Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2
Kallistos Tilikoudes, 35. Τοῦ Κυρίου Καλλίστου τοῦ Τηλικούδη περὶ ἡσυχαστικῆς τριβῆς.
ΤΟΥ ΚΥΡΙΟΥ
ΚΑΛΛΙΣΤΟΥ
ΤΟΥ ΤΗΛΗΚΟΥΔΗ
ΠΕΡΙ ΗΣΥΧΑΣΤΙΚΗΣ ΤΡΙΒΗΣ
Οὐκ ἔστι μετανοῆσαι, χωρὶς ἡσυχίας· οὐδὲ ἔστι καὶ ὁπωσοῦν καθαρότητος ἅψασθαι, ἀναχωρήσεως ἄνευ· οὐδὲ μετὰ τῆς ὁμιλίας, καὶ ὁράσεως τῶν ἀνθρώπων, δυνατὸν τῆς ὁμιλίας, καὶ θεωρίας ἀξιωθῆναι τοῦ Θεοῦ· διὰ τοῦτο οἷς ἐγένετο διὰ φροντίδος, μεταγνῶναι ἕνεκα τῶν ἑαυτῶν ἐσφαλμένων, καὶ τῶν παθῶν καθαρθῆναι, καὶ τυχεῖν καὶ ἀπολαῦσαι ὁμιλίας καὶ θεωρίας Θεοῦ· ὃ πέρας, καὶ σκοπὸς τῶν κατὰ Θεὸν πολιτευομένων, καὶ ἀρραβών, ἵν᾽ εἴπω, τῆς αἰωνίου κληρονομίας καὶ τοῦ Θεοῦ, ὅση μηχανῇ ἡσυχίαν μεταδιώκουσι· καὶ ἀναχωρεῖν καὶ φεύγειν τοὺς ἀνθρώπους προύργου ποιοῦνται· μετὰ καθήκοντος τοῦ τῆς ψυχῆς διακειμένου παντός, ἐντεῦθεν δὴ τὰ τούτοις ἀρχή, ἐν ἡσυχίᾳ τὸ πένθος· ἡ αὐτομεμψία, ἡ ἑαυτῶν κατάγνωσις, δι᾽ ἃ ἵνα καθαρώτερον γένηται· ἀγρυτνίαι καὶ στάσεις καὶ ἐγκράτεια καὶ κόπος σωματικός, ὧν τὸ πέρας συλλήβδην, ἡ τῶν δακρύων ῥοή, προϊοῦσα ἐξ ὀφθαλμῶν φρονούντων ταπεινά, ἐν κατανύξει δήπου καρδίας· καὶ πρὸς κάθαρσιν οὕτω προσέχουσιν, οὕτω ταύτης ἐπιτυγχάνουσι διὰ πράξεως ἐν τούτοις αὖθις πέρας ἡ εἰρήνη τῶν λογισμῶν, ὥσπερ ἐν ἐκείνοις ἡ τῶν δακρύων· ὡς ἔφημεν, ἐπιρροή, κἀντεῦθεν ἄρχεται ὁ νοῦς, πεφυκότα τρόπον, τὰς φύσεις τῶν ὄντων ἀνασκοπεῖν, καὶ τὴν τέχνην καταστοχάζεσθαι τοῦ Θεοῦ, καὶ θείαν ἔννοιαν συλλαμβάνειν, καὶ τῆς δυνάμεως, καὶ σοφίας καὶ δόξης καὶ ἀγαθότητος καὶ τῶν ἄλλων ὅσα περὶ Θεὸν θεωρεῖσθαι, ἔργον γίνεται, καὶ εἰς τὰ μυστικὰ χωρεῖ τῆς γραφῆς· καὶ τῶν ὑπερφυῶν γεύεται ἀγαθῶν, καὶ ὑπερκοσμίων ἀπολαύει καλῶν, καὶ τῆς τοῦ Θεοῦ ἀγάπης, καθίσταται χώρημα· καὶ οὕτως ἐρωτοληπτεῖται, καὶ χαίρει, καὶ εὐθυμεῖ εἰς τὸ πέρας ἀναδεδραμηκὼς τῶν ἀρετῶν· τὴν ἀγάπην τοῦ τῶν ὅλων δημιουργοῦ· μηδεμίαν πλάνησιν ἐν τούτοις ἢ πάσχων, ἢ ὑφορώμενος· μόνους ὁλίσθους καὶ ἁμαρτικὰς ὁρμάς, καὶ ἀπρεπεῖς κινήσεις ἐκ πολλῶν αἰτίων, ὡς τρεπτὸς ὑπομένων, ἐν οἷς ἐπανακτᾶσθαι χρὴ ἑαυτόν, πόρρῳ ἱστάμενον ἀπογνώσεως· καὶ τὰ θεῖα τῆς φιλανθρωπίας ἐλπίδι πτερούμενον, δάκρυσί τε καὶ προσευχῇ, καὶ τοῖς ἄλλοις εἰρημένοις ἀγαθοῖς ἀσχολούμενον, καὶ εἰς τὸν θεῖον τῆς ἀγάπης ᾗ ἔξεστιν ἐντρυφῶντα Παράδεισον· μηδὲν πλέον ὁρῶντα· μὴ εἶδος, μὴ πάχος, μὴ σχῆμα, μηδέ τι ὡς ἐν συντόμῳ εἰπεῖν, πλὴν δακρύων καὶ εἰρήνης λογισμῶν καὶ ἀγάπης Θεοῦ· ἐν τούτοις γὰρ καὶ τὸ ἀπλανὲς τηρεῖται, καὶ ἡ τῆς ψυχῆς σωτηρία ἐπιβραβεύεται, μετριοφρονούσης καὶ νηφούσης καὶ προσευχομένης ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· καθεζόμενος ἐν τῷ κελλίῳ σου παρρησίαν πρὸς τὸν Θεὸν ἐχέτω σου ἐν ταπεινώσει ὁ νοῦς· τὴν μὲν ταπείνωσιν ἐξ εὐτελείας τῆς ἑαυτοῦ καὶ οὐθενότητος· τὴν δὲ παρρησίαν διὰ τὴν ἀνυπέρβλητον τοῦ Θεοῦ ἀγάπην καὶ ἀνεξικακίαν ἣν ἔχει περὶ τὸν ἄνθρωπον· οὕτω γὰρ ἡ ψυχὴ εἰς τιμὴν ἄγεται τοῦ Θεοῦ, ὁπηνίκα καίτοι γε ἁμαρτωλὸν συνεγνωκεῖα ἑαυτήν, ὅμως μέν τοι γε τῇ φιλανθρωπίᾳ τοῦ Θεοῦ θαρρεῖ, καὶ ἐξαρτᾷ ἑαυτήν, διὰ τοῦτο ὁ ἱερὸς Παῦλος ἐπιτάττει λέγων· προσερχόμεθα μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, καὶ γὰρ ἀληθῶς ὀφθαλμός τίς ἐστι τῆς προσευχὴς ἢ πτερὸν ἢ σχέσις τις ξενότροπος, ἡ πρὸς Θεὸν παρρησία· οὐχ ὅταν τις παρρησιάζηται, ἅτε ἀγαθός, ἅπαγε, καὶ τῆς διαθέσεως ταύτης πόρρω γενοῦ· ἀλλ᾽ ὅταν τῷ λογισμῷ τῆς ἀφάτου φιλανθρωπίας καὶ ἀγάπης καὶ ἀνεξικακίας τοῦ Θεοῦ, εἰς τὰς θείας ἐλπίδας πτερωθῇ· προσεύχου τοίνυν μετὰ πεπαρρησιασμένου τοῦ ἤθους ἐν ταπεινῷ τῷ φρονήματι, ἐλπίσι τρεφόμενος χρησταῖς, ἐν τῷ Θεῷ κατὰ τὰ προκείμενα, ὥσπερ εἴρηται· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Δεῖ σε ἀεὶ ἐπιμελῶς μετιέναι τὰ τὸ σῶμα κατευνάζοντα, καὶ τὸν νοῦν λυτρούμενα τῆς ὀχλήσεως· τὰ δέ ἐστι, σύμμετρος ἐδωδή, πόσις ἐλαφρά, ὕπνος βραχύς, στάσις κατὰ δύναμιν, κλίσις γονάτων κατ᾽ ἐφικτόν, ἐν σχήματι ταπεινῷ· ἔνδυμα εὐτελές, λόγος ὀλιγοστός, ἀναγκαῖος, χαμευνία καὶ τ᾽ ἄλλα ὅσα τὸ σῶμα δαμάζει μερικῶς· μετὰ δὲ τούτων μετιέναι χρή, ὅσα διυπνίζει τὸν νοῦν, καὶ πρὸς Θεοῦ προσκολλήσεις συνεργεῖ, τὰ δέ ἐστιν ἀνάγνωσις τῶν ἱερῶν γραφῶν, καὶ τῶν εἰς αὐτὰς Ἁγίων ἐξηγητῶν· καὶ αὕτη δὲ σύμμετρος· ψαλμῳδία εὐσύνετος, μελέτη τῶν ἐν ταῖς γραφαῖς λεγομένων, καὶ τῶν ἐν τῇ κτίσει θεωρουμένων θαυμάτων, καὶ προσευχὴ διὰ στόματος, ἕως ἂν ταύτην ἀπὸ καρδίας ἡ ἁγία χάρις κινήσῃ τοῦ πνεύματος ἐναργῶς· τότε γὰρ ἑτέρα ἑορτή, καὶ ἄλλης καιρὸς πανηγύρεως· οὐκ ἀπὸ στόματος λαλουμένης, ἀλλ᾽ ἀπὸ καρδίας ἐνεργουμένης ἐν πνεύματι· τὰ τοιαῦτα δὲ νῦν οὕτω μετέρχου· κλῖνον τὸ γόνυ, ὁσάκις ἂν δύναις, καὶ οὕτω καθεσθεὶς προσεύχου· ἀκηδιάσας ἀπὸ τοῦ προσεύχεσθαι, ἐλθὲ εἰς ἀνάγνωσιν· καθὼς εἴρηται· καὶ πάλιν ἐπάνηκε εἰς τὸ προσεύχεσθαι, καὶ αὖθις ἀκηδιάσας ἀπὸ τοῦ προσεύχεσθαι, πρὸς ψαλμωδίαν διεγέρθητι μερικήν· καὶ οὕτως ἐσαῦθις ἐπάνελθε εἰς τὸ προσεύχεσθαι· καὶ ἔτι ἀκηδιάσας, ἐν τῇ προειρημένη μελέτῃ γενοῦ συμμέτρως, καὶ οὕτω πάλιν ἔχου τῆς προσευχῆς· καὶ ἐργοχείρῳ δὲ βραχεῖ χρῶ, τῆς ἀκηδίας ἐμποδίῳ, ὡς παρὰ τῶν Πατέρων ἀκήκοας ἅγιε· ἐν πάσῃ σου ἀεὶ τῇ κατὰ Θεὸν ἐργασίᾳ, ἀπὸ πρωὶ ἕως πρωὶ προηγείσθω τὸ προσεύχεσθαι· διὰ γὰρ τὴν πρὸς προσευχὴν ἀκηδίαν, τὰ ἕτερα ἄλλα, ἃ εἴρηται, μετερχόμενα· ἐπεὶ ὁπηνίκα τὸ ἔλεος τῇ ψυχῇ παραγένηται, καὶ βλύσει ἀπὸ καρδίας ὥσπερ ἀπὸ πηγῆς τινος τὴν προσευχὴν ἡ χάρις τοῦ πνεύματος, τὸ τηνικάδε μόνῃ τῇ προσευχῇ, καὶ τῇ θεωρίᾳ προσασχολεῖται ὁ νοῦς ἁπάντων ἀφιστὰς ἑαυτὸν καὶ μόνῃ τῇ προσευχῇ καὶ τῇ θεωρίᾳ τρυφᾷ εἰς τὸν τῆς θείας ἀγάπης Παράδεισον.
Πάντων τῶν ἀγαθῶν ἔργων ἔχει τὸ κράτος ἡ προσευχή, τῆς μετανοίας τὸ δάκρυον αὕτη γεννᾷ· εἰς τὴν εἰρήνην τῶν λογισμῶν ἄκρως συμβάλλεται, μόνον Θεὸν τὴν ἄκραν εἰρήνην ἐπειγομένη λογίζεσθαι· τῆς τοῦ Θεοῦ ἀγάπης· αὕτη γεννήγτρια· τὸ λογιστικὸν τῆς ψυχῆς αὕτη μόνη καθαίρει, Θεὸν φανταζομένη τὸν γεννήτορα τῆς καὶ τῶν Ἀγγέλων καθάρσεως· τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς πρὸς Θεὸν καθαρὸν ἀποσώζει· προσκειμένη γὰρ καὶ διαλεγομένη Θεῷ, τῷ ἀπείρως καὶ ὑπερφυῶς ἀγαθῷ καὶ καλῷ πεφυκότως τὴν ἐπιθυμίαν πᾶσαν προσκολλᾷ τῷ Θεῷ· θυμὸν δὲ τοσοῦτον πραύνει, ὅσον ὑποπίπτει, καὶ δεῖται καὶ παρακαλεῖ τὸν Θεόν· καὶ ταπεινοῖ τὴν ψυχὴν διὰ τῆς πρὸς Θεὸν προσπτώσεως· οὐδεὶς γὰρ δεόμενος καὶ παρακαλῶν ἀταπείνωτον, ἢ θυμῶδες φέρει τὸ φρόνημα· διὰ τοῦτο συνελόντα εἰπεῖν πάσας δυνάμεις ψυχῆς, καὶ πάσας ἐνεργείας, πρακτικάς τε καὶ νοερὰς ἡ ὁσία προσευχὴ καθαίρει καὶ ἀνορθοῖ· καὶ μάλιστα προσλαβομένη μεθ᾽ ἑαυτῆς καὶ θεωρίαν Θεοῦ, καὶ τὸν ἑπόμενον θεῖον ἔρωτα ἐν ἡσύχῳ διαίτῃ καὶ ἀγωγῇ κατὰ τὰ πρὶν εἰρημένα. Ἐξ οὖ δὲ τόπου τῆς καρδίας ἐκρεῖ τὸ δάκρυον, ἐκεῖ νοείτω καὶ ὁράτω ὁ λογισμός σου νόθων ἐντός σου, ἀοχλήτως δι᾽ εἰσπνοῆς ῥινὸς ἐν τῷ προσεύχεσθαι· καὶ παραμενέτω, ὅσον δυνατόν, ἐκεῖ· λίαν γὰρ ὠφέλιμον, καὶ τῶν συνέχων καὶ πολλῶν δακρύων ἐπαγωγόν, καὶ αἰχμαλωσίας νοὸς ἀναιρετικόν, καὶ εἰρήνης περιποιητικὸν νοερᾶς, καὶ προσευχῆς ἀφορμή, καὶ εἰς εὕρεσιν προσευχῆς καρδιακῆς, σὺν Θεῷ, συνεργόν, χάριτι τοῦ ζωοποιοῦ Πνεύματος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Δεῖ σε εἰδέναι, ὁ θεωρός, καὶ τῶν μυστικῶν ἐπόπτης καὶ τρυφητής, ὅτι ὥσπερ δύω, Θεὸς καὶ ἄνθρωπος, οὕτως ἐξ ἑπομένου καὶ δύω, τῷ, εἴτε γένει θέλεις εἰπεῖν, εἴτ᾽ οὔν εἴδει, τάτε πένθη, καὶ ἀκολούθως τὰ δάκρυα· διενηνόχασι δὲ ἑκάτερον τοῦ ἑκατέρου πολλῷ τῷ μεταξύ, εἰ καὶ ἀμφότερα καλὰ καὶ θεόσδοτα, καὶ τῆς θείας εὐμενείας, καὶ τῆς κατ᾽ αὐτὴν κληρονομίας πρόξενα· τὰ μὲν γὰρ ἔχει θεῖον φόβον τὴν ἀρχὴν καὶ τὸν πενθικόν· τὰ δὲ θείαν ἀγάπην καὶ τὸν Θεόν· καὶ τὰ μὲν οὐ τοσοῦτον εὐφραίνει, τὰ δὲ καὶ εὐφραίνει πολλὰ καὶ ἐξαίσια· τὰ πρῶτα μὲν ἀρχαρίων, τὰ δὲ ἀφικνουμένων εἰς τελειότητα διὰ τῆς χάριτος.
Πέντε ἐργασίαι ἡσυχίας, εἰσί· προσευχή, ἤτοι μνήμη τοῦ Ἰησοῦ διηνεκὴς εἰσαγομένη διὰ πνοῆς ἐν τῇ καρδίᾳ δίχα τῆς οἱασοῦν ἐννοίας, ἥτις δι᾽ ἐγκρατείας περιεκτικῆς γαστρὸς λέγω καὶ ὕπνου καὶ τῶν ἄλλων αἰσθήσεων ἔνδον τοῦ κελλίου σὺν ταπεινώσει κατορθοῦται· ψαλμωδία μερική, ἀνάγνωσις ὁμοίως ἐκ τῶν θείων Εὐαγγελίων καὶ τῶν θείων Πατέρων καὶ τῶν περὶ προσευχῆς κεφαλαίων, μάλιστα τοῦ Νέου Θεολόγου καὶ Ἡσυχίου καὶ Νικηφόρου, μελέτη κρίσεως Θεοῦ, ἢ μνήμης θανάτου καὶ τῶν ὁμοίων καὶ μικρὸν ἐργόχειρον καὶ πάλιν ἐπανακάμπτειν εἰς προσευχήν, κἂν βίαν ἔχῃ τὸ πρᾶγμα, ἕως οὖ ἐθίσῃ ὁ νοῦς, τὸν ῥεμβασμὸν ἀποτίθεσθαι ἑαυτοῦ τῇ πρὸς Κύριον μνήμῃ καὶ τῇ εἰς τὸν τῆς καρδίας πόνον συνεχῆ ἐπινεύσει· αὕτη ἡ ἐργασία τῶν ἀρχαρίων Μοναχῶν τῶν θελόντων ἡσυχάσαι. Ὁ τοίνυν τοιοῦτος, ὀφείλει μὴ συνεχῶς ἐξέρχεσθαι τῆς κέλλης· ὁμιλίας τε καὶ θεωρίας ἀπέχεσθαι πάντων, εἰμὴ διὰ πολλὴν ἀνάγκην· καὶ τότε μετὰ προσοχῆς καὶ ἀσφαλείας καὶ σπανίως· ὅτι μὴ μόνον ἀρχαρίοις, ἀλλὰ καὶ αὐτοῖς τοῖς προκόπτουσιν ἤδη, σκορπισμὸν τὰ τοιαῦτα προξενεῖ.
Ἡ σὺν προσοχῇ γινομένη αὕτη προσευχὴ χωρὶς ἐννοίας δηλονότι τινος· διὰ μὲν τοῦ, Κύριε Ἰησοῦ Χριστὲ Υἱὲ τοῦ Θεοῦ, πρὸς αὐτὸν ἀύλως καὶ ἀλαλήτως παντάπασι μνημονευόμενον Κύριον ὁ νοῦς ἀνατείνεται· διὰ δὲ τοῦ, ἐλέησόν με, πρὸς ἑαυτόν, μὴ ἀγάπην δὲ προκόψας διὰ πείρας ἑνικῶς πρὸς ἀνεχόμενος ἑαυτοῦ μὴ ὑπερεύχεσθαι· πρὸς αὐτὸν τὸν Κύριον ἀνατείνεται· τοῦ δευτέρου πληροφορίαν λαβών· διὸ οὐκ ἀεὶ τὴν εὐχὴν ὁλόκληρον οἱ Πατέρες παραδιδόντες φαίνονται· ἀλλ᾽ ὁ μὲν ὁλόκληρον, ὡς ὁ Χρυσόστομος, ὁ δὲ τὸν Κύριον Ἰησοῦν, ὡς ὁ Παῦλος προστιθεὶς ἐν Πνεύματι Ἁγίῳ· τουτέστιν, ὅταν ἐνέργειαν Πνεύματος Ἀγίου ἡ καρδία δέξηται, δι᾽ ἧς καὶ προσεύχεται, ὅπερ ἐστι τῶν προκοψάντων, εἰ καὶ μὴ τελεέως ἀκμήν· ὅπερ ἐστὶν ὁ φωτισμός· ὁ δὲ τῆς Κλίμακος φησίν· Ἰησοῦ ὀνόματι μάστιζε πολεμίους· καὶ Ἰησοῦ μνήμη, κολληθείτω τῇ πνοῇ σου· καὶ οὐδὲν ἕτερον προστίθησιν, ἔξεστι δὲ καὶ τοῖς ἀρχαρίοις ποτὲ μέν, ὅλοις τοῖς τῆς προσευχῆς ῥήμασι, ποτὲ δὲ ἐν μέρει ταύτης προσεύχεσθαι κατὰ νοῦν ὡς εἴρηται· μὴ μέν τοι συνεχῶς ἐναλλάττειν, ἵνα μὴ ἐκ τούτου μερισμὸν πάσχῃ· ἐκ τοῦ προσμένειν τῇ εἰρημένῃ μεθόδῳ τῆς καθαρᾶς προσευχῆς· εἰ καὶ μὴ καθαρῶς ἄλλως δηλονότι διὰ τὰς ἐμποδὼν ταύτῃ γινομένας προσλήψεις καὶ τοὺς λογισμούς· ἔρχεται ὃ ἀγωνιζόμενος ἐν ἕξει τοῦ ἀβιάστως προσεύχεσθαι, τῷ προσμένειν ἐν τῇ καρδίᾳ τὸν νοῦν, καὶ μὴ βιαίως διὰ τῆς εἰσπνοῆς εἰσάγεσθαι, καὶ αὖθις εὐθὺς ἀποπηδᾶν· ἀλλ᾽ αὐτὸν παρ᾽ ἑαυτῷ προσμένειν ταύτῃ καὶ προσεύχεσθαι καὶ τοῦτό ἐστι καὶ ὀνομάζεται προσευχὴ καρδιακή. Προηγεῖται δὲ ταύτης θέρμη τις ἐν τῇ καρδίᾳ, ἥτις ἀποσοβεῖ τα ἐμποδίζοντα τὴν προτέραν καθαρὰν τελείως ἐκτελεῖσθαι προσευχήν· καὶ οὕτως ὁ νοῦς προσμένων, ἀκωλύτως ἐν καρδίᾳ εὔχεται· ἐν δὲ τῇ τοιαύτῃ θέρμῃ τε καὶ προσευχῇ, ἡ πρὸς τὸν μνημονευόμενον Κύριον Ἰησοῦν ἀγάπη, ἐν καρδίᾳ τίκτεται, ἐξ ἧς καὶ δάκρυον γλυκερόν, ὅτι πλεῖστον προρρεῖ πόθου τοῦ μνημονευομένου Ἰησοῦ.
ἵν᾽ οὖν τις ἀξιωθείη τούτων, καὶ τῶν μετὰ ταῦτα πάντων· ἃ νῦν λέγειν οὐ καιρός· σπεύδειν χρὴ, καθάπερ εἴρηται· τὸν Θεοῦ φόβον ἔχειν πρὸ ὀφθαλμῶν, μετὰ τῆς μνήμης τοῦ Ἰησοῦ, ἔνδον ἐν καρδίᾳ, καὶ οὐχ ἁπλῶς ἐκτὸς, ἵν οὕτως ἐκκλίνῃ ραδίως οὐ τῶν ἔργων τῶν πονηρῶν μόνον, ἀλλὰ καὶ τῶν ἐμπαθῶν λογισμῶν, καὶ εἰς προκοτὴν ἔλθῃ, τοῦ πληροφορίαν ἐντεῦθεν σχεῖν τῆς πρὸς αὐτὸν ἀγάπης τοῦ Θεοῦ· μόνον αὐτὸς μὴ ζητείτω τὴν ἐμφάνειαν αὐτοῦ· ἵνα μὴ δέξηται τὸν σκότος ὄντα καὶ φῶς εἶναι ὑποκρινόμενον· ὅταν γὰρ ὁ νοῦς αὐτοῦ μὴ ζητοῦντος, φῶς ὁρᾷ μὴ παραδεχέσθω, μήτε μὴν καταργείτω τοῦτο· ἀλλ᾽ ἐρωτάτω τὸν ἔχοντα δύναμιν διδάξαι καὶ τὸ ἀληθὲς μανθανέτω, καὶ εἰ μὲν εύρῃ τὸν διδάξοντα οὐ καθὼς μόνον ἀπὸ τῆς θείας γραφῆς ἔγνω· ἀλλὰ καὶ αὐτὸς ἐκεῖνος μακαρίως ἔπαθε τὸν φωτισμόν, τῷ Θεῷ χάρις· εἰδ᾽ οὖν κρεῖσσον τὸ μὴ παραδέξασθαι· ἀλλ᾽ ἐν ταπεινώσει πρὸς τὸν Θεὸν καταφυγεῖν· ἀνάξιον ἑαυτὸν ἀποκαλῶν τῆς τοιαύτης θεωρίας, καθὼς καὶ τοῦτο παρὰ τῶν Πατέρων ἐδιδάχθημεν ἔργῳ, εἰ γὰρ καὶ ἐν ἄλλοις αὐτῶν συγγράμμασι τὰ σημεῖα τοῦ ἀπλανοῦς καὶ τοῦ τῆς πλάνης φωτισμοῦ φασιν, ἀλλ᾽ ὥσπερ τὰ προειρημένα πάντα διὰ ζώσης φωνῆς ἤκουσας, οὕτω δὴ καὶ περὶ τούτου κατὰ καιρὸν ἀκοῦσαι· νῦν γὰρ οὐ καιρός· τοῦτο δὲ νῦν μᾶλλον μετὰ τῶν ἄλλων, καὶ πρὸ τῶν ἄλλων δεῖ μαθεῖν· ὅτι ὥσπερ ὁ τοξεύειν μαθεῖν θέλων, οὐκ ἄνευ σημείου τὸ τόξον τείνει, οὕτως ὁ ἡσυχᾶσαι μαθεῖν ἐθέλων, τὸ ἀεὶ πρᾶος εἶναι τὴν καρδίαν, ὡς σημεῖον ἐχέτω· μηδέποτε ἐν μηδενὶ ταράττων, ἢ ταραττόμενος· εἰ μήπου περὶ εὐσεβείας ὁ λόγος· τοῦτο δὲ εὐκόλως ἂν κατορθωθείη, πάντων ἐκκλίνων ἅμα, καὶ τὰ πλεῖστα σιωπῶν· εἰ δέ τι καὶ συμβαίῃ ποτὲ, μετανοεῖν εὐθὺς καὶ ἑαυτοῦ καταμέμφεσθαι, καὶ εἰς τὸ ἑξῆς προσέχειν, ἵν᾽ ἡσύχως τε καὶ μετὰ καθαροῦ συνειδότος τὸν Ἰησοῦν ἀρχὴν βαλὼν ἐπικαλεῖσθαι, ὡς ἔφημεν, τὴν αὐτοῦ θείαν χάριν, ὁδῷ προβαίνων ἀναπαυομένην ἕξῃ τῇ ψυχῇ· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἀναπαύουσαν τὴν ψυχὴν τελέως ἐκ τῶν πρώην ὀχλούντων αὐτῇ δαιμόνων καὶ παθῶν καὶ ἀρρήτῳ εὐφροσύνῃ εὐφραίνουσαν αὐτήν· εἰ γὰρ καὶ ἐνοχλοῦσιν· αὖθις, ἀλλ᾽ οὐκ ἐνεργοῦσιν, ὅτι μὴ πρόσκειται αὐτοῖς μηδὲ ποθεῖ τὴν ἐκ τούτων ἡδονήν· ὅλος γὰρ ὁ πόθος τοῦ τοιούτου πρὸς τὸν Κύριον τὸν δόντα αὐτοῦ τὴν χάριν, ἀνατέταται· πολεμεῖται δὲ λοιπὸν παραχωυρήσει, ἀλλ᾽ οὐκ ἐγκαταλείψει· διατί; ἵνα μὴ ὑψωθῇ ὁ νοῦς αὐτοῦ, δι᾽ ὅπερ εὖρεν ἀγαθόν· ἀλλὰ πολεμούμενος προσλαμβάνει ταπείνωσιν ἀεί· δι᾽ ἧς μόνης οὐ μόνον νικᾶ τοὺς ὑπερηφάνους πολεμοῦντας ἀλλὰ καὶ δωρεῶν· ἀεὶ μειζόνων ἀξιοῦται· τῶν ἀξιωθείημεν καὶ ἡμεῖς οὕτω παρὰ Χριστοῦ, τοῦ ταπεινώσαντος ἑαυτὸν ὑπὲρ ἡμῶν καὶ τοῖς τοιούτοις ταπεινοῖς τὴν χάριν αὐτοῦ παρέχοντος πλουσίως· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.