκοδομὴ καλὴ καὶ τοῖς ἔξω δοκεῖ. Δύω γενικῶς φᾶναι κτίσεις καὶ ἀναβάσεις ὁρῶνται τοῖς ἔχουσιν ὀφθαλμούς, ἡ μὲν ἐπ᾽ ἀγαθῷ γενομένη καὶ Θεοῦ κατοικήσει καὶ σημεῖον ταύτης· ἧς οἱ μέτοχοι αὐτῆς ἐπὶ τὸ αὐτὸ καὶ αἱ φυλαὶ φυλαὶ Κυρίου ἐκεῖ ἀναβαίνουσαι μεγάλ᾽ ἄττα καὶ θαύματος πλήρη καὶ εἰρήνης ἀγάπης τε καὶ ἁγιασμοῦ τῇ ψυχῇ ἀναγγέλουσαι καὶ αὐτὴν οἰκοδομοῦσαι· ἡ δ᾽ ἐπὶ κακῷ καὶ ψυχῆς ὀλέθρῳ γιγνομένη· ἧς γνώρισμα ἀψευδὲς διαίρεσις γλωσσῶν νοητῶν καὶ δεινὴ σύγχυσις καὶ τὸ πέρας κατοικία τῶν παθῶν, ὡς ἐν τῷ χαλάνης πύργῳ σκολοπένδρα.
Κατανόει τοίνυν ἀλλήλων τῶν οἰκοδομημάτων τὸ διενηνοχός, καὶ οὐκ ἂν ἁμάρτης βουλόμενος ἐλέσθαι ἑκατέρων τὸ κρεῖττον· εἰ μὴ κατὰ καιροὺς καὶ πολλάκις εἰρήνην καὶ ἕνωσιν λογισμῶν καὶ νοερὸν φῶς τα βάθει κατέχει τῆς καρδίας σου· εἰ μὴ ἄρρητος ἡδονὴ ἐκ θεωρίας Θεοῦ ἀναβαίνει εἰς τὴν καρδίαν σου, εἰμὴ ἀναζωπύρησις καὶ πνευματικὴ ἐνυπόστατος ἐνέργεια ἀειβλύτως κινεῖται ἐκ τοῦ μεσετάτου χωρήματος τῆς καρδίας σου, ὡς δοκεῖν σε πολλάκις περικεκρατηκέναι σου, ὅταν τῶν ἀπὸ καρδίας ἀνωτέρω μελῶν τοῦ σώματος συνευφροσύνη καὶ φαιδρότητι νοερᾷ καὶ ὁράσει βαθείᾳ καὶ μυστικῇ· εἰ μὴ μυστηρίων γεύεταί σου ἡ ψυχὴ πνευματικῶς ἀλαλήτων, εἰμὴ ἄφραστος χαρὰ καὶ ἔκπληξις ἀνεννόητος ἐπὶ τὸ αὐτὸ ἑνοειδῶς ἐπὶ σὲ ἐνεργεῖται· εἰ τὸν ἁγιασμὸν τοῦ Χριστοῦ ἔνδοθεν σου μὴ ἀνατέλλοντα δέχοιο, γνῶθι ὅτι ἡ ψυχή σου οὐκ ἔστιν Ἰερουσαλήμ, οὐδὲ οἰκοδομεῖται ὡς πόλις, οὐδὲ οἱ μέτοχοι αὐτῆς ἤγουν οἱ λογισμοὶ εἰσὶν ἐπὶ τὸ αὐτὸ ἕν· οὔτε μὴν αἱ φυλαί, αἱ καθολικαὶ δυνάμεις φυλαὶ Ἰησοῦ γεγόνασιν, οὔτε ἀναβαίνουσιν ἐκεῖ ἐν τῇ ψυχῇ διατιθεμέναι ἐξαίσια καὶ μυοῦσαι καὶ συνηγοροῦσαι τῷ νῷ ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου τοῦ μὴ Πνεύματος θείου μετόχου οὐκ ἀνέβη. Καὶ σκόπει γέτοι μὴ οἰκοδομῆς μέν, πλὴν νοητὸν χαλάνης πύργον· οὗ τέλος καταστροφὴ καὶ γλωσσῶν νοητῶν διαμερισμὸς καὶ σύγχυσις καὶ τὸ πᾶν ἀπώλεια, ὡς προείρηται ἐβουλόμην εἰπεῖν τί τὸ αἴτιον δι᾽ ὃ οἱ μὲν ὡς πόλιν Ἰερουσαλὴμ οἰκοδομουμένην ἔχουσι τὴν σφετέραν ψυχὴν καὶ τίς ἡ αἰτία τοῦ τῆς χαλάνης πύργου καὶ οἰκοδομὴ καὶ ἀπώλεια καὶ τί ἐστιν, ὅτι ἐκείνης μὲν οἱ μέτοχοι ἐπὶ τὸ αὐτό, ἐπὶ δὲ τοῦ τῆς χαλάνης πύργου γλωσσῶν διαίρεσις πολυειδής· ἀλλὰ παρῆκα τοῦτο τὸ εὐήκοον τῶν ἀκροατῶν διὰ βραχυλογίαν προμηθούμενος.
Εἰς τό, ἐκεῖνοι ἦσαν οἱ ἀφ᾽ ἡλίου ἀνατολῶν εὐγενεῖς.
Εὐγενεῖς εἶεν ἂν ἀφ᾽ ἡλίου ἀνατολῶν, οἱ ἀπὸ τῶν ἀνατολῶν, ναὶ μὴν καὶ φωτισμῶν καὶ ἐλλάμψεων τοῦ τῆς δικαιοσύνης νοητοῦ ἡλίου ἐξευγενισθέντες καὶ βελτιωθέντες τῇ θεωρίᾳ καὶ ἀποβλέψει τῇ πρὸς Θεοῦ καὶ διάνοιαν, οἱ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος ἀνδρός, οὐδὲ ἐκ θελήματος σαρκός, ἀλλ᾽ ἐκ Θεοῦ ἐγεννήθησαν· ὧν ἡ καρδία καὶ ὁ νοῦς ἐμφιλοχοροῦσιν ἐν οὐρανίοις ἀνακτόροις θείοις οἱ ὁμιλίας ἠξιωμένοι Θεοῦ καὶ παραδεδεγμένοι θεῖα καὶ τῆς βασιλείας μυστήρια ἄρρητα. Σῶμα Χριστοῦ γεγονότες τοῦ υἱοῦ τοῦ Θεοῦ καὶ μέλη ἐκ μέρους καὶ αὐτοῦ σύσσωμοι καὶ συγκληρονόμοι καὶ συμμέτοχοι, κληρονομίαν ἔχοντες αὐτὸν καὶ Πατέρα τὸν ἐν ὑψίστοις Θεὸν θείας κοινωνοὶ φύσεως ὑπὲρ λόγον γενόμενοι· οἱ σφραγισθέντες τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, ἐν ᾧ κοινωνοῦνται καὶ ἐν ᾧ ζῶσι καὶ ὁρῶσιν. Ἱμάτια ἐνδεδυμένοι διάλευκα καὶ οἰκεῖα τοῦ Πνεύματος χιτῶνας τε χρυσοπάστους διὰ λίθους τε καὶ ὑπομαργάρους· ἐκείνοις περικεφαλαία καὶ στέφανος λυχνῖται λίθοι καὶ ἄνθρακες καὶ γένος πᾶν λίθος ἐκλεκτῶν, ἐκεῖνοι ἐσθίουσί τε καὶ πίνουσιν ἐν τῇ βασιλικῇ τραπέζῃ· οὐκ ἔχει κόρον ἡ βρῶσις ἐκείνη, οὔτε μὴν τὸ νέκταρ πλησμονήν. Πνεῦμα γὰρ εἰσὶ πάντα καὶ αὐτοὶ πνευματικῶς ταῦτα κομίζονται. Πάμπολλά ἐστιν ἐν βασιλικαῖς ἐκείναις αὐλαῖς τελούμενα ὑπερθαύμαστα. Πῦρ δροσίζον καὶ ἀναζωπυροῦν καὶ ἀγάπης κέντρα ἐν καρδίᾳ κινοῦν, ὕδωρ ζῶν καὶ λαλοῦν καὶ βλύζον ζωῆς ἀϊδίου νάματα· ἀὴρ εὐωδόπνους καὶ Πνεῦμα τε ζωοπάροχον καὶ φῶς ἑνιαίας αἴγλης τρίφωτον, ἁπλοῦν, ὑπερούσιον. Ἐντεῦθεν γοῦν τοιοῦτοι ὡς θεαταὶ καὶ τρυφηταὶ διέστησαν τῶν κάτω καὶ τοῖς ἄνω συνήφθησαν· παρεώρακαν τὰ ὁρώμενα καὶ ὅλοι γεγόνασι τῶν νοουμένων παρέθραμον τὰ παρατρέχοντα καὶ ἔστησαν μετὰ τῶν ὁμονίμων ἐν στρωμνῇ κάτω κεῖνται καὶ περιπολεύουσιν ἄνω, δεσμοῖ τὸ σῶμα καὶ κάτω καθέλκει νεύει τὸ Πνεῦμα καὶ δεσμὰ λύεται πυρπολούμενα· ἅμα ἐλύθη καὶ ὑπὲρ τοὺς οὐρανοὺς ἅμα ἀνέπτη· τῆς ἐκπλήξεως τε καὶ ταχύτητος. Γεγόνασιν ἑνοειδεῖς τῇ πρὸς Θεοῦ ἑνοειδεῖ ἀποβλέψει· ἐμονόθησαν ἀπὸ πάντων τῇ πρὸς Θεοῦ μονοειδεῖ θεωρίᾳ, μετάγονται ἀπὸ δόξης εἰς δόξαν Πνεύματος μείζονα καὶ μεταβαίνουσι ἀπὸ πλοῦτον εἰς πλοῦτον πλείονα καὶ τρυφῶσι τὰ ἄρρητα· εἶπον ἑαυτοῖς· εὔγε τοῦ πλούτου τῆς δόξης καὶ τῆς τρυφῆς· καὶ μεταξὺ τούτου τεθεωρηκότες τῶν προτέρων μείζονα ἐξεπλάγησαν, καὶ ὡς γυμνοὶ πάντων καὶ πένητες σφῖσιν αὐτοῖς ἔδειξαν· πεπήγασιν, ἢ μᾶλλον εἰπεῖν οἰκειότερον, κεχήνασι τῇ ἐκστάσει καὶ χαρὰ τὴν καρδίαν αὐτῶν περιέλαβον· ὀπαδοὶ καὶ συνόμιλοι γίνονται τῷ Βασιλεῖ τῶν δυνάμεων, καὶ τῶν ἀγγέλων συγχορευταὶ ἔκθαμβοι τῇ χύσει τῆς τοσαύτης χάριτος, ὑπερευφραινόμενοι τῇ ἀφράστῳ ἐκείνῃ κληρονομίᾳ καὶ ἀφάτῳ φιλανθρωπίᾳ· οὔτοι εἰσίν, ὅσα με γνῶναι, οἱ ἀφ᾽ ἡλίου ἀνατολῶν εὐγενεῖς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας ἀμήν.
Ὅταν τὴν θείαν ἀληθότητα ἑνοειδῶς ἴδῃ ὁ νοῦς ἐν Χριστῷ· τότε καιρὸς τοῦ σιγᾶν· καιρὸς γὰρ πόσεως θείου νέκταρος, φιλοφροσύνης τε καὶ ἀγαλλιάσεως Πνευματικῆς· καιρὸς μυστικῶν θεαμάτων καὶ ὑπερφυῶν πραγμάτων ἀπόλαυσις. Καὶ γὰρ ὁ νοῦς τότε ἐκφανῶς ὁρᾷ ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ τὴν ἐκ τούτου εἰς τοῦτο κλίσιν αὐτοῦ ἐκδηλότητα θεωρεῖ· καὶ γινώσκει σαφῶς ὡς ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη· τῆς γὰρ ἡμῶν χύσεως τῆς ἐκ θείας ἀγαθότητος ὁ πυθμήν, καὶ οἷον εἰπεῖν τὸ βάθος τοῦ πλούτου, καὶ τὸ πέρας τῆς χάριτος, οὐ δενίπω εἰς προῦπτον κενωθὲν φανεροῦται κατὰ τὴν παροῦσαν ζωήν, κἂν ὅτι μάλιστα ἔτυχε μείζονος τῆς πρὸς Θεὸν ἀναβάσεως καὶ θεώσεως. Τὸ πέρας γὰρ καὶ τὸ τέλειον ἐπίσης πᾶσι τετήρηται εἰς τὴν ἀπόλαυσιν, κατὰ τὸν αἰῶνα τὸν μέλλοντα· οὔπω κατὰ τὸν ἐπιστήθιον ἐφανερώθη τί ἐσόμεθα καὶ κατὰ τὸν ἱερὸν Παῦλον, νῦν ἐκ μέρους γινώσκομεν, τότε δὲ ἔσται τὸ τέλειον, ὅτε καὶ σύμπαντες οἱ ἁμαρτωλοὶ μετὰ τῶν δικαίων τοῦ θείου μυστικοῦ ποτηρίου καὶ τοῦ τέλους τῶν ἐσόπτρων λυθέντων, καὶ τῆς ἀληθείας προφανῶς ἀποκαλυφθείσης πίονται οἱονεί, εἰς αἴσθησιν ἐληλυθότες τοῦ νῦν μυστικῶς ἐπικεκαλυμμένου μυστηρίου· δίκαιοι μὲν, ἵνα τελεώτερον εὐφραίνεσθαι ἔχωσι τὴν ἀντιμισθίαν τῆς ἐπὶ Θεῷ ἐλπίδος, καὶ τῶν ἐναρέτων ἔργων καρπούμενοι· περὶ ὧν γέγραπται «μεθυσθήσονται ἀπὸ ποιότητος οἴκου σου, καὶ τὸν χείμαρρον τῆς τροφῆς σου ποθεῖς αὐτοὺς», οὓς καὶ ὁ Κύριος εἴρηκεν ὅτι ἀνακλινεῖ εἰς τὴν τοῦ πατρὸς βασιλείαν καὶ διακονήσει αὐτοῖς· μεθ᾽ ὧν ὑπέσχετο καὶ τὸ ποτήριον πίνειν καινὸν ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ συνευφραίνεσθαι.
Οἱ δὲ ἁμαρτωλοὶ πίονται εἰς χολὴν πικρίας καὶ εἰς λύπην αἰωνίου καὶ μέν γε τοσοῦτον πίονται ὅσον εἰδέναι, οἵου στέρονται ἐξ ἄρ᾽ ἀβουλίας δυστυχῶς νέκταρος ὑπερηδίστου οὗ τὴν γεῦσιν κατὰ τὸ παρὸν ὁ θεῖος Δαβὶδ παρακαλῶν ἐπιτρέπει. Γεύσασθε λέγων, καὶ ἴδετε ὅτι Χριστὸς ὃ Κύριος, πρὸς ὁ οὐκ ἐπιστρέφουσι γοῦν οἱ ἁμαρτωλοί· οἱ μέντοι ἐπιστρεφόμενοι, καὶ μέν γε τῇ ἐντολῇ ὡς εἰκὸς πειθόμενοι, καὶ τὸ ποτήριον ὁρῶσι, καὶ κλίναν ἐκ τούτου εἰς τοῦτο αἰσθηθέντες ἑκατέρωθεν, ἐντεῦθεν κἀκεῖθεν τῶν κλήσεων σὺν εὐμενεῖ τῇ χάριτι πίνουσι καὶ ἀπολαύουσι· καὶ τὰ τῆς ψυχῆς αἰσθητήρια γιγνομένως καταγλυκαίνουσι, καὶ δῆτα εὐχαριστηρίους μέλπουσιν ᾠδὰς καὶ εἰκότως πρὸς Θεὸν, καὶ τὸ ποτήριόν σου βοῶντες μεθύσκον ἡμᾶς ὡσεὶ κράτιστον, καὶ τὸ ἔλεός σου τὸ ἀνεπινόητον νῦν ἤδη ὡς εἰς πυθμένα τινὰ καὶ βάθος ἐναποκείμενα ὡσπερεὶ τρὺξ, καταδιώξει ἡμᾶς πάσας τὰς ἡμέρας τῆς ὄντως ζωῆς ἡμῶν τῆς μονίμου μελλούσης καὶ ἀθανάτου, ἐπαεὶ γὰρ ἔχοντες τῶν θείων μελλόντων ἀγαθῶν ἐσόμεθα ἐν αὐτοῖς, ἀμέλει καὶ τοῦ ἑκατέρωθεν χεύματος τοῦ ἐν χειρὶ Κυρίου ζωοποιοῦ καὶ καινουργοῦ ποτηρίου γευόμενοι κἀκτούτου πίνοντες ὁσημέραι, ἐξ ἄρα τοῦ φαινομένου οὐκ ἀπεικότως νοοῦσι τὸ ἀποκεκρυμμένον· καὶ ἐκ τοῦ προχεομένου τεκμαίρονται ἀκολούθως τὸ ὑποκείμενον, καὶ τὸ μέλλον ὡς ἐν ἀρραβῶνι τὰ μέρει καταστοχάζονται. Ὅθεν ὡς δήλου ὄντος ὅτι πλουσίως ἐκεῖσε ἔσονται οἱ δίκαιοι ἐν μεθέξει καὶ καθολικώτερον, ὧν ἤδη ἐκ μέρους μετέχουσιν ἔτι τῇ τῆς σαρκὸς προσηλωμένοι παχύτητι, καὶ τῷ κάτω ζώφῳ, οὐκ εἴρηται τῷ Δαυὶδ καὶ μάλα σαφῶς ὡς πίονται πάντες οἱ δίκαιοι καὶ ἁμαρτωλοί· ἀλλὰ θεὶς ὅπερ τάχα ἀμφίβολον ἦν· εἰ ἄρα πίοιεν οἱ ἁμαρτωλοὶ τὸ ὡμολογημένον παρῆκεν ὡς πρόδηλον περὶ τῶν δικαίων εἰπεῖν ὡς πίονται· εἰ γὰρ δὴ ἁμαρτωλοὶ πίοιεν, σχολὴ γ᾽ ἂν εἰ οὐχ οἱ δίκαιοι, ὅπερ δῆλον, ἀπάρτι τοσοῦτον ἐμφοροῦνται τοῦ χεύματος, ὡς καὶ εὐφραίνεσθαι καὶ βοᾶν· «εὔφρανάς με Κύριε ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι»· ἔργα δὲ χειρῶν αὐτοῦ λέγων τὸ κρατεῖν καὶ προτείνειν τὸ οἴνου ἀκράτου πλῆρες κεράσματος ποτήριον, καὶ τὸ κλίνειν τοῦτο λίαν φιλανθρώπως ἐκ τούτου εἰς τοῦτο καὶ τὸ τηρεῖσθαι τὸν ἐν αὐτῷ τρυγίαν κατὰ τὸ μέλλον· νῦν δὲ αὖθις βοῶσι· καὶ μεθυσκόμενοι, τὸ ποτήριον σου πρὸς τὸν Θεόν· μεθύσκον ἡμᾶς ὡσεὶ κράτιστον ἐν Χριστῷ Ἰησοῦ καὶ ταλ.
Ἀσῳ τῷ ποιήσαντί με καὶ αἰνέσω σε Ὕψιστε ἐκχέοντα ἐπ᾽ ἐμὲ τὰ ἐλέη σου χάριτι· νύττει με φιλοψυχότατε ὑπεράγαθε βασιλεῦ δάκτυλός σου ὁ ἱερὸς ἐν τῷ τῆς καρδίας μου μεσαιτάτῳ ὡς σὺ ὁ ποιῶν θαυμάσια καὶ ἐξαίσια μόνος ἐπίστασαι καὶ διεγειρόμενον ὡς εἰκὸς τὰ τῆς ἁγίας σου χειρὸς γράμματα ἐν βίβλῳ ζωῆς τῷ θειωτάτῳ σου Πνεύματι διακειμένως παρασκευάζεις ὁρᾶν, καὶ τῆς γε χειρός σου τὸ ὑπὲρ ἔκπληξιν κάλλος φαντάζεσθαι αἰσθήσει οἰκείως νοερᾷ καὶ πάντα πλήρη εὐφροσύνης, καὶ χαρᾶς μυστικῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Ἔστιν εἰρήνη μᾶλλον δοκοῦσα ἢ οὖσα, σώματος εὐπαθοῦντος ἢ πολὺν ὄχλον ἐγείρει κατὰ τῆς ψυχῆς· εἰ τύχοι καὶ πρὸς ὥραν ἡρεμίαν δῆθεν ὑποκρινομένη. Καὶ ἐστιν εἰρήνη αἰσθήσεως ἐγκλομῷ καὶ φυγῇ τῇ ἐκ πάντων, καὶ ἡσυχίᾳ ἐφεπομένη· ἀλλὰ γοῦν καὶ αὕτη, εἰ καὶ ἀσυγκρίτως καλλίων τῆς πρώτης, τέως ὀλιγοχρόνιος πέφυκε· τῆς γάρ τοι ψυχῆς ὑπὸ τοῦ λογισμοῦ ὀχλουμένῃς συμπάσχειν, ὡς ἂν καὶ διοχλεῖσθαι καὶ τὸ σῶμα καὶ ὁλικῶς ὁ ἄνθρωπος πέφυκεν· ἔστι δ᾽ ἀνωτέρω τούτων εἰ ρήνη τρίτη αἰσθήσεων καὶ ψυχῆς, ἐν ἡσυχίᾳ τῶν τῆς ψυχῆς δυνάμεων καὶ τοῦ ἔσω ἀνθρώπου, δι᾽ ἀγωγῆς καὶ σπουδῆς ἀστείας ἐπιγινομένη, ὅτ᾽ ἔστι καὶ προσεύξασθαι καθαρώτερον, καὶ θρηνῆσαι ἡδύτερον, καὶ τοῖς θείοις λόγοις ὁμιλεῖσαι μεθ᾽ ἡδονῆς· ἀλλ᾽ οὕπω ἀκμὴν τὸ τέλεον τῆς εἰρήνης τοῦτο, ὡς γὰρ αὐλητήν, ἢ κιθαρῳδῶν τῶν ἀμηχάνων διηνεκῶς (διαμένειν) ἐπὶ τῶν αὐλησμάτων· μᾶλλον μὲν οὖν τῶν ἀναγκαίων αὐτοὺς καὶ (κόπου) ταῖς χερσὶν ὑπομεῖναι, καί τινος ἀσθενείας ἀφορμὴ προσπεσοῦσα, ἢ περίστασις οἱουδήποτε πάθους τὸν αὐλητὴν ὡς μὴ αὐλεῖν, καὶ τὸν κιθαρωδὸν μὴ ἐνεργεῖν συντόνως (ἐπίσισε) οὕτω καὶ ψυχῆς τὰ τῆς σφετέρας οὐσιώδεις τῶν δυνάμεων ἁρμονίας διαθεμένης, οὐ παντάπασι μένει τὸ ἄτρεπτον μετ᾽ αὐτῆς, ἀλλ᾽ ὑποχαλᾶται· ἄκοντί τε ἑκόντι θυμῷ ὑπὸ τινὸς ὅποθεν δὴ συμπεσόντος, ἢ καὶ φιλοτρεπτότης καὶ ἀκηδία οἷα τῶν κτισμάτων ἓν καὶ συμπεφυκεῖα σώματος παχεῖτε καὶ τραχείμῳ παρὰ δόξαν πῶς.
Ὁπηνίκα δὲ τὴν τοῦ πάντα κτίσαντος ἀκτίστου παρουσίαν εἰσδέξεται χάριτι, καὶ κοινωνίσας τοῦ ἀτρέπτου καὶ ζωοποιοῦ Πνεύματος, θαυμαστοῦται ζωοῦται ἀλλοίαν ζωὴν καὶ ζωοποιηθεῖσα πεφυκότως τοῦ τε Πνεύματος τῷ ζωοποιῷ καὶ ὡς ζωῆς ὑπερφυοῦς ἀπολαύει, καὶ γιγνομένως ἀτρέπτου· καὶ δὴ ὥσπερ ζῇ διὰ τὴν ζωοποιὸν δύναμιν, οὕτω καὶ ὁρᾷ, ὅτι καὶ φῶς τὸ ζωοποιοῦν, καὶ χαίρει δῆτα ὁρῶσα τὰ τοῦ ὑπὲρ φύσιν ὑπερφυᾶ εἰρηνεύει εἰρήνην ὑπερέχουσαν πάντα νοῦν, δὶὰ τὴν ὑπὲρ νοῦν ἐσαῦθις τοῦ ὑπὲρ νοῦν ζωοποιοῦ ζωοποίησιν, καὶ φωτισμὸν καὶ ὅρασιν, καὶ τὴν τῶν ὁρωμένων μυστικῶς χαράν. Οὐ τρεπομένη πόλον, οὐδὲ κόπον ὑφισταμένη, οὐδὲ τὰς πάγας καὶ ἐπιβουλὰς προσέχουσα τοῦ ἐχθροῦ· ἀλλ᾽ ἀεικινήτως Θεοῦ ὁρῶσα καὶ τὰ περὶ Θεοῦ οὐδ᾽ ὅπως τισοῦν θελήσει αὐτῆς· οὐδαμῶς, ἀλλὰ δυνάμει, καὶ κινήσει εἴποι μι δ᾽ ἂν ὅτι καὶ θελήσει τοῦ Θείου καὶ ἀκαμάτου Πνεύματος ἐν καρδίᾳ ἐνεργετικῶς καὶ ἐν ὑποστάτως, οὐχ ὡς ἄν τις εἰκάσας· ἀλλὰ ὡς αὐτὸ μόνον τὸ πνεῦμα ἐπίσταται, τὸ τὰ βάθη ἐρευνῶν καὶ γινώσκων τοῦ Θεοῦ, καὶ τοὺς αὐτοῦ μετόχους μυεῖ αἰσθήσεις ψυχῆς. Ἔως τοίνυν ἐπιμελῶς ἔχομεν τοῦ ἀνάπτειν ἐφ᾽ ἡμᾶς αὐτούς καὶ μὴ σβενύειν ἐπισφαλῶς τὴν χάριν τοῦ Πνεύματος δι᾽ ἡσύχου ἀγωγῆς ἁγιωσύνης τε ἐσμὲν πλήρεις εἰρήνης τῆς ἐν Θεῷ τῇ Τριάδι ἀρρήτου καὶ ὑπερφυοῦς, καὶ τότε ἄγομεν ὄντως ἐν ταπεινοφροσύνῃ, καὶ ἀγάπῃ, καὶ προσευχῇ εἰρήνην σώματος καὶ Πνεύματος, καὶ ψυχῆς ἀκαμάτως ὡς εἴρηται· ἡ γὰρ μετὰ κόπου εἰρήνη· οὔπω εἰρήνη τελεία, ἀλλὰ τελείας πρόξενος· ἡ μέντοι τελεία, κατὰ τὰ ἀποδοθέντα τελεῖται κόπου τελέως χωρὶς σωματικοῦ ἐν καταπαύσει τελείου σαββατισμοῦ, καὶ ἀναπαύσει τῇ ἐν Χριστῷ.
Διαγνοὺς ὦ οὔτε, ὅπως μὴ ὢν ἐγένου, καὶ τὸν ποιήσαντα καὶ πλάσαντά σε καταμαθὼν εὐμαθῶς καὶ τὴν αἰτίαν τῆς εἰς τὸ εἶναί σε παρόδου διαθρήσας ἀπροοδεύτως κίνησιν εἰ φρονεῖς εὖ ἐρωτικῶς ὅλον σαυτὸν μετὰ γιγνομένων τῶν διαθέσεων πρὸς τὸν γλυκύτατον Ἰησοῦν καὶ Θεὸν, τὸν δημιουργὸν καὶ κτίστην σου καὶ πρᾶξιν καὶ μὲν καὶ πρὸς θεωρίαν τοῦ προσώπου αὐτοῦ· ταύτην γὰρ ζῶν πρακτικῶς τε καὶ θεωρητικῶς πολλῶν χαρισμάτων Θεοῦ καὶ Θεὸς γενήσῃ καὶ πνευματικός, καὶ ὅλως ὅμοιος σὺ τὸ κτίσμα τῷ κτίσαντι συνευφραινόμενος αἰωνίως, τῷ Κυρίῳ σου καὶ πατρί σου ἐν καταπαύσει ἔρωτος Θεοῦ, καὶ ἀναπαύσει τῇ ἐν Θεῷ διὰ Ἰησοῦ Χριστοῦ εἰς αἰώνας αἰώνων ἐξιστάμενος ἀπὸ πάντων τῶν ὁρωμένων ἀμήν.
Ὅταν ἑώρακα, ἤγουν διέγνων ὄψει νοερᾷ πόθεν τε ὧδε προῆλθον οὕτω θαυμαστῶς, καὶ πῆ καταλήγω καὶ τὸ τρίτον τὸν ἀγαγόντα με καί φέροντα, καὶ καταλήξοντά με φαντάζομαι, καὶ τὸν ἄρρητον Πατέρα διανοοῦμαι, καὶ τὴν αὐτοῦ ἀγάπην οὔκουν πάμπαν ἀγνοῶ· καὶ ἀκολούθως τοῦ περὶ ἐμὲ σκοποῦ τὸ μυστήριον ἐνοπτρίζομαι ἀμωσγέπως. Ὅθεν δῆτα καὶ εὐφραίνομαι τοῖς τρισὶ τουτισὶ πόσον ἂν εἰπεῖν ἔχοι τις· ἀλλὰ τὴν ἡλίκην οἵαν εὐφροσύνην ἀνάλογος πολλάκις διαδέχεται λύπη, κατανοοῦντά με ἀναμφηρίστως ἀναξίως τῆς κλήσεώς μου πολιτευόμενον. Ἔπειθ᾽ οὕτω θεωρῶν ὅπως σου τὴν ἀπρόσιτον δόξαν μοι δεικνύεις διὰ τῆς κτίσεως, καὶ τὴν ἄφατον εἰς ἐμέσου ἀγάπην διὰ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς σου Υἱοῦ, κατανοῶν ὅπως μοι ἐμφανίζεις, καὶ τὴν ἀρρητόν σου καὶ ὑπερφυᾶ ἕνωσιν τὴν πρὸς ἐμὲ γινώσκων, ὅπως μοι παριστάνεις ἐν πνευματικῇ ἀφράστῳ μετοχῇ ἀειβλήτῳ σφόδρα θαυμάζω τὴν δόξαν σου, καὶ εἰς τὸν πρὸς ἐμέσου ἐκπλήσσομαι ἔλεον τὸν καινότροπον, καὶ οὕτως ἐξ ἑπομένου με ἐξιστᾷς ἀπὸ πάντων ὁρωμένων, καὶ καταπαύεις ἀπὸ πάντων νοουμένων καὶ διαναπαύεις καὶ εὐφραίνεις ἀφθέγκτως ἐν σοὶ ἁγίᾳ Τριὰς ὑπερούσιε.
Ἄγγελον ἄλλον ἐπὶ γῆς ζῶον οὐράνιον θεοειδές τε καὶ θεοείκελον θέλων ὁ Θεὸς ποιῆσαι σοφῶς ὡς λίαν τὸν ἄνθρωπον ψυχὴν νοερὰν καὶ διανοητικὴν θείας γνώσεως καὶ ἐπιστήμης ἐνέθηκε σφόδρα ἀκολούθως αὐτῷ. Καί φησι γοῦν διὰ ταῦτα «ἐγὼ εἶπα θεοὶ ἐστέ, καὶ υἱοὶ ὑψίστου χάριτι πάντες» ὡς ἄγγελοι δεύτεροι δηλαδή, σιγηλῶς θεωροῦντες Θεόν, καὶ πρὸς αὐτὸν ἀναγόμενοι ἐρωτικῶς ἐν φωτὶ πνευματικῷ. Εἰς ἀγγελικὴν δὲ κατάστασιν ἀνελθεῖν ἄνθρωπον γηγενῆ τῶν ἀμηχάνων ἂν εἴη, μὴ Πνεῦμα ἐναργῶς γεγονότα, ὡς οἱ ἄγγελοι, ὅτι διὰ πίστεως ἐξ ἄρα παντοδυνάμου καὶ ἀπειροδώρου Θεοῦ εἰς Πνεῦμα ὁ πιστὸς γίνεται, τὴν θείαν καὶ μυστικὴν πλάσιν μεταπλαττόμενος οἱονεί· δηλώσει ὁ Σωτὴρ λέγων ὅτι «τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμα ἐστι»· ὅτι δὲ καὶ γεννῶνται πνευματικῶς οἱ μετὰ τοῦ τῆς ψυχῆς διακειμένου πιστὸς Ἰωάννης μαρτυρεῖ λέγων «ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· οἱ οὐκ ἐξ αἱμάτων ἀνδρὸς οὐδὲ ἐκ θελήματος σαρκός, ἀλλ᾽ ἐκ Θεοῦ ἐγεννήθησαν»· εἰς τὸν ἔσω ἄνθρωπον τουτέστι τὸν κατ᾽ εἰκόνα Θεοῦ τοῦ κτίσαντος αὐτόν· ἐπεὶ δὲ ἡ γέννησις οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ χάριν, τοῖς πνευματικῶς γεννωμένοις ἕπεται κατὰ παραδοχὴν ἄσχετον. Διὰ τοῦτο καὶ θρόνος ὡς εἰκὸς τελεῖ τοῦ Ἁγίου Πνεύματος ὁ μέτοχος νοῦς· ὥσπερ γὰρ ὁ πυρακτωθεὶς σίδηρος, καὶ αὐτὸς πῦρ γίνεται, οὐ φύσει μεταβὰς εἰς πῦρ, ἀλλὰ μεταδώσει τῇ κατὰ μέθεξιν, ἕως ἂν ᾖ μετὰ τοῦ πυρός, καὶ μὴν καὶ θρόνος πυρὸς ἐνιδρυμένον καὶ οἷον ἀναπαυόμενον ἐν τῷ σιδήρῳ τὸ πῦρ· οὕτως ἐξ ἐφαμίλλου καὶ ὁ νοῦς ἄρα τῇ γεννήσει, ἢ ἑνώσει καὶ μεταλήψει τοῦ Πνεύματος, καὶ Πνεῦμα καὶ θρόνος τοῦ Πνεύματος ἀποκαθίσταται, περιλαμβάνοντος ἐναργῶς καὶ ἐνιζάνοντος ὡσανεί, καὶ Θεοῦ ἀναπαυομένου ὡς ἐν θρόνῳ τῷ νῷ.
Καὶ αὕτη ἐστιν ἀρχὴ τῆς προκοπῆς τῇ ψυχῇ θαυμαστή· οὐχ ἵνα τάξιν ἀγγέλου τῆς δῆθεν ταπεινοτέρας τῶν οὐρανίων δυνάμεων, ἀλλὰ τάξιν Θεοῦ τοῦ Ὑψίστου· ἔπειθ᾽ οὕτω τοῦ θρόνου, καὶ μετέπειτα τοῦ Χερουβίμ, εἶτα τοῦ Σεραφεὶμ καὶ ταύτη λοιπὸν ἰέναι μέχρις ἂν τῆς ἀγγέλου ὁλικῶς ἰδιότης γένηται, τῆς ταπεινοτέρας δηλαδὴ τάξεως, ἀναγγέλων τοῖς πλησίον ἐν Πνεύματι τὰ περίδοξα καὶ μυστικὰ τοῦ Θεοῦ. Εἰ γὰρ ἡ μετοχὴ κατὰ τοὺς θεοσόφους ὀφείλει προηγεῖσθαι τῆς μεταδώσεως, πῶς οὐ πρόδηλον, ὅτι δεῖ μετασχεῖν ἐκφανῶς τοῦ Πνεύματος, ὡς θρόνον εἶναι αὐτοῦ τὸν νοῦν, καὶ οὕτω μεταδιδόναι τὰ πνευματικά, ὡς δὲ γενέσθαι Χερουβεὶμ ἐν Πνεύματι· ὁ χύσιν καὶ πλῆθος σοφίας ἐμφαίνει πνευματικῆς, καὶ τότε σοφίζειν ἐθέλειν ἑτέρους, εἰς Σεραφείμ τε ὁμοίως τελέσαι ἐκ τῆς εἰδήσεως τῆς σοφίας, καὶ ἐκ τοῦ κατ᾽ αὐτὴν κρατῆρος, καὶ πόματος, εἰς διακαεῖς καὶ ἀνακινητικὰς ἀγάπας ἐληλυθέναι Θεοῦ· τοῦτο γὰρ τὸ σεραφεὶμ ὑφηγεῖται, καὶ μετὰ ταῦτα ἑτέρους διαθερμᾶναι πρὸς θείους ἔρωτας· καὶ ἀναζωπυρῆσαι δὴ ἑπομένως· καὶ οὕτω καθ᾽ ὁδὸν ἐλθεῖν· ἕως εἰς τάξιν τοῦ διδάσκειν τοὺς πλησίον τοῦτο γὰρ ἄγγελος· ἐντεῦθεν, οἱ πρὸ τοῦ γενέσθαι Θεοὶ ἐν Πνεύματι καὶ θρόνοι Θεοῦ, χερουβίμ τε καὶ σεραφίμ· καὶ κατὰ τὰς λοιπὰς ὑποδεεστέρας τάξεις τὰς Πνευματικάς, οὐδ᾽ ἄγγελοι εἶεν ἂν ἀσφαλεῖς, καὶ οὔτε λατρεύειν ἔξουσι τῷ Θεῷ, οὔτε διδάξαι τὰ δέοντα ἀληθείᾳ καὶ Πνεύματι· ὡς τ᾽ ἄρα ἦγε ἀληθὴς προκοπὴ τῆς ψυχῆς ἀπὸ μετοχῆς Θεοῦ Ὑψίστου δέχεται τὴν ἀρχήν, καὶ, ἥπερ εἴρηται, ἵεται ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Ἐξομολογήσομαί σοι ἄφατε Κύριε Τριάς· οὐ σοί γε κατάλληλα Δέσποτα, ἀλλ᾽ ἐμοὶ κατ᾽ ἐφικτόν. Σὺ γὰρ ἄφραστε μετὰ τῶν σῶν ὑπερίπτασαι ὑπερεκτεινόμενος ἀπειράκις καὶ λόγου καὶ νοῦ παντὸς νοεῖν σε ἐθέλοντος, ἢ λέγειν σοι, ἐκ τοῦ μὴ ὄντος με μεγαλοπρεπεῖ ἔκτισας βουλῇ, ὡς οὐδὲν ἕτερον, χερσί σου με ἔπλασας, κατ᾽ εἰκόνα σὴν καὶ ὁμοίωσίν με ἐδημιούργησας, ἐγὼ δὲ μάταιος ἐν τούτοις οἴοις ἡλίκοις ἐντίμοις καὶ δεδοξασμένοις, δεινῶς ἀγνώμων ἐγενόμην περὶ τὰς σὰς ἐντολὰς, καὶ ταῦτα ἁγίας οὔσας, εἰρήνης τε καὶ ἀληθοῦς εὐφροσύνης καὶ θεουργίας μεστάς. Καὶ ὃ θαυμαστότατον, ὅτι πρὶν ἂν με εἰς τό εἶναι παρέξῃς, δι᾽ ἐμὲ καὶ ζωὴν τὴν ἐμὴν καὶ ἀνάβλεψιν καὶ ἐπίγνωσιν σὴν καὶ ἀφόρητον τῶν περὶ σὲ πνευματικὴν ἡδονὴν κόσμον παρῆξας οὕτω μεγαλείου κάλλους καὶ δόξης ἔχοντα, οὕτω δὲ δυνάμεως καὶ σοφίας δημιουργικῆς καὶ πεπυκασμένον πλουσίως καὶ πολυειδῶς, τῶν ὧν ἄνευ, οὐδ᾽ ἂν πρὸς ὥραν εἶναι μίαν δυναίμην ποτὲ καὶ μεθ᾽ ὧν ζῶ σωματικῶς μὲν εὐπαθῶν οἷς ἀπολαύω καὶ τρέφομαι· ψυχικῶς δέ, οἷς κατανοῶ θεωρῶν καὶ ἐκπλήσσομαι τὸ πάνσοφον καὶ παντοδύναμον τῆς προνοίας καὶ τῆς ἀγάπης σου πέλαγος. Καὶ ταῦτα μὲν ἄρρητε σύ, ἐγὼ δὲ ὁ ἄφρων ἀσώτως μου τὸν βίον ἐς δεῦρο διώκησα ἐξ ἐναντίας βαβαί! τῶν σῶν ἐντολῶν τῶν τῷ ὄντι ἡδέων καὶ φιλητῶν τοῖς ἐχέφροσι. Φεῦ μοι ψυχὴ τῆς ἀναισθησίας! φεῦ τῆς πωρώσεως! οὐκ ἡσθάνη βέβηλε ὅπως μόνον ἵνα ζήσῃ σωματικῶς καὶ ταῦτα ἐπίκηρα, ὁ πτωχὸς δοῦλος γένεται τῷ πλουσίῳ καὶ ὑπείκει ἀνυπερθέτως ταῖς ἐντολαῖς τοῦ ἰδίου Κυρίου κἂν βαρεῖαι ὦσί τινες καὶ ταῦτα οὐχ ὑπὲρ τοῦ δρῶντος ἀλλ᾽ ὑπὲρ τοῦ προστάττοντος ὄντα περιφανῶς, πῶς ἀνούστατε σύ τοιούτου δημιουργοῦ, εὐεργέτου καὶ τροφέως τοσούτου ἐντολάς, καίτοι γε ὑπὲρ σοῦ καὶ τῆς ἀθανάτου δόξης σου λεγομένας, ἀγενῶς ἀκυροῖς καὶ εἰς τοὐναντίον περιϊστῶς αὐτάς; οἴμοι τῆς ἀναισχυντίας· καὶ τοῦ κατὰ σοῦ αἰωνίου κακοῦ.
Εἶπα Κύριε τῇ πενιχρᾷ μου καὶ ὄντως ἁμαρτωλῷ ψυχῇ, τῷ σῷ φιλοψυχότατε πλάσματι, ἐν τῷ ἐπιστραφῆναί με πρὸς σὲ ὑπεράγαθε τὴν σφόδρα ἀπόρρητον ἀπόλαυσιν· ἔχεις πολλὰ ψυχὴ πνευματικά, φάγε, πίε, εὐφραίνου. Καὶ ἐν τῷ ἐπαναστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα· ἀλλ᾽ ὦ πλούτου τῆς σῆς χρηστότατε, ἀγαθότητος! ἐν τῷ ἐκλῖναι με σφαλερῶς ἀπὸ τῆς εὐθείας καὶ τοῦ καλοῦ, σὺ φθάσας θαυμαστῶς ἀνυπερβλήτοις δωρεαῖς, αὖθις ἐπέστρεψας. Καὶ δὴ φαγὼν ἀληθῶς καὶ πιὼν καὶ ἑπομένως, ὡς εἰκὸς εὐφρανθεὶς πνευματικῶς ἐξ ἐλέους σου καὶ πολλὰ πάλιν ἐξωστρακίσθην ἀποβουκοληθείς, οὐκ οἶδα, πότερον δαίμονος δεινῇ μηχανῇ ἢ ἀπροσεξίᾳ ἐμῇ, ἢ δήπου καὶ δι᾽ ἀμφότερα· ἢ τάχα καὶ κρίσει σου βαθυτέρᾳ τινὶ ἐξ ἧς αἱ παραχωρήσεις καὶ ἐγκαταλείψεις διαφόρως ἐφέπονται καὶ παιδεῖαι. Καὶ πάλιν καὶ πολλάκις ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, ὅπου οὐκ ἦν ὑπόστασις καὶ μήν γε ἐταλαιπώρησα καὶ κατεκάμφθην ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν, ἢ κέντρον ἁμαρτίας θανατηφόρον καὶ συνελόντα εἰπεῖν, ὅσα πολλὰ πονηρὰ ὁ ἐχθρὸς ἐβουλεύσατο σκαιῶς κατὰ τῆς ψυχῆς μου διὰ τὴν δεινήν μου ἀμέλειαν καὶ τὴν ἄνοιαν τὴν χαλεπήν. Σὺ δὲ οὕτως οὐδέποτε ὅμως μηδαμῶς εἰς τέλος παρεῖδες τὰ ἐμὰ ἀλλὰ καὶ φωνῇ πνευματικῇ ἔκραξας ὑπεράγαθε ἐν τῷ μιχῷ τῷ μυστικῷ τῆς καρδίας μου καὶ εἶπες τῇ ἐξουθενημένη μου ψυχῇ σωτηρία σου ἐγὼ εἰμὶ μὴ φοβοῦ, ἀλλ᾽ ἐπίστρεφε εἰς τὴν ἀνάπαυσίν σου, μὴ πλανᾷς καὶ οὕτω παρεκάλεσάς με Ἰησοῦ ἀνεξίκακε καὶ περιφανῶς ἐγένου μοι ὑπερασπισμὸς σωτηρίας καὶ ὡς δεξιὰ τοῦ Πατρὸς τοῦ Κυρίου ἀντελάβου μου κραταιῶς καὶ ἡ παιδεία σου ἀνώρθωσέ με αὖθις, ὡς καὶ πολλάκις, ἐν ὅση ἡλίκῃ μυστικῶν ἀφράστων εὐφροσύνῃ· ἐλθὲ οὖν λόγε Θεοῦ εἰς τὴν καρδίαν μου ὡς σφραγὶς ἀσφαλής, διὰ τὴν θεωρίαν τοῦ ἀφάτου κάλλους τοῦ ὑπερφυοῦς, ἐλθὲ εἰς τοὺς βραχίονάς μου, διὰ τὴν πρᾶξιν τῶν ἁγίων σου καὶ ζωοποιῶν ἐντολῶν, δεῦρο βασιλεῦ Ἰησοῦ Χριστὲ ὑπερουράνιε ἐλθὲ ἵνα ζήσω ἐν σοὶ πνευματικῶς, ἔγγισόν μοι εὐαισθήτως, πρὸς σὲ ὅλῃ ψυχῇ ἐπιστρέφοντι, ἡ ὑπερκόσμιος εὐφροσύνη τῶν ἐν οἷς σὺ ἀρρήτως, ἄστραψον ἀστραπήν σου, ἀπειρόσοφε, ὡς ἂν ἡ νοερά μου ψυχὴ πρὸς ἑαυτήν, εἶτα καὶ σὲ συναχθῇ σκορπισθῶσι δὲ καὶ εἰς ἀπώλειαν χωρήσουσιν οἱ ἐχθραινοντές μοι ματαίως καὶ καταδιώκοντές με δωρεὰν καὶ κακοῦντές με ἀφειδῶς· φύλαξόν με Κύριε παρακαλῶ, εἰς τὸ διηνεκὲς ὡς κόρην ὀφθαλμοῦ, ἵνα αἰωνίως μετὰ σοῦ θεωρῶ σε ὑπερένδοξε ἄρρητε Δέσποτα.
Τίς εἰμὶ ἐγὼ Κύριε ἄκτιστε, ἡ γῆ καὶ σποδὸς; καὶ τίς ἐστὶν ὁ χρόνος μου τοῦ ὡσεὶ σκιὰ παράγοντος; καὶ ὄναρ βραχὺ ἄναρχε ἐνώπιόν σου, οὗ ἐν ὀφθαλμοῖς τὰ χίλια ἔτη ὡς ἡμέρα ἡ χθὲς ἥτις διῆλθε καὶ φυλακὴ ἐν νυκτί; καὶ τίς μου ἡ σύνεσις παρὰ σοὶ τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει καὶ τὴν γῆν τὰ σύμπαντα ἐν σοφίᾳ καὶ ταῦτα ἀθρόον καὶ αὐθωρόν, ἵνα δὴ καὶ ὅλως ἐνώπιόν σου φιλοψυχότατε, ὡς κρινόμενος στῶ; μὴ δέομαι, μὴ παρακαλῶ δέσποτα, τὰ νεογνὰ νήπια οἱ γονεῖς, οὐκ εἰσπράττονται δίκας τῶν πραττομένων, οὐδὲ ἀπαιτοῦσιν ἔργον οὐδαμῶς, ἀλλ᾽ οὕτως ἁπλοϊκῶς, εὐσπλάγχνως τε καὶ μετὰ σπουδῆς τὰ ἐπιβάλλοντα σφίσι ἑνέτω προνοοῦνται τρόπῳ, τρέφοντες ὡς ἔνι καὶ περιθάλποντες. Διὰ τοῦτο Ἅγιε ὁ ὄντως ἡμῶν αἰώνιος καὶ ἐς τὰ μάλιστα προσφιλὴς γονεύς, ἅτε ξυνόλως τῶν συμπάντων ἡμετέρων ἐξ οὐκ ὄντων δημιουργός, μήτ᾽ ἐπὶ ταῖς πλημμελείαις μου καὶ ἀνομίαις μου ἄχθου δέομαι· μήτε μὴν ζήτει με ἔργα φιλάνθρωπε ἀνάλογα χάριτος σῆς, μὴ ἀγαθὲ μή, ἀλλ᾽ ὡς νηπίοις πρέπει, οὕτω καὶ πολλῷ γε μᾶλλον καὶ ἀπείρως σὺ σύγγνωθι εἰς τἀμὰ καὶ αὔξανέ σου τὴν ἄχραντον δωρεὰν ἐν ἐμοί, βοηθείας ὅτι μάλιστα ὡς ἀσθενεῖ τὸ φρονεῖν δεομένῳ. Ναὶ ὁ ποιήσας καὶ πλάσας καὶ ἀναπλάσας με ὑπερύμνητε ὑπεραγάθῳ πάντως σκοπῷ, ἵνα εὖ με ποιήσας σφόδρα πάνυ καὶ θεουργικοῖς κάλλεσι κατακοσμήσας, ὡς γνησίαν εἰκόνα σου, δοξάσῃς ἐφαμίλλως ἀκήρατα καὶ ὑπέρτατα, καί γε ἐληλυθώς, οὐχ ἵνα κρίνης ἀλλ᾽ ἵνα σώσῃς τὸν κόσμον. Ἀμήν.
Αὐτοκατάκριτος εἰμί, ὡς καὶ σὺ γινώσκειν τὰ ἐγκάρδια Κύριε ὁρᾶς οὐδενὸς ὑπέρσοφε δέομαι δικαστοῦ. Ἐπ᾽ ἀμφιβόλων, ὑπεράγαθε σὺν δίκῃ γίνεται κρίσις· ὅπου δὲ ὁ ἀντιλέξων προκαταγέγνωσται· καὶ ἐπ᾽ ἀληθείας ἑαυτὸν καὶ ὁρᾷ καὶ ὁμολογεῖ οὔκουν ἁπλῶς ἁμαρτωλόν, ἀλλὰ καθ᾽ ἡμέραν καθ᾽ ὥραν ἁμαρτάνοντα· φεῖσαι Κύριε φιλάνθρωπε τῆς δίκης· ἔλεον ζητῶ, καὶ χάριν ἀπαιτῶ ἐλέους καὶ χαρίτων ἄφθονε πηγή· σὲ τὸν δι᾽ ἐμὲ ἄνθρωπον γενέσθαι εὐδοκήσαντα, καὶ μήτε ποιοῦντα ἡμῖν τῷ περιόντι τῆς ἀγαθότητος καὶ κατὰ τὰς ἀνομίας ἡμῶν μήτε ἀποδιδόντα τῷ ὑπερβάλλοντι περὶ ἡμᾶς φίλτρῳ κατὰ τὰ ἁμαρτίας ἡμῶν· ἀλλὰ μᾶλλον μενοῦν ἀγάπῃ νικώμενον πεφυκεῖα, καὶ μακρύνοντα, καθ᾽ ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν ἀφ᾽ ἡμῶν τὰς ἀνομίας ἡμῶν· σοῦ οὖν δέομαι ἀνεξίκακε Κύριε Ἰησοῦ Χριστὲ εὔσπλαγχνε Δέσποτα, καὶ σέ, εἰ καὶ ἀναξίως, παρακαλῶ πᾶσάν μου ἀνομίαν, καὶ πᾶσάν μου ἁμαρτίαν παραδιδόντα· παράσχε μοι τοῦ παναγίου σου Πνεύματος τελείαν εἰς τὴν καρδίαν μου τὴν σφραγίδα, καὶ ὄντως ἁγίαν δωρεὰν ἐν τῇ δυνάμει σου καὶ ἐν τῇ σοφίᾳ σου· ἵνα οὗτω ποιοῦντι τῇ τῆς σῆς χάριτος δυνάμει ἐν σοφίᾳ καὶ φρονήσει πνευματικῇ κατ᾽ ἐφικτόν λόγον τὸ εὐάρεστον ἐνώπιον σου, ἐσαῦθις τὰ πνευματικὰ ῥεῖθρα τῆς ἀχράντου σοφίας σου ῥεῖ γιγνομένως ἐκ τῆς καρδίας μου, ἐν ἀληθείας συνέσει καὶ φωτὶ καταλλήλῳ καὶ εὑρεθῶ ἐντεῦθεν μετ᾽ ἄρα σοῦ καὶ τῶν σῶν κοινωνὸς εἰς αἰῶνας αἰώνων πεφωτισμένος τουτέστι τῷ ὑπερενδόξῳ φωτί σου ἀπὸ τοῦ νῦν, ἐλέῳ ἀνικάστῳ καὶ χάριτι ἀφράστῳ ἀμήν.
Οὐκ ἔγνωκέ τις περιφανέστατα ἐπιβουλὴν εἴτε μὴν προσβολὴν χρὴ καλεῖν ἐνειποστάτως οὖσαν διαβολικήν, ὡς ὁ φυγὼν δαίμονας, καὶ ἀπηλλαγμένος ἐπὶ καιρὸν προσβολῶν· καὶ οὐδεὶς φεύγει τούτους καὶ ἀπαλλάσσεται, ὡς ἔφθην εἰπών, εἰμὴ βοπὴν καὶ μόνος θείας πνοῆς ἐνυπόστατον καὶ ἀείβλυτον κτίσαιτο καρδιακῶς. Τοῦτο δὲ πίστις σὺν ταπεινώσει, ἀγάπη τε Θεοῦ καὶ ἀνθρώπων ἐνεργὴς οἶδε γεννᾶν φιλησύχῳ μετὰ ἀγρυπνίας διαίτῃ, καὶ ἀναγνώσει νῦν μὲν πρακτικῇ, νῦν δὲ θεωρητικῇ καὶ ἀκολούθως θεολογικῇ μετὰ προσευχήν· ἀγάπη δ᾽ ἐνεργὴς λέγοιτ᾽ ἂν εἰκότως ἡ τῶν ἱερῶν τοῦ Θεοῦ ἐντολῶν κατ᾽ ἐφικτὸν ἔκπραξις· ἐντεῦθεν τοίνυν οὐ μόνον Θεοῦ σύνεσις καθαρωτέρα καὶ διαυγεστέρα, ἀλλ᾽ ἤδη καὶ δαιμονικῆς ἐπινοίας κακοτέχνου, καὶ μήν γε ἐπιφορᾶς ἐν ψυχῇ γνῶσις ἀκριβής, καὶ διάκρισις ἀσφαλεστέρα· καὶ γοῦν οἱ ἀγῶνες μείζονες καὶ ἐφάμιλλος ἄθλησις φθονούντων δαιμόνων ὑπερβαλλόντως καὶ ἀπνευστὶ φερομένων μανικῶς πρὸς παντοίαν κακοποίησιν τῆς θεοφόρου ψυχῆς λίαν κακεντρεχῶς. Καὶ τοίνυν εἰ μὴ ὁ τοῦ ἰδίου λαοῦ ἀληθινὸς Σωτὴρ προῦστη φιλανθρώπως, καὶ ὑπερεμαχέσατο τὸν πιστῶν ὁ Χριστός, οὐκ ἂν διεσώθη τῷ ὄντι πᾶς ὁστισοῦν ἄνθρωπος καὶ τῶν ἁγίων ὢν.
Σαφέστατα ἔγνων καὶ δὴ ἐξομολογοῦμαί σοι Κύριε· ὅτι καὶ ἀλόγων ζώων ἥττων ἐξ ἀπροσεξίας, ἀγνωμοσύνης τε καὶ ἀλογοπραγίας ὁ λογικὸς ἐγὼ χαλεπῶς ἀποκαθίσταμαι ἐφ᾽ ὅσον ἐκεῖνα μὲν τὴν ἰδίαν φύσιν τηρεῖ καὶ ζῇ κατ᾽ αὐτήν· ἐγὼ δὲ οὐδὲ γοῦν πρὸς μίαν ὥραν τίς ἡ καθαρὰ καὶ ὄντως τῆς φύσεώς μου ἔγνων ἐνέργεια, μολυσμῷ μιαρῶν παθῶν, καὶ τῶν παρερχομένων προσπάθείᾳ τε καὶ συγχύσει· ὅθεν ἀνοηταίνων, οὐδὲ τὴν φύσιν μοι ἀκολούθως οἵα ἐστὶν ἐπίσταμαι ᾗ χρὴ ἀληθῶς καὶ δαιμονικὴν φατρίαν κατὰ τὴν κακίαν παρήλαβα, καὶ εἰμὶ τῳόντι κακίων κἀκείνων τὴν προαίρεσιν· εἰ γὰρ ὡς ἐκεῖνοι ἄνοσοι δὴ καὶ ἀθάνατοι καὶ ἀπροσδεεῖς τινος πρὸς τὸ ζῆν ἤμην κἀγώ, πολὺς ἀναμφηρίστως ὥφθην ἂν τὴν κακίαν ὁ τάλας καὶ ἀκρατὴς ἀτόπους ὁρμάς· ὁπηνίκα οὐ μόνον οὐκ ἀθάνατος ὢν, ἀλλὰ καὶ νόσοις συχναῖς συνὼν καὶ μακραῖς, ὅμως παρανομῶ, καὶ χαίρω ταῖς ἁμαρτίαις καὶ πρόκειμαι· καὶ, ὃ χείριστον, ὡς οὐ πρὸς ἓν κλίνω τῶν κακῶν, τῶν ἄλλων ἀποστρεφόμενος· ὥσπερ ἐκείνων ἕκαστος· ὁ μὲν φιλαργυρίας ὥν· ὁ δὲ κενοδοξίας, καὶ φιληδονίας ἕτερος, καὶ ἄλλος ἄλλου πάθους ἐργάτης, ἢ μᾶλλον φίλος καὶ συνεργὸς πρὸς αὐτὸ τῶν αὐτῷ πεπεισμένων· ἀλλὰ μόνος πάντων παθῶν ἐραστὴς καὶ πράκτωρ ἐγώ· καὶ τοσοῦτο δήποθεν ἐμπαθῶς, ὡς καὶ μὴ κινούντων δαιμόνων μὴ δὲ προσβαλόντων ἔξωθεν ἥκειν αὐτόμολος πρὸς τὰ πάθη, ἢ μᾶλλον πίπτειν ἐλεεινῶς· ἐξ οὗ καὶ ἃ τῶν κακῶν οὐκ ἐτέλεσα, οὐχ ὡς ἀποφυγὼν ἑκὼν, ἢ ἐξεπίτηδες μὴ θελήσας, ἀλλ᾽ ὡς μὴ δυνηθεὶς ὅθεν δήπουτε οὐκ ἐτέλεσα.
Πόσον τοίνυν δικαίῳ λόγῳ καὶ κεκριμένῳ πολὺ κακίων ἐκείνων τῶν τέως ἀθανάτων ἀνόσου τε καὶ ἀνενδεῶν τὸ ζῆν, καὶ ὅμως πρὸς ἓν εἶδος ἕκαστος ἀμαρτίας κλινόντων, ἐγώ· οὗ αἱ ἡμέραι οὐ βραχεῖαι μόνον, ἀλλ᾽ ἤδη δι᾽ ἃς ἔφην νόσου, καὶ ἀσθενείας, καὶ πονηρίας»· ἔπειθ᾽ οὕτω πρὸς πᾶσαν ἁμαρτίαν ἐπικλινὴς σὺν σπουδῇ, καὶ εἰς τὸ τἐλέσαι, φεῦ! πρόθυμος σπουδῇ, κατὰ πολὺ σφόδρα τῷ ὄντι χείρω καὶ δαιμόνων εἰμί· ἀλλὰ Κύριε Κύριε ὁ τὸ ἕλεος ἀνυπέρβλητος καὶ τὸ σώζειν ἔχων πεφυκώς, ὅτι καὶ αὐτοῖς τοῖς δαίμοσι μετάνοιαν βουλομένοις ἀμνησικάκως παρασχών· ἐνίσχυσόν με μετ᾽ ἄρα σοφίας καὶ παντὸς τοῦ καθήκοντος μετανοῆσαι ᾗ χρή, ἐφ᾽ οἷς ἥμαρτον καὶ ἱλεώσασθέ σου τὸ πανάγιον πρόσωπον, ὑπερφερὴς καὶ ζωὴ μακαρία καὶ τῶν δικαίων διαρκὴς ἀπόλαυσις ὑπερκόσμιος, καὶ ἡ μὴ λογιζομένη αὐτοαγάπη, καὶ ἡ ἄφατος φιλανθρωπία καὶ εὐσπλαγχνία Δέσποτα· ποίησον μετὰ τῆς ψυχῆς μου τὸ μέγα σου καὶ θαυμαστὸν ἔλεος βοώσης ἐλέησον εὐδιάλλακτε ἵνα οὕτω σαφῶς ἀποδειχθῇ γινώσκουσιν ὡς καὶ δαίμονας ἐπιστραφέντας, καὶ τὸ ἐλέησον ἐπειπόντας, ὡς ἔχουσι πρὸς τὴν σὴν ἀπέραντον ἀγαθότητα· οὐμενοῦν μεθ᾽ ἦκας ἂν ἔξω ἐλέους σου οὐδὲ ἀπεστράφης οὐδόλως πηγὴ χαρίτων αὐτούς· εἰ γὰρ ἐμὲ ἐκείνων ὄντα κακίονα καὶ ζώων τῶν ἀλόγων χείρονα ἐλεήσαις ἐπ᾽ ἀληθείαις οὐκ ἔστιν οὐδεὶς ἀμαρτίαις ὑπεύθυνος οὐκ ἄνθρωπος οὔτε μὴν δαίμων, ὃς πρόσπεσόν σοι καὶ κράξας ἐλέησον, καὶ οὐκ αὐτίκα τῷ περιόντι σοι τῆς ἀπείρου χρηστότητος εὑρήσει καὶ πάνυ πλούσιον καὶ σφόδρα θαυμαστὸν καὶ ὑπὲρ πάσας ἐλπίδας τὸν ἕλεον ἐλέησον δή με Ἰησοῦ, ὁ καὶ Πατὴρ ἡμῶν πεφυκότως καὶ τοῦ ἐλέους πηγή.
Πολλὰ μοι εἰς νοῦν ὡς νοούμενα ἥκει Κύριε· ἀλλ᾽ οὐδὲν τῷ ὄντι ἐστίν, ὃ βεβαίως εἰς πέρας κατανοῶ, καὶ καθάπαξ ἐν σύμπασιν, ἓν οὐκ ἔστιν οὐδέν, οὗ τῆς γνώσεως ἀμηγέπη, οὐκ ἀπολιμπάνομαι· δι᾽ ὃ δήπουθεν ὡς ἄρ᾽ ἔχει τὸ εἰκός, ἐνδεὴς καὶ περιφανῶς περὶ τοῦ ἁπλῶς καὶ ὁλικῶς γινώσκειν ἀποδέδειγμαι· οὐρανὸν τουτονί καὶ μήν γε τὴν γῆν ὄντως ὁρῶ· τί δὲ ἐστὶ ταῦτα, ἥτινί γε ἤδρασται καὶ ὅπως συνέχεται καὶ τ᾽ ἀλλ᾽ ἕτερα περὶ αὐτὰ πάμπολλα καὶ τὴν σοφῶν αὐτῶν φύσιν, ἀριδήλως ἀγνοῶ ἀέρα, ὕδωρ, καὶ πῦρ ἔχω βουλομένοις κἀκ τοῦ ῥάστου παραδεικνύειν· τί δὲ τούτων τὴν φύσιν ἕκαστον εἴγε τις ἔροιτο· καὶ πῶς ὃ μὲν κατωφερές, ὃ δὲ ἀνωφερές· ἀὴρ δέ παντοφερής· γρύξαι γοῦν ἔξω οὐδὲ στόμα διάρας· ἀλλὰ δὴ μεθίημι τὸ περὶ τοιούτων εἰδέναι μὴ ἔχειν εἰπεῖν· Θρὶξ μία τὸ δοκοῦν εὐτελέστατον ἥκιστα ἐφικνεῖται εἰς αἴσθησιν ἡμετέραν· τίποτε ἀφ᾽ ὧν πρόεισιν ἐξικνεῖται καὶ πῶς· εἶτα καὶ τίνες χρονικῶς τε καὶ τακτηδόν· καὶ τί γε γινώσκων τρίχας ἤπερ εἰσι. Διὰ τοῦτο δέομαί σου δέσποτα λύτρωσαί με ἀπὸ οἰηματικοῦ φρονήματος τοῦ αἰτίου τὸν πλησίον καὶ πάνθ᾽ ὁντινοῦν καὶ κρίνειν καὶ κατακρίνειν ἐξακολούθου σκέπασόν με ὑπὸ τὸν κραταιόν σου βραχίονα ὅτι ἁπλοῖκὸς εἰμί, καὶ λίαν ἀμβλὺς περὶ αὐτὸ τὸ φρονεῖν· τίς οἶδεν ἄρα τοῦ οὐρανοῦ μέτρα, καὶ γῆς τόσον ὅγκον· καὶ βρίθος ὁπόσον· καὶ ἡλίου δρόμον σφόδρα πάνυ ταχὺν καὶ ἀκάματον, πρὸς δὲ καὶ θαυμαστῶς ἔντεχνον καὶ εὐστάθμητον; τίς δ᾽ ὅλως συνήσει τὴν ταῦτα φέρουσαν οὕτω σοφῶς δυναστείαν; πῶς δ᾽ ἂν γνοίη ταῦτ᾽ ὁ μηδὲ γοῦν κώνοπος εἴδησιν ἔχειν δεδυνημένος ὅπως δήποτε; ἢ που δή; ἄγαν ἄνους ἐγὼ καὶ περὶ τὸ τῆς σοφίας κράτος ἐξίτηλος μόνη γιγνομένως θαρρῶν τε χάριτι τὴν ἐν σοὶ χρὴ λέγειν εἴτε θέωσιν, ἢ πρὸς Θεοῦ ὑπερφυᾶ συνάφειαν ἐξ ἀνηκούσης αὐτοῦ θείας διαπράξεως καὶ ἐφεκτῆς νοήσεως.
Μόνοι οἱ τὴν πνευματικὴν αἴσθησιν διὰ διοράσεως τῆς ἐκ τῆς χάριτος παραδεδεγμένοι τοὺς μὴ τὴν πνευματικὴν αἴσθησιν κτωμένους ἀλλὰ ψυχικῶς ἀγομένους ἐναργέσι σημάντροις καὶ μέν γε σαφέσιν ἐς τὰ μάλιστα καὶ γιγνομένοις συνίασι. Πάντα γάρ τοι κατὰ τὸν θεῖον Παῦλον ὁ τοιοῦτος διακρίνειν ἔχει· καίτοι γε ὑπ᾽ οὐδενὸς ἑτέρου οὖτος ἀνακρινόμενος· καὶ μὲν δήποθεν τῶν ἄλλων ἐχόντων, οὐ μόνον οὐ συνορώντων τὸν τοῦ θείου κενὸν Πνεύματος ἀλλὰ καὶ μακαριζόντων ἔσθ᾽ ὅτε ἑπομένως ἐξ ἄρ᾽ ἀνοίας τοὺς ἀξίους καὶ ταλανισμοῦ οὔμενον αἴσθησιν Πνευματικὴν δεξαμένους ὑπὸ τῆς χάριτος, ἀλλ᾽ ἀγομένους μᾶλλον ὑπὸ κοσμικοῦ Πνεύματος, καὶ ὄντας, οἵους ψυχικοὺς ὁ θεῖος λόγος καλεῖ· οἱ μὲν γὰρ πνευματικοὶ τὴν αἴσθησιν καὶ ἡμμένοι τοῦ θεοειδοῦς οὐ κρίνουσιν, οὐδαμῶς τὸ παράπαν πράγματα, ἢ προπετῶς ἢ κατὰ τὸ ὁρώμενον ὡς ἂν οἱ πολλοί· ἀλλὰ κατὰ τὴν ἐν αὐτοῖς ἄτρεπτον καὶ αἴδιον ἀλήθειαν μυηθέντες πάντως τῷ ζωοποιῷ καὶ φωτιστικῷ Πνεύματι ζωὴν ἀλλοίαν τῆς κατ᾽ ἔθος παρέχοντι ὑπερφυᾶ, καὶ φῶς καὶ γνῶσιν καὶ μέν γε παρὰ τοὺς τῶν πολλῶν ὀφθαλμούς, οἷς ἂν ἐγγένηται περιφανῶς· οἷος Ἰακὼβ ἐκεῖνος ὁ Πατριάρχης ἦν· ὅς γε δὴ πολὺν διαμείψας τόπον, ἑνὶ τόπῳ τούτῳ· καὶ πολλ᾽ ἄττα ὄμματι διοράσεως ἰδὼν καὶ εἰπὼν περὶ τῶν υἱέων αὐτοῦ θαύματος ἄξια. Καὶ Ἡσαίας γοῦν ὁ μεγαλοφωνότατος ἐν προφήταις τὸν Ἰησοῦν ὡς πρόβατον ἀγόμενον ὁρῶν ἐπὶ σφαγήν, καὶ μήτε τῷ πάθει δραττόμενος, μήτε μὴν τῇ ταπεινώσει ἐκείνῃ καὶ τὰ κατ᾽ αὐτὴν ἤθει, προσκεκρουκῶς· ἀλλ᾽ ὄμματι πνευματικῷ μυστικῶς θεωρῶν τὴν ἐν τουτοισὶ δόξαν κατὰ τὸ εἰκός· τοιοῦτος ἦν τὸ εἶδος καὶ τὸ κάλλος ὁρῶν ἐκλεῖπον τοῦ Ἰησοῦ, καὶ τ᾽ ἄλλα τῶν παθημάτων, καὶ ὅμως ὁμολογῶν αὐτὰ τὴν θεότητα· τοιοῦτος καθάπαξ φᾶναι τῶν ἱερῶν προφητῶν ἕκαστος νοερῶς νοητοῖς ἐπιβάλλοντες ἐν ἐλλάμψει τοῦ πνεύματος· τοὺς μέντοι τὸ τοῦ κόσμου Πνεῦμα φέροντες, ἢ μᾶλλον οἰκειότερον εἴποι μοι, τοὺς ὑποκοσμικοῦ πνεύματος φερομένους, ὁ κατιδεῖν ἐκ τοῦ ῥάστου βεβουλημένος διενθυμείσθω τὴν περὶ τοὺς γραμματεῖς ἐκείνους καὶ φαρισσαίους φατρίαν ἐν εὐαγγελίοις, πῶς τοῖς φαινομένοις ἐνησχολοῦντο καλοῖς· καὶ πρὸς ἐπίδειξιν προσπαθῶς ἔζων διδάσκαλοι τοῦ Ἰσραὴλ καλεῖσθαι σὺν παντὶ τῷ τῆς ψυχῆς διακειμένῳ μετὰ σεμνοῦ καὶ σχήματος καὶ βαδίσματος ἀξιοῦντες καὶ μηδὲν ἕτερον ἢ τῷ σχήματι ἐσχηματίσθη, καὶ ἐν τῷ εὐγολολογεῖν τὸν ἐνάρετον βίον ὑποκρινόμενοι· ἐντεῦθεν δὴ ἄρα γιγνομένως Χριστὸν Ἰησοῦν, φεῦ τῆς τυφλότητος! τὸν γνησιώτατον υἱὸν τοῦ ἐπὶ πάντων Θεοῦ σχετλίως διὰ φθόνον ὃν σφίσιν ἔτεκε πνεῦμα τὸ κοσμικὸν θανάτῳ κατέκριναν τὴν θείαν καὶ ἀληθῆ καὶ τῷ ὄντι ζωήν· εἰ γάρ τοι πρὸς φθόνον ἡμῖν οὐ λέγει τὸ Πνεῦμα τὸ Ἅγιον, ᾗ γέγραπται φανερὸν ὅτι τὸ τοῦ κόσμου Πνεῦμα πρὸς φθόνον λαλεῖ, καὶ μέν γε ἐξ ἀκολούθου κρίνει ἐν ἀδικίᾳ καὶ σκότει· διὰ τοῦτο κόψονται ᾗ γέγραπται, τῷ καιρῷ τῆς ὁλικῆς κρίσεως τοῦ Θεοῦ καὶ σφὰς αὐτοὺς ὡς ἔχουσι ταλανίσουσιν οὐκ ἀπεικότως ὄψονται καὶ γὰρ εἰς ὃν ἐξεκέντισαν καὶ διαπορηθήσονται λέγοντες;
οὐχ οὗτος ἐστὶν ὃν ἡμεῖς εἰς οὐδὲν ἡγούμεθα, καὶ οὗ τὸν βίον ἐνομίζομεν μανίαν; πῶς οὖν κατελογίσθη οὗτος ἐν υἱοῖς Θεοῦ; σκότει γὰρ οἰήσεως διὰ τοῦ κοσμικοῦ Πνεύματος ἐμπαιχθέντες καὶ δεινῶς προσκόψαντες, οὐκ εἶχον ὡς εἰκὸς εἰδέναι τὴν τῷ ὄντι ἀλήθειαν, καὶ ἐφεξῆς ἰέναι κατ᾽ αὐτήν, εἰς ἣν τὸ ἡγεμονικὸν καὶ εὐθὲς καὶ φωτιστικὸν πνεῦμα ἔχοντος· περὶ γάρ που τῶν πνευματικῶν λέγει ὁ Παῦλος, ὡς οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν μήτιγε βιωτικά; οὕτω πάντα ἀνακρίνειν ἔχει ὁ τὸ Πνεῦμα φορῶν, ὅ ὁ κόσμος ὃ φησὶν ὁ Κύριος οὐ δύναται λαβεῖν οὐδὲ θεωρεῖν· ὅσοι τοίνυν οὐκ ἐνδέδυνται αἰσθήσει ἀληθινῇ ψυχῆς τὸ ὑπερουράνιον ἅγιον Πνεῦμα, μηδὲ ἔχουσι τοῦτο ἐν ἑαυτοῖς ἐνεργοῦν ἄρρητα ἐν μυστηρίῳ, καὶ λαλοῦν ἀνέκφραστα, δῆλοι εἰσὶν ἔχοντες τὸ τοῦ κόσμου Πνεῦμα· «ὑμεῖς δέ, φησὶν ὁ Παῦλος, οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ᾽ ἐν Πνεύματι εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν, εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἐστιν αὐτοῦ»· ὁρᾶς ὅπως εἰ Πνεῦμα ἐν ἑαυτοῖς ἔχοντες «οὐκ εἰσὶ σαρκικοί»; οἱ δέ γε τούτου ἐλεεινῶς, οἴμοι! εὑρισκόμενοι· οὐ μόνον οὐκ ἔχουσι κρίνειν ἐν τοῖς θείοις ὀρθῶς ἀλλ᾽ οὐδὲ εἶναι δεδύνηνται τοῦ Χριστοῦ; Καὶ γοῦν ἐν ἄλλοις ἐκφανέστερον τὴν τοῦ κοσμικοῦ Πνεύματος πρὸς τὸ τοῦ Θεοῦ Πνεῦμα ἐναντιότητα, ὃ ἀπόστολος διείκνυσι λέγων· «ἡμεῖς δὲ οὐ τὸ Πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν»· συνιῇς πῶς τὰ θεῖα καὶ τὴν ἀλήθειαν μόνοι οἱ τοῦ Θεοῦ δεξάμενοι τὸ Πνεῦμα ἔχουσιν εἰδέναι; ὡς καὶ ὁ Κύριος εἴρηκεν, ὅταν ἔλθῃ ἐκεῖνος τὸ Πνεῦμα τῆς ἀληθείας ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν συνορᾶς πόθεν ἡ ὁλικὴ ἀλήθεια γιγνομένως ἐπινοῦν ἀνακύπτειν πέφυκεν; ὅτε δήπουθεν καὶ τὸ κρίνειν εὐπετὲς καὶ διαμαρτίας ἐλεύθερον; διὰ τοῦτο Πνεῦμα βουλῆς· διὰ τοῦτο Πνεῦμα ἐπιστήμης, συνέσεως, σοφίας, Πνεῦμα ἡγεμονικὸν, Πνεῦμα εὐθὲς, Πνεῦμα ἀληθείας ὀνομάζεται τὸ Πνεῦμα τὸ Ἅγιον· καὶ μήν γε παρὰ Ἡσαΐᾳ Πνεῦμα κρίσεως, ὅτι δῆτα ἐν αὐτῷ εὐθυβούλως εἰς τὰ εἰρημένα φέρεται ἡ ψυχὴ καὶ δι᾽ αὐτοῦ ἐνεργοῦντος ἐν αὐτῇ ταῦτα κατὰ τὸ χρεὼν (κρίνεται) ὡς καὶ αὐτῇ οὖσα μετόχῳ καὶ χωρὶς τοῦ Πνεύματος σκότος πάντα μεστὰ, καὶ ἀληθείας ἔρημα ὁ δὲ τοῦ τῆς ἀληθείας Πνεύματος ἔρημος καὶ τῶν εἰρημένων ἐφεξῆς εἴτα κρίνειν ἐπιχειρῶν τὰ ψευδῆ συμπαιράναι ἀλήθειαν ἀστοχήσει· οὐδεὶς φησί γινώσκει τὰ τοῦ ἑτέρου, εἰ μὴ τὸ Πνεῦμα τὸ οἰκοῦν ἐν αὐτῷ, τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ καί γε εἰ τούτου χωρὶς ἐξὸν εἶναι εὑρηκέναι τὴν ἀλήθειαν, οὐκ ἂν Πνεῦμα ἀληθείας καὶ τὸ Πνεῦμα κρίσεως· καὶ τ᾽ ἄλλα εἰρημένα ἤδη ἐλέγετο τὸ Πνεῦμα τὸ Ἅγιον εἰ δ᾽ ἂν ἐρεῖ ἀληθείας ὁ ἄνευ κρίνων τοῦ Πνεύματος τῷ ψεύδει συνήγορος ἔσται τὸ μὴ ὂν ὑπονοήσας, καὶ συλλήβδην εἰπεῖν ἐκπεσεῖται τῆς ἀληθείας (καὶ Πνεῦμα κρίσεως ἐστί) καὶ ἑκὼν εἶναι Θεοῦ καὶ τῆς τοῦ Θεοῦ δόξης ἐξοστρακισθεὶς καὶ διχοτομηθεὶς κατὰ δίκην, ὡς παρὰ τὴν ἀλήθειαν κρίνων καὶ ἀπαφαινόμενος προπετῶς, δίκαιον ἀμαθῶς προσδιδοὺ, ὡς ἄν τις Ἰούδας ἕτερος ἀτεχνῶς· καὶ γὰρ οὖν κἀκεῖνος ὁ τῷ ὄντι τρισάθλιος ἐν τούτου καταδεδίκασται, ὅτι τὴν δικαιοσύνην καὶ ἀλήθειαν τροῦθωκεν, ὡς μὴ ὥφειλεν, ἀγενῶς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἐκ τοῦ Πατρὸς πεμφθέντα ἡμῖν δικαιοσύνην, καὶ ἑαυτὸν εἶναι εἰπόντα ἀλήθειαν.
Φαρισσαῖε ἄθλιε τυφλὲ ὁ κενός τοῦ φωτίζοντος τοὺς τῆς ψυχῆς νοεροὺς ὀφθαλμοὺς πνεύματος περιζὼν καὶ κρίνειν ἐκ τῶν φαινομένων σφαλερῶς τὰ ἐν τῷ ἀνθρώπῳ προπετευόμενος ὡς κἀκεῖνοι ὁρῶντες, εἴπερ δὴ τ᾽ ἄρα καὶ ἑώρων νεκρεγερσίας παραδόξους, καὶ μυρίας θεοσημείας, ἃς ᾗ ὁ Θεὸς ἀληθὴς, μόνῳ ἐνήργει νεύματι ὁ Ἰησοῦς, δέον γεραίρειν καὶ ἀνυμνεῖν, καὶ μέν γε πιστεύειν αὐτῷ, ἦσχαλον ὅμως καὶ ἠνιῶντο περὶ τὴν τοῦ σαββάτου πάνυ σοφὴν καὶ λίαν φιλάνθρωπον λύσιν· καὶ ὅτι οὐκ ἐνήστευον οἱ τοῦ νυμφίου μαθηταὶ, οὔτε μὴν πυγμὴν νίπτονται· ἀνούστατε εἴποι μ᾽ ἂν, καὶ ἀφρονέστατε καὶ σκότους πλήρης φαρισσαῖε· τὴν πηγὴν τῆς σοφίας καὶ τῶν ἀφάτων οἵων χαρίτων τῶν θαυμασίων, ἐθέλεις εὐθύνειν, καὶ τὰ τοσαύτης ἡλίκης ἔργα δυνάμεως παρορῶν τὰ εὐτελέστατα καὶ κατὰ λόγον σοι τέως ἀνεπινόητον γεγενημένα δῆθεν ὁρᾶς; ὡς λίαν σκαιὸς εἰ ἀγνώμων τε καὶ ἀναίσθητος. Καὶ εἰ προσκόπτεις ὡς ἂν οὐ δεῖ τοῖς ὡς ἄν τις εἴποι, οὐδέσι· τὰ μὴ κατὰ τὸ εἰκὸς θαυμάσας τὰ μέγιστα τῶν ἔργων, ἃ εἴργασται, καὶ μὲν δῆτα δοξάσας ὡς ἔνι καὶ ὑμνήσας τὸν ταῦτα ἐργαζόμενον· τούτου ταπεινῶς προσήρχου, καὶ μετὰ εὐθύτητος τῶν ὡς σὺ νομίζεις, παρεωραμένων τοῦ συνήθους ἥτις δοῦναί σοι τὸν λόγον τῆς λύσεως; ἀλλ᾽ ὡς ἔοικε πάντων δεινότερον καὶ παγχάλεπον χρῆμα οἴησις, καὶ ἡ ἑπομένως μετ᾽ αὐτὴν πονηρία· τοσοῦτον σκοτεινόν, καθ᾽ ὅσον εἰδέναι εἴεται· καὶ τόσον ἀνόητον, καθ᾽ ὅσον τὴν ἄγνοιαν ἑαυτοῦ ἀγνοεῖ.
Ἐσαῦθις δῆτα φαρισσαῖε τυφλέ· ὁ μὴ τὸ τοῦ ποτηρίου ἐντὸς ζητῶν, εἰ ἔστι καθαρόν, ἀλλ᾽ ἐκ τοῦ ἐκτός, καὶ τῆς παροψίδος οἰόμενος τὴν κάθαρσιν δεῖν καὶ ποιεῖσθαι, καὶ ὁρᾶν οὐ κατακούεις τί Χριστὸς ἡ ἀληθὴς σοφία ἐντέλλεται κρίσεως περὶ «μὴ κρίνετε λέγων κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε»; οὐ κατανοεῖς ὡς οὐ κατὰ τὸ φαινόμενον ἐστι τὰ δίκαια κρίνειν, καὶ ὀρθῶς ποιεῖσθαι τὰς ἀποφάσεις· τοῦτο γὰρ τὸ καθ᾽ ὄψιν δηλοῖ, τουτέστι τὸ περιφανές; πῶς οὖν αὐτὸς ἐμβρόντητε μετὰ τὴν τοῦ Πατρὸς δεδιὼς ἐντολήν, μήτε μὴν ὡς φαίνεται κατανοῶν, ὡς οὐχὶ τὸ ὁρώμενον ἐστιν ὁ κυρίως ἄνθρωπος ἐκ τοῦ ὁρωμένου κρίνειν, ἥκιστα αἰσχύνην ὑφίσταται; ἀντὶ τοῦ ἐγκαλύπτεσθαι· καὶ εἰκότως, ἐφ᾽ ᾧ τῆς ὄντως ζωῆς ἐστερημένος διαζῆς τοῦ φωτός, τῆς σοφίας, τῆς ἀληθείας καὶ τῆς κατ᾽ αὐτὴν γνώσεως, καὶ τῶν ἄλλων οἵων ὅσων ἀγαθῶν, ἐκ τοῦ ἁγίου προχεομένων, καὶ μετεχομένων Πνεύματος· ὧν ἄνευ, οὐ μόνον τὰ ἀλλότρια κρίνειν, οὐκ ἔχεις ἀναμαρτήτως, ἀλλ᾽ οὐδὲ σεαυτὸν κατιδεῖν, οὗ οὐκ εἶσαι κακοῦ· ἄφελε εἴτε ἐμοὶ πείθῃ, τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου· λέγω δὲ τὴν δόκησιν ἥτοι τὴν οἴησιν ἐκ τοῦ νοός σου, καὶ οὕτω διαβλέψας εὐλόγως ἔχεις ἂν ἀκολούθως ἐξελεῖν τὸ κάρφος, ἁμάρτημα τὸ κατὰ συναρπαγὴν δήπουθεν καὶ λεληθότως προσψῆσαι τῷ τοῦ πλησίον ὀφθαλμῷ· ἕως δὲ φῶς νοητὸν ὁ ἔσω σου ὀφθαλμὸς οὐχ ὁρᾷ, εὔδηλον, ὡς ἡ δοκὸς ἐπικειμένη, αὐτῷ τὸν σκότον ἐμποιεῖ· μὴ δὴ πρὸ τοῦ σεαυτὸν ζητῆσαι πάσῃ μηχανῇ, καὶ πρὸ τοῦ τὸ κακὸν ὡς πόρρω ἐκ σοῦ ποιήσασθαι, δαίμονος ἐμπαιγμῷ καὶ ἀνοίας παθήμασι διϊσχυρίζου, ἃ τῶν φωτιζομένων μόνον ἐστιν· ἐπισφαλὴς καὶ σφόδρα ἡ ἐπιχείρησις· ἐπικίνδυνος ἡ ὁρμή· εἰπάτωσαν, καὶ μὲν δήπουθεν κρινάτωσαν ἐξ ἑπομένου οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, ὡς ὁ ἱερὸς Δαβὶδ συμβουλεύει· οὓς ἐλυτρώσατο Κύριος ἐκ χειρὸς ἐχθρῶν, τουτέστι τῶν νοητῶν, καὶ ἐκ τῶν χειρῶν, ἤγουν τῶν ἐμπαθῶν καὶ ἀσυμφύλων, καὶ πολυσχεδῶν ἕξεων συνήγαγεν αὐτοὺς ἑνώσας τούτους πρὸς ἑαυτοὺς καὶ τὴν δόξαν αὐτοῦ· οὗτοι δέ που οἱ συνηγμένοι καὶ ἡνωμένοι, καὶ πεφωτισμένοι, ὡς λελυτρωμένοι καὶ σεσωσμένοι, εἰπάτωσαν καὶ κρινάτωσαν.
Σὺ δὲ μὴ φωτὸς ἔμπλεως ὢν πνευματικοῦ, ᾗ περ εἴρηται, ἀσφαλίζου τῇ σιωπῇ, καὶ μᾶλλον μανθάνειν καὶ ὁμολογεῖν ἀγνοεῖν μὴ δειλία καὶ τὸ τυχόν· εἴ τις ποι λόγος σωτηρίας, οὐκ ἀπωλείας, πῶς οὐκ ἐντρέπει σε τὸ τοῦ Χριστοῦ, ἐγὼ φάσκοντος οὐ κρίνω οὐδένα; σὺ δὲ τί φής; ἐγὼ κρινῶ πάντας τῆς ἀμαθείας, ἵνα μὴ λέγοιμι τῆς ἀναισθησίας! ὁ Πατὴρ πᾶσαν φησὶ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ· ὁ Υἱὸς τοῦ κρίνειν λέληφε παρὰ τοῦ Πατρός. Σὺ δὲ πόθεν ἔχεις οὐ δόσιμον; ἄρ᾽ ἡ Τριὰς ἐναργῶς ἐν οἰκεῖ ἐν σοὶ καὶ ἐμπεριπατεῖ ἐμφανῶς ὡς ἡ ὑπόσχεσις; ἀρ᾽ ἐν τῷ Θεῷ λόγῳ σεαυτὸν ὁρᾶς, καὶ τὸν Θεὸν λόγον ἐν σοί; ἄρα ἐν τῷ Θεῷ; ἀρ᾽ οὖν τὰ ποτάμια ῥεῖθρα ῥέοντα τοῦ Ἁγίου Πνεύματος, ἢ ἀναβλύζοντα ἐκδήλως ἐν ἀπροσίτῳ φωτὶ ἔσωθεν τῆς καρδίας σου· τἄλλα τε ὅσα ὁ Θεός, ἐν τοῖς ἁγίοις αὐτοῦ ἐμφανῶς ἐνεργεῖ, ἢ πολλοῦ δεῖσαι τοῦ μεταξύ; παῦσον τοιγαροῦν τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον, ζήτησον ἄλλους ἐμμελῶς ἐρωτῶν καὶ διδασκόμενος, μὴ μὲν τόγε διδάσκου καὶ ἀποφαινόμενος· ἀνακρινόμενος ὑπ᾽ ἀνδρῶν, μὴ κρίνων μηδαμῶς αὐτός. Πολλῆς τινος εὐηθείας τυφλὸν ὄντα δοκεῖν δοκιμάζειν ἐν δέλτοις γράμματα· εὐηθέστερον δὲ ἄρα πολὺ ἄνευ τοῦ ζῶντος πνεύματος τὰ τοῦ ἑτέρου εἰδέναι οἴεσθαι· ὅπου γε οὐδ᾽ ἂν ὡς ἔχοι διϊκριβωμένως, οὐδὲ τὰ ἑαυτοῦ ἔχει γινώσκειν, ἀλλὰ ταῦτα μὲν τὰ τοῦ πονηροῦ καὶ μισοκάλου καὶ φθονεροῦ δαίμονος τὰ μηχανήματα καὶ προβλήματα, κινούμενα περιφανῶς καθ᾽ ἡμῶν ὡς ἐξ οἰήσεως πονηρευομένων, καὶ παρὰ τὸ προσῆκον πειθομένων κρίνειν ἐπιχειρεῖν· ἵνα οὕτως ἀπαιδεύτως προσκόψωμεν περὶ τὴν ἀλήθειαν ἀστοχήσαντες δυστυχῶς καὶ ἀντὶ τοῦ προσελθεῖν, καὶ μαθεῖν, μείνωμεν ἀνωφέλητοι· καὶ σὺν ἡμῖν αὐτοῖς, καὶ τοῖς πλησίον παραίτιοι σκανδάλου καὶ βλάβης γενώμεθα· καὶ τῇ τοῦ Θεοῦ φρικτῇ δίκῃ ὑπεύθυνος οὖ δαίμονος διαγνόντες, ὡς εἰκός, τὸ σκευώρημα καὶ τῇ τοῦ μεγάλου Παύλου πεισθέντες ἐντολῇ μὴ πρὸ καιροῦ τί κρίνωμεν, ἕως οὗ ἐν ἡμῖν ἔλθῃ ὁ Κύριος ἐν Πνεύματι γιγνομένως ἡμᾶς φωτίζων καὶ ἀποκαλύπτων βαθέα ἐξ ἐφαμίλλου καὶ θείων ὁράσεων καὶ μυστικῶν χρημάτων γνώσεις τε καὶ ἀποκαλύψεις διδάξας ἀσφαλῶς, καὶ δεδειχῶς ἡμῖν ἀπλανῶς πνευματικοὺς τῳόντι καὶ θεοφόρους, μᾶλλον δὲ θεοὺς πρὸς δόξαν ἀναπέμπει καὶ ἀποκαταστήσει μετὰ χάριν διορατικήν, ὅτε καὶ καθαρῶς γνωσόμεθα οὖ κακοῦ φέρει τὸ κενοὺς τῆς δωρεᾶς τοῦ Χριστοῦ κρίνειν· καὶ μέν γε κρινοῦμεν ἀνεπισφαλῶς ἐν εὐθύτητι.
Πολλῆς ἐπικουρίας καὶ πολλῆς καὶ λίαν καὶ θαυμαστῆς κηδεμονίας· ἀρχῆθεν ὁ Θεὸς ἠξίωσε τὸν Ἰσραήλ, καὶ εἰς σχοίνισμα κληρονομίας παραπάντας ἀνθρώπους εἶχεν αὐτόν· ἃ μέν τοιγε ἐπικουρίας καὶ κηδεμονίας εἰς τοὺς κατὰ Χριστὸν πιστούς· ὁ Θεὸς ἔργα μεγάλα ποιεῖ καὶ ἐξαίσια· τοσοῦτο παρελαύνει τῶν ἄρ᾽ ἐν Ἰσραὴλ, ὅσῳ ψυχῇ σώματος· καὶ τοσοῦτον ἀποκρύπτει τάχει ὅσον ἀστέρας ἥλιος· καὶ τόσον παρέχει τοῖς ἰσραηλίταις τὰ χριστιανῶν ὅσον ὑπερέχει σῶμα τῆς ἰδίας σκιᾶς· σκιὰ γὰρ εἰσὶν ἐκεῖνα τῷ ὄντι τῶν καθ᾽ ἡμᾶς, εἴτις νοεῖν αἱροῖτο ἐκεῖ Φαραὼ δεσπότην πικρὸν καὶ ἀνελεῆ, καὶ τοὺς βαρεῖς ἐπιστάτας εἰκόνα φέροντες τοῦ σατανᾶ καὶ τῆς κατ᾽ αὐτὸν συμμορίας, οὐ σωματικὰς κακότητας ἐπαγόντων καὶ ἀφειδῶς, ἀλλὰ ψυχὴν αὐτὴν σὺν σπουδῇ θλιβόντων καὶ ἀνενδότως. Μωσῆς ἄγον ἐκεῖ τὸν λαὸν τοῦ Θεοῦ, ἐν ἡμῖν δὲ, βαβαὶ τῆς ὑπεροχῆς! αὐτὸς ὁ ἀληθὴς τοῦ Θεοῦ υἱὸς καὶ λόγος ὁ ἐνυπόστατος πολλῷ καὶ ἀπείρῳ τῷ μεταξὺ τοῦ νομικοῦ γράμματος ὑπερέχων· ράβδος ἐκεῖ, ὧδε σταυρός· τὸ ξύλον παρὰ δόξαν, εἰς ὄφιν μεταποιούμενον τοὺς ὄφεις κατήσθιε, καὶ ὁ σταυρὸς κακίας ὄργανον ἀγαθωσύνης οἵας κεχρηματικώς, ἐκ μεταβολῆς ὡσανεὶ, ὁλετὴρ τῶν δαιμόνων ἀναδείκνυται· κλοποφορεῖται ἐκεῖ χρυσίον καὶ ἀργύριον καὶ κόσμον ἄλλον ἐνδυμάτων ἡ Αἴγυπτος· βλέπομεν καὶ ἡμεῖς, ἐφ᾽ ὅσον κατὰ νοῦν τῷ κρυπτῷ τοῦτο πράττομεν ἀπὸ τῆς ἁμαρτίας τὴν αἰσθητὴν καλλονὴν μετακομίζοντας πρὸς τὸν Θεόν· νεφέλης στύλος ἐκεῖ πυρὸς ἄγοντος εὐθὺ θαλάττης τὸν Ἰσραήλ· ὅρασις ἐνταῦθα Θεοῦ καὶ πυρσεύων ἔρως αὐτοῦ ἀφικνομένου πιστοῦ καὶ θεωρητικοῦ νοὸς ἐπιδιηνεκῆ δάκρυα ἐν οἷς πᾶν ὅλλυται τῆς ἔχθρας καὶ ἀποθνήσκει μετὰ τὸ ἐκεῖθεν ἐκβῆναι τὸν εἰρημένον νοῦν· ὥσπερ τότε μετὰ τὴν τῆς θαλάττης τῶν ἰουδαίων περαίωσιν οἱ φαραωνῖται καὶ Φαραὼ ἐν τῇ θαλάσσῃ θαυμαστῶς ἀπώλοντο· καὶ συνελόντα εἰπεῖν εἴ τις σύμπαντα Ἰουδαίων τὰ τότε σκοπεῖν ἐθέλεις καὶ θεωρεῖν ἑπομένως, σκιὰν· καὶ τύπον εὑρίσει ἐκεῖνα τῶν νῦν ἤδη τελουμένων χριστιανοῖς ἀληθέσιν· ὁ δ᾽ ἀρα τὸ δι᾽ ἐνηνοχὸς ὅσων ἡμῶν τε καὶ Ἰουδαίων μέσον συνοπτικώτερον καὶ περιφανέστερον διαγνῶναι βεβουλημένος, τὸ κήρυγμα τοῦ παλαιοῦ νόμου καὶ τοῦ νέου χριστιανοῖς ἀνήκοντος διενθυμείσθω· καὶ οὐκ ἂν ἁμάρτης τῆς διαγνώσεως· τὸ μὲν γὰρ περὶ κτισμάτων, καὶ τούτων ὁρατῶν ὑφηγεῖται, ὅτι δῆτα γεγόνασι παρὰ Θεοῦ ἐν ἀρχῇ λέγον ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὰ ἑξῆς· τὸ μέν τοι χριστιανῶν κήρυγμα οὐ μόνον ὑπὲρ τὰ αἰσθητά· ἀλλὰ καὶ ὑπὲρ τὰ νοητὰ τῶν κτισμάτων γίνεται· μᾶλλον μὲν οὖν καὶ ὑπὲρ τὰ ἄκτιστα νοητά· τὸ, «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ λόγος.»
Καὶ τὸ μὲν ἰουδαίων λέγει· εἶπεν ὁ Θεὸς ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν· χριστιανῶν δέ, καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν· ἐκεῖνον ἀργέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς· τοῦτο καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ, ἡμεῖς πάντες ἐλάβομεν· ἐν ἐκείνῳ μὲν λέγεται· εἶπεν ὁ Θεὸς γενηθήτω φῶς· ἐν τούτῳ δέ, ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν· ἔξεστι τοίνυν ἐπιστήσαντα ἑκατέροις τῶν τε πρὶν εἰρημένων, καὶ δὴ καὶ ἀμφοτέρων τῶν κηρυγμάτων σαφέστατα δὴ διακεῖναι, ὅσον ὑπερέχει καὶ σφόδρα ὑπερβάλλει τὰ χριστιανοῖς πρὸς Θεὸν διακείμενα τῶν ἰουδαίων καλῶν καὶ σκιὰν καὶ τύπον ἐρεῖ γιγνομένως, ταῦτα πρὸς ὑπερφυεστάτην ἀλήθειαν, τὴν κατὰ χριστιανοὺς ἢ Χριστοῦ· καί γε ὑμνήσει καὶ δοξάσει ἐφαμίλλως τὴν θείαν χάριν τε καὶ προμήθειαν, ἀπὸ τῆς σκιᾶς οἷον καὶ τοῦ τύπου ἡρέμα πῶς εἰς ὑπερκοσμίων χρημάτων ὑπερούσιον ἔλεον ἀναβιβάσασαν τὸ ἀνθρώπινον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Ὅτι παντὶ αἰσθητηρίῳ νοερῷ ληπτὸς ὁ Θεὸς διὰ φιλανθρωπίαν γίνεται.
Ὦ ἁγιώτατε τοῦ Θεοῦ ἐνυπόστατε λόγε· καὶ σοφία, καὶ δύναμις· πῶς σου αἰνέσω Κύριε (τὴν οὐσίαν ἢ τὴν δόξαν) οὖσαν ἀπρόσιτον; πῶς ὑμνήσω τὴν ἀγαθότητα οὖσαν ἄπειρον ἄνθρωπος εἰ μᾶλλον φέρων· καὶ εὐόριστον νοῦν; καὶ γοῦν αἰνέσω καὶ ὑμνήσω τὰ ἐφικτά· καὶ ἄραγε ταύτῃ εἰς αἴσθησιν ἔλθω ὁπηδήποτε δόξης σου καὶ ἀγαθότητος καὶ κολληθήσεται ὅλῳ μένει καλῶς ἡ ψυχή μου ὀπίσω σου, καὶ οὕτως ἀκούων σου, φοβηθήσομαί σε ὡς εἰκὸς καὶ ἐκστήσομαι ἀκολούθως ἀπὸ πάντων ἐν σοί, κατὰ τὸν εἰπόντα προφήτην· εἰσακήκοα Κύριε τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην· σὺ λόγε Ὑψιστε ἀκατανόητε, κρούσας ἐπὶ τὴν θύραν δῆλον δ᾽ ὅτι τὴν ἀκοὴν τῆς ἐν τῷ ἄσματι τῶν ἀσμάτων νύμφης, ἧς ἡ καρδία ἐθροήθη διὰ σέ· εἰς ἔκστασιν γεγονεῖα καὶ αὐτὴ ἐζήτησέ σε ἰδεῖν σφόδρα περιπαθῶς, καὶ δὴ βοᾷ· δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν μου τῆς φωνῆς σου· ὅτι ἡ ὄψις σου ὡραία, καὶ ἡ φωνή σου ἡδεῖα· ἠγάπα γὰρ γιγνομένως λέγειν, ἃ καὶ ὁ Ἰώβ, οἷον ὅτι ἀκοῇ μὲν ἤκουόν σου τὸ πρότερον· νῦν δὲ ἑώρακέ σε ὁ ὀφθαλμός μου· ὥσπερ λόγον καὶ σοφίαν, οὕτω καὶ φῶς ὄντα ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον φῶς φωτίζον, ὁρώμενον δήποθεν προτοφανῶς· ἔπειθ᾽ οὕτω φωτίζον ὁρᾶν, ἅτε νοητῶς τῆς δικαιοσύνης ἥλιος, θεῖα καὶ ὑπερφυᾶ μακαρίως, καὶ ἐξ ἀρετῶν τόν γε ὁρῶντα μόνου Θεοῦ καὶ τῶν θείων μετ᾽ ἐρώτων οἵων ὑπερκοσμίων ἀνέκφραστα· ἐντεῦθεν καὶ ὁ Ἰωάννης κηρύσσει περιφανῶς· ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, ὡς δόξαν μονογενοῦς παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας· ῇ γὰρ Θεὸς ἀληθής, καὶ φῶς εἰ ἀληθῶς ὡς πάλιν Ἰωάννης μαρτυρεῖ ἐξ οὗ καὶ οἱ ἐκ τοῦ πληρώματός σου κατὰ δωρεὰν ἄρρητον ἄφραστε λαβόντες βοῶσιν ἀναφανδόν, ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν· καὶ λάμπεις ἄφατα καὶ καταφαιδρύνεις περιφανῶς, ἵνα οὕτως ὑπερφυᾶ, ὑπερ κόσμια ὑπερουρανίου χάριτος καὶ ἀληθείας χρήματα παρασκευάσῃς ὁρᾶν καὶ θαυμασίως εὐφραίνεσθαι· ὅθεν οὐ μόνον γίνῃ ὅπως δὴ ληπτὸς φιλανθρώπως ἀκοῇ καὶ ὁράσει, ἀλλ᾽ ἤδη καὶ ἀφῇ καὶ λέγει ὁ ἐπιστήθιος «ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν, ὃ ἐθεασάμεθα· καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς»· εἰ δὲ καὶ ἔνδυμα γίνῃ πιστοῖς ἀναπαύων καθάπαξ τοὺς σούς, φανερῶν ὅτι καὶ εἰς ἐπαφὴν νοερὰν καὶ θεουργικὴν ἥκεις αὐτῶν ἀγαθέ· ὅσοι γὰρ καὶ εἰς σὲ καὶ τὴν κατὰ σὲ πίστιν εὐτυχῶς ἐβαπτίσθησαν, καὶ σὲ εὐτυχέστερον ἐνεδύσαντο μεγαλόδωρε κατὰ Παῦλον τῆς ἀληθείας τὸν ἱερώτατον κήρυκα· οὕτως Ἡσαίας ἡ προφητικὴ μεγαλόφωνος σάλπιγξ ἠγαλλιᾶτο ἐπὶ Θεῷ Πατρί, καὶ Κυρίῳ τὴν ψυχὴν ὅτι ἐνεδύθη παρ᾽ αὐτοῦ ἐξαισίως σε Κύριε ἱμάτιον σωτηρίου, καὶ χειτῶνα εὐφροσύνης αὐτῷ σὲ δὴ ὁ Πατὴρ ὑπὲρ νοῦν περιέζωσε· τὸ γὰρ φῶς ἄδυτον ὑπερφυέστατον περὶ αὐτόν σε ὁρᾶν περιεχόμενον τὸν θεοληπτούμενον, ὅσης ἀγαλλιάσεως, ὅσης εὐφροσύνης γιγνομένως παραίτιον;
καὶ μάλισθ᾽ ὅτε καὶ σωτήριον τοῦτο συνῆκε, ἢ σωτηρία ἄρα σέ· οὕτω δῆτα δι᾽ ἄπειρον ἀγάπης περιουσίαν, καὶ νοεροῖς μυκτῆρσιν· ὀσφραντὸς ἀποκαθίστασαι, τὴν πίστιν ἔχουσιν ὑγιῶς, κἂν τούτῳ τῷ μέρει τοὺς ἰδίους διαναπαύεις πάνυ θαυμάσια ὑμνοῦντας γιγνομένως, καὶ αἰνοῦντας σε, ὅτι μῦρον ἐκκενωθὲν ὄνομά σου, καὶ τοῖς πλησίον κηρύττοντας· ὅτι ὡς μῆλον ὡραῖον δηλονότι τὴν ὅρασιν, καὶ εὔπνουν τὴν ὄσφρησιν καὶ τὴν γεῦσιν ἡδὺ ὁ ἀδελφιδός μου· καὶ νάρδος μου ἔδωκεν ὀσμὴν μύρων σου· ὅθεν καὶ ὁ Παῦλος φορῶν σε, Χριστοῦ εὐωδία ἔλεγεν ὅτι ἐσμέν· ἀλλὰ καὶ γεῦμα γίνῃ πιστοῖς· καὶ δεῖπνον, βρῶσις τε καὶ πόσις ἀληθὴς ψυχῆς ζωῶν καὶ τρέφων ξενόπρεπα, καὶ καταλλήλως αὔξων καὶ ἥδων μυστικὰ τὸν μέτοχον· ὃ καὶ ὁ ἱερὸς Δαβὶδ παθὼν ἐκ τοῦ γεύσασθαί σε θεοφορήτως ὁ προφήτης τοῖς πλησίον ἔλεγε· «γεύσασθε καὶ ἴδετε ὅτι Χριστὸς ὁ Κύριος»· εἰ γὰρ καὶ ὡς μῆλον ὁρᾶσαι, ἀλλὰ καὶ ὡς τροφήν σε σφόδρα χρηστήν, φάγονται πένητες καὶ ἐμπλησθήσονται οἱ πτωχοὶ τῷ Πνεύματι, οἱ ταπεινόφρονες, καὶ τῇ περιουσίᾳ τῆς χρηστότητος τῆς γεύσεως αἰνέσουσί σε Κύριε, οἱ ἐκζητοῦντες σε διαπαντὸς τοῦ εὑρεῖν καὶ φαγεῖν ἕνεκα· τῷ γὰρ περιόντι τῆς ζωτικῆς σου δυνάμεως, ἁγία τροφὴ καὶ πόσις διατείνεται· ὅτι ζήσονται αἱ καρδίαι αὐτῶν τῶν ἐσθιόντων σε εἰς αἰῶνα αἰῶνος· ἀΐδιος καὶ γὰρ ὢν καὶ ἄφθαρτος τοὺς ἐσθίοντάς σε ἀφθαρτοποιεῖς καὶ πρὸς ἀϊδιότητα φέρεις ὑπερβολικῆς σου καὶ πεφυκείᾳ δραστηριότητι· διὰ τοῦτο ἐξ ἀπείρου σου ἀγαθότητος τῆς καλλιεργοῦ τὰ μάλιστα, καὶ διαφερόντως εὐεργέτιδος καλεῖς καὶ παρακαλεῖς λογικοὺς λέγων· ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον ὃν κεκέρακα ὑμῖν· σαυτὸν οὕτως ἅγιον καλῶν, ἐγὼ γὰρ ἔφης ἐν ἄλλοις, εἰμὶ ὁ ἄρτος τῆς ζωῆς, καὶ ἐμὲ ἐγκατέλιπον πηγὴν ζωῆς· καὶ δὴ προτείνεις τὸ σῶμά σου καὶ αἶμα τὰ πανίερα εἰς βρῶσίν τε καὶ πόσιν αὐτῶν· οὕτω διὰ πάντων αἰσθητηρίων νοερῶν τρέφων ὑπερευφραίνεις τοὺς οἰκείους σου φιλοψυχότατε Κύριε φῶς, καὶ ζωή, καὶ παντία ἀπόλαυσις ὑπερουσίων καλῶν καὶ ἀγαθῶν τούτους γενόμενος· εὐλογημένος εἰ μάννα Ἰησοῦ πνευματικὸν οὐράνιον, ἀπειρομυριότροφον, δόξα τῇ ἀρρήτῳ ἀγάπῃ τῇ περὶ ἡμᾶς, καὶ ἀφάτῳ Δέσποτα εὐσπλαγχνίᾳ σου καὶ μακροθυμίᾳ σου ἀμήν.
Ὅτι τὸ τοῦ Θεοῦ Πνεῦμα ἐνοικεῖ τοῖς πιστοῖς.
Θαυμαστὸν καὶ σφόδρα πάνυ ἔστιν εἰς νοερὰν αἴσθησιν ἢ πνοὴν ἡ ἐκ Θεοῦ Πατρὸς ἀπὸ τοῦ ζωοποιοῦ Πνεύματος ἔκχυσις ἐπὶ σαρκίνας καρδίας, πίστιν παραδεξαμένας τῆς ἐνσάρκου τοῦ λόγου οἰκονομίας ὑγιᾶ καὶ τὸ μὲν ἀπὸ τῆς ἀκτίστου καὶ ὑπερουσίου Θεότητος δωρεάν, καὶ δύναμιν θείαν, καὶ ἐνέργειαν, ὡς εἴρηται χεῖσθαι θαυμαστὸν ὡς λέλεκται· τὸ δὲ καὶ ἑνοῦσθαι τῇ καρδίᾳ καὶ κινεῖσθαι διηνεκῶς σφόδρα ὑπερφυές, καὶ γέμων ἐκπλήξεως.
Θαυμαστόν ἐστι καὶ λίαν πάνυ, ὅτως ὁ Πατὴρ ἐν Πνεύματι, διὰ τοῦ θείου καὶ λόγου τοῦ Θεοῦ, τὰ πάντα μὲν δι᾽ αὐτοῦ κτίσας αἰσθητὰ καὶ νοητά, καὶ ἀθρόον ἡ Τριὰς αὕτη ἐνοικεῖ ἀνθρωπίνῃ διανοίᾳ καὶ ἐμπεριπατεῖ καὶ περιφανῶς ἐναυλίζεται· πολὺ θαῦμα ἑκάστῳ τῶν πιστῶν εὐλαβεῖ πέμπεσθαι ἄγγελον παρὰ τῆς τρισυποστάτου Θεότητος· τὸ δὲ καὶ αὐτὴν τὴν ἀπειροδύναμον καὶ ζωοποιὸν Τριάδα εὐδοκεῖν τῷ ἀνθρώπῳ, καὶ ἐνισχύειν· καὶ ἐνεργεῖν θείως καὶ Πνευματικῶς, πέρα γιγνομένως παντὸς θαύματος.
Θαυμαστόν ἐστι τῷ ὄντι καὶ πάνυ σφόδρα, ὅπως τοῦ ἐπὶ πάντων Θεοῦ Ὑψίστου τὴν ἱερὰν ἀκτῖνα καρδία φέρει, καὶ διηνεκῶς πιστῇ· καὶ τὸ μὲν διὰ τῶν ἱερῶν γραφῶν ἔξωθεν ποιῆσαι φωτίζεσθαι τὸν νοῦν τὸν Θεόν, καὶ ἡδὺ καὶ λίαν ὀνήσιμον καὶ φιλάνθρωπον καὶ θαυμάσιον· τὸ δὲ καὶ ἑαυτόν, οἴμοι! ἀληθείᾳ καὶ πράγματι δοῦναι φῶς τῷ πιστῷ, καὶ ταῦτα ἔσω καρδίας, οὐκ ἔξω, καὶ ἀεί, οὐκ ἐπίκηρα τοῦτο ἐκδήλως ὑπεράνω ἐστι τοῦ θαυμάζεσθαι ὡς ὑπὲρ ἔννοιαν.
Θαυμαστὸν, καὶ πάνυ σφόδρα καθίσταται, ὅπως, ὃν φέρει μετὰ γαύνους καὶ θαύματος ὁ Σεραφείμ, καὶ πᾶσαι ἅμα αἱ δυνάμεις τῶν οὐρανῶν, καρδία βαστάζει πιστοῦ· καὶ τοῦτο δὴ λίαν θαυμαστόν· τὸ δὲ μὴ μόνον τοῦτον βαστάζειν, ἀλλὰ καὶ ἑνοῦσθαι αὐτῷ και ἀνακιρνᾶσθαι, πῶς οὐχὶ ὑπὲρ τὸ θαυμάζεσθαι.
Θαῦμα ἀληθῶς οὔκουν μέτριον τοῦ τὸν οὐρανὸν θρόνον ἔχοντος ἀπειροσόφου καὶ ἀπειροδυνάμου Θεοῦ, θρόνον καὶ κλίνην καὶ ὄχημα εὑρίσκεσθαι διὰ χάριτος τὴν ψυχήν. Τὸ δὲ δὴ καί ἀγαπᾶσθαι ὑπὸ τοιούτου τοσοῦτον αὐτήν ὡς καὶ σύμπνουν εἶναι αὐτῶ καὶ ὑπερουρανίων χρημάτων κοινωνὸν ἐνεργάζεσθαι, καὶ μυστικὰ πιστεύειν οἷα ἡλίκα αὐτῇ, τίς ἐπαξίως θαυμάσεται;
Θαυμάσιον ὄντως καὶ ἐκπληκτον ὅπως ὁ μὴ ἔχων τόπον τῆς καταπαύσεως ἑαυτοῦ Θεὸς ἀναπαύεται ἐν καρδίᾳ θεοπρεπῶς. Εἶτα βασιλεύς· καὶ ταῦτα γηγενής τε καὶ μερικός, εἴτινα τυχὸν περιλήψεται προσφιλῶς, εἰ χειρὸς κρατήσει καὶ εὐγενοῦς, δόξαν τιμὴν τῷ περιλελημένῳ, ἢ κατὰ τὰ εἰρημένα κεκρατημένῳ πάνυ τοι προξενεῖ καὶ προστίθησι προσηκόντως· καὶ ἑπομένως εὐφροσύνην καὶ χαράν· οὗ δὲ ἠλεημένου, οὐχ ὡς λέλεκται γηγενὴς βασιλεύς, ἀλλὰ Θεὸς ἄναρχος τε καὶ ἄκτιστος, καὶ συμπάντων ποιητὴς καὶ Κύριος· ᾧ μετὰ γιγνομένου τοῦ δέους παριστᾶσι μύριαι τῶν ἀγγέλων μυριάδες· καὶ λειτουργοῦσι χίλιαι χιλιάδες· οὐχ οὕτως ἁπλῶς· ἀλλ᾽ εἴσω καρδίας ἥψατο ἐναργῶς· μᾶλλον δὲ ἐν ᾧ ἐνώκησεν, οὐ πρόσκαιρα ἀλλὰ αἰώνια· ὥστε ἢ συνεῖναι καὶ δοξάζειν τὰ μέγιστα, καὶ θεοποιεῖν θαυμάσια καὶ μυρία καὶ ἀπόρρητα δωρεῖσθαι ἀγαθὰ δεξαμένῳ καὶ κεχαριτωμένῳ· πόσην ἄφατον δόξαν καὶ τιμήν καὶ εὐφροσύνην καὶ χαρὰν αὐτῷ, καὶ ταῦτα ἀεί, ἐμποιεῖ, θαυμαστὰ καὶ ἀνεπινόητα· ἐλέησον Κύριε Τριάς.
Θαυμαστὸν ὅπως ὁ πάντα δεδημιουργικῶς Θεός, καὶ ἀκολούθως εἰπεῖν, καὶ κατέχων ταῦτα περικρατεῖται ἀπεριλήπτως, τέως ἐκφανῶς καὶ διηνεκῶς ὑπ᾽ ἄρα καρδίας πιστῆς· καὶ βασιλεύς τις ἐπίκηρος, καὶ βραχείας μὲν ἀρχῆς, εἴ γε ἐλθὼν καὶ κρούσας ἐπὶ οἰκίαν ἑνός τινος εἰσῆλθεν ἔσω καὶ συνέφαγε, καὶ δὴ συνέπιεν ὁμοτράπεζος αὐτῷ καὶ ὁμοδίαιτος γεγονώς· τοῦτο ἐγένετ᾽ ἄν· καὶ λίαν εἰκότως, τῷ παραδεξαμένῳ οὕτω τὸν βασιλέα ἐκεῖνον, δόξα καὶ τιμὴ καὶ ἀγαλλίαμα ἡδονή τε καὶ παράκλησις σφόδρα ἱκανή. Βασιλεὺς δὲ ἀΐδιος καὶ Κύριος πάντων, καὶ ποιητὴς αἰσθητῶν τε ἅμα καὶ νοητῶν, οὐκ ἐπὶ οἰκίαν, ἀλλ᾽ ἐπὶ καρδίαν καὶ ἀψοφητὶ εἰσελθὼν ἠλεημένου τινας, οὐ συναπολαύσων τῶν ἐν καρδίᾳ καλῶν ἀλλὰ μεταδώσων μένους οὐρανίου, καὶ παρακλήσεως ὑπερκοσμίου, καὶ δόξης ὑπερφυοῦς καὶ διηνεκοῦς, τί τῷ παραδεξαμένῳ δόξειν δοκεῖς; χαίρειν τε πόσον; καὶ τίνα ἔχειν εὐφροσύνην τοῦτον καὶ ἡδονήν; καὶ τὸ ὅλον διάθεσιν εὐδαίμονα; πάνυ σφόδρα καὶ θαυμαστήν. Θαῦμα ἀνείκαστον ἀληθῶς, ὅπως ὁ πάντα πληρῶν καὶ ὑπὲρ τὸ πᾶν εὑρισκόμενος οἶκον ἀνθρωπίνην καρδίαν ποιεῖται, καὶ ναὸν αὐτοῦ αἰώνιον.
Ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι λάμπει ἐν καρδίαις πιστῶν φαιδρότητα· ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις αὐτῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος αὐτοῖς· ἐξαποστέλλει ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας αὐτῶν κράζων ἀββᾶ ὁ Πατὴρ, οὕτω κολλώμενοι τῷ Κυρίῳ βαβαὶ τῆς θαυμασίας ἑνώσεως εἰς ἓν Πνεῦμα τελοῦσιν οἱ πιστοὶ μετὰ τοῦ Θεοῦ· ἄρα τί ἐγγὺς γοῦν εἰς αἴσθησιν ἥκει τῶν εἰρημένων τῆς χάριτος.
Κληρονόμοι Θεοῦ, συγκληρονόμοι Χριστοῦ, οἱονεὶ Χριστοὶ δεύτεροι θείας κοινωνοὶ φύσεως, τὸ πάντα ὑπερβαῖνον νοῦν, καὶ ἐκβαῖνον πᾶσαν διάνοιαν· ἐξ οὖ καταλλήλως υἱοὶ Θεοῦ, καὶ Θεοὶ θέσει καὶ χάριτι χρηματίζουσιν ἐναργῶς οἱ πιστοὶ, θεωροῦνται γιγνομένως ὑπερφυῶς ὑπερκόσμια, καὶ πάσχοντες, ἢ ἀπολαύοντες εἰπεῖν οἰκειότερον· ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη φυσικῶς δόξα τῇ ἀπερινοήτῳ ἀγάπῃ τοῦ ὄντως ἠγαπηκότος ἡμᾶς Θεοῦ Πατρός, τῆς Τριάδος, ἐξ ἀφάτου καὶ ὑπερουρανίου, ἄκρως ἀγαθότητος.
Ὅτι ὑπερβαλλόντως Θεῷ τετίμηται πᾶς πιστός.
Τὸ γεγενημένον ἐκ τοῦ Πνεύματος, Πνεῦμα ἐστί, κατὰ τὴν τοῦ Χριστοῦ ἀπόφασιν· ὼ τοῦ ἀνυπερβλήτου τῆς χάριτος! καὶ τοῦ ἀφάτου τῆς δωρεᾶς! κτίζει τὸν ἄνθρωπον μετὰ πολλῶν οἵων χαρίτων· ὁ Θεὸς θαυμαστῶν· τέως οὖν τὸ κτισθὲν, πεπεφυκότως κτίσμα ἔστιν· ἀλλὰ τῷ ὑπερβάλλοντι τῆς φιλοτιμίας ὁ πανοικτίρμων Κύριος, ἡ ὑπερούσιος καὶ παντουργὸς Τριὰς τὸ κτίσμα χαριτώσας· βαβαί! εἰς Πνεῦμα τὸ ἄκτιστον, εἰς ἄκρον, καὶ, ὡς οὐκ ἄν τις ἕξῳ διανοηθῆναι ποτε ἑνοποιῶν τὸν ἄνθρωπον ἑαυτῷ, θεοποιῶν αὐτὸν καὶ υἱοποιῶν, καὶ Πνεῦμα ἀπστελῶν· ἐγὼ γὰρ φησὶν εἶπα θεοί ἐστε υἱοὶ Ὑψίστου πάντες· γέγραπται δὲ περὶ τοῦ Θεοῦ· πρόσταγμα ἔθετα καὶ οὐ παρελεύσεται· καὶ ὅτι, πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν. Καί, ἡ βουλὴ τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν, ἀτρέπτου φύσεως ὄντως καὶ ἀναλλοιώτου. Ὅθεν καὶ τὸν λόγον αὐτοῦ καὶ τὸ πρόσταγμα, καὶ τὴν θέλησιν καὶ τὴν βουλὴν ἦκε φέρων ἡμῖν, ὁ ἐνυπόστατος λόγος αὐτοῦ τῆς μεγάλης καὶ θαυμαστῆς βουλῆς ταύτης τῆς ὑπερφυοῦς ἄγγελος χρηματίσας, καὶ ἐμφυσᾶ μὲν τὸ Πνεῦμα τοῖς μαθηταῖς καὶ πνευματικῶς οὕτως ἀναγεννήσας αὐτοὺς Πνεῦμα κατὰ τὸ μυστικὸν ἀποδείκνυσι, καὶ οὕτως υἱοθετεῖ τῷ Θεῷ· ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται οὗτοι εἰσὶν υἱοὶ Θεοῦ· εἰ δὲ υἱοὶ Θεοῦ, δῆλον ὅτι καὶ Θεοί· τὸ γὰρ γεγεννημένον ἀνάγκη φέρειν τὸ τοῦ γεννήσαντος πεφυκός· ἐντεῦθεν καὶ ὁ σωτὴρ, Πατέρα καλεῖν τὸν Θεὸν διδάσκει τοὺς μαθητὰς, Πνεύματος ἔχοντας κοινωνίαν· οὕτως ἄρα Θεοὺς καὶ υἱοὺς, καὶ πνεύματα ἡ ἁγία Τριὰς ἐργάζεται τοὺς πιστούς, πᾶσαν δωρεὰν καὶ θαυμαστὴν, τέως ἐπινοίᾳ ληπτήν, καθ᾽ ὑπερβολὴν ἀποκρύπτουσα· ἀμήν.
Εἰς τὸ διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ.
Κατανόει· ἄγε εἰς νοερὰν γιγνομένην αἴσθησιν· ἃ νῦν ἤδη φημι· καὶ σφόδρα εὖ οἶδ᾽ ὅτι ἐκπλαγείς, γένοιο ἀν ἔμπλεως πνευματικῆς χαρᾶς, ἢ δήπουθεν θείας ἡδονῆς· φησὶ διὰ Δαβὶδ τὸ Πνεῦμα τὸ Ἁγιον· ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ ἐμφάνηθι· καὶ πάλιν ὁ βλέπων ἀβύσσους καθήμενος ἐπὶ Χερουβίμ· καὶ ἔτι ἐπέβη ἐπὶ Χερουβίμ· τί οὖν ἐπὶ τῶν πιστῶν; οἷον ἐξαίσιον ὑπερβαλλόντως ἐξηρημένον πολλῷ τῷ μεταξύ· οὐ γὰρ ἐπιβαίνει μόνον ὁ Θεός, ὡς ὄρνις τὰ νοσσίᾳ ἑαυτῆς, ζωογονῶν καὶ περιθάλπων καὶ φυλάσσων ἡμᾶς, καὶ ὑμῖν θαυμασίως ἐνευφραινόμενος· ἀλλὰ βαβαὶ τῆς ἐκπλήξεως· τοῦ τῆς θείας ἀγάπης διακειμένου! καὶ ἐπάνω ἑαυτοῦ τίθησε· καὶ οἶον, ὄχημα καινοπρεπὲς ὑπὲρ ἔννοιαν τῇ τῆς ἀπείρου ἀγάπης περιουσίᾳ ἑαυτὸν ποιεῖται ἡμῶν, φρουρῶν ἀσφαλῶς, καὶ φέρων ἀρρήτως εἰς ἄφθεγκτα χρήματα ὑπερκόσμια ὑπερουρανίου ζωῆς· καὶ ταύτῃ γε παρασκευάζων τρυφᾶν ὑπερούσια, καὶ εἰρηνεύειν καὶ ἀναπαύεσθαι ἀνεκδιήγητα, καὶ χαίρειν καὶ γάννυσθαι ἐνθέως καὶ πνευματικῶς καὶ ἥδεσθαι καταλλήλως. Λέγει καὶ γὰρ Μωϋσῆς ὁ πανίερος ἐν τῷ Πνεύματι «διεὶς τὰς πτέρυγας αὐτοῦ· ὁ Θεὸς δηλαδὴ ἐδέξατο ἑαυτούς, καὶ ἀνέλαβεν αὐτσὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ ὦ τοῦ τῆς ἀγάπης ἀφάτου! καὶ τὸ διιέναι τὰς πτέρυγας αὐτοῦ μόνον καὶ δέξασθαι τοὺς πιστοὺς καὶ οὕτω φορεῖον περιφανῶς γενέσθαι αὐτῶν, καὶ ὑπὲρ χερουβικὴν ἀξίαν τῷ ὄντι ἐστὶ καὶ πολλῆς ἀληθῶς καὶ ἀφράστου ἀγαλλιάσεως· τὸ δὲ καὶ ἀναλαμβάνειν καὶ ἀναδέγεσθαι αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ ἐπισκιάζων τοὺς τοιούτους ἐκεῖ κατὰ τὸν θεῖον Δαβίδ, οὐδ᾽ ἂν χερουβικὸς νοῦς ἕξῃ ἰδεῖν τὸ γινόμενον, καὶ ὑμνῆσαι ἐπάξια· ἤπου δὴ ὡς ἡ μεγαλωσύνη σου οὕτω καὶ τὸ ἔλεός σου ἀνείκαστον, ἁγία Τριὰς δόξα σοι.
Τὸ σχῆμα τῶν μοναχῶν, καὶ αἱ κατ᾽ αὐτὸ ὑποσχέσεις, καὶ ὁ μοναχικὸς βίος, νοῦν μοναδικὸν ἀπαιτεῖ· τοῦτον δὲ μόνος Θεὸς ἐνεργεῖ καὶ ποιεῖ ἐφικτῇ σπουδῇ καὶ νομίμῳ· ἐνεργεῖ μὲν τῇ μεταδόσει τῆς ζωοποιοῦ χάριτος· ποιεῖ δὲ τῷ ἑνοειδεῖ καὶ μονοειδεῖ τῆς παντοκρατοῦς Βασιλείας καὶ δόξης αὐτοῦ θεωρούμενος· αὐτὸς γὰρ μόνος ὕψιστος, ἀσύντακτός τε τοῖς πᾶσι καὶ ὑπεροχαῖς ἀσυγκρίτοις ἀνόμιος, μόνος κυρίως δυνατός, οὗ τῇ μεθέξει δυνατὰ τὰ πάντα μόνος ἀληθῶς σοφός, ἐξ οὖ κατὰ δωρεὰν πᾶσα σοφία σοφῶν· μόνος ὢν ὄντως καὶ ἀϊδίως καὶ πάντων διὰ τοῦτο τῶν ὄντων ὁπωσδὴ γενέτης καὶ δημιουργός. Ὅθεν εὐλόγως εἴρηται πάνυ καὶ λίαν καλῶς τὸ ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας.
Εἰ τοίνυν ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ πάντα συλλήβδην, ἀγαθὰ καὶ καλὰ καθάπαξ ἐκ τοῦ Θεοῦ τὴν ὕπαρξιν ἔχουσι, καὶ δι᾽ αὐτοῦ συντηροῦνται καὶ συνέχονται, καὶ εἰς αὐτὸν ἀφορᾷ καὶ τὸ οἱονεὶ πέρας ἔχει· καὶ τοὺς προσηκόντως χρωμένους ἑκάστοις τοῖς εἰρημένοις ἑνοῖ· καὶ συγκολλᾶ τῷ Θεῷ τῷ ὡς περὶ Πατρὶ τῶν τοιούτωον, τῆς ἀγαθότητος οῒον, τῆς ἀγάπτης τῆς φρονήσεωος, τῆς σοφίας, τῆς γνώσεως, τῆς θεωρίας, τῆς καθηκούσης πράξεως, τῆς θεώσεως, καὶ μὴν τῆς θείας ἡδονῆς, καὶ τῆς κατ᾽ αὐτὴν ἁγίας χαρᾶς, καὶ τῆς γε ὑπερουρανίου εἰρήνης, καὶ δὴ καὶ τοῦ κατ᾽ εὐλάβειαν φόβου· τῆς ἰσχύος καὶ τῆς βουλῆς, τῆς κατ᾽ εὐσέβειαν ὁδοῦ καὶ τῆς ἐπιστήμης, καὶ πάντων, ὅσα λογοκῇ φύσει καὶ προσήκει, καὶ ἤδει καὶ δόξα ἐμποιεῖ καὶ εὐφραίνει· καὶ τῷ Θεῷ ὁμοιοῖ καὶ θεοποιεῖ· εἰ πᾶν, ὡς εἴρηται καλὸν καὶ ἀγαθὸν ἐξ ἄρα τοῦ Θεοῦ καὶ μόνου, μάταιος ὄντως ὁ τῶν καλῶν καὶ ἀγαθῶν γιγνόμενος ἐραστής· ἔπειθ᾽ οὕτω διαιρούμενος καὶ σχιζόμενος ἀπὸ τοῦ Θεοῦ, τῆς οἶον πηγῆς καὶ ῥίζης πάντων καλῶν καὶ ἀγαθῶν· οὐδὲ γὰρ ἕξει καὶ ὁποσοῦντι τῶν φύσει καλῶν καὶ ἀγαθῶν τοῦ γεννήτορος τῶν τοιούτων καὶ συνοχέως, καὶ τοῦ εἰς ὃν ἥδρασται πάντα ἀγαθὰ καὶ καλὰ ἀπονεύσας σφόδρα ἀγενῶς· ἀλλὰ καὶ ὁ τῶν καλῶν καὶ ἀγαθῶν ἔχειν δοκεῖ, οὐκ ἀληθῶς ἔσται δήπουθεν, ἂν καλόν, ἢ ἀγαθόν· πλάνη δέ τις καὶ χλεύη δεινή. Ἀλλὰ τοῦτο δεῖ τῷ Θεῷ, καὶ μόνῳ, καὶ ὅλῳ μένει προσμένειν, κἂν τῷ νόμῳ αὐτοῦ καὶ μόνῳ σὺν σπουδῇ μελετᾶν, καὶ λίαν προσκεῖσθαι· οὕτω γὰρ μόνον δόξης ἀκραιφνοῦς καὶ ἡδονῆς ἀνοθεύτου, καὶ ἀπείρου πλούτου καὶ ἀσαλεύτου τύχοι μέν, καὶ ὅλως σύμπαντα ἕξομεν ὁρμαθὸν (καλῶν) καὶ ἀγαθῶν ὧν εἰρήκαμεν, ἀλλὰ καὶ αὐτὸν Θεόν· ὦ τοῦ θαύματος! ἐν ἑαυτοῖς ἐνοικοῦντα καὶ ἐμπεριπατοῦντα, καὶ ἀπολαύσαιμεν ὑπερκοσμίων ὄντως χρημάτων, ἀθεάτων, καὶ ἀνηκούστων αἰσθήσεσιν ἐξωτέραις· καὶ οὕτω βιώσαιμεν ἑνοειδῶς καὶ μοναχικῶς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Ταπεινοφρονούσης ἐν ἄρ᾽ ἠσύχῳ διαίτῃ καὶ ἐνεργουμένης ὑπὸ τῆς χάριτος τῆς πνευματοφορήτου καρδίας, ὁ νοῦς τῇ θείᾳ συναρμοσθεὶς εὐτυχῶς ἀληθείᾳ πολλῶν θεαμάτων θείων οἵων θεοὺς γίνεται, καὶ ἀλέκτων ὑπερκοσμίων μύστης καθίσταται, καὶ ὡς ἄν τινα νεήλων τῷ ὄντι ἐν τοῖς οὖσιν οἴεται καὶ παρεπίδημον ἑαυτόν· καὶ τρυφᾷ καὶ ἀπολαύει πάμπαν ἐναργῶς ἐν Πνεύματι χρημάτων τελούντων ὑπὲρ νοῦν, καὶ διανοίας κομιδῇ ἐπ᾽ ἐκεῖνα· καὶ ἐν συνόψει πολλάκις καὶ Θεὸν φαντάζεται ξενοτρόπως, καὶ ἐκπλήξεις πάσχει ἐκ στατικὰς Θεοῦ, καὶ εἰς θέωσιν, πάθος εἴπερ τι μακάριον, ἀνατρέχει σιωπῇ καὶ ὁράσει καὶ ἐρωτοληψίᾳ ὑπερφυεῖ μετὰ ῥοπῆς καὶ μένους τοῦ ζωοποιοῦ καὶ φωτιστικοῦ Πνεύματος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ἀμήν.
Ὁ κατὰ πρόνοιαν ἐν μόνῳ τῷ Θεῷ μελετῶν καὶ οἱονεὶ αὐλιζόμενος, καὶ τὸν Θεὸν γοῦν ὁρῶν ἐν Πνεύματι ἐναργῶς ἐν ἑαυτῷ περιπατοῦντα· καὶ αὐλιζόμενον, ἰδοὺ περιφανῶς γέγονε τῆς τοῦ Κυρίου Ἰησοῦ θείας ἐντολῆς τῆς λεγούσης· «μείνατε ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν» καὶ ἠνώθη διὰ ταῦτα ξενοτρόπως τῷ Θεῷ, καὶ συνενεκρώθη θαυμαστῶς καὶ λίαν εὐτυχῶς καὶ οὕτω συμπάντων γέγονε τῷ σωτῆρι ἐντολῶν ἐργάτης ἀνεπισφαλής· ὁ μένων γὰρ ἐν ἐμοί, κἀγὼ ἐν αὐτῷ εἶπεν ὁ Σωτήρ, οὔτος πολὺν καρπόν, τουτέστιν ἀρετὰς φέρει· ἐπειγέσθω τοίνυν βουλόμενος ὁστιοῦν πᾶς θεοφιλῶς ἀρεταίνειν διὰ θεωρίας καὶ προσευχῆς καὶ θειοτέρας μελέτης μένειν καὶ προσμένειν ὅσῃ δύναμις ἐν τῷ Θεῷ, ὅπως τὸν ἱερὸν τῆς ψυχῆς ὁ Θεὸς θεασάμενος ἀγῶνα κλινεῖ τοὺς οὐρανούς, ὦ τοῦ θαύματος! καὶ εἴσω ψυχῆς αὐτῆς πάνυ παρὰ δόξαν ὁραθῇ ἐμπεριπατῶν καὶ ἐν αὐλιζόμενος εἰς παντίων ἀγαθῶν καὶ καλῶν τῷ μετόχῳ ἀπόλαυσιν, καὶ εἰς τὴν τῶν ἁγίων ἐντολῶν εὐαρέστησιν· αὐτὸς γάρ ἐστιν ὁ εἰρηκὼς χωρὶς ἐμοῦ οὐ δύνασθαι ποιεῖν οὐδέν, κἂν δῆθεν δοκεῖτε ποιεῖν.
Εἰ χρὴ μὴ κεκρύφθαι θησαυρόν, μήτε μὴν σοφίαν τοῦ κοινωφελοῦς χάριν, ἐκ τῆς ἀγάπης, πρόδηλον δήπουθεν, ὡς οὐδὲ κατὰ Θεοῦ νοερὸν ἔργον καὶ θεωρίαν καὶ ἀνάτασιν χρὴ κατέχειν κατὰ νοῦν ἄγραφον, ἀλλὰ καὶ γραφὴ διδόναι καὶ σημειώσει τοῦ κοινωφελοῦς χάριν ἐκ τῆς ἀγάπης. Λογικὸν ζῶον ὁ ἄνθρωπος ὢν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν γιγνομένως· ὅθεν δὴ λογιζόμενος περὶ Θεοῦ (τὰ ἐκ) τῆς κατ᾽ αὐτὸν ἀκολούθως γιγνόμενα πίστεως ὁπωσδήποτε, τότε συλλαμβάνει θεῖον τε καὶ προσήκοντα νοῦν, καὶ εἰσέρχεται ἑπομένως μετ᾽ ἐπιστήμης εἰς τὸν χῶρον εὐψύχως τῶν ἱερῶν ἐντολῶν, καὶ δεῖται δὴ διὰ ταῦτα μάλα πρὸς τρόπου βοηθοῦ τοῦ Θεοῦ καὶ συλλήπτορος, ἢ μᾶλλον ἀντιλήπτορος εἰπεῖν οἰκειότερον, καὶ ταύτῃ πυκνῶς προσεύχεται σὺν δάκρυσι παρακαλῶν τὴν (διὰ) πρὸς ἐντολὰς καὶ Θεοῦ εὐμάρειαν, ὁπηνίκα δὲ εὐδοκήσει τοῦ οἰκτειρῆσαι, ὡς πατὴρ οἰκτείρει υἱὸν, ὁ Θεὸς τὸν δεόμενον, ἐκχεῖ αὐτίκα οἴμοι τοῦ θαύματος! ἐκ τοῦ Πνεύματος αὐτοῦ ἐπ᾽ αὐτὸν ἐν καρδίᾳ, καὶ οὕτω θαυμαστῶς κινεῖ πρὸς φιλικὰς διακαεῖς διαθέσεις Θεοῦ τὸν παραδεξάμενον· καὶ ὡς οὐκ ἄν τις εἰπεῖν ἔχει, ὡς υἱῷ παρὰ πατρὶ παρρησίαν παρέχεται παρ᾽ αὐτῷ, ὡς ἐν ἀρραβῶνι ἐκείνῃ τῇ ζωοποιῷ ἐπὶ τὸν μέτοχον ἐκχύσει καὶ ἐνεργείᾳ τοῦ Πνεύματος, καὶ γλυκαίνει τοῦτον ὑπερβαλλόντως, καὶ ἀγαθύνει καὶ ταπεινοῖ, καὶ ὑψοῖ τρόπον ἕτερον δόξῃ καὶ τιμῇ δι᾽ ἑνώσεως, καὶ εἰς ἐρωτικὰς πυρπολήσεις σφόδρα ἄγει αὐτὸν τόσον, ὡς καὶ πᾶν ὅσον, καὶ οἷον ὁρᾷ περὶ τὸν Θεὸν ὡσὰν σφέτερον ἰδικὸν ἀληθῶς τίθεσθαι· ὡς ἐπίπαν καὶ γὰρ τὰ Πατρὸς αὐλήματα, ὅ,τε πλοῦτος, καὶ δόξα καὶ ἰσχὺς καὶ κάλλος καὶ σοφία καὶ δυναστεία καὶ σύμπαντα περιφάνεια καὶ πάντα ἀγαθὰ καὶ καλὰ δόξα καὶ ἔπαινος, οἱονεὶ τρυφὴ εἰσὶ καὶ καύχημα τοῦ υἱοῦ καὶ χαρὰ πεφυκότως· ὅταν οὖν ἐν τοῖς κατὰ φύσιν θεωρήμασιν ἡ ψυχὴ ἐν τῇ μετοχῇ τοῦ πνεύματος γέννηται, τὸ δέ ἐστιν ὅταν ἐν τῷ Θεῷ θεωρῇ τῇ Τριάδι, ὡς ὁ μέγας φησὶ Βασίλειος, τότε ἀληθῶς ἐραστὴν λίαν σφοδρὸν, καὶ τῷ ὄντι Πατέρα ἴδιον ὁρᾷ τὸν Θεόν, καὶ τὰ τοῦ Θεοῦ καταλλήλως ὄντα ἑαυτοῦ, ὃν εἰρήκαμεν τρόπον, καὶ ἱκανῶντας μόνον Θεὸν ἁπλῶς φανταζόμενος, καὶ ἐξαισίως χαίρει καὶ γάννυται ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Τίς ἡ κυρίως ἡδονή.
Οἶμαι ἀγνοεῖν μηδένα κεκριμμένως τοῖς πράγμασιν ἐντυγχάνοντα ὡς τοῦτο κυρίως λέγετ᾽ ἂν ἡδονή, ὃ φύσει καὶ λόγῳ μὴ κατηγορούμενον διαμένει ἐπὶ πλεῖστον ἐνεργσύμενον· χαρᾶς τε ἐμπλεω τὴν καρδίαν ἀποκαθίστησι καὶ εὐφροσύνης, καὶ μετὰ τὴν τούτου ἐκπλήρωσιν, ὃ δὴ μακράν ἐστι τῆς κατὰ σάρκα λεγομένης, εἰδωλικῆς οὔσης καὶ οὐ κυρίως ἡδονῆς, ζητησάτω τοιγαροῦν πᾶς ὅστις οὖν ἐφιέμενος τὴν καθαρὰν καὶ ἄλυπον νοερὰν καὶ πνευματικὴν, καὶ οὐκ ἂν ἁμάρτοι, μᾶλλον μὲν οὖν καὶ ῥᾷον ἀπὸ τῶν ἐπὶ γῆς ἐπὶ τὰ οὐράνια μεταβιβασθῇ τὸ ἴδιον αὐτοῦ λογιζόμενον. κἄπειθ᾽ οὕτω καὶ ὅλη ἡ ψυχή, αὕτη γάρ ἐστιν ἥγε ἀληθὴς καὶ κυρίως καρδιακὴ ἡδονὴ ἀμετάμελος, καὶ γνησία λογικῇ ψυχῇ ἀθανάτῳ, αἰώνιος διαμένουσα, φωτεινὴ, ἀείβλυτος, ἀκατάγνωστος μᾶλλον δὲ εὐκταία, καὶ μακαριστὴ, καὶ τοῖς ἀπ᾽ αἰῶνος ἁγίοις σύνοικος ἀθόρυβος; εἰρηνηκὴ χρηστὴ, παρρησιαστικὴ φαιδρυντική, εὐπρόσωπος θεόφρων διαυγὴς παρήγορος, πλήρης οὖσα χαρᾶς, καὶ ἐνεργουμένη καὶ μετέπειτα, εἰ μὲν ἡδύνθης νοερῶς καὶ πνευματικῶς ἐκ πείρας πάντως τοῖς γεγραμμένοις συγκατανεύσεις, εἰδ᾽ ὅπου, τῇ πίστει τέως κάτεχε τὰ εἰρημένα.
Περὶ σαρκικῆς ἡδονῆς.
Ἡ δὲ μὴ νσερὰ καὶ τοῦ πνεύματος, ἀλλὰ τῆς σαρκὸς ἡδονὴ ἡμαρτημένως ἔχοι ἂν καὶ τὸ λέγεσθαι ἡδονή, ἐπαγομένη γὰρ, ἐπιτελεσθεῖσα πικρὸν μετάμελον προδήλως ἔψευσται καλεῖσθαι ἡδονή· νόθη γε, καἰπόρρω ψυχῆς λογικῆς, ἄλογος, ἀγενής, νωθρά, σκοτεινοχαρὴς θορυβώδης, ὀχληρά, πρόσκαιρος, εὐμάραντος καὶ γὰρ γεγηρακότος τοῦ σώμα τος, καὶ ἄκουσα μετ᾽ αἰσχύνης μεταχωρεῖ εὐκατάγνωστος, ἀθλιόβιος, δύσχρηστος, αἰχμάλωτος, ὀνείδους μεστὴ βρωμόφρων βλακώδης, ἀπρόσωπος, ἀπογνωστική, ἀπερίσκεπτος, λύπην ἡμαυρωμένην, μετὰ τὸ τελεσθῆναι τῷ ἑαυτῆς ἐργάτῃ καὶ πράκτορι ἐπιφέρουσα, εἰ μὲν ἔπαθες, πάντως ἐπίστασαι τῶν γεγραμμένων τὴν ἀλήθειαν, εἰ δὲ πεφύλαξας χειρὶ Θεοῦ, τοῖς ἐμοῖς ὡς ἀληθείας λόγοις πειθόμενος, δρέψῃ εὖ ἴσθε καρπὸν ζωῆς εὐκλεᾶ.
Φῶς ἀειλαμπὲς πνευματικὸν καὶ ζωὴν ὑπερκόσμιον ἔχω, θείαν καὶ τροφὴν καὶ τρυφήν, ἀναστάσεις καὶ ἐφέσεις καὶ ἑνώσεις καὶ ἀπολαύσεις τῆς τρισυποστάτου θεότητος, ξενοτρόπους, καὶ μετὰ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου τῶν πάντων ἀρρήτους φιλικὰς διαθέσεις· ἀλλ᾽ οἴμοι τῆς ταλαιπωρίας καὶ ἀφροσύνης μου! οἴμοι τοῦ κακοῦ τῆς ἀνοίας μου! ὃ οὕτω διὰ τῆς χάριτος ὑπερουράνιος γεγονὸς νοῦς μου, ἔστιν ὅτε ἀποκλῖναι κλαπεὶς πρὸς σφαλερὰ, καὶ γεώδη, καὶ κόπρια, καὶ ὅλως δυσωδίας ἀνάπλεως οἴμοι τὶς οὐ θαυμάσεται καὶ θρηνήσει εἰς τὰ ἐμά, καὶ ἐξ ἐλέους προκαλέσας ὑπὲρ ἐμοῦ, Θεὸν ἀφάτως φιλάνθρωπον δοθῆναί μοι μείζονα θείαν δύναμιν διὰ τοῦ ζωοποιοῦ καὶ φωτιστικοῦ Πνεύματος, ἵνα ῥᾷον ἀποσοβῶ τὸν ἐπιβουλεύοντα· διάβολον καὶ πονηρὸν ἐχθρὸν κατὰ τῆς ἁγιασμοῦ καὶ θαυμασίας ζωῆς; ἁγιώτατοι ἅπαντες ἄγγελοι, καὶ ψυχαὶ δικαίων πᾶσαι, εὔξασθε δεόμενοι εἰς Θεὸν ὑπὲρ ἐμοῦ τοῦ τὴν διάνοιαν ἀναισθήτου τε καὶ χθαμαλοῦ.
Θεέ μου, Θεέ μου, σὺ οὐδὲν πλέον, ὡς ἀπερίληπτος· ὁ τὸ πᾶν, ὡς τοῦ παντὸς ποιητής· καὶ ἀπειράκις ἀπείρως ὑπὲρ τὸ πᾶν, ὡς ὑπερούσιος. Κύριέ μου Κύριε· ἡ ἄφραστος ἁγία ἕνωσις καὶ ἄρρητος σύμπνοια τῶν ἠλεημένων χριστιανῶν δόξα σοι. Πῶς Δέσποτα ὁρῶν σε ἐν τῇ καρδίᾳ μου λάμποντα νύκτωρ, καὶ μεθ᾽ ἡμέραν, καὶ ἀεὶ οὐκ ἔξω ἐμαυτοῦ γίνομαι τῷ τῆς χάριτος ὑπερβάλλοντι· ἀλλὰ ἀμελῶ καὶ ἀναισθητῶ πρὸς τοσαύτην οἵαν ἡλίκην δωρεὰν ὑπερδύναμε; οἴμοι ὅσον ἁμαρτωλὸς ἐγώ! Εἴγε διέγνως τίς ἐστιν ὁ δήσας με, καὶ πρὸς τίνα μὲ ἔδησε, καὶ τίνι· ταχὺ ἂν ἔργον γεγονὼς ἐκπλήξεως ὕμνεις Θεοῦ ὑπερούσιον εὐχαριστῶν αὐτῷ τὰ μάλιστα οἷς ποιεῖ ἔνδοξα ἐξαισίως, ἐξαπεὶ τῆς αὐτοῦ ἀγαθότητος. Εἴπερ ἀρα συνῆκας πόσον ἀποδέω τοῦ τῷ ὄντι μυστηρίου καθήκοντος τοῦ κατὰ Χριστὸν, θᾶτον ἢ λόγος εἰς ἔκπληξιν ἑληλυθὼς κατέγνως μου ῥαθυμίαν καὶ νωχέλειαν, καὶ ἀμέλειαν, ἢ νὰ μὴ λέγω ἀναισθησίαν καὶ ἀνοησίαν περιφανῆ.
Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· ἐξομολογοῦμαί σοι Πάτερ Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναὶ ὁ Πατήρ· ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθεν σου ἀεί.
Εὔχου προσεύχου, ἵνα μήτι πάθωμεν ἀφιλόσοφον, ἐν τοῖς τοῦ βίου λυπηροῖς, καὶ Θεοῦ καὶ, ἀμφοτέρων ἀνάξιον· καὶ συγνῶθί μοι.