Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2
Kallistos Kataphygiotes, 37. Σύντομος βιογραφία
ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ
ΚΑΛΛΙΣΤΟΥ
ΚΑΤΑΦΥΓΙΩΤΟΥ
Κάλλιστος ὁ Ὁσιώτατος Πατὴρ ἡμῶν ὁ καὶ Καταφυγιώτης ἐπικαλούμενος (ἴσως τῆς ἐπικλήσεως ταύτης ἔτυχεν ἀπὸ Ἐκκλησίας τινὸς τῆς Θεοτόκου, Καταφυγῆς οὑτωσὶ ἐπικεκλημένης) τίς τε ἦν καὶ τίνα ἔσχε πατρίδα, καὶ ποῦ τὸν ἀναχωρητικὸν διήνυσε βίον, οὐδὲν τούτων παρὰ τῶν ἱστοριῶν μεμαθήκαμεν· ὅσον δὲ ἀπὸ τῶν παρόντων αὐτοῦ κεφαλαίων τεκμηριώσασθαι, ἀνὴρ ἦν τῳόντι περί τε τὴν ἔξω καὶ τὴν ἔσω παιδείαν φιλοσοφώτατος, καὶ μάλιστα πρὸς θεωριῶν ὕψος καὶ βάθος, μῆκος τε καὶ πλάτος νοητόν, εἴπέρ τις ἄλλος, διαβατικώτατος· ἐπὶ τοσοῦτον γὰρ ὁ μακάριος πρὸς τὸ ὑπερκόσμιον τῆς Τριαδικῆς ὑπερουσιότητος ἀπόκρυφον ἓν ἀνετείνετο συνεργίᾳ τῆς χάριτος, καὶ οὕτως ἐπὶ τὴν τοῦ Θεοῦ ἐποψίαν, καὶ ἄμεσον ἕνωσιν καὶ νοερὰν σιγήν, καὶ ὑπεράγνωστον ἀγνωσίαν πάντων ἁπαξαπλῶς ἀπολελυμένος ἀνηνέχθη δι᾽ ὑπερβολὴν καθαρότητος, ὡς Ἄγγελον ἄλλον ἀληθῶς, καὶ Θεὸν κατὰ χάριν ἐπὶ γῆς φαίνεσθαι· τινὲς μὲν οὖν αὐτὸν ἔφησαν Κάλλιστον εἶναι τὸν Ξανθόπουλον τὸν τῆς Κωνσταντίνου Πατριαρχεύσαντα, τὸν τὰ ἑκατόν, φημί, ἕτερα κεφάλαια συγγραψάμενον, δυσὶ τεκμῃρίοις χρώμενοι· ἐκεῖνα μὲν γάρ, φασι, τὰ πολλὰ περὶ πρακτικῆς διειλήφασι, ταῦτα δὲ περὶ θεωρίας μόνης καὶ βίου θεωρητικοῦ· πράξεως δὲ καὶ θεωρίας συνημμένων ἀλλήλαις οὐσῶν, ἔδει κατὰ τὸ εἰκὸς ἕνα γε εἶναι καὶ τὸν περὶ τούτων διερμηνεύοντα· πρὸς δέ, ὅτι καὶ πολλὰ τῶν ἐκείνοις, ταῦτα καὶ τοῖς παροῦσιν ἐμφέρεται, ὅσα γε εἰς ἐπιβολὴν νοός, καὶ παραδοχὴν ἥκει, καὶ θείαν ἕνωσιν, καὶ καρδιακὴν ἐνέργειαν καὶ φωτισμόν· οἱ δέ, ἕτερον· ἐκείνου τοῦτόν φασι διὰ τὸ παρηλλαγμένον ὕφος τῆς ἑκατέρων φράσεως· ἡμεῖς δὲ μᾶλλον τοῖς προτέροις συνενέσαι δεῖν ἔγνωμεν· μηδὲν τὴν τοῦ ὕφους δεδοικότες ἐναλλαγήν· δυνατὸν γάρ ἐστι καὶ μάλ᾽ εὔπορον τοῖς σοφοῖς καταλλήλως ταῖς ὑποθέσεσιν ἁρμόζειν καὶ τὰ τῆς φράσεως, καὶ ταπεινῶς μὲν τὰ ταπεινά, ὑψηλῶς δὲ καὶ μεγαληγόρως ἐκφράζειν τὰ ὑψηλά. Τοῦτο δὲ ἀληθῶς ἀνιαρόν, ὅτι εἰς ἑκατοντάδα που, ὡς ἐξ εἰκασμοῦ, τῶν κεφαλαίων πληθυνομένων, καὶ τῶν ὅσα δὴ πώποτε περὶ θεωρητικοῦ διειλήφασι βίου, ὑψηλοτάτων γε ὄντων, ὡς ἐμὲ εἰδέναι, καὶ τελεωτάτων τοῖς τε νοήμασι, καὶ τῷ μεγαληγόρῳ τῆς φράσεως, καὶ τῇ ἄλλῃ καλλιεπίᾳ, ναὶ μὴν καὶ ταῖς τῶν συλλογισμῶν ἀνάγκαις, μόνα τὰ παρόντα κατὰ τὸ εἰς ἡμετέρας χεῖρας ἐλθὸν πρωτότυπον διεσώζοντο.