Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2
From the Holy Fathers, 36. Ἐκλογὴ ἀπὸ τῶν Ἁγίων Πατέρων περὶ προσευχῆς, καὶ προσοχῆς.
ΕΚΛΟΓΗ
ΑΠΟ ΤΩΝ
ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ
ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ ΚΑΙ ΠΡΟΣΟΧΗΣ.
Πᾶσα ἡ σπουδὴ τοῦ ἀσκητοῦ ἔστω, ὅπως μὴ τὸ ὑψηλὸν τῆς ψυχῆς διὰ τῆς ἐπαναστάσεως τῶν ἡδονῶν ταπεινωθῇ· πῶς γὰρ ἂν ἔτι δύνηται πρὸς τὸ συγγενὲς νοητὸν φῶς, ἐλευθέρῳ ἀναβλέψαι τῷ ὄμματι, ἡ προσηλωθεῖσα κάτω ψυχὴ τῇ ἡδονῇ τῆς σαρκός; διὸ χρὴ πρόγε πάντων, τὴν ἐγκράτειαν ἀσκεῖν, ἀσφαλῆ φρουρὸν τῆς σωφροσύνης τυγχάνουσαν, καὶ τὸν ἡγεμόνα νοῦν μὴ συγχωρεῖν μελετᾶν ἐν λογισμοῖς ἀκαθάρτοις· ἀναγκαία οὖν ἡ ἐπιμέλεια τοῦ ἔσω ἀνθρώπου, ὡς ἀμετεώριστον εἶναι τὸν νοῦν, καὶ ὥσπερ προσηλοῦσθαι τῷ σκοπῷ τῆς τοῦ Θεοῦ δόξης, ἵνα φύγωμεν τὸ κρίμα τοῦ Κυρίου εἰπόντος· οὐαὶ ὑμῖν, ὅτι ὅμοιοί ἐστε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας· οὕτω· καὶ ὑμεῖς, ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαισι, ἔσωθεν δὲ μιεστοί ἔστε ὑποκρίσεως καὶ ἀνομίας· διὰ τοῦτο ἀγῶνος χρεία μεγάλου καὶ τούτου νομίμου, κατά τε καρδίαν, καὶ λόγον καὶ πρᾶξιν, ἵνα μὴ εἰς κενὸν δεξώμεθα τὴν χάριν τοῦ Θεοῦ· ἀλλ᾽ ὥσπερ ὁ κηρὸς τῇ γλυφῇ μορφωθεὶς, οὕτω καὶ ἡμεῖς τῇ διδασκαλίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μορφωθῶμεν τὸν ἔσω ἄνθρωπον, πληροῦντες τὸ ὑπὸ Παύλου εἰρημένον πρακτικῶς· φησὶ γάρ, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον, σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν· παλαιὸν δὲ ἄνθρωπον ὀνομάζει, πάντα ὁμοῦ τὰ κατὰ μέρος ἁμαρτήματα, καὶ μολύσματα συμμορφούμενα τὸν ἔσω ἄνθρωπον, φησίν, ἐν καινότητι ζωῆς μέχρι θανάτου, ἵνα ἄξιοι γενώμεθα μετὰ ἀληθείας εἰπεῖν· ζῶ δὲ οὐκ ἔτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός πολλῆς οὖν ἐπιμελείας καὶ φροντίδος ἐπαγρύπνει χρεία· μήπως παρά τι τῶν εἰρημένων τὴν ἐντολὴν ἐργασώμενοι, μὴ μόνον· τοῦ τοιούτου καὶ τοσούτου μισθοῦ ἐκπέσωμεν, ἀλλὰ καὶ ταῖς οὕτω φοβεραῖς ἀπειλαῖς ὑποπέσωμεν· ὅταν δὲ ὁ διάβολος ἐπιβουλεύειν ἐπιχειρῇ, καὶ μετὰ πολλῆς τῆς σφοδρότητος, ὥσπερ τινα θέλῃ πεπυρωμένα, τοὺς παρ᾽ ἑαυτοῦ λογισμοὺς ἐνίησιν ἡσυχαζούσῃ καὶ ἠρεμούσῃ τῇ ψυχῇ, καὶ ταύτην αἰφνιδίως ἐμπιπρᾷ, καὶ χρονίας καὶ δυσεκλύτους τὰς μνήμας τῶν ἅπαξ ἐμβληθέντων ἐργάζηται, τηνικαῦτα νήψει, καὶ προσεχείᾳ συντονωτέρα τὰς τοιαύτας ἐπιβουλὰς ὑπεξίστασθαι δεῖ· καθάπερ ἀθλητοῦ τινος ἀκριβεστάτῃ φυλακῇ καὶ τάχει σώματος, τὰς βουλὰς τῶν ἀντιπάλων ἐκτρεπομένου· καὶ τὸ πὰν τῇ προσευχῇ καὶ ἐπικλήσει τῆς ἄνωθεν συμμαχίας διδόναι, τὴν τοῦ πολέμου καθαίρεσιν, καὶ τὴν τῶν τοξεμμάτων ἀποτροπήν· τοῦτο γὰρ ἡμᾶς ὁ Παῦλος ἐδίδαξε λέγων· ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως καὶ τὰ ἑξῆς· ὅταν οὖν ἡ ψυχὴ τὸ πυκνόν, καὶ σύντονον τῆς διανοίας ὑποχαλάσασα, μνήμας τὰς παρατυχούσας, καὶ τῶν τυχόντων ἀναφέρῃ πραγμάτων, τηνικαῦτα ὁ λογισμὸς ἀπαιδεύτως, καὶ ἀνεπιστημόνως πρὸς τὰ μνημονευθέντα τῶν πραγμάτων φερόμενος, τούτοις ἐπιπλέον ἐνασχολούμενος, πλάνους ἐκ πλάνων μεταμείβει μακρούς, καὶ εἰς αἰσχρότητας πολλάκις, καὶ ἀτοπίας ἐννοιῶν καταστρέφει τὸ τελευταῖον· ἀλλὰ τὴν μὲν τοιαύτην ὀλιγωρίαν τῆς ψυχῆς, καὶ διάστασιν, πυκνοτέρα καὶ ἐπιστρεφεστέρᾳ τῇ τῆς διανοίας ἐπιτάσει διορθοῦσθαι δεῖ καὶ ἐπανάγειν, καὶ τῇ πρὸς τὸ παρὸν ἀεὶ περὶ τὰ καλὰ διασκέψει προσασχολεῖν· ὁ γὰρ ἀκριβὴς φιλόσοφος φροντιστήριον ἔχων τὸ σῶμα, καὶ καταγώγιον τῆς ψυχῆς ἀσφαλές, κἂν ἐπ᾽ ἀγορᾶς τύχῃ, κἂν ἐν πανηγύρει, κὰν ἐν ὄρει, κἂν ἐν ἀγρῷ, κἂν μεταξὺ πλήθους πολλοῦ, ἐν τῷ φυσικῷ Μοναστηρίῳ καθίδρυται ἔνδον συνάγων τὸν νοῦν, καὶ φιλοσοφῶν τὰ αὐτῷ πρέποντα· δυνατὸν γὰρ καὶ οἶκοι καθήμενον τὸν ῥάθυμον, ἔξω περιπλανᾶσθαι τοῖς λογισμοῖς, καὶ τὸν ἐπὶ τῆς ἀγορᾶς ὄντα, νήφοντα, δέ, ὡς ἐπ᾽ ἐρημίας εἶναι, πρὸς ἑαυτόν τε, καὶ πρὸς τὸν Θεὸν μόνον ἐπιστρεφέμενον, καὶ οὐ δεχόμενον ταῖς αἰσθήσεσι τοὺς ἐκ τῶν αἰσθητῶν τῇ ψυχῇ θορύβους· προσπίπτοντας· δεῖ οὖν τὸν προσιόντα τῷ Σώματι καὶ τῷ Αἵματι τοῦ Χριστοῦ εἰς ἀνάμνησιν αὐτοῦ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος, καὶ ἐγερθέντος, μὴ μόνον καθαρεύειν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἵνα μὴ εἰς κρίμα φάγῃ καὶ πίῃ· ἀλλὰ καὶ ἐναργῶς δεικνύειν τὴν γνώμην τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος, τῷ μὴ μόνον καθαρεύειν ἀπὸ πάσης ἁμαρτίας, ἀλλὰ νεκροῦσθαι μὲν τῇ ἁμαρτίᾳ, καὶ τῷ κόσμῳ, καὶ ἑαυτῷ ζῇν δὲ τῷ Θεῷ.
Τῶν πονηρῶν λογισμῶν· οἱ μέν, οὐδόλως ἡμῶν ἐπιβαίνουσι τῆς ψυχῆς, ἂν πολλῇ περιφράξωμεν ἑαυτοὺς ἀσφαλείᾳ· οἱ δέ, τίκτονται μὲν ἔνδον ῥαθυμησάντων ἡμῶν καὶ βλαστάνουσιν· ἂν δὲ προληφθῶσιν ἀποπνίγονται ταχέως καὶ καταχώνυνται· ἄλλοι, καὶ τίκτονται καὶ αὐξάνονται καὶ πρὸς τὰς πονηρὰς ἐμβαίνουσι πράξεις, καὶ πᾶσαν ἡμῶν ὑγείαν τῆς ψυχῆς διαφθείρουσιν, ὅταν ἐν πολλῇ γενώμεθα ῥαθυμίᾳ. Τὸ μὲν οὖν μακάριον, τὸ μηδόλως δέξασθαι πονηρὸν λογισμόν ἐστι· τὸ δὲ μετ᾽ ἐκεῖνα· ἐπεισελθόντας τοὺς λογισμούς, ταχέως ἀπώσασθαι, καὶ μὴ συγχωρῆσαι ἐνδιατρίψαι πλέον, ὥστε μὴ πονηρὰν ἡμῖν ἐργάσασθαι τὴν νομήν· εἰ δὲ καὶ μέχρι τούτου ῥαθυμήσωμεν, ἔστι, διὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, καὶ τῆς ῥαθυμίας ταύτης παραμυθία, καὶ πολλὰ παρὰ τῆς ἀγαθότητος ἐκείνης τῆς ἀφάτου τοῖς τοιούτοις τραύμασι κατεσκευάσθη τὰ φάρμακα· παρακαλῶ σε οὖν, ἐν ὅσῳ εἰ ἐν τῷ σώματι, μὴ ἀπολύσῃς σου τὴν καρδίαν· ὥσπερ γὰρ ὁ γεωργὸς οὐ δύναται πεποιθέναι ἐπί τινι αὐτοῦ καρπῷ, ἀνερχομένῳ ἐν τῷ ἀγρῷ αὐτοῦ· οὐ γὰρ οἶδε τί αὐτῷ ἀποβαίνει, πρὶν ἐγκλεισθῆναι ἐν τοῖς θησαυροῖς αὐτοῦ· οὕτως ἄνθρωπος οὐ δύναται ἀπολύσαι αὐτοῦ τὴν καρδίαν, ἐφόσον ἔχει πνοὴν ἐν τῇ ῥινὶ αὐτοῦ· καὶ ὥσπερ ἄνθρωπος οὐκ οἶδε ποῖον πάθος ἀπαντήσει αὐτῷ, ἕως ἐσχάτης αὐτοῦ ἀναπνοῆς, οὕτως οὐ δυνατὸν τῷ Μοναχῷ ἀπολύσαι αὐτοῦ τὴν καρδίαν, ἐν ὅσῳ ἔχει ἀναπνοήν· ἀλλὰ χρὴ αὐτὸν ἀναβοᾶν πάντοτε πρὸς τὸν Θεὸν, διὰ τὴν βασιλείαν αὐτοῦ, καὶ τὸ ἕλεος· εἰδὼς οὖν ἀκριβῶς ὁπονηρός, ὅτι μέγιστα δυνήσεται ἀνῦσαι ὁ ἀπερισπάστῳ τῷ Θεῷ προσευχόμενος, σπεύδει τίνι τρόπῳ εὐλόγῳ, ἢ ἀλόγῳ ῥέμβειν τὸν νοῦν· ἀλλ᾽ ἡμεῖς τοῦτο ἐπιστάμενοι, ἀντιστρατευσώμεθα τῷ ἡμετέρῳ ἐχθρῷ· καὶ ὅταν στῶμεν εἰς εὐχήν, καὶ γόνατα κλίνωμεν, μηδένα παντάπασι λογισμὸν εἰς τὴν καρδίαν συγχωρήσωμεν εἰσελθεῖν, μὴ λευκόν, μὴ μέλανα, μὴ δεξιόν, μὴ ἀριστερόν, μὴ γραφικόν, ἢ ἄγραφον πλὴν τῆς πρὸς Θεὸν ἱκεσίας, καὶ τῆς ἐκ τοῦ οὐρανοῦ ἐγγινομένης τῷ ἡγεμονικῷ ἐλλάμψεως, καὶ ἡλιοβολίας Πολλοῦ ἀγῶνος, καὶ χρόνου χρεία ἐν ταῖς προσευχαῖς, ὅπως εὕρωμεν τὴν ἀπαρενόγλητον τῆς διανοίας κατάστασιν, ἕτερόν τινα ἐγκάρδιον οὐρανόν, ἔνθα οἰκεῖ ὁ Χριστός· ὡς φησὶν ὁ Ἀπόστολος· ἢ οὐκ ἐπιγνώσκετε ὅτι Χριστὸς οἰκεῖ ἐν ἡμῖν; εἴ τις βούλοιτο ἰδεῖν τὴν τοῦ νοῦ κατάστασιν, τηρησάτω ἑαυτὸν ἐκ πάντων τῶν νοημάτων, καὶ τότε ὄψεται ἑαυτὸν ὁ νοῦς σαπφείρῳ οὐρανίῳ χρώματι παρεμφερῆ· οὐκ ἂν ἴδῃ ὁ νοῦς τὸν τοῦ Θεοῦ τόπον ἐν ἑαυτῷ, μὴ πάντων τῶν ἐν τοῖς πράγμασι νοημάτων ὑψηλότερος γεγονώς. οὐ γενήσεται δὲ ὑψηλότερος, μὴ τὰ πάθη ἀπιεκδυσάμενος, τὰ συνδεσμοῦντα αὐτὸν διὰ τῶν νοημάτων τοῖς πράγμασι τοῖς αἰσθητοῖς· καὶ τὰ μὲν πάθη ἀπωθήσεται διὰ τῶν ἀρετῶν· τοὺς δὲ ψιλοὺς λογισμοὺς διὰ τῆς πνευματικῆς θεωρίας· καὶ ταύτην πάλιν, ἐπιφανέντος αὐτοῦ τοῦ φωτός.