Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2
Kallistos Kataphygiotes, Ἐκ τῶν τοῦ Καλλίστου Καταφυγιώτου συλλογιστικῶν, καὶ ὑψηλοτάτων…
ΕΚ ΤΩΝ ΤΟΥ
ΚΑΛΛΙΣΤΟΥ
ΚΑΤΑΦΥΓΙΩΤΟΥ
ΣΥΛΛΟΓΙΣΤΙΚΩΝ ΚΑΙ ΥΨΗΛΟΤΑΤΩΝ
ΚΕΦΑΛΑΙΩΝ ΤΑ ΣΩΖΟΜΕΝΑ
ΠΕΡΙ ΘΕΙΑΣ ΕΝΩΣΕΩΣ ΚΑΙ ΒΙΟΥ ΘΕΩΡΗΤΙΚΟΥ
Ἐκ τοῦ πεφυκότος πᾶν ζῶν τῇ κρίττονι πεφυκυίᾳ αὐτοῦ ἐνεργείᾳ, καὶ ἀναπαύσεως μεταλαγχάνει καὶ ἡδονῆς ἐφαμίλλου· καὶ ταύτῃ καὶ χαίρει, καὶ προσπαθεῖ διὰ ταῦτα· οὐκοῦν καὶ ὁ ἄνθρωπος ἅτε νοῦν ἔχων, καὶ τὸ νοεῖν πεφυκότως ζωήν· μάλιστα ἥδεται, καὶ ἀναπαύσεως ἐν μετοχῇ γίγνεται γιγνομένῃ, ὁπηνίκα τὰ κρείττω νοῇ, καὶ τά, εἴτε ἀγαθά τις θέλει λέγειν, εἴτε καλά, περὶ ἑαυτοῦ· ὃ γίγνεται ἀληθῶς, τὸν Θεὸν ἔχων εἰς νοῦν, καὶ τὰς ἀρετὰς αὐτοῦ λογιζόμενος, ἄκρου γε ὄντως καὶ ὑπὲρ νοῦν νοητοῦ, καὶ ἄκρως ἀγαπῶντος, καὶ ὑπὲρ νοῦν τὸν ἄνθρωπον, καὶ ἄκρα γέρα, καὶ ὑπὲρ νοῦν ἀγαθὰ καὶ καλὰ τοῖς ἑαυτοῦ ἑτοιμάζοντος· καὶ ταῦτ᾽ αἰωνίως ταμάλιστα.
Εἰ πᾶσα γέννησις προσεοικέναι ποιεῖ τῷ γεννῶντι τὸ γενηθέν, ὡς ἔφη, ὁ Κύριος, ὅτι τὸ γεγεννημένον ἐκ τῆς σαρκός, σάρξ ἐστι· καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, Πνεῦμα· εἰ τοίνυν Πνεῦμα ὁ ἐκ τοῦ Πνεύματος γεγεννημένος, δῆλον ὅτι καὶ Θεὸς ἔσται, κατὰ τὸ γεννῆσαν Πνεῦμα, ἐπεὶ καὶ Θεὸς ἀληθινὸς τὸ Πνεῦμα, ὑφ᾽ οὗ κατὰ χάριν γεγέννηται ὁ τοῦ Πνεύματος μέτοχος· εἰ δὲ Θεὸς ὁ τοιοῦτος, καὶ θεωρητικὸς περιφανῶς εἴηγ᾽ ἂν κατὰ τὸ εἰκός· ἐκ τοῦ θεωρεῖν καὶ γὰρ εἴρηται Θεὸς ὁ Θεός· ὥστ᾽ ἄρα ὁ μὴ θεωρῶν, ἢ τῆς πνευματικῆς γεννήσεως καὶ μετοχῆς οὐκ ἐπέτυχεν οὔπω, ἢ ἐπιτυχὴς αὐτῆς γεγονώς, μύει ἐξ ἀμαθείας τὴν ὀπτικὴν αὐτοῦ δύναμιν, καὶ τὰς νοητὰς περὶ τὸν νοητὸν τῆς δικαιοσύνης ἥλιον θείας ἀκτῖνας ἀποστρέφεται ἀπαιδεύτως· καὶ θεωτικῆς δυνάμεως μέτοχος γεγονώς, τὴν ἐνέργειαν ταύτης στέρεται δυστυχῶς, καὶ πρὸς ἁγιωσύνην καίτοι γε ἀνατεινόμενος.
Πάντα τὰ ὄντα ἐκ τοῦ πεποιηκότως αὐτὰ κατὰ λόγον τὴν σφῶν αὐτῶν εἴληφε κίνησιν, καὶ τὸ φυσικὸν ἴδιον· ὅθεν ἀκολούθως καὶ ὁ νοῦς· ἀλλ᾽ ἡ τοῦ νοῦ κίνησις ἔχει τὸ ἀεί· τὸ δ᾽ ἀεὶ ἄπειρον, καὶ ἀόριστον· παρὰ τὴν ἰδίαν ἄρα ἀξίαν καὶ τὸ πεφυκὸς κυρίως αὐτῷ, ἔσται κινουμένῳ πεπερασμένως, ἢ ὡρισμένως· τοῦτο δὲ πείσεται, εἴπερ ἐν πεπερασμένοις κινοῖτο, καὶ ὡρισμένοις· οὐ γάρ ἐστιν, εἶναι μὲν τὸ πρᾶγμα πεπερασμένον καὶ ὡρισμένον, ἡ δ᾽ ἐπ᾽ αὐτό, ἢ περὶ αὐτὸ κίνησις τοῦ νοῦ προϊέναι ἐπ᾽ ἄπειρον· δεῖται δὴ ἄρα τὸ τοῦ νοὸς ἀεικίνητον γιγνομένως ἀπείρου καὶ ἀορίστου τινός, πρὸς ὃ κατὰ λόγον καὶ τὸ σφέτεραν πεφυκός, εἴηγ᾽ ἂν κινούμενον· ἀλλὰ μὴν ἄπειρον, καὶ τῳόντι ἀόριστον ἔστιν οὐδέν, πλὴν τοῦ Θεοῦ, φύσει καὶ κυρίως ὄντος ἑνός· πρὸς ἄρα τὸ κυρίως ἄπειρον ἓν, τὸν Θεόν, ἀνατετᾶσθαι, καὶ ἀφορᾶν, καὶ κινεῖσθαι τὸν νοῦν χρή· τοῦτο γὰρ κυρίως πέφυκεν αὐτῷ.
Ἄπειρά ἐστι, καὶ ἀόριστα τὰ περὶ Θεὸν θεωρούμενα· ἀλλ᾽ ὅμως οὐδ᾽ ἐν τούτοις τέλεον χαίρειν ἔχει ὁ νοῦς ζητῶν τὸν ἐξ οὖ ἐπεὶ καὶ γὰρ τῷ ὁμοίῳ ἑαυτοῦ ἕκαστον πεφυκότως χαίρει· εἷς ὢν ὁ νοῦς τὴν φύσιν, εἰ καὶ πολλὰ ταῖς νοήσεσιν, ἀνατεινόμενος, καὶ οἷον κινούμενος πρὸς Θεόν, τὸν ἕνα τὴν φύσιν, καὶ πολλὰ τὴν ἐνέργειαν, ἀνένδεκτον χαίρειν ὁλοχερῶς, πρὶν ἂν ἐν τῷ πεφυκότως ἀορίστῳ ἑνὶ διὰ πνεύματος γένοιτο, ἀπὸ τῶν πολλῶν ὥσπερ διαβάς· ἐν μόνῳ ἄρα ὁ νοῦς τῷ Θεῷ πεφυκότως χαίρειν ἔχει ὁλοχερῶς· ἀλλαμὴν τῶν ὄντων, ἕκαστον μάλιστα τῷ ἰδίῳ χαίρει φυσικῷ· φυσικόν ἔστιν ἴδιον ἄρα τῷ νῷ καὶ μάλιστά γε, τὸ ἐν τῷ Θεῷ μόνῳ τῷ ἁπλῶς, καὶ ἀορίστως ἑνί, καὶ κινεῖσθαι, καὶ ἀνατείνεσθαι, καὶ γίνεσθαι, καὶ χαίρειν ὁλοσχερῶς·
Πᾶσα οἱουδή τινος κτιστοῦ κίνησις καὶ δὴ καὶ αὐτοῦ νοῦ, πρὸς στάσιν καὶ ἡρεμίαν γιγνομένως σπεύδει, καὶ ἀφορᾷ καὶ τὸ στῆναι γενέσθαι, καὶ ἡρεμῆσαι κατ᾽ αὐτήν, καὶ τέλος, καὶ ἐξ ἐφαμίλλου ἀνάπαυσις τῷ κτιστῷ· ἀλλαμὴν ὅγε νοῦς εἷς ὢν τῶν κτιστῶν, ἐν κτιστοῖς στάσεως, καὶ ἡρεμίας μετειληχέναι κινούμενος οὐ δεδύνηται· τοῦ γάρ τοι κτιστοῦ κατάλληλα δεδεγμένου τὸ πεπεράνθαι, ἅτε ἠργμένου, τὸ τοῦ νοὸς σὺν δίκῃ ἀεικίνητον ἀπολειφθείηγ ἄν, καὶ ἐξακολούθου ζητήσῃ, οὗ κινηθήσεται· καὶ ἥκιστα τοπαράπαν ἕξει τὸ ἡρεμεῖν, ἢ τοῦ ἰδίου τέλους ἐπιτυχεῖν· ἢ τὸ ἀεικίνητον οὐχ᾽ ἕξει μεθ᾽ ἑαυτοῦ κατὰ τὰ προκείμενα, τοῖς ὡρισμένοις καὶ πεπερασμένοις συμπεριληφθείς· ὅπερ πόρρω τοῦ κατὰ νοῦν φυσικοῦ, περιφανῶς ἀεικινήτου τυγχάνοντος· οὐκ ἄρα ἐστὶν εἰκὸς εὑρηκέναι τὸ ἥρεμον, ἢ στῆναι νοῦν ἐνδήπου κτιστοῖς γινόμενον· ποῦ τοίνυν χρήσαιτ᾽ ἂν ὁ νοῦς τῷ ἑαυτοῦ ἰδικῷ, τῷ διὰ κινήσεως ἵστασθαι δηλαδή, καὶ οὕτως ἠρεμεῖν καὶ εἰρήνην ἄγειν, καὶ ἀναπαύλης δεδέχθαι αἴσθησιν ἀσφαλῶς, εἰ μὴ ἔν γε ἀκτίστῳ, καὶ ἀπεριγράφῳ γένοιτο; τοῦτό δε ἐστιν ὁ Θεὸς κυρίως, καὶ ὑπερκοσμίως ἓν ὢν· ἐν ἄρα τουτωὶ τῷ ἑνί, καὶ ἀπεριγράπτῳ γενέσθαι διὰ κινήσεως τὸν νοῦν δεῖ, ὡς ἂν τὴν σφετέραν φυσικὴν ἡρεμίαν ἐξευρηκότα, ἐν ἀναπαύσει τῇ νοερᾷ κατὰ τὸ εἰκός· στάσις γὰρ διὰ πνεύματος ἐκεῖ, καὶ ξενότροπος ἀνάπαυσις, καὶ πάντων πέρας τὸ ἄπειρον καὶ κίνησις ἐν τῷ ἑνὶ γινομένῳ ἐκείνῳ οὐκ ἀπολείπεται οὐδαμῶς παντὶ νῷ, τὸ ἀόριστον καὶ ἀπέραντον πεφθακότι, τό τε ἀπερίγραπτον, ἀνείδεον, καὶ ἀσχημάτιστον, καὶ ἀπολύτως ἁπλοῦν· τοιοῦτο γὰρ τὸ εἰρημένον ἓν, τουτέστιν ὁ Θεός.
Εἰ ποιεῖ, κατὰ τὸν Δαβίδ, τοὺς Ἀγγέλους αὐτοῦ ὁ Θεὸς πνεύματα· καὶ οὓς δὲ τῶν ἀνθρώπων γεννᾷ τὸ Πνεῦμα, πνεῦμα αὐτοὺς ποιεῖ, ὡς ὁ Κύριος εἴρηκεν· Ἄγγελος ἄρα χρηματίζει ὁ γεγενημένος ἄνθρωπος ἐκ τοῦ ἐναργεῖ πνεύματος μετοχῇ αὐτοῦ· ἀλλὰ μὴν Ἀγγέλων ἔργον τὸ διὰ παντὸς θεωρεῖν τὸ πρόσωπον τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν οὐρανοῖς, ὡς καὶ τοῦτο εἶπεν ὁ Κύριος· οὐκοῦν καὶ ὁ Πνεύματος Ἁγίου περιφανὴς μέτοχος, χρὴ θεωρεῖν ἀνατεινόμενος, ὡς εἰκός, τὸ πρόσωπον τοῦ Θεοῦ· διὸ διδάσκει δήπουθεν καὶ ὁ Δαβίδ, ζητήσατε τὸν Κύριον, λέγων, καὶ κραταιώθητε· ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός· οὐκ ἄρα τηρεῖ τὸ εἰκὸς καὶ γιγνόμενον, ὁ μέτοχος γεγονὼς τοῦ Ἁγίου, καὶ ζωοποιοῦ, καὶ φωτιστικοῦ, καὶ ἐρωτοεργοῦ Πνεύματος, καὶ εἰς πεῖραν τῆς ἀρρήτου ἥκων γεννήσεως τῆς ἐκ τοῦ Πνεύματος καὶ εἰς ἀξίαν Ἀγγέλου ἀναδεδραμηκώς, ἔτεισθ᾽ οὕτω διὰ περιττὴν εὐλάβειαν μύειν ποιῶν τὴν πρὸς Θεὸν νοερὰν αἴσθησιν αὐτοῦ, καὶ μὴ ἐθέλειν πρὸς Θεὸν ἀνατείνεσθαι, καὶ τὰ θεῖα· καὶ ταῦτα τοῦ Σωτῆρος ἐπιτάττοντος μεῖναι ἐν αὐτῷ, ἐπεὶ καὶ αὐτὸς μένει ἐν ἡμῖν· καὶ τοῦ Δαβὶδ φάσκοντος· προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε· καὶ ἀληθῶς εἴγε μέλλοιμεν ποιεῖν τὰ δέοντα καὶ ἑπόμενα, ἐν τῷ τοῦ Θεοῦ Πατρὸς φωτί, λέγω δὲ τὸ Πνεῦμα τὸ Ἅγιον· ὀψόμεθα φῶς τὰ περὶ τὸν Θεόν, τουτέστι τὴν θείαν ἀλήθειαν· εἰ μή πως ἀνεπιστημόνως πρὸς τὰς θείας ἀκτῖνας μὴ ἐπιστρέφειν αἱρούμεθα.
Τρισὶ τρόποις ἐπιβαίνει ὁ νοῦς τῇ τοῦ Θεοῦ θεωρίᾳ· αὐτοκινήτως· ἑτεροκινήτως· καὶ μεταξὺ τούτων· καὶ ὁ μὲν αὐτοκίνητος τρόπος ὑπὸ τῆς φύσεως τοῦ νοῦ μόνον τελεῖται, θελήσει τῇ ἑαυτοῦ διὰ φαντασίας χρώμενος· οὗ πέρας ἡ τῶν περὶ Θεὸν θεωρία· ἃ καὶ Ἑλλήνων ἀμηγέπη ἐφαντάσθησαν παῖδες· ὁ δ᾽ ἕτερός ἐστιν ὑπερφυὴς θελήσει, καὶ φωτισμῷ μόνου Θεοῦ γιγνόμενος· ὅθεν καὶ ὑπὸ τὴν θείαν κατοχὴν τότε ὅλως εὑρίσκεται, καὶ εἰς θείας ἀποκαλύψεις ἁρπάζεται, καὶ ἀπορρήτων γεύεται τοῦ Θεοῦ μυστηρίων, καὶ μελλόντων ἐκβάσεις ὁρᾷ· ὁ δὲ μεταξὺ τουτωνὶ τρόπος, τοῖς δυσὶν ἐν μέρει συνάπτεται· τῇ μὲν γὰρ θελήσει καὶ φαντασίᾳ ἰδίᾳ ἐργάζεται τῷ αὐτοκινήτῳ σύμφωνος δείκνυται· τῷ ἑτεροκινήτῳ δὲ κοινωνεῖ, ἐφ᾽ ὅσον ὑπὸ τῆς θείας ἑνοῦται πρὸς ἑαυτὸν ἐλλάμψεως, καὶ ἀρρήτως ὁρᾷ τὸν Θεὸν ἐπέκεινα τῆς ἑαυτοῦ νοερᾶς ἑνώσεως· πάντων γὰρ τῶν περὶ Θεὸν ὁρωμένων, καὶ λεγομένων ἔξω γίνεται τηνικάδε, οὔτε ἀγαθαρχίαν ἢ θέωσιν, οὔτε σοφίαν ἢ δυναμοποιὸν κράτος, ἢ πρόνοιαν, ἢ ἄλλοτι τῶν θείων ὁρῶν· ἔμπλεως καθιστάμενος ἐς ταμάλιστα νοεροῦ φωτός, καὶ μέν γε χαρᾶς ἐνεργουμένης ὑπὸ θείου πυρὸς ἀγάπῃ συγκιρναμένου.
Νοῦς τῇ ἰδίᾳ φαντασίᾳ πρὸς τὸ θεωρεῖν τὰ ἀόρατα χρώμενος, πίστει ὁδηγεῖται· ἐλλαμπόμενος δ᾽ ὑπὸ τῆς χάριτος, τῇ ἐλπίδι βεβαιοῦται· ὑπὸ δὲ τοῦ θείου φωτὸς ἁρπαζόμενος, ταμεῖον ἀγάπης γίνεται ἀνθρώπων, καὶ πολλῷ γε μᾶλλον τοῦ Θεοῦ· οὕτως ἡ τρισσὴ τοῦ νοῦ τάξις καὶ κίνησις, ἐν πίστει, καὶ ἐλπίδι, καὶ ἀγάπῃ, τελεία καὶ θεοποιός, βέβαιός τε καὶ ἀκλινὴς γίνεται· καὶ ταύτην πεφθακὼς τὴν εὐρυχωρίαν τῆς ἀκροπόλεως, ὡς ἄν τις εἴποι· εἰς τὸ τῆς ἀγάπης φρούριον ἑαυτὸν ἠσφαλίσατο· ὅθεν ἐστίν, ἃ λέγεται παρὰ τοῦ Παύλου· ἡ ἀγάπη πάντα στέργει, πάντα ὑπομένει, διὰ τὸ τῆς πίστεως καὶ ἐλπίδος ἀγαθόν· ἡ ἀγάπη, φησίν, οὐδέποτε ἐκπίπτει, διὰ τὴν πρὸς Θεὸν αὐτῆς ἔμπυρον ἕνωσιν, καὶ συνάφειαν ἄρρητον.
Ἐν οὐδενὶ κτιστῷ ἐξαίρετόν ἐστι τὸ ἕν· διενηνοχέναι, μὲν γὰρ ἕκαστον ἑκάστου κατά τινα τρόπον ἰδιότητος, οὐκ ἄπεστιν εἰδέναι· ᾗ δὲ κτιστά, ἕκαστον ἑκάστου οὐ διενήνοχεν ἠργμένον τε, καὶ πεπερασμένον, καὶ ὑπὸ φύσιν τελοῦν, καὶ οὐκ ὃν κυρίως ἁπλοῦν ἕν· μόνον γὰρ ἓν τῳόντι ἐστὶ τὸ ἄκτιστον, ὡς ἁπλοῦν, ὡς ἄναρχον, ὡς ἀτελεύτητον καὶ ἀόριστον, καὶ διὰ τοῦτο ἄπειρον, ὅπέρ ἐστιν ὁ Θεός· πρὸς ὅ, εἴγε ὁ νοῦς ὁρώῃ μετὰ μετοχῆς τοῦ πνεύματος, καὶ ῥοπῆς τοῦ ζωοποιοῦ, ὅσαι ἡμέραι τὴν αὐτῷ προσήκουσαν αὔξην δέχεται, ἡνωμένος καὶ ἡπλωμένος, καὶ θεουργικῆς ἐχόμενος καταστάσεως· καί γε σφόδρα συνῆκε σαφῶς, ὅτι τοῦ ἑνὸς πλήν, καὶ τῆς πρὸς αὐτὸ ἐν πνεύματι ἀποβλέψεως, νοῦν βέλτιον ἕξειν ἀμήχανον· τοῦτο μὲν, ὅτι ὁ νοῦς ἐσκέδασται, τῷ πολυσχιδεῖ κόσμῳ, καὶ τοῖς πάθεσιν ὑπενδούς, καὶ δεῖται ἀκολούθως ὑπερκοσμίου δυνάμεως, καὶ ἑπομένως ὑπερφυοῦς ἑνὸς εἰς ἀπόβλεψιν, ἵν᾽ οὕτω τῶν μεριστῶν ἁρπαγείς, ἔξω γένηται τῶν παθῶν, καὶ τῆς διαιρέσεως, καὶ οὕτω τύχοι ἂν τοῦ θεοειδοῦς· διά τοι τοῦτο καὶ ὁ Κύριος παράκλησιν ποιεῖται πρὸς τὸν Πατέρα, ἵν᾽ ὦμεν ἓν οἱ πιστοὶ ἐν τῷ Πατρί, καὶ αὐτῷ Υἱῷ, διὰ Πνεύματος· καὶ οὕτως ἕν, ὡς αὐτοὶ εἰσὶν ἕν· (μὴ κακοδόξως δηλονότι ὡς Σαβέλλιος εἶπε τὸ ἕν.) ὡς ἂν ὦμεν, ᾗ χρή, τετελειωμένοι, καὶ χάριτι ἑνίζοντος Πνεύματος, καὶ θεωρίᾳ ἑνοειδεῖ· ἐν ἑνὶ τῷ Θεῷ· τοῦτο ἡμῖν ἐκφανῶς ἡ ὄντως βελτίωσις· καὶ τοῦτο τέλος, καὶ ἀληθής, καὶ μόνη ἀνάπαυσις· διὰ τοῦτο καὶ ἡ φθονερά, καὶ μισάνθρωπος δαιμονικὴ συμμορία, εἰς πολλῶν Θεῶν, ὡς οὐκ ὄφελε, σέβας διασκορπίσασα, ἐν πλάνῃ ὑπέσπειρε τὸ τοῦ νοὸς ἑνιαῖον, καὶ οὐκ ἀφῆκε τοῦτ᾽ ἔχειν τὴν τοῦ ὑπερκοσμίου φαντασίαν ἑνός· ὅπως ἂν τῇ ἐν πολλοῖς λατρείᾳ, ἀποβλέψειτε, καὶ διαιρέσει, παρὰ τὴν ἑαυτοῦ φύσιν ἀναπείσασα κινεῖσθαι τὸν νοῦν, παντοίων παθῶν ἐπιθυμητὴν ἀναδείξῃ καὶ ψεύδους, ἀντὶ τῆς ἀληθείας, καὶ τῆς ἀρετῆς· ἐντεῦθεν τὸ Πνεῦμα παραινεῖ διὰ τοῦ Προφήτου τὸ Ἅγιον· προσέλθετε πρὸς αὐτόν, λέγον, τὸν ἕνα δηλαδή, καὶ φωτίσθητε· καὶ ἔτι ἀλλαχοῦ· ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ, οὐκ ἔστιν ἄλλος Θεός· καὶ πάλιν· ἄκουε Ἰσραήλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστίν· οὐ γάρ τοι τὸ τρισυπόστατον τῆς μιᾶς θεότητος τὴν μίαν διαιρεῖ κυριότητα, ἀλλὰ καὶ τρία ἐστὶν ἀκριβῶς τὰ πρόσωπα, καὶ αὖθις οὐδὲν ἦττον ἓν τῇ γε οὐσίᾳ, καὶ δυνάμει, θελήσει τε καὶ ἐνεργείᾳ, καὶ τοῖς ἄλλοις οὐσιώδεσιν ἀγαθοῖς· τὸ ἄρα λατρεύειν τῷ τοῦ Θεοῦ ἑνιαίῳ, καὶ ἀποσκοπεῖν, καὶ συνάγεσθαι, ὅση δύναμις, πρὸς αὐτὸ ἀπὸ τῶν πολλῶν, θέλημα Θεοῦ, καὶ νοὸς βελτίωσις, ὡς ἀληθείας εὕρημα, καὶ θείου ἔρωτος, καὶ ἑπομένως θεώσεως γέννημα.
Εἰ τὸ μὲν ψεῦδός ἐστι πολυσχιδές, ἓν δὲ ἡ ἀλήθεια, ἄρ᾽ ὁ ἐν Πνεύματι πρὸς τὸ ἓν ἀνατεινόμενος νοῦς, τὸ ὑπερκόσμιον· τὸ ἔξοχον τῶν πάντων· τό, ἐξ οὗ τὰ πολλά, πρὸς αὐτὴν τὴν ἀλήθειαν ἀνατείνεται. Ἀλλαμὴν οὐ δύναται γενέσθαι ὁ νοῦς ἐλεύθερος ἀπὸ τῶν παθῶν, εἰ μήτι ἡ ἀλήθεια ἐλευθερώσῃ αὐτόν, ἄρα ὁ νοῦς παθῶν ἐλεύθερος ἀποκαθίσταται, νενευκὼς καὶ ἀνατεινόμενος ἑνὶ τῷ τρόπῳ πρὸς τὸ ὑπερκόσμιον ἕν. Προσήχει δὲ ἡ ἐλευθερία τῷ νῷ πρὸς ἀπάθειαν, καὶ θεοειδῆ κατάστασιν, καὶ υἱοθεσίαν πνευματικὴν τὰ μάλιστα, οὐδαμῶς ἡ δουλεία· δι᾽ ὅ,τι ὁ δοῦλός, φησιν, οὐκ οἶδε τί ποιεῖ ὁ κύριος αὐτοῦ, εἰδ᾽ ἡ ἄγνοια τοῦ δούλου ἐστί, φανερὸν ὅτι ὁ ἐλευθερίας μετειληχώς, οἶδε τὰ τοῦ Πατρὸς μυστήρια· καὶ ἀναβεβηχέναι ἐξ ἐφαμίλλου γέγονεν αὐτῷ ἐπὶ τὸ τῆς υἱοθεσίας εὖ καὶ καλῶς ἀξίωμα, ὡς γὰρ τὸ μὴ εἰδέναι τοῦ εἰδέναι ἐναντίον περιφανῶς· οὕτω δήπουθεν καὶ ἡ δούλου τάξις, ἐναντίως ἔχει πρὸς τὴν υἱϊκὴν ἐκφανῶς· καὶ εἰ ὁ μὴ εἰδώς, δοῦλος, ὁ εἰδώς, οὔμενον δοῦλος, ἀλλ᾽ ἐλεύθερος, ἢ ἵν᾽ εἴπω, Υἱός· τὸ Πνεῦμα καὶ γὰρ τῆς ἀληθείας ἐλευθεροῦν γιγνομένως, τοῦτ᾽ αὐτὸ υἱοθετεῖ τῷ Θεῷ, τοὺς ἐν οἷς ἂν γένοιτο. Ὅσοι γάρ, φησι, Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν Υἱοὶ Θεοῦ· εἰ τοίνυν τὸ πρὸς τὸ ὑπερούσιον ἓν ἀφορᾶν, τῆς ἀληθείας εἰναί ἐστιν, ἡ δὲ ἀλήθεια· τὴν ἐλευθερίαν, τῷ νῷ χορηγεῖ, ἡ δ᾽ ἐλευθερία, υἱοθεσίας θείας σημεῖον ἐναργές τοῦδε δὲ τοῦ δώρου τῆς υἱοθεσίας, οὔτε μεῖζον οὐδέν, οὔτε μὴν φύσει λογικῇ μᾶλλον προσῆκον ἕτερον· λίαν λελογισμένον, καὶ σφόδρα τῶν ἀναγκαίων ἂν εἴη ἄρα τὸ ἀνατετᾶσθαι καὶ ἀφορᾶν καὶ συνάγεσθαι πνευματοφορήτως τὸν νοῦν, ὅσηγε δύναμις, πρὸς τὸ ὑπερκόσμιον ἓν, τουτέστι τὸν Θεόν.
Κύριος, φησι τὸ Πνεῦμα τὸ Ἅγιον, ὁ Θεός σου, Κύριος εἷς ἐστίν· οὕτω τοι φροντὶς τῇ θειότητι τοῦ Πνεύματος ἀνάγειν τὸν νοῦν πρὸς τὸ ὑπερκόσμιον ἕν· καὶ μὲν δή, οὐχὶ τὸ ἓν κηρύττειν, τὴν δὲ τοῦ νοὸς ἐπιστροφὴν καὶ ἀπόβλεψιν ἀποστέργειν θεμιτόν ἐστι λέγειν· ὁ γὰρ τὸ Ἅγιον λέγει Πνεῦμα τοῦτο νοεῖσθαι βούλεται· ὃ δὲ νοεῖται, πρὸς τοῦτο καὶ τὸν νοῦν ἐπιστρέφεσθαι· ἀπούσης γὰρ τῆς τοῦ νοῦ στροφῆς πρὸς τὸ νοητόν, καὶ ὃ νοήσειεν ἂν ὁ νοῦς, ἄπεστι· καὶ ἔσται ἐξ ἀνάγκης τὴν ἄλλως εἰρημένον τὸ τοῦ ἑνιαίου κήρυγμα, καὶ δι᾽ αὐτὸ καὶ ἡ πίστις· εἰ δὲ τοῦτο ἄτοπον, τὸ μὴ διανοεῖσθαι ἄρα τὸ ἓν ἐπιστρεφόμενον τὸν νοῦν πρὸς αὐτό, καὶ ἀνατεινόμενον, ἄτοπον.
Εἰ φύσις τοῖς αἰτιατοῖς καὶ μάλιστα λογικοῖς πρὸς τὸ αἴτιον ἀνατετᾶσθαι, καὶ ἀφορᾶν ἐπιστρεπτικῶς· ἐξ αἰτίας δὲ πάντα παρῆκται τοῦ Θεοῦ, ἐξ οὗ καὶ ὁ νοῦς· ὁ δὲ Θεὸς ἐστὶ τὸ κορυφαῖον, καὶ ἁπλῶς ἕν· φύσις ἄρα τῷ νῷ πρὸς τὸ κορυφαῖον καὶ ἁπλῶς ἓν, ὡς πρὸς αἴτιον ἐπιστρεφομένῳ, ἀνατετᾶσθαι καὶ ἀφορᾶν.
Εἰ ἐξ αὐτοῦ, καὶ δι᾽ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα, ἔστι δὲ καὶ ὁ νοῦς τῶν ἁπάντων ἓν, ἄρα ἐξ αὐτοῦ, καὶ δι᾽ αὐτοῦ καὶ οὑτοσί, καὶ μάλιστα προσεχέστερόν γε ἐξ αὐτοῦ, καὶ δι᾽ αὐτοῦ αὐτὸς διὰ τὸ θεοείκελον· οὐκοῦν καὶ μᾶλλον οὗτος ἀφορᾶν ὀφείλει γ᾽ εἰς αὐτόν· τὸ δὲ εἰς αὐτὸν λεγόμενον, εἰς τὴν τοῦ ὑπερκοσμίου ἑνὸς χρῆναι ἔμφασιν ἐπιστρεπτικῶς ἀφορᾶν δηλοῖ· εἰς τὸ ἓν ἄρα ὁ νοῦς ὀφείλει ἀφορᾶν.
Ἐξ ἑνὸς προΐασι τὰ πολλά, οὐκ ἔτι δέ, ἐκ τῶν πολλῶν τὸ ἕν. Ἀλλὰ μὴν ἡ κτίσις ἔστι τὰ πολλά, οὐκοῦν ἐξ ἑνὸς ἡ κτίσις ἐναργῶς· ἔστι δὲ καὶ ὑπὲρ τὴν κτίσιν, ὡς κτίστης καὶ δημιουργὸς ἐκεῖνο τὸ ἕν· ὁ ἄρα τὴν κτίσιν ὡς δεῖ θεωρῶν, ἐξ ἀνάγκης πρὸς τὸ ὑπερκόσμιον ἓν ἕξει τὸ ἑαυτοῦ τῆς θεωρίας συμπέρασμα· ἐπείπερ καὶ ἔνεστι τοῖς αἰτιατοῖς πάμπολλα τοῦ αἰτίου ὡσανεὶ ἀπηχήματα, δι᾽ ὧν γνωρίζεται ὁ τέχνῃ καὶ σοφίᾳ δυνάμει τε καὶ ἀγαθότητι προνοητικῶς τὰ πάντα παραγαγὼν ὡς ἠθέλησε· διὰ τοῦτο καὶ Ἡσαΐας, ἐν τῷ Πνεύματι, ἐπάρατέ, φησι, τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα· τὰ μὲν ταῦτα πάντα διὰ τὰ πολλὰ εἰρηκὼς αἰτιατά, τὸ δὲ τίς, πρὸς τὸν ἐξ οὗ ταῦτα· (ὅπερ ἐστιν ἁπλῶς κατὰ φύσιν ἓν) ἀνάγων τὸν νοῦν.
Συνάγεται καὶ ἡ κτίσις εἰς ἓν, ἀλλὰ σύνθετον καὶ πολυμερὲς καὶ οὐκ ἄναρχον, ἅτε κτιστόν· τὸ δὲ κτίζον ἕν, οὐ μόνον ἕν ὡς πολλῶν καὶ διαφόρων συμφωνίας εἰς μίαν σύμπνοιαν τοῦ παντὸς καὶ σκοπὸν ποιητικόν· ἀλλ᾽ ἤδη καὶ ἄκτιστον ὡς προκαταρκτικὸν αἴτιον, ἀνιὼν ἐπὶ τὸ κατόπιν ὁ νοῦς, ἀνάγκη καταντῆσαι ἐπί τι ἓν ἀρκτικόν τε καὶ τακτικὸν τῆς δὲ τῆς φαινομένης τῶν ὄντων τάξεως καὶ γενέσεως, ἁρμονίας τε καὶ συμπνοίας τῆς εἰς τὸ ἕν· ἢ, εἰμὴ τοῦτο, ἐπ᾽ ἄπειρον προΐῃ ἂν, ὅπερ ἄτοπον· πᾶν γὰρ τὸ κινούμενον καὶ γιγνόμενον, ἔστιν ὅτ᾽ οὐκ ἦν· καὶ μὴ ὂν ἤρξατο· εἰ δ᾽ ἤρξατο καὶ κεκίνηται· τί τὸ κινῆσαν ζητεῖν δεῖ καὶ εἰς γένεσιν ἀγαγόν· ὅπερ ἔσται ἂν καὶ ἀκίνητον; ἐφ᾽ ὅσον ἐστι κινοῦν· εἰ γὰρ οὔ, τί τὸ κινοῦν τὸ μὴ ὑπὸ ἑτέραν ἀρχὴν τελοῦν, ἐπείτοιγε ἄναρχον; εἰδ᾽ ἀκίνητον, ἄτρεπτον· εἰδ᾽ ἄρα τοῦτο, πάντως καὶ ἁπλοῦν ἵνα μὴ σύνθετον ὂν τραπείη ὅγε, ἄτρεπτον ἡμῖν ἐκπέφανται· σύνθεσις γάρ, ἀρχὴ στάσεως· ἡ δὲ λύσεως, τὸ τῆς κινήσεως ἔσχατον· οὔκουν τοίνυν ἐκεῖ σύνθεσις, ἵνα μὴ καὶ στάσις· οὐδὲ στάσις, ἵνα μὴ καὶ λύσις, οὐδέ γε λύσις, ἵνα μὴ καὶ τροπή, καὶ κίνησις περὶ τὸν ἄτρεπτον ἀποφανθείη καὶ ἀκίνητον, ὡς κινοῦν, οὐ κινούμενον, καὶ εἰς γένεσιν ἄγον, οὐχὶ γενόμενον, ἢ γινόμενον· εἰ ἄρα ἄτρεπτον καὶ ἀκίνητον, ἐξ ἀνάγκης ἀσύνθετον, καὶ διὰ τοῦτο ἁπλούστατον, καὶ ἀπολύτως ἓν ὑπερκόσμιον· πρὸς ὅπερ ὁ ἀνατεινόμενος νοῦς, τῶν πάντων πάντα τρόπον ἔξω καθίσταται, διὰ τὴν πρὸς τὸ ὑπέρκαλον ἣν ἔχει ἀπόβλεψιν καὶ τὴν ἔφεσιν περὶ τὸ ὑπὲρ πᾶν· μᾶλλον δὲ περὶ τὸ ἐξ οὗ τὸ πᾶν, καὶ εἰς ὃ τὰ πάντα φυσικῶς ἀνατείνεται· τούτου δὲ γινομένου κατὰ λόγον προσήκοντα, καὶ παθῶν ἔξω γίνεται· ὁ γὰρ ὑπεράνω καὶ τῶν ὑπερκάλων ὑπερεκτεινόμενος καὶ γιγνόμενος, σχολῇ γ᾽ ἂν γένοιτο ἐναπομεῖναι τῷ αἴσχει τῶν παθῶν. Διὰ τοῦτο αὐτῷ μόνῳ λατρεύσεις, τῷ ἑνὶ δηλονότι, ὁ Ἱερός φησι Νόμος· πρὸς ἄρα τὸ κορυφαῖον ἓν ἀναπετᾶσθαι δεῖ, εἰ μέλλοιμεν καὶ τὸν τοῦ Θεοῦ Νόμον πληροῦν, καὶ ὑπεράνω παθῶν εὑρίσκεσθαι.
Κύριος φησι, μόνος ἦγεν αὐτούς, καὶ οὐκ ἦν μετ᾽ αὐτῶν Θεὸς ἀλλότριος· ὁρᾷς τοῦ ἑνιαίου καὶ μόνου τὴν δύναμιν, πῶς οὐκ ἦν μετ᾽ αὐτῶν Θεὸς ἀλλότριος, ἐφ᾽ ὅσον μόνος αὐτοὺς ἦγεν ὁ Κύριος; ἀλλαμὴν ὁ Κύριος ἑπομένως οὐκ ἀποστρεφομένους ἄγει· ᾧ δέ τις ἕπεται, πρὸς αὐτὸ καὶ ἐπέστραπται· οὐκοῦν εἰ μέλλοιμεν Θεὸν ἕτερον, δαίμονα ἢ πάθος μεθ᾽ ἡμῶν μὴ ἔχειν, ἑψώμεθα τῷ μόνῳ καὶ ἑνὶ δι᾽ ἐπιστροφῆς νοερᾶς, ὅπως ἂν καὶ περὶ ἡμῶν οὐκ ἀπεικότως λελέχθαι, δόξειε γ᾽ ἄν· ὅτι Κύριος μόνος ἄγει αὐτούς· ὅθεν καὶ Θεὸς ἀλλότριος οὐκ ἔστι μετ᾽ αὐτῶν.
Εἰ καὶ ἐξ ἑνός, ἀλλὰ διαφόρως εἰσιν ἐξ ἑνὸς τὰ πολλά· ὅτι δῆτα καὶ τῶν ὄντων ὁ τρόπος, καθ᾽ ὃν ταῦτα ἐκ τῆς πρώτης ἑνάδος προΐει διάφορος· τὰ μὲν γὰρ τούτων ἠργμένα τε ἐστι, καὶ κτιστά· τὰ δ᾽ ἄκτιστα, καὶ τὸν τῆς χρονικῆς ἀρχῆς λόγον ἐκπεφευγόντα, καὶ πᾶσι μὲν κατὰ πάντα τρόπον αἴτιον τὸ ὑπερούσιον ἕν· ἀλλὰ τοῖς μὲν δημιουργικῶς· τοῖς δὲ φυσικῶς· καὶ οὐ πᾶσι καθάπαξ διὰ τοῦτο τούτοις ἐπίσης προσίεσθαι, καὶ τούτων ἀντέχεσθαι χρεών, ἀλλὰ τοῖς μὲν ὑπὸ ἀρχὴν καὶ κτίσιν τελοῦσι, προσιτέον ἐστὶ δι᾽ ἄλλο, καὶ οὐ καθ᾽ αὐτό, ὡς τῷ ἐσόπτρῳ διὰ τὸ ἐν αὐτῷ μορφαζόμενον ἢ παραδεικνύμενον· ἀλλοίως γὰρ ἡ κτίσις πρὸς βελτίωσιν οὐ προσιτὰ ἐστίν, ὅτι μὴ διὰ τὸ ἐν αὐτῇ τοῦ ἄκρου ἑνὸς προφαινόμενον· τοῖς δ᾽ ἀνάρχοις πρόσιμεν, καὶ φυσικοῖς, οὐ δι᾽ ἄλλο, ἀλλὰ δι᾽ αὐτά, καὶ τὸ ἐξ οὗ· ἐκεῖνα γάρ ἐστι τὰ τῳόντι προσιτὸν καθ᾽ αὐτά, κἀκείνων ἐστι προσεχῶς τε, καὶ φυσικῶς τὸ Κορυφαῖον ἕν· μᾶλλον μὲν οὖν τοῦ ἄκρου, καὶ κορυφαίου ταῦτ᾽ εἰσὶν ἑνός· προσεχῶς, καί, ὡς λέλεκται φυσικῶς· δεῖ δή, οὐ μόνον τούτοις προσιέσθαι, ἀλλὰ καὶ προσφύεσθαι, καὶ πρὸς τὴν ἐκμίμησιν τοῦ πρώτου καὶ ἑνὸς καλοῦ διὰ τούτων σπεύδειν ἀποτυποῦσθαι· ἵνα περ τῇ συνεργίᾳ, καὶ ἐπαρωγῇ τῆς χάριτος, τῆς κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν δόξης τοῦ Θεοῦ σχοίημεν τὸ ἀξίωμα· ἐντεῦθεν σκοπουμένοις ὀρθῶς, τοῖς μὲν δημιουργικῶς αἰτιατοῖς, συμβαίνει θεωρητικῶς ἀνάγειν τὸν νοῦν πρὸς τὸν ἐνοπτρισμὸν τοῦ ἑνός καὶ ἑνοῦν αὐτὸν εἰς τὴν τοῦ ὑπερκοσμίου ἑνὸς ἑνιαίαν ἔννοιαν ἀπολύτως καὶ ἁπλῶς, εἴγε τούτοις ὁ νοῦς ἐνορᾷ κατὰ τὸ εἰκός· οἷς δὲ φύσει τὸ αἴτιον καὶ πρακτικευόμενον τὸν νοῦν διὰ τούτων ἢ κατ᾽ αὐτὰ μορφαζόμενον, τούτοις ἔνεστιν ἑνοῦν πρὸς τὸ κυρίως ἐκεῖνο ἓν ἑαυτόν· ὅθεν δὴ ἐκ τῶν ὁποιωνοῦν ἁπάντων, εἴτε φυτικῶν, εἴτε δημιουργικῶν ὄντων αἰτιατῶν, πρὸς τὸ διαφόρως ἓν αἴτιον ὁ νοῦς συνάγεσθαι εἴωθε φυσικῶς, εἴτε πρακτικῶς· ἢ δὴ θεωρητικῶς· καὶ ὅπερ ὁ νοῦς εἴθ᾽ ἑνί, εἴτε πλείοσι δημιουργικοῖς ἢ φυσικοῖς χρώμενος, οὐ διὰ τὸ ἓν χρῆται, οὐδ᾽ ἵνα πρὸς τὸ πρῶτον ἓν συναγηοχὼς ἑαυτὸν φέρῃ καὶ ὅλως πρὸς ἐκεῖνο ἀπίδῃ ἐν Ἁγίᾳ μετοχῇ καὶ ῥοπὴ τοῦ φωτίζοντος Πνεύματος ἁπλῶς ἑνοειδῶς τε καὶ μονοειδῶς εἰς ἁμαρτίαν αὐτῷ τοῦτο λογίζεται, κἂν φαντασίαν ἔχῃ καλοῦ ἥδε ἡ χρῆσις αὐτῷ· τὰ γάρ τοι ἐκ τοῦ ἑνὸς εἰς τὸ ἓν ἄγειν πέφυκε χρωμένους τούτοις ὡς χρή· πᾶσα γάρ, φησὶν ὁ Μέγας Διονύσιος, Πατροκινήτου φωτοφανείας πρόοδος εἰς ἡμᾶς ἀγαθοδότως φοιτῶσα, πάλιν ὡς ἑνοποιὸς δύναμις ἀνατατικῶς ἡμᾶς ἀναπληροῖ καὶ ἐπιστρέφει πρὸς τὴν τοῦ συναγωγοῦ Πατρὸς ἑνότητα καὶ θεοποιὸν ἁπλότητα, ἐξ αὐτοῦ γὰρ καὶ εἰς αὐτὸν τὰ πάντα εἰδ᾽ οὐκ ἀνάγει πρὸς τοῦτο, παραπέφυκε, καὶ τοῦ εἰκότως ἡ χρῆσις ἔξω γεγένηται μὴ οὕτω δὴ γιγνομένη.
Ἔστι πρᾶξις προηγουμένη τῆς θεωρίας καὶ ἔστι πρᾶξις ἑπομένη τῷ θεωρητικῷ· καὶ ἡ μὲν τελεῖται σωματικῶς, ὅπως τὰς ὁρμὰς τοῦ σώματος χαλιναγωγήσαντι καὶ εὐτάκτως φέρεσθαι κατ᾽ ὀλίγον παρασκευάσαντι, δώηγ᾽ ἂν οὕτω τῷ νῷ ἐλευθέρῳ ποδὶ διαβῆναι ἐν τοῖς ἰδίοις, ἅ ἐστι τὰ νοητά, κἀκεῖ τὸ σφέτερον διαφέρον καλῶς ἐργάζοιτο· ἡ δὲ δευτέρα ἀπὸ τοῦ νοὸς ἀρχομένη καὶ τοῦ νοεῖν ἐν πνεύματι, συνάγεται πρὸς τὸ ὑπὲρ νοῦν, ὅ ἐστιν ὁ Θεός· ᾧ προσεγγίσας ὁ νοῦς ἐπὶ τὸ ἓν γίνεται ἓν γὰρ ὁ Θεός· καὶ δὴ καὶ αὐτὸς ἑνοῦται πρὸς ἑαυτὸν εἰς ἓν καὶ ἀδιαίρετος ἀποκαθίσταται· ἑνάδος γὰρ πρόξενον τὸ ἓν καὶ ἁπλότητος θεοειδοῦς θεωρούμενον· ἀσύμβατον γὰρ τὸ ἓν θεωροῦντα τὸν νοῦν, μὴ καὶ αὐτὸν εἶναι ἓν ἁπλοῦν· διῃρημένα δ᾽ ὁρῶντα καὶ σύνθετα, ἀνάγκη διαιρεῖσθαί τε καὶ ποικίλλεσθαι· εἴρηται δέ μοι ἓν ἁπλῶς, τὸ καθ᾽ αὐτὸ ὑφεστὼς ἁπλοῦν· ἐπειδὴ γὰρ ὅ,τι περ ἐστὶν ὁ νοῦς τὰς ἀλλοιώσεις πάσχει κατ᾽ ἐνέργειαν, αὐτὸς δέ ἐστιν ἁπλοῦς, ἀνάγκη ἓν εἶναι καὶ κατ᾽ ἐνέργειαν, τὸ ἓν ὁρῶν· εἰ δὲ τὸ ἕν μὲν ὁρῴη, αὐτὸς δὲ διήρηται εἰς δυάδα τοὐλάχιστον, τί ποτ᾽ ἂν εἴη ἐνεργοῦν τὸ σκέλος αὐτοῦ, διηρημένον ἀπὸ τοῦ ὁρῶντος τὸ ἕν; ἢ γὰρ ὁρᾷ ἕτερόν τι, ἢ οὐχ ὁρᾷ· καὶ τοῦτο δισσῶς, ἢ μὴ βουλόμενον ἢ ἀμβλυνόμενον ἢ τάχα πρὸς ἄλλο τι δράσεως πεφυκός, οὐχὶ δὲ πρὸς τὸ ὁρᾶν· ἀλλ᾽ εἰ μὲν ἕτερόν τι ὑπόθοιτό τις ὁρᾶν, ἴδε ὅτι ὁ νοῦς οὐχ ὁρᾷ τὸ ἓν ἁπλῶς, ἀλλὰ δύω παρὰ τὸν λόγον· καὶ δύω ὁρῶν, ἓν εἶναι οὐ δύναται· τέμνεται γάρ, ὡς δέδεικται, εἰς ἃ θεωρεῖ· εἰ δὲ οὐχ ὁρᾷ, εἰ μὲν μὴ βούλοιτο, τοῦτο ἀδύνατον· οὐκ ἔστι γὰρ ἀργίαν καὶ τὸ ἀκαριαῖον αὐτὸ τὸ βραχύτατον, νοῦν λογικὸν παθεῖν· ἀλλ᾽ οὐδ᾽ ἀμβλύνεται· τοῦτο τοῦ νοός, τοῦτο δ᾽ ὀξὺ κέκτηται, ἢ οὕτω· σύνθετος ἂν εἴη καὶ οὐχ ἁπλοῦς· ἐξ ἀνομοιομερῶν τινων συνιστάμενος, ὥσπερ συμβήσεται, καὶ εἰ τὸ μὲν τοῦ σκέλους ὁρᾷ, τὸ δὲ πρὸς ἄλλο τι ἐνεργείας εἶδος τέτακται· συνθέσεως γὰρ καὶ τοῦτο κατηγόρημα· ὃ περὶ τὸ τοῦ νοὸς ἁπλοῦν εἰπεῖν, πάνυ ἀνένδεκτον· δι᾽ ἄρα ταῦτα τὸ ἑνιαῖον καὶ ἁπλοῦν τοῦ νοός, εἰ τὸ ἁπλῶς ἓν κατασκέψοιτο, ἓν καὶ αὐτὸ ἐνεργείᾳ ἐστί· καὶ εἰ ἓν εἴη ἁπλῶς, τὸ ἁπλοῦν ἓν ὁρᾷ· πρᾶξις τοιγαροῦν ὁποιατισοῦν, ἢ θεωρία ἐξ ἀνάγκης φέρεσθαι ὀφείλει πρὸς τὸ ὑπὲρ νοῦν ἕν· εἰδ᾽ οὔ, οὐκ ἀνύσει οὐδέν, ἀλλὰ μάτην ὀφθήσεται πράττων, ἢ θεωρῶν ὁ νοῦς· ἔσται γὰρ παθῶν ἐνεργὸς ὑπὸ διαίρεσιν κείμενος, μὴ φερόμενος αἰσθήσει ψυχῆς εἰς τὴν τοῦ ὑπὲρ νοῦν ἑνὸς ἑνοειδῶς ἕνωσιν· ἥτις δὴ ἕνωσις διϋλίζειν οἶδε καὶ καθαίρειν τὸ θεωροῦν τοῦ νοός, πρὸς ἐκεῖνο τὸ ἓν μετεωριζόμενον καὶ ἀφορῶν, κἀκεῖνο προσπάσχον τῷ ἀφ᾽ οὗ τὰ πάντα, καὶ δι᾽ οὗ, καὶ ἐν ᾧ τὰ πάντα· καὶ εἰς ὃ καὶ γίγνεται καὶ ἔστι καὶ ὑφέστηκεν.
Τῶν πάντων ἐφετῶν ἄκρον ἡ μετὰ τῆς ψυχῆς θεία καὶ ὑπὲρ νοῦν ἕνωσις· διὰ τὴν θείαν ἕνωσιν ἀναγκαία ἡ θεία ὁμοίωσις· διὰ τὴν θείαν ὁμοίωσιν ἀναγκαῖον τὸ κατὰ νοῦν ἐνεργεῖν, ἤτοι θεωρεῖν, τοιοῦτο γάρ τοι καὶ τὸ θεῖόν ἐστιν, ἐξ οὗ καὶ τὸ Θεός, ὄνομα τούτῳ ἀπονενέμηται· ἀλλαμήν τὸ θεωρεῖν, εὐθὺς εἰς τὴν τοῦ Θεοῦ ἔννοιαν ἄνεισι· πανταχοῦ γὰρ καὶ ἐν πᾶσιν ἀκτῖνας ὥσπέρ τινας ἐνίησιν ὁ Θεὸς τῷ θεωρητικῷ νῷ· καὶ νοῦς θεωρὸς ἀντικείμενον ἔχει τὸν Θεόν· Θεὸς δέ ἐστιν ἓν ὑπερκόσμιον· ἔστι δὲ φύσις τοῦ νοὸς γίνεσθαι τοιοῦτος ἐνεργείᾳ, οἵα ὁρᾷ· ὡς καὶ ἡ θεολόγος τοῦ θειοτάτου Γρηγορίου φωνὴ δηλοῖ λαμπρότητα Θεοῦ, λέγουσα καὶ ἰδεῖν καὶ παθεῖν· ὃ γὰρ νοῦς ἑώρακε, τοῦτο καὶ πέπονθεν, ἢ δὴ τοιοῦτος καὶ γέγονε· βάφεται γὰρ ὁ νοῦς, φησὶν ὁ ἀπὸ Δαμασκοῦ Πέτρος κατὰ τὰ αὐτῷ θεωρούμενα· καὶ ὡς ἐν διῃρημένοις ὁρῶν καὶ ποικίλοις ποικίλλεται καὶ διαιρεῖται, οὕτω τοι πρὸς τὴν ἀπόβλεψιν τοῦ ὑπερκοσμίου καὶ ἁπλῶς ἑνὸς ἀναβεβηκώς, ἀκολούθως ἓν γίνεται, ὡς μοι λέλεκται πρόσθεν· ἐπεὶ δὲ ἐν τῷ ἑνὶ γένοιτο τὸ ἄναρχον καὶ ἄπειρον ὁρᾷ καὶ ἀσχημάτιστον καὶ ἁπλοῦν· τοιοῦτο γὰρ τὸ ἕν· ὅθεν δῆτα καὶ αὐτὸς ἄναρχος, ἄπειρος καὶ ἀσχημάτιστος καὶ ἁπλοῦς, κατ᾽ ἐνέργειαν ἀποκαθίσταται· τοῦτο δὲ πεπονθὼς καὶ οὕτως ἀλλοιωθεὶς εἰς τὴν ἐξομοίωσίν του τοῦ θείου κατὰ τὸ ἐνὸν εὑρίσκεται· κἀντεῦθεν ἀνατρέχει πρὸς τὸ πάντων ἐφετῶν ἄκρον, τὴν θείαν καὶ ὑπὲρ νοῦν καὶ ἄρρητον ἕνωσιν· ὅπέρ ἐστιν ὁ ἄκρος κατὰ Θεὸν σκοπός· δεῖ δὴ διὰ ταῦτ᾽ ἄρα τὸν νοῦν ἀνατετάσθαι μηχανῇ πάσῃ ἐπείγεσθαι καὶ ἀφορᾶν Πνεύματι πρὸς τὴν τοῦ ὑπερκοσμίου ἑνὸς θεωρίαν καὶ ἀπόβλεψιν.
Ὅταν ὁ νοῦς ἐν πολλοῖς ἢ τοὐλάχιστον ἢ κἂν ἐν δυσί, δῆλον ὅτι οὐχὶ τὸ ἁπλῶς ἓν ὁρᾷ· διὰ τοῦτο ὡρισμένος τε ἐστὶ καὶ πεπερασμένος καὶ ἀμυδρός· τὰ γὰρ μὴ ἀπολύτως ἁπλᾶ, τοιαῦτά εἰσιν. Ἡνίκα δὲ τοῦ τῳόντι ἑνὸς ἐν ἐπαφῇ γένηται ἀνεπάφῳ, κατὰ νοερὰν τούτῳ ἐν Πνεύματι ἀπόβλεψιν ἀνομμάτως ἐπιβαλών, ἄναρχος, ἄπειρος, ἀόριστος, ἀσχημάτιστός τε καὶ ἀνείδεος γίνεται καὶ τὴν ἀφασίαν ἐνδύεται καὶ τὸ σιωτᾶν ἀσκεῖ μετ᾽ ἐκπλήξεως· καὶ ἐμπίπλαται τερπωλῆς καὶ πάσχει τὰ ἀνεκλάλητα· ἄναρχον καὶ ἄπειρον δὲ καὶ ἀόριστον, μὴ κατ᾽ οὐσίαν με εἴπῃς λέγοντα γίγνεσθαι, ἀλλὰ κατ᾽ ἐνέργειαν· ἐπεί τοιγε καὶ ὁ μεταβάλλει νοῦς, οὐχ ἡ οὐσία ἐστιν αὐτοῦ, ἀλλ᾽ ἡ ἐνέργεια· εἰ γάρ τοι κατ᾽ οὐσίαν ἠλλοίωτο; ἰδὼν καὶ παθὼν τὴν θέωσιν, ἤτοι θεωθείς, ἐκ τοῦ τὸν Θεὸν θεωρεῖ, ἦν ἂν κατ᾽ οὐσίαν Θεός· ἀλλαμὴν οὐκ ἔστι τοῦτο, οὐδ᾽ ἂν τῶν Ἀγγέλων οὐδείς, πλὴν τοῦ μόνου καὶ ἄκρου καὶ ἑνὸς Θεοῦ, τὸ κατ᾽ οὐσίαν εἶναι Θεός· εἰ τοίνυν κατ᾽ οὐσίαν θεοῦσθαι τὸν νοῦν εἰπεῖν ἄτοπον, λείπεται λέγειν τοῦτο πάσχειν αὐτόν, αὐτῷ τῷ ὁρᾶν· οὐκ ἄρα φύσιν ἔχει ἀλλοιοῦσθαι τὴν οὐσίαν αὐτὸν, ἀλλὰ τὴν ἐνέργειαν· ἄλλως τε, εἰ μεταβάλλεται πεφυκότως ὁ νοῦς, ἤπερ εἴρηται, κατὰ τὰ αὐτῷ θεωρούμενα, θεωρεῖ δὲ ἥκιστα πάντων τὴν θείαν οὐσίαν, ἀλλὰ τὴν ἐνέργειαν; οὐδ᾽ αὐτὸς ἄρα κατ᾽ οὐσίαν ἀλλοιωθήσεται, ἀλλὰ κατ᾽ ἐνέργειαν.
Τὰ πάντα ἐκ τοῦ ὑπερκοσμίου ἑνὸς ὥσπερ ἐκλάμψαντα οὐκ ἀπέστησαν, ὅθεν ἔσχον τὴν γένεσιν τρόπῳ παντὶ, ἀλλ᾽ ἐν ἐκείνῳ ὥσπερ ἐγένοντο, οὕτω καὶ συνέχονται καὶ τελειοῦνται· καὶ οὐδέν ἐστιν ἐν οὐδενὶ τῶν ἁπάντων, ἐν ᾧ οὐκ ἔστιν ἀπόρροια, καὶ ὡσανεί τις ὀσμὴ ἐκείνου τοῦ ποιητικοῦ, καὶ ὄντως ἑνός· καὶ πάντα τὰ ὄντος μετέχοντα μονονουχὶ φωνὴν ἀφιᾶσι, παραδεικνῦντα οὐχὶ τὸ ὑπερκόσμιον ἕν· (τοῦτο γὰρ ὑπερίδρυται πάσης τῆς ὁποιασοῦν εἴτε θεωρίας, εἴτε νοήσεως), ἀλλά τινα ἀκτῖνα τοῦ ὑπερκοσμίου ἑνός· ὅθεν ἐπεὶ διὰ πάντων ἐπιβοᾶται τὸ ἕν, καὶ πάντα νεύει πρὸς ἓν, καὶ αὐτὸ τὸ ὑπερκόσμιον ἓν διὰ πάντων τῶν ὄντων προφαίνει ἑαυτὸ τῷ νοί· ἀνάγκη χειραγωγεῖσθαι καὶ ποδηγεῖσθαι καὶ ἄγεσθαι πρὸς τὸ ὑπερκόσμιον ἓν τὸν νοῦν· τοῦτο μέν, τῇ τῶν πολλῶν ὄντων πειθοῖ βιαζόμενον, τοῦτο δὲ, καὶ ὅτι τὸ κτίζον ἕν, περὶ οὔγε ἡμῖν ἤδη ὁ λόγος ἐστί, βούλεται ὁρᾶσθαι ὑπὸ τοῦ νοὸς περιουσίᾳ χρηστότητος, ἵν᾽ ὁ νοῦς ἐν τούτῳ πάσχῃ τὸ ζῆν, ὡς αὐτό φησι τὸ ἄρρητον ἕν· ἐγώ εἰμι ἡ ζωή· καὶ αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν· καὶ ἀλλαχοῦ, ἐκζητήσατε τὸν Κύριον, καὶ ζήσεται ἡ ψυχὴ ἡμῶν· ἐκ γὰρ ζητήσεως ἡ ὅρασις, ἐκ ταύτης δὲ ἡ ζωή· καὶ ὅπως γάννυτο καὶ φωτίζοιτο καὶ εὐφραίνοιτο ὡς Δαβὶδ φησιν, ὅτι τῶν εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί· καὶ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· ἢ πῶς τὸν μὲν νοῦν ἔκτισε θεωρὸν, τὰ ἑαυτοῦ δὲ ἐν ἅπασι τοῖς οὖσι διέσπειρε, δι᾽ ὧν, ὥσπερ διά τινων θυρίδων ἐν διαυγασμῷ νοερῷ τῷ νοὶ παραδεικνύμενον θέλγει κινοῦν τοῦτον πρὸς ἑαυτὸ ἐλλαμπόμενον;
Ὁ Θεός, ὅπέρ ἐστι τὸ Τριαδικὸν ἀγαθὸν ἓν, ὃ πεποίηκε, θέλων πεποίηκεν· ἀλλὰ μὴν ὅ ὁ Θεὸς θέλει, ἄκρον ἐστιν ἀγαθόν· φύσις γάρ ἐστιν ἡ ἀγαθότης αὐτῷ· πεποίηκε τοιγάρτοι τὸν νοῦν, ἑαυτοῦ, ἢ τῶν ἑαυτοῦ θεωρόν· ὃ συνάγειν οἶδε τὸν θεωροῦντα πρὸς ἕν· θελητόν ἐστιν ἄρα τῷ Θεῷ, τὸ θεωρὸν εἶναι τὸν νοῦν ἑαυτοῦ· καὶ τοῦτο δι᾽ αὐτὸ ἄκρως ἀγαθόν. Ὁ Θεὸς δέ ἐστι τὸ Κυρίως καὶ ἁπλῶς ἕν· πρὸς ὃ ἀφορᾶν καὶ συνάγεσθαι ἑνοειδῶς ἄκρως ἀγαθόν, ὡς δέδεικται.
Εἰ εἶς ἐστι καὶ συνεπτυγμένος ὁ καθόλου ἔρως, κατὰ τὴν τῶν θεοσόφων ὑφήγησιν, ἕν ἐστι δηλονότι, καὶ τὸ ἐραστόν· εἰ γὰρ ἦσαν δύω τοὐλάχιστον τὰ ἐραστά, ἢ δύο ὑπῆρχον ἂν ἔρωτες, ἢ διχῇ διαμεμέριστο ὅ γε εἷς ἔρως, καὶ ἥκιστα ὠνόμαστο εἷς, καὶ συνεπτυγμένος. Νυνὶ δὲ εἷς εἶναι λεγόμενος καὶ συνεπτυγμένος ὁ καθόλου ἔρως, σαφῶς νοητέον ἂν εἴη, ἓν εἶναι καὶ τὸ ἐραστόν· ἀλλὰ μὴν πρόεστι τὸ ἐραστὸν τοῦ περὶ αὐτὸ ἔρωτος, καὶ οὐκ ἔστιν ὅπως, πρὶν ἂν τις λάβοιτο τοῦ ἐραστοῦ ὁπῃδήποτε τὸν ἔρωτα σχοίη αὐτοῦ· ἔστι δ᾽ ὁ ἔρως ἐπιτεταμένη ἀγάπη, ἣν πρὸς Θεὸν ἔχειν ἡμᾶς ὅ τε φυσικὸς καὶ ὁ γραπτὸς Νόμος τοῦ Θεοῦ ἀπαιτεῖ· ὁ μὲν ἄκρως τὸν νοῦν φιλόκαλον ὄντα πείθων ἀντιλελῆφθαι τοῦ Κρείσσονος, ὅ ἐστιν ὁ Θεός· ὁ δὲ, ἀγαπήσεις, λέγων, Κύριον τὸν Θεόν σου, ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου. Κύριος δέ τοι ὁ Θεός σου, Κύριος εἶς ἐστί· ἓν ἄρα ἐστὶ τὸ ἐραστόν, ὅπέρ ἐστιν ἡ Τριαδικὴ ἑνάς· ἥτις δὴ καὶ προεῖναι ὀφείλει τῷ νῷ τοῦ περὶ αὐτὴν ἔρωτος. πρὸς τὸ ὑπερκόσμιον ἄρα ἓν ἀνατετᾶσθαι τὸν νοῦν ἐφίεσθαι δεῖ· ὡς ἂν τῇ εὑρέσει, καὶ θεωρίᾳ τούτου, καὶ ὁ περὶ αὐτὸ ἀναλάμψῃ ἔρως, καὶ πληρωτὴς ὁ ἄνθρωπος γενέσθαι δυνηθείη τοῦ τε νόμου καὶ τῆς ἐντολῆς, ἀγαπήσας κατὰ τὰ εἰρημένα Κύριον τὸν Θεὸν αὐτοῦ.
Ἀμήχανον, ἀνεβεβηκότα τὸν νοῦν πρὸς τὸ ὑπὲρ διάνοιαν ἕν, ἀνέραστόν πως γεγονέναι αὐτοῦ. Κάλλος γὰρ ἄρρητον, καὶ ἀνεπινόητον προκύπτον ἐξ αὐτοῦ, ὡς ἀπὸ παντοκρατορικῆς ρίζης ἀπαντᾷ· ὅτε καὶ ὡσανεὶ δίκτυον διαρραγῆναι κινδυνεῦον τῇ τῶν πολλῶν ἰχθύων εὑρέσει καὶ ὁλκῇ, ὑπὸ τῶν θείων ἐλλάμψεων ὁ νοῦς εὑρίσκεται, καὶ τὸ ὑπὲρ νοῦν κάλλος ἐκπλήττεται θεωρῶν· καὶ ὡς ἀπὸ οἴνου μεθύσκεται· καὶ ὡς ὁ ἄφρων ἐξίσταται, καὶ τὸν ὑπὲρ ἔννοιαν πάσχει θαυμασμόν, τοῦ ἐξαισίου κάλλους τὸ ὑπέρκαλλον θέαμα μὴ χωρῶν καθορᾶν· ὅθεν δῆτα καὶ δεσμοῖς ἀγάπης συνέχεται καὶ ὡς ὑπὸ δίψους διάκειται καταφλεγόμενος· ἓν γάρ ἐστι τὸ ὑπὲρ διάνοιαν ἕν· ἀλλ᾽ ὑπὸ πάντων κηρύσσεται, ὡς πάντων προκαταρκτικὸν αἴτιον· ὡς ἀρχή, ὡς τέλος, ὡς συναγὴ τοῦ παντός· ἀλλὰ τῶν καλῶν καὶ ἀγαθῶν ἁπάντων τὰς καλλονάς, καὶ ἀγαθότητας ὑπερβλύσει καλλοποιοῦ, καὶ ἀγαθοποιοῦ δυνάμεως αὐτὸ παρήγαγεν, ὑπὲρ καλλονὴν πᾶσαν, καὶ ἀγαθότητα πᾶσαν ἀπειράκις· ἀπείρως ἐνιδρυμένον, καὶ ἀσυγκρίτως ἓν ὃν ὑπερκόσμιον· μόνον φύσει ἐραστὸν ὑπὲρ πᾶν ἐραστόν, ὡς μόνον Κυρίως καλὸν καὶ ἀγαθὸν ὑπερκείμενον παντὸς καλοῦ καὶ ἀγαθοῦ· καὶ μόνον νόμῳ φύσεώς τε καὶ τάξεως τῳόντι ἀγαπητόν, ὡς πάντων αἴτιον· καὶ ὡς τοσοῦτον, ὅσον τὰ ἀγαπητὰ πάντα, καὶ ἐραστὰ ὑπερβολῇ καλλονῆς καὶ ἀγαθότητος ὑπεραναβεβηκός· καὶ ἓν ὑπερκόσμιον ἀληθῶς ὡς μόνον ὄντως ὄν, καὶ πάντων τῶν ὄντων παρεκτικόν· ἐπισκεπτέον οὖν, ἀγαθῇ τύχῃ, ὃ δὴ λέγεται, ἐν Πνεύματι πρὸς τὴν τοῦ μόνου ἑνὸς εὕρεσιν, καὶ γνῶσιν, ὅθεν πάντων αἱ ἀρχαί, καὶ ὅπου πάντων τὰ πέρατα· καὶ πάντως αὐτομάτη, ἡ τῆς θείας ἀγάπης πύλη ἡμῖν· χάριτι τοῦ Χριστοῦ ἀνοιγήσεται, καὶ εἰσελευσόμεθα εἰς τὴν κατάπαυσιν τοῦ Κυρίου ἡμῶν ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει πολλῇ, καὶ τὴν τοῦ ἑνὸς ἀπόλαυσιν ἐπιγνωσόμεθα, καὶ θείας τρυφῆς ἐν γεύσει ἐσόμεθα, ἓν καὶ αὐτοὶ γεγονότες καὶ οὐκ εἰς πολλὰ σχιζόμενοι, ἢ διαιρούμενοι, κατὰ τὴν τοῦ Σωτῆρος πρὸς τὸν Πατέρα παράκλησιν, ἵνα ὦσι, φάσκοντος, ἕν, καθὼς ἡμεῖς ἓν ἐσμέν τότε τοίνυν καὶ τῆς ἐντολῆς ἀκριβεῖς ἐσόμεθα φύλακες, ἀγαπήσεις λεγούσης, Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν· καὶ τῆς κατὰ ἄνθρωπον τελειότητος ἐπιλαβόμεθα, ὅσον ἐφικτόν· τέλος γὰρ νόμου ἡ ἀγάπη ἐστίν· ἐν ᾗ οὐ μόνον ὅλος ὁ νόμος καὶ οἱ Προφῆται, ἀλλὰ καὶ πάντες κρέμανται οἱ τελειωθέντες κατὰ Θεὸν ἐν Χριστῷ.
Παντὸς ἑνίζεσθαι πεφυκότος τῷ Πνεύματι, ὕφεσίς ἐστιν ἡ διαίρεσις· ἔνθεντοι καὶ ὁ νοῦς ἐνεργείᾳ εἴτι καὶ διαιροῖτο, ἔξω τοῦ κατὰ χάριν ἑπομένου αὐτῷ ἐστι· τοῦτο δὲ πάσχει διάφορ᾽ ἄττα ὁρῶν, οὐκ ἔνεστι γὰρ ἐν διαφόροις ἀποβλέψεσιν ἴσχειν τὸ ἀδιαίρετον· εἰ γάρ τοι τοῦτό τις ὑπόθοιτο, οὐχ εὐρήσει ἐκ τοῦ ῥάστου ἀποδιδόναι λόγον, τοῦ χάριν ὁ τῆς ἡσυχίας νοῦς, παρὰ τὸν τῆς συγχύσεως ἕτερος· καὶ τὸν τῶν θεοφορουμένων νοῦν, τῷ ὑπὸ τῆς τῶν παθῶν ἀνωμαλίας ἐνοχλουμένῳ ὅμοιον ἀποφανεῖται, ὅπερ ἄτοπον· τοιοῦτος γὰρ γιγνόμενος ὁ νοῦς ἐνεργείᾳ ὁποῖα ὁρᾷ, ἐξ ἀνάγκης ὁρῶν σύνθετα, καὶ αὐτὸς ποικίλλεται· καὶ τῆς ἁπλότητος διαπίπτων οὐκ ἔστιν ὅπως ἂν σχοίη ἐν τούτῳ τὸ ἀδιαίρετον· ὁ δὲ ὑπὸ διαίρεσιν κείμενος, πάντων ἐστιν ἥκιστα ἀπὸ ἁμαρτίας καθαρός, ὁπότε καὶ αὐτὸ τὸ διαιρεῖσθαι καθ᾽ αὐτό, τοῖς γε συνορᾶν εἰς τὰ τοιαῦτα δεδυνημένοις, ἁμαρτία κέκριται· εἰ δὴ τὸ νοερὸν τοῦ νοὸς χρῆμα διὰ τῆς πρὸς τὸ ἀνωτάτω καὶ ὑπερκόσμιον ἓν ἀναβλέψεως τοῦ ὑπὲρ φύσιν γεγεῦσθαι νοερᾷ αἰσθήσει καλοῦ ἑνοειδῶς χρεών, εἰς τὸ παρὰ τὴν χάριν ἐξεστηκὸς εἴη τῆς διαιρέσεως· δεῖ δὴ ἄρα τοῦ ὑπερκοσμίου ἑνὸς ἔχεσθαι, καὶ ἀφορᾶν εἰς αὐτό, καὶ μόνον, καὶ μοναχῶς ὅλῃ ψυχῇ, εἰ διαφυγεῖν μέλλοιμεν τὴν διαίρεσιν καὶ ἑτερότητα· οὐ μήν, ἀλλ᾽ οὐδὲ εἰ πρὸς ἓν μὲν ἀπίδοι, κτιστὸν δέ, ἀδιαίρετος ἴσχει γενέσθαι ὁ νοῦς· τὸ γὰρ ἓν κτιστόν, οὐκ ἔστι λέγεσθαι κυρίως ἁπλοῦν, ὡρισμένον τε ἐστὶ καὶ σύνθετον, καὶ περιγραπτόν, καὶ διὰ τοῦτο οὐδὲ τὸ ἁπλῶς ἓν ἔχει δίκαιον ὀνομάζεσθαι, οὐδὲ ἁπλῆν ἕξει καὶ μονοειδῆ ὁ νοῦς τὴν σφετέραν ἐνέργειαν πρὸς τοῦτο ἀτενῶς ἀπιδών· ἔσται γὰρ ὡρισμένη καὶ περιγεγραμμένη ἡ τούτου ἀπόβλεψις μετὰ συνθέσεως, οἷόν ἐστι, καὶ τὸ ὑπ᾽ αὐτοῦ θεωρούμενον, καὶ τῆς θεοειδοῦς χάριτος τῆς ἁπλοῦν, καὶ ἄναρχον, ἀόριστόν, τε καὶ ἀπερίγραπτον διατιθεμένης αὐτόν, ἐκπεσεῖται· καὶ τοῦ κρυφίου, καὶ ὑπὲρ διάνοιαν ἑνὸς ἔσται ἐκτός· καὶ τῆς σφετέρας δόξης, ἥτις ἐστιν ἀπόλαυσις ἑναρχικῆς ἰδιότητος καὶ ἀναρχότητος, ἀοριστία, καὶ ἁπλότης καὶ τὸ ἀειδὲς ἑνοειδῶς γιγνομένη, ἐστέρηται· καὶ τοῦ ὑπερφυοῦς καὶ ἀρρητοτάτου κάλλους οὐκ ἐφικνεῖται τὴν φαντασίαν παθεῖν· δεῖ δὴ ἄρα τὸν νοῦν πρὸς τὸ ἄναρχον, ἁπλοῦν καὶ ἀόριστον, καὶ τῳόντι ἕν ἀφορᾶν καὶ ἀνατείνεσθαι· κἀκεῖθεν ἐπείγεσθαι καταλάμπεσθαι, καὶ τῇ ἀρχισυναγώγῳ ἑνάδι ἑνοῦσθαι, καὶ διὰ τοῦτο ἑαυτῷ· ἵν᾽ οὐ μόνον ἀγαπηθείη παρὰ τοῦ κρείττονος, ὡς ὁμοιωθείς, ᾗ ἔνεστιν αὐτῷ, τῇ τε ἀοριστίᾳ καὶ ἁπλότητι, τῷ ἀνειδέῳ τε καὶ ἀσχηματίστῳ· ἀλλὰ καὶ αὐτὸς τὸ θεῖον καὶ ὑπέρκαλον κάλλος, καὶ ὑπερφυὲς ἀγαπῆσαι δυνηθείη, ὡς ἀναδεδραμηκὼς κατὰ τὰ εἰρημένα πρὸς τὴν ὁμοίωσιν· ἐπεὶ γὰρ τοῖς ὁμοίοις γίγνεσθαι φυσικῶς εἴωθεν ἀγαπητικὴ διάθεσις πρὸς τὰ ὅμοια, φανερὸν δήπουθεν ὡς ἀγαπηθήσεται, καὶ ἀνταγαπήσει ὁ νοῦς τὸν Θεόν· τὸ γάρ τοι ὅμοιον, ὁμοίῳ ἐστιν ὅμοιον· καὶ ὡς ἡ ὁμοιότης ἔχει τὸ ἀντιστρέφειν, ἔξει πάντως οὕτω καὶ πρὸς τῷ ἀγαπᾶν τὸ ἀνταγαπᾶσθαι· οὗ μεῖζον πάθημα μεταξὺ Θεοῦ καὶ ψυχῆς, ἔστιν οὐδέν.
Ὑπὲρ τὴν ἑαυτοῦ φύσιν τότε ὁ νοῦς γίνεται, ὅταν εἰς τὸ ὑπὲρ νοῦν γένηται παντελῶς, ἀνείδεός τε, καὶ ἀσχημάτιστος, καὶ τὸ ὅλον ἐνθέως ἀμόρφωτος καταστάς, ἀναρχός τε καὶ ἄπειρος, καὶ ὡς ἔπος εἰπεῖν, ὑπὲρ τὴν ἰδίαν ἕνωσιν· ὅταν δὲ τὸ σφέτερον διανοούμενον ἔχῃ μεθ᾽ ἑαυτοῦ, κἂν τοῖς θείοις εἴη καὶ νοητοῖς ἀσχολούμενον, τότε φυσικῶς λέγεται κινεῖσθαι, καὶ ἐνεργεῖν, καὶ εἰς τὴν ἑαυτοῦ φύσιν ἵστασθαι· κατὰ πολὺ δὲ ὑπέρκειται τὸ ὑπὲρ φύσιν τοῦ κατὰ φύσεν, καὶ ἔστι πάνυ ἀνώτερον· δεῖ δὴ φιλεῖν τοῦ ὑπὲρ φύσιν γενέσθαι ἐπείγεσθαι, ὡς μᾶλλόν γε κρείττονος κατὰ τὴν φάσκουσαν ἐντολήν, ζηλοῦν γε τὰ κρείττονα τῶν χαρισμάτων· ἀλλαμὴν δηλονότι ὁ νοῦς εἰς τὸ ὑπὲρ φύσιν ὢν, ἔστιν ἐν τῷ Θεῷ· ἐξώτερος γάρ τοι γιγνομένως φύσεως ὁ Θεὸς ἁπάσης, ὃς δῆτά ἐστι τὸ ἀρχαίτατον, καὶ ἁπλῶς ἕν· δεῖ ἅρα πρὸς τὸ ἀρχαίτατον, καὶ ἁπλῶς ἓν τὸν νοῦν ἀνατείνεσθαι, καὶ ἐπείγεσθαι ἀφορᾶν, καὶ ἀνάγεσθαι, ὡς ἂν εἰς τὸ ὑπερφυὲς ἓν, ὑπὲρ τὴν σφετέραν φυσικὴν ἐνέργειαν ἀναβεβηκώς, βέλτιον ἕξῃ, ἤπερ εἰς τὸ ἑαυτοῦ κατὰ φύσιν ἱστάμενος.
Ἔκαστον τῶν ὄντων τοῖς ἑαυτοῦ ἰδικοῖς γάννυταί τε, καὶ ἀναπέπαυται φυσικῶς. ἃ πάντα ἐν τῷ ἀρχαιτάτῳ αἰτίῳ προῦφέστηκε κατ᾽ αἰτίαν ἑνοειδῆ· τότε τοίνυν εἰς ἀληθινὰς εὐφροσύνας ὁ νοῦς ἐλεύσεται φυσικῶς, καὶ γάννος ἕξει οὔ τοι βραχύ, καὶ ἀναπαύσεται κατὰ κράτος, ὅταν πάντα διαβὰς καὶ καταλιπών, εἰς τὴν ἑναρχικὴν ἐκείνην καὶ πρωτίστην αἰτίαν ἀναταθείη, κἀκεῖ γένοιτο δι᾽ ἐπιστροφῆς νοερᾶς, τὴν ἐξ ἧς πάντα τε, καὶ τὰ πάντων γεγόνασιν, ἀρχαί τε καὶ μέσα, καὶ τὰ τέλη· καὶ ἐν ᾗ πάντα ὑφέστηκε καὶ διακρατεῖται, καὶ δι᾽ ἧς πρὸς τέλος ἴδιον ἄγεται τὰ τελειούμενα· καὶ δι᾽ ἣν εὐπαθεῖ τὰ εὖ πάσχοντα· ὑφ᾽ ἧς καὶ αὐτὸς ἤδη ὁ νοῦς, οἷός ἐστιν, ἔκτισται· τρόπον γάρ τινα πρὸς ἑαυτὸν ἐστὶ τὸν νοῦν ἐπιστρέφειν, πρὸς ἐκείνην τὴν κυρίαν καὶ πάντων αἰτίαν ἐπιστρεφόμενον, οὖσαν αὐτοῦ ἀληθὲς πρωτότυπον· ἐπειδὴ δὲ ἕκαστον ἑαυτὸ φιλεῖ φυσικῶς, καὶ μάλιστά γε τοῦτο πάσχει ὁ νοῦς, οἷα τοῦ ἀμηχάνου κάλλους τοῦ ὑπὲρ διάνοιαν ἑνὸς εἰκὼν ὑπέρκαλος, λίαν ἀγαπᾷ δι᾽ ἐπιστροφῆς ἀπιδὼν πρὸς τὸ ἑαυτοῦ αἴτιον, ὅτι περ, καθὰ εἴρηται, ἑαυτὸν ὁρᾷ ἐκεῖσε ὁρῶν, καὶ ὑπεραγαπᾷ καὶ ἄλλως δέ, καὶ τοῦτο στοργή τις πέφυκε τοῖς ἐξ οὗ πρὸς τὸ ἀφ᾽ οὗ φυσικῶς ἀγαπητική, ὥσπερ δὴ καὶ ἀνάπαλιν, ἔρως κατέχει τοῖς γεννήτορσι πρὸς τὰ γεννητά· διὰ τοῦτο πολλή τις ἀνακύπτει ἄρρητος ἡδονὴ πρὸς τὸ πάντων αἴτιον ἐπιστρέφοντι ἕν· πρὸς γάρ τοι τὸ ἐξ οὗ ἐπιστρέφει, καὶ πρὸς ἑαυτόν, ὡς εἴρηται· ἐκεῖ γὰρ προῦφεστῶτα λόγῳ αἰτίας τὰ πάντα, καὶ δὴ καὶ ὁ νοῦς ὡς τῶν ἁπάντων ἕν, ἐνυπάρχει τῷ ὑπὲρ διάνοιαν ἑνὶ ὡς ἐν αἰτίῳ τῷ πρωτοτύπῳ.
Ὥσπερ ἐκ τοῦ ὑπὲρ οὐσίαν ὄντος πᾶσα οὐσία, καὶ φύσις πᾶσα ἐκ τοῦ ὑπὲρ φύσιν, ἐκ τοῦ ἀχρόνου τε καὶ ἀσυνθέτου τὰ ἔγχρονά τε καὶ σύνθετα, ἔτι γεμὴν ἐκ τοῦ ἀκτίστου τὰ κτιστὰ εἶναι πεφύκασιν· οὕτω καὶ πᾶν εἶδος ἐκ τοῦ ἀνειδέου γεγένηται, καὶ ἐκ τοῦ ὑπερκοσμίου ἑνὸς τὰ πολλὰ φαινόμενα. Ὁ τοίνυν μὴ πρὸς τὸ ἀνείδεον ἕν ἀσχολούμενος καὶ ἀφορῶν, καὶ ὥσπερ ἐκείνου ἐκκρεμαννύμενος, ἀλλὰ πρὸς ἄλλο τι τῶν ἐν εἴδει, καὶ κτίσει θεωρουμένων, οὗτος τὸ κατὰ ἀσύγκριτον λόγον ὑφειμένον, τοῦ ὑπερκειμένου πρότερον τέθεικε, καὶ τῶν εἰδωλολατρῶν τάχα ἐγγὺς ἕστηκεν· εἰς ὅ γὰρ ἠσχόληταί τις, καὶ πρὸς ὃ ἀφορᾷ, τούτου καὶ ἐφίεται· οὗ δὲ ἐφίεται, τούτῳ καὶ ἥττηται· ᾧ δὲ ἥττηται, τούτῳ καὶ δεδούλωται· καὶ ὄντως λατρεύει γε οὗτος τῇ κτίσει παρὰ τὸν κτίσαντα· τούτῳ γὰρ ὁ ἑκάστου νοῦς καὶ δεδούλωται καὶ λατρεύει καὶ ἀγαπᾷ, ὃ ἀφορᾷ, καὶ περὶ ὃ ἠσχόληται· εἰδ᾽ ἡ παρὰ τὸ ἁπλοῦν ἓν καὶ ἀνείδεον ἀσχολία, καὶ ἀπόβλεψις τοσοῦτον ἀπολισθαίνειν ποιεῖ, πρὸς τὸ ἀνείδεον ἓν ἁπλοῦν ἡμῶν ἡ σπουδή, καὶ ἡ ἐπίγνωσις δι᾽ ἐπιστροφῆς καὶ ἀνατάσεως νοερᾶς· ἵνα περ οἱ θησαυροὶ πάσης εἰσὶ γνώσεως, καὶ οὗ γενομένοις, πάσης θεωρίας ἀνάπαυσις, ἢ ἀπόπαυσις, καὶ ἡ τοῦ νοεῖν στάσις, καὶ ὑπὲρ νοῦν σιγή, καὶ ἀνεκδιήγητον ἀγαλλίαμα ἐν πολλῷ θαυμασμῶ.
Εἰ πάντα τοῦ εἴναι τὰ ὄντα ἐφίεται· ἔστι δὲ πάντων τὸ εἶναι κατ᾽ αἰτίαν ἐν τῷ ὑπὲρ τὸ εἶναι ἑνί· πάντα ἄρα καὶ μᾶλλον τὰ λογικὰ τῶν ὄντων, ὀρθῶς καὶ ὡς χρὴ κινούμενα, τοῦ ὑπὲρ τὸ εἶναι ἑνὸς ἐφίεται τοῦ εἶναι ἐφιέμενα· ὁ ἄρα μὴ πρὸς τὸ ὑπὲρ τὸ εἶναι ἓν ἀνατεινόμενος νοῦς, μηδὲ τούτου ἐφιέμενος, διαστρόφῳ καὶ ἡμαρτημένῃ κέχρηται τῇ κινήσει, καὶ τοῦ οἰκείου διαπίπτει ἀξιώματος, ὅπερ ἐστι τοῦ ὑπὲρ τὸ εἴναι ἑνὸς ἡ ἐπίγνωσις, καὶ ἡ κατ᾽ αὐτὸ θειοτάτη ὑπὲρ νοῦν ἑνοειδὴς ἕνωσις, καὶ ἀγάπησις.
Τὰ αἴτια περισσῶς ἔχουσι τὰς τῶν αἰτιατῶν καλλονάς· αἴτιον δὲ τῶν πάντων κοινῶς τὸ ὑπερούσιον ἕν, εἰ τοίνυν ὁ νοῦς προσίσχοιτό τινι τῶν μετὰ τὸ ὑπερούσιον ἕν, ὡς καλῷ, ἢ ὡς ὅτι δήποτε νοερᾶς ἄξιον ἕλξεως, ἐναργῶς ἡμάρτηται ὁ σκοπὸς αὐτοῦ, φιλόκαλος μὲν ὤν, οὐχὶ δὲ πρὸς τὸ πρῶτον, καὶ Κύριον, καὶ ἐξ οὕπερ πάντα τὰ καλά, μετοχῇ γε εἰσὶ καλά, ὑπερούσιον ἕν, ἀλλὰ πρὸς τὰ ἐξ ἐκείνου μετέχοντα τῆς καλλονῆς, ῥαθυμίᾳ, ἢ ἀνεπιστημοσύνῃ κινούμενος· ὁ δὲ ἐπιτετευγμένως διασκοπούμενος νοῦς, πρὸς τὸ ὑπερούσιον ἓν τὴν σφετέραν ἀποτείνει τῆς διανοίας ἀνάβλεψιν, διαγινώσκων σαφῶς, ὅτι περισσῶς τεύξεται οὗ ποθεῖ, ὡς ἐν αἰτίῳ, ἐν ἐκείνῃ τῇ νοερᾷ ἀποβλέψει γενόμενος καὶ ὅτι οὐδέν ἐστι τῶν οἰκείων ἢ ὁτουοῦν καλῶν μεταδοτικόν, εἰμὴ τὸ ὑπερούσιον ἕν. Εἰ γάρ τοι καὶ δοκοίη ἄττα τινα δυνάμεως ὄντα μεταδοτικῆς τῶν ἰδίων, ἀλλ᾽ οὐκ ἐς ἀεὶ παραμένειν πέφυκε ταῦτα τῷ ἐραστῇ νῷ· μόνῳ γὰρ τοῦτο τῷ Ἁγίῳ Πνεύματι ποιεῖν πεπίστευται καὶ ὡς ἂν θέλῃ ἐνεργεῖν καὶ ὁποιουδήποτε ὡς Κύριον καὶ φύσεως ὂν δεσποτικῆς καὶ τῆς Τρισυποστάτου ἑνάδος πρόσωπον· πρὸς ἄρα τὸ ὑπερούσιον ἓν ἐπιστρεπτέον ἐστι τὸν νοῦν· ὅπου γε οὐ μόνον ἡ τῶν ὁποιωνοῦν πηγὴ ἀγαθῶν, ἀλλὰ καὶ τῶν χαρισμάτων ἡ ἀναφαίρετος διανομή.
Πάντα τὰ ὄντα ἐφίεται φυσικῶς τοῦ ἀγαθοῦ· ἓν δὲ τῳόντι ἀγαθὸν, καίτοι πολλῶν λεγομένων ἀγαθῶν· ἁπλῶς γὰρ ἀγαθὸν καὶ οἱονεὶ παντέλειον ἐν τοῖς πολλοῖς εὑρήσεις οὐδέν, ἀλλὰ κατά τινα μετοχὴν ἀγαθοῦ λεγόμενον ἀγαθὸν πῆ, ἐκ τοῦ ὑπερουσίου ἑνὸς τοῦ ἀγαθοῦ μετέχον, οὔκουν τοῦτ᾽ ἔχον ἐξ ἑαυτοῦ· ἐκεῖνο γὰρ μόνον τὸ ὑπερούσιον ἓν ἀγαθὸν ἁπλῶς καὶ ὑπεράγαθον καὶ πηγὴ πάσης ἀγαθότητος καὶ τῶν ἑαυτοῦ μεταδοτικόν, καὶ πρὸς ἑαυτὸ φυσικῶς ἐπιστρεπτικόν, οὐσίας πάσης, ὑπάρξεως, ἕξεως, δυνάμεως, κινήσεως, ἐνεργείας, ἰδιότητος καὶ ὁποιασοῦν καλλονῆς καὶ ἀγαθότητος· καὶ ἁπλῶς τὰ ὄντα πάντα καὶ τὰ περὶ τὰ ὄντα πάντα θεωρούμενα ἐκεῖθεν ἐκ τοῦ ὑπερουσίου ἑνὸς ἔσχον τὴν ἔκφανσιν ποιητικῶς· διά τοι τοῦτο νοῦς πρὸς ἄλλο τι καὶ μὴ πρὸς τὸ ὑπερούσιον ἁπλοῦν ἓν φερόμενος, ἡμαρτημένην ἔχει τὴν κίνησιν· κινούμενος μὲν ἴσως πρὸς ἀγαθόν, οὐ πρὸς τὸ κυρίως δὲ καὶ ἁπλῶς ἀγαθόν, οὐδὲ πρὸς τὸ καὶ τάλλα ὑπερβολῇ ἀγαθοποιοῦ ὑπερχύσεως ἀγαθύνον καὶ βελτιοῦν τὰ ἀγαθύνσεως ἢ βελτιώσεως δεόμενα.
Ὁ μὲν τῶν πολλῶν νοῦς ὑπὸ τὴν διαίρεσιν ἐξ ἀνοίας κείμενος καὶ διασπώμενος ὥσπερ ὑπὸ πολλῶν, οὐκ οἶδε τὸ ἀγαθὸν τὸ ἁπλῶς ἕν, οὔτε μὴν ζητεῖ, οὔτε ἠσχόληται περὶ αὐτό· περὶ ὧν φησι τὸ ἐν Δαβὶδ Πνεῦμα· «πολλοὶ λέγουσι τίς δείξει ἡμῖν τὰ ἀγαθά; » οὐχὶ δὲ τὸ ἀγαθὸν, καὶ εἰκότως περὶ πολλὰ μεριμνῶντες, καὶ τυρβάζοντες, ὅτι ἑνός ἐστι χρεία· οὗ τὴν μερίδα, ἥτις τῷ ἁγίῳ τοῦ Θεοῦ λόγῳ ἀγαθὴ ἀπεφάνθη, ἢ ἀγνοήσαντες παρέδραμον, ἢ ἀμελήσαντες ἐζημιώθησαν, μηδὲ εἰς νοῦν γοῦν βαλλόμενοι ζητῆσαι τὸ ὑπὲρ πάντα ζητεῖσθαι ἀξιώτερον· οἱ δ᾽ ὑπὸ Δαβὶδ ἀχθέντες παιδαγωγῷ καὶ τοῖς ἐκείνου ἴχνεσιν ἐξακολουθεῖν δεῖν κεκρικότες, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, φασί, τὸ φῶς τοῦ προσώπου σου Κύριε· ἤτοι ἡ γνῶσις τῆς ἑνιαίας δόξης σου ἐνεσημάνθη ὡς ἐν ἐσόπτρῳ ἡμῖν· οὕτως ἐν τοῖς πολλοῖς χαίρει ὁ χυδαῖος καὶ πολὺς λαὸς ἀγαθοῖς· οὕτως ἐναυγάζονται οἱ ζῶντες πνευματικῶς τοῦ ἑνιαίου καὶ ἁπλῶς ἀγαθοῦ τὴν εἴδησιν ὑπερκοσμίως φωτιζόμενοι.
Ὥσπερ ὁ τοῦ ὑδατώδους ῥεύματος ὁλκὸς μείζων ἂν εἴη ἑνοειδῶς προχεόμενος, ἤπερ διῃρημένος καὶ ἀποσχιζόμενος εἰς πολλά· οὕτως ἡ τοῦ νοὸς ἀπόβλεψις καὶ ἡ κατ᾽ αὐτὸν κίνησίς τε καὶ ἔφεσις σφοδροτέρα ἔσται ἂν ἐπιβάλλουσα οὐ πολυσχιδῶς, οὐδὲ πολυτρόπως, ἀλλ᾽ ἑνοειδῶς καὶ δίχα διαιρέσεως· ὃ γίνεσθαι πέφυκε τῇ πρὸς τὸ ὑπερκόσμιον καὶ ἁπλῶς ἓν ἀνατάσει καὶ ἀποβλέψει καὶ θεωρίᾳ· συναγωγὸν γάρ ἐστιν ἀληθῶς τὸ ὑπερκόσμιον καὶ ἁπλούστατον ἕν· καὶ τοῦτο καθορᾶν ὁ νοῦς καταξιωθείς, οὐ δυνατὸν μή, ὡς εἰκός, κατ᾽ αὐτὸ μορφωθῆναι, δίκην εἰκόνος, καὶ γενέσθαι μονοειδὴς ἐν τάξει ἑνοειδεῖ, ἁπλοῦς, ἄχροος, ἀνείδεος, ἄποιος, ἀναφής, ἀόριστος, ἄπειρος, ἀσχημάτιστος, καὶ μέν γε ἁπλῶς ἓν ὑπερκόσμιον ἀκτῖσι θείου καὶ ὑπερκοσμίου ἔρωτος κατηγλαϊσμένος, ἐν ἀποκαλύψει γνώσεως μυστικῆς, ἀφασία καὶ ἀνοησίᾳ ὑπὲρ λόγον, καὶ νόησιν κατεστεμμένος, τρυφῶν πνευματικὸν ἀγαλλίαμα, καὶ εὐφροσύνην οὐράνιον· καί γε ἠλλοίωται πρὸς τὸ θειότερον καὶ θείαν μορφὴν ὑποδύεται, τῷ ἁπλῷ, καὶ ἀσχηματίστῳ, καὶ ἀνειδέῳ, καὶ ἑνί, καὶ τοῖς προειρημένοις ἑτέροις πνευματικῶς μορφαζόμενος· καὶ γοῦν εἰμὴ τοῦτο αὐτῷ γένοιτο, καὶ πάθοι τὴν τοιαύτην θείαν ἀλλοίωσιν, ἐν ἐπαφῇ, καὶ φαντασίᾳ τοῦ ὑπερκοσμίου ἑνὸς οὕκουν ἐγένετο· ἑνὰς γάρ ἐστιν ἑνοποιὸς ὁ Θεός, καὶ νοῦς ὑπὲρ νόησιν· καὶ τότε καθόσον νοῦς ὑπερκοσμίως τοῦτον φαντάζεται, ὅταν σὺν τοῖς λελεγμένοις καὶ ἓν ὑπὲρ νόησιν γένηται τῇ θείᾳ φαντασίᾳ τοῦτο παθών.
Τὸ τῆς ὑπερουσίου θεότητος τριαδικόν, εἰς μοναδικὸν συνῆκται ὑπερφυῶς, μονὰς γὰρ τρισυπέστατός ἐστιν ὁ Θεός· οὐκ ἔστι τοίνυν εἰς ὁμοίωμα ἐμφερὲς τοῦ Θεοῦ γενέσθαι ψυχὴν εἰκονικῶς, μὴ καὶ αὐτὴν οὖσαν τριμερῇ, πρὸς ἑαυτὴν γεγονυῖαν ὑπερφυῶς ἕν· λέγω δὲ τριμερῆ τὴν ψυχὴν οὐ κατὰ τὸ λογιστικὸν καὶ θυμικὸν καὶ ἐπιθυμητικόν· κυρίως γὰρ οὐκ ἔστιν ἐν τούτῳ τριμερὴς ἡ ψυχή· οὐ γὰρ πάνυ τοι οἰκείως ἔχει λογικὴ ψυχὴ πρὸς ἐπιθυμίαν καὶ θυμόν· ἔστι γὰρ ταῦτα ἐξ ἀλόγου μέρους παρειλημμένα, διὰ τὴν παροῦσαν ζωώδη βιωτὴν παρυφιστάμενα, ἄλογα καὶ σκοτεινὰ καθ᾽ αὐτά· ἡ δὲ ψυχὴ λογική τε ἐστί, καὶ ἡ φύσις αὐτῆς ἔμπλεως φωτὸς νοεροῦ· καὶ δεῖ κυρίως ἐκεῖνα φᾶναι εἶναι αὐτῆς, ὧν χωρίς, ἐνεργῆσαι τὴν ἑαυτῆς οὐ δεδύνηται ἐνέργειαν· ἀλλαμὴν θυμοῦ δίχα, καὶ ἐπιθυμίας ἐνεργεῖ, καὶ μάλιστα τότε ἀληθῶς ἐνεργεῖ ὅταν τούτων ἐνεργῇ χωρίς· οὐκ ἄρα τῳόντι μέρη ταῦτα αὐτῆς εἰσιν, ἀλλ᾽ ὡς εἰρήκειν τῆς ζωώδους καὶ κάτω τύχης δυνάμεις αὐτῇ παρυφεστηκυῖαι· ψυχὴ γὰρ λογικὴ νοερῶς τὰ ἄνω περιαθροῦσα καὶ φανταζομένη τὰ νοητὰ καὶ ὑπὲρ ἑαυτὴν ἀνατεινομένη, καὶ οἷον εἰπεῖν, ἀναθρώσκουσα, πόρρω που ῥιπτεῖ ὡς φλυαρίαν εἰκαίαν, ἐπιθυμίαν καὶ θυμόν, μὴ ἔχουσα ἐν οἷς τούτοις χρήσαιτο, ὅπου ἁπλότης καὶ τὸ ἀνείδεον καὶ ἀσχημάτιστον, ἄχροόν τε καὶ ἀμόρφωτον· καὶ τάλλα ὅσα νοῦν ἄφετον καὶ ὅλως ἁπλοῦν ἀπαιτεῖ· ἔστι δὲ τριμερὴς οἰκείως τῇ ἑαυτῆς ἁπλότητι ἡ ψυχή, νοῦς οὖσα, χρωμένη λόγῳ, καὶ πνεύματι, τὰ ἑαυτῆς ἰδιαίτατα, καὶ τὴν ἑαυτῆς ἁπλότητα ἥκιστα πάντων λυμαινόμενα· ὅτι περ, οὐδὲ τὸ τρισσὸν τῆς ἐναρχικῆς Θεότητος, ἧς εἰκὼν ἡ ψυχὴ ἐμφερής, τοῦ σφετέρου ἑνιαίου, καὶ ἁπλοῦ ἐμποδὼν ἵσταται· ἀλλ᾽ ἔστι καὶ ἁπλοῦν ἓν ἀκριβῶς ἡ θεότης ὑπερούσιον, καὶ αὖθις οὐδὲν ἦττον καὶ οὖτως ἀραρότως Τριάς· ταῦτα τοιγαροῦν ἡ ψυχή, ἤτοι ὁ νοῦς, (νοῦς γάρ ἐστι, καὶ τοόλον νοῦς ἡ ψυχὴ) ὁ λόγος, καὶ τὸ πνεῦμα ὑπερφυῶς γεγονότα ἓν, τὴν κυρίαν ὁμοίωσιν παρέχεται ἡμῖν τῆς τρισυποστάτου μιᾶς θεότητος· τὸ δέ, οὐκ ἀλλοθέν ἐστι γενέσθαι, ὅτι μὴ ἐκ τῆς ἀναβλέψεως, καὶ θεωρίας τῆς ὑπερφυοῦς Τριαδικῆς Ἑνάδος· αὕτη γάρ ἐστιν ἡ καὶ τὴν ψυχὴν τοιαύτην πεποιηκυῖα, καὶ ἐπανάγουσα ταύτην εἰς τοῦτο, ἐκπεπτωκυῖαν καὶ χωρὶς τῆς πρὸς αὐτὴν ἐνατενίσεως καὶ θεωρίας, τοῦτο γενέσθαι ἀμήχανον τῇ ψυχῇ· οὗ μὴ γεγονότος, μηδ᾽ ἐπανελθούσης τῆς ὁμοιώσεως, καὶ τουτωνὶ τὸν τρόπον ἐλλειπεῖς φανούμεθα· καὶ ταῦτα περὶ τὸ θεωρητικὸν μέρος, καὶ τὴν ἀλήθειαν, ἃ μάλιστα σπουδῆς ἀξιώτερα· καὶ ὧν χωρίς, εἰς ἀπαθῆ κατάστασιν ἐλάσαι ἡμᾶς οὐκ ἐνδέχεται· ὥσπερ γὰρ εἰς τὸ ἀγαθόν, πρακτικῶς ἡμᾶς εἶναι δεῖ, ἵν᾽ ὦμεν τῶν ἀπαθῶν, οὕτω καὶ πρὸς τὴν ἀλήθειαν θεωρητικῶς, ἵν᾽ ὦμεν θεοειδεῖς, Θεῷ τῷ ἐπὶ πάντων λατρεύοντες, καὶ θεοὶ θέσει γενέσθαι καὶ εἴναι κατὰ τὴν θεμιτὴν ἐμφέρειαν τῆς ἀρχετυπίας ἐφιέμενοι.
Εἰ δὴ ἓν γενέσθαι ἀναγκαῖον ἡμᾶς διὰ τὴν τοῦ πρωτοτύπου ὑπερκοσμίου ἑνὸς ὁμοίωσιν· τοῦτο δὲ ἡ πρὸς αὐτὸ τὸ ὑπερκόσμιον ἓν ἀνάβλεψις καὶ θεωρία καὶ ἀνάτασις καὶ νοερὰ ἐπιστροφή πέφυκε ποιεῖν ἡμῖν, καὶ τὸ πρὸς αὐτὸ τὸ ἓν ἀδιαστρόφως ἀποσκοπεῖν, ἄρα τρόπῳ παντὶ χρὴ πειρᾶσθαι ἀφορᾶν πρὸς τὸ ὑπὲρ διάνοιαν ἓν ὑπερκόσμιον· καὶ ἐκεῖσε ἐκκρεμαννύειν ὅλους ἑαυτοὺς σπουδῇ πάσῃ, καὶ καρδίᾳ ὅλῃ, καὶ ψυχῇ· καὶ τρέφειν ἐν ἑαυτοῖς τὸν τοῦ ὑπερκοσμίου ὑπερηπλωμένου ἑνὸς ἔρωτα, καὶ μόνου· ὡς ἂν ὁ ἔρως αὐτὸς αὐτοῦ, ἀντὶ πτερύγων ἁγίων γένοιτο τῇ πρὸς αὐτὸ νοερᾷ ἀνωφορίᾳ ἡμῶν· καὶ οὕτω πάντοτε ὡς εἰς ἀέρα, ἐν ἀνειδέῳ καταστάσει ἑνοειδεῖ σὺν Κυρίῳ ἐσόμεθα, τῷ τῳόντι ἑνί, τριαδικῶς τὴν Τριάδα νοερῶς, λογικῶς τε καὶ πνευματικῶς ἐξυμνοῦντες, καὶ εἰς αὐτήν, ὡς εἰκός, ἐκκεχηνότες, καὶ ἐκπληττόμενοι, καὶ τῇ καθ᾽ αὐτοὺς ἑνώσει τῷ ἑνὶ ἑνούμενοι ἑνοειδῶς ὑπὲρ ἕνωσιν.
Μονὰς αἰσθητὴ παντὸς ἀριθμητοῦ πλήθους ἀρχή· καὶ μονὰς ὑπερκόσμιος, παντὸς φαινομένου τε, καὶ νοουμένου πλήθους, καὶ παντὸς ὄντος ἀρχή· ὥσπερ οὖν πᾶς ἀριθμός, ἀπὸ μονάδος ἴσχει τὴν ἀρχήν, οὕτω πᾶν ὃν ὁπηδήποτε ἀπὸ τοῦ ὑπερκοσμίου προχεῖται ἑνός, κατ᾽ αἰτίαν, εἴτε φυσικήν, ἢ ποιητικήν· ἀλλὰ τῆς μὲν ἀριθμητῆς μονάδος ἡ θέσις, ἐφ᾽ ὅσον αἰσθητή ἐστι, τῇ ἑαυτῆς φύσει ἀκολούθως ἕπεται, ἀρχὴ γὰρ οὖσα πάντων τῶν ὑπ᾽ ἀριθμόν, καὶ ἡ αἴσθησις πρῶτα τίθησιν αὐτὴν ἀριθμοῦσα ἐπεὶ δὲ τοῦ ὑπερκοσμίου ἑνός, ὅτι ἐστὶν ὑπὲρ νοῦν, τὸ ἀνάπαλιν καθορᾶται· φύσει γὰρ οὖσα μονὰς τῶν πάντων προτέρα, ὁ νοῦς ταύτην μετὰ πάντα τίθησιν· οὐδεὶς γὰρ δεδύνηται νοῦς τὸ ὑπερκόσμιον ἓν ποιήσασθαι ἀρχήν, καὶ ἀπὸ τοῦδε προϊέναι ἐπὶ τὰ πολλά· ἀλλὰ τοὐναντίον, ἀπὸ τῶν πολλῶν εἰς ἐκεῖνο ἄνεισι, καὶ συνάγεται, κἀκεῖ μὲν ἀναγκαῖον τῇ αἰσθήσει τὸ ἀριθμητὸν ἕν, διὰ τὴν εἰς τὰ πολλὰ πρόοδον, ἄλλως μὴ ὃν δυνατὸν ἀριθμεῖν, ἢ προβαίνειν ᾗ βούλεται· ὧδε δὲ ἀναγκαῖα τῷ νῷ τὰ πολλά, διὰ τὴν εἰς τὸ ὑπερκόσμιον ἓν διὰ τούτων ἀναγωγήν, καὶ σύμπτυξιν οἷον ἑαυτοῦ, ἑτέρωθεν ἀνελθεῖν, ᾗ βεβούληται, ἐπὶ τὴν τοῦ ὑπερκοσμίου φαντασίαν ἑνὸς οὐδαμόθεν δυνάμενος· οὕτω τοιγαροῦν ὁ νοῦς τάξει, καὶ ὁδῷ ἑαυτῷ οἰκείᾳ χρώμενος, ἄρχεται μὲν ἀπὸ τῶν πολλῶν, τέλος δὲ ποιεῖται τὸ ὑπερκόσμιον καὶ κορυφαιότατον ἕν· ἐπεὶ γὰρ εὔληπτόν ἐστι καὶ εὐόριστον τὸ κατ᾽ αἴσθησιν ἀριθμητὸν ἕν, φυσικῶς ἡ αἴσθησις τοῦτο τίθησιν, ὡς ἂν ἡ φύσις αὐτοῦ ἀπαιτῇ, καὶ τῇ θέσει πρότερον ἡ δὲ κατὰ νοῦν ζητουμένη μονὰς ὑπερκόσμιος, ὑπερφυής τε οὖσα, καὶ τὸ νοεῖσθαι ἐκφεύγουσα, πόρρω που ἐστὶ καὶ τῆς κατὰ φύσιν ἑαυτῆς θέσεως, ὥστε ἀπ᾽ ἐκείνης τὸν νοῦν ἄρχεσθαι, ἀλλὰ μᾶλλον οἷα ὑπερφυῆ, ὑπερφυῶς οὐκ ἀρχήν, ἀλλὰ τέλος αὐτὴν εὑρίσκει ὁ νοῦς μετὰ τὴν διάβασιν, καὶ ἵν᾽ οὕτως εἴπω, ἐξαρίθμησιν τῶν πολλῶν· ἐπεὶ γὰρ ὁ νοῦς φύσιν τὸ νοεῖν ἔχει, τὸ δὲ ὑπερκόσμιον ἕν ἐστι καθ᾽ αὑτὸ ἄληπτον καὶ ἀπρόσιτον, πρὸς τὰ πολλὰ καὶ ἄκουσα ἡ τριβὴ κλίνει τοῦ νοός· μήτε ἀργὸς εἶναι ἀπὸ τοῦ νοεῖν δυνάμενος ὁ νοῦς, μήτε τὸ κορυφαῖον, καὶ ὑπερκόσμιον ἓν ἔχων ἰσχὺν περιδράξασθαι· ἀπιδὼν τοίνυν εἰς τὰ πολλά, ἐν ἑκάστῳ τῶν πολλῶν ἁπάντων ἐνορᾷ νοητόν, οὐχ᾽ ὅπερ ἐστί τι εἶναι, ἀλλ᾽ ὅπερ τινὸς ἑνός· κἄπειτα συναγείρων ἐξ ἑκάστου φαινομένου ἕκαστον νοητὸν προφαινόμενον καὶ πρὸς ἄλληλα ταῦτα ὁμόλογα ὄντα, καὶ οὐκ ἀντίξοα θεωρῶν, καὶ πάντα μιᾶς ὥσπερ ῥίζης ἄνθη, καὶ φυῆς, ἀκολούθως πρόεισιν ἀπὸ τῶν πολλῶν ἐπὶ τὸ κορυφαιότατον ἕν, ἐξ οὗ τὰ πολλά καὶ πάντα καὶ φυσικῶς συνάγεται ἀπὸ τῶν φυσικῶν ὄντων εἰς τάξιν ὑπερφυᾶ, τὸ ὑπερφυὲς καὶ ὑπερούσιον ἐνοπτριζόμενος ἕν, ὡς ἔχει φύσεως τὸ ὑπὲρ φύσιν ἀπὸ τῶν κατὰ φύσιν ὁρᾶσθαι ἑνοειδῶς· τότε τοίνυν ὁ νοῦς τὴν πηγαίαν τῶν ἀγαθοτήτων, καὶ καλλονῶν ἁπάντων πρόβλυσιν, καὶ ποιήτριαν ἀρρήτως κατηδὼν καὶ τρυφήσας τὸ ὑπερούσιον ἕν, οὐκ ἐθελοντὴς ἐπιστρέφεται πρὸς τὰ πολλά, καί τοιγε ὄντα καὶ καλά, καὶ μερίδος ἀγαθῆς μέτοχα· φιλόκαλος γὰρ ὢν ἐς τὰ μάλιστα φυσικῶς, οὐχ ἑκὼν ἐξίσταται τοῦ ὑπὲρ πάντα, εἰ μήπως κατὰ περίστασίν τινα συμβαίνῃ τοῦτο αὐτῷ· ἀλλ᾽ ἐπειδή περ ὁ τῶν ὄντων τρόπος διάφορος, καὶ διάφορον ἔχει τὴν νοερὰν ἀπόβλεψιν, καὶ διαφόρως ὁ νοῦς διὰ τούτων εἰς τὸ ὑπερκόσμιον ἕν, καὶ ὑπερφυὲς ἀνατρέχει· χρή, καθάπερ ἐγ᾽ ὦμαι, μικρόν τινα διαμεθοδεῦσαι, τῆς διὰ τῶν πολλῶν ἐπὶ τὸ ὑπερουσίως ὑπερκόσμιον ἓν ὁδοῦ, πορισμόν· ὅπως ἄν, ὡσανεὶ κλιμακηδὸν ὁ νοῦς ἀνιών, ἀσφαλεστάτην τὴν σφετέραν ποιῆται κίνησιν, καὶ γνοίη εἴτι ἄν ποτε κατ᾽ αὐτὴν ἐλλείποι, ἢ εἰδή ποτ᾽ ἔστιν ἐν ᾧ εἶναι χρή, κἂν τούτῳ ἐπὶ πόσον τρυφᾷ, καὶ τί τὸ σφάλον, καὶ ἀφιστῶν αὐτὸν τῆς καλλονῆς ἐκείνης, καὶ ἀναβάσεως, ἢ θείας ἐστιάσεως· καὶ πῶς αὖθις γένοιτο οἱ, ἐπανακάμψαι ὄθεν ἐξώλισται· ἐντεῦθεν δὴ γνώσεται, καὶ τὴν τῶν παθῶν ἀχλήν, καὶ τὴν τῆς καθαρᾶς καρδίας διαύγειαν, τήν τε ἐπίγνωσιν τῆς ἀληθείας οἷά τις ἐστὶν ἐνοπτρισθείη, καὶ τῶν ἐπουρανίων θεαμάτων μέτοχος ἔσται, καὶ θείαν αἴσθησιν εἴσεται, καὶ οὐ λήσεται ἑαυτὸν αὔξων, ἢ πρὸς μείωσιν ἥκων, καὶ πολλῶν ἀξιαγάστων ἐν ἐπιστήμῃ γένοιτ᾽ ἄν, καὶ τὸν σκοπὸν τῆς ἡσυχίας τίς ἐστι κατανοήσει, καὶ τῆς ἐγκλείσεως.
λέγομεν δὴ ὧδε· πάντα τὰ ὄντα μεμέρισται εἰς αἰσθητὰ κτιστά, κτιστὰ νοητά, νοητὰ ἄκτιστα· καὶ ἄκτιστον ὑπὲρ νοῦν ἓν ὑπερούσιον· ἐν τούτοις ὁ τῆς ψυχῆς στρεφόμενος ὀφθαλμός, ἤτοι ὁ νοῦς, καὶ πυκνῶς ἐνορῶν, κἂν τῇ ἀσκήσει τὸ ἡσυχάζειν αἱρούμενος, αἴρεται ἀπὸ τοῦ τὰ εἰκότα καταμόνας πράττειν ὡς ἀπὸ βαθμίδος τινὸς εἰς τὸ θεωρεῖν, καὶ εἰς τὸ ὄντως ὃν καταγίνεσθαι καὶ τρυφᾶν τὰ οὐράνια, καὶ ταῖς ἀκτῖσι τῆς ἀληθείας, καὶ περιστρέφεσθαι καὶ ἀγάλλεσθαι καὶ πλουτεῖν εἰς ἄπειρον τὰ ἀΐδια, καὶ θαυμασίως ἥδεσθαι, καὶ γλυκαίνεσθαι· ἴσως δέ, συνεργείᾳ τῆς χάριτος, καὶ γῆθεν ἁρπάζεσθαι, προϊόντος καιροῦ, καὶ βεβαιωθέντος τοῦ νοεροῦ φωτὸς ἑκτικῶς, καὶ ἀναισθητεῖν τῶν ὧδε τῇ τοῦ ὑπὲρ νοῦν κατοχῇ, καὶ φαντασία τοῦ ὑπὲρ πᾶν καλὸν ἀσυγκρίτως· πενταχῶς δὴ τῆς ἱερᾶς ταυτησὶ Κλίμακος διηρημένης, καὶ διὰ βαθμίδων ὥσπερ ἀνιούσης ἐπὶ τὸν ἄκρον σκοπόν, οὐ τοπικὸν ἔχει διάστημα βαθμὶς ἀπόγε βαθμίδος, ἀλλ᾽ ἡ διαφορότης, καὶ ὃ διέχει τῆς ἑτέρας ἑτέρᾳ, τάξις ἐστίν, ὡσανεὶ ποιότητες ἢ ἰδικοῦ τινος, οἷον ὄντα μὲν εἰσὶν ἐπίσης, τὰ αἰσθητὰ κτιστά, καὶ κτιστὰ νοητά· ἀλλὰ τὰ δεύτερα, πολλῷ τῷ μέτρῳ τῶν προτέρων ὑπερτερεῖ, καθόσον αἰσθήσεως νοῦς ἰδικῷ καλῷ· πάλιν δ᾽ αὖθις ὑπερέχει κατὰ πολὺ ἄκτιστα νοητά, νοητῶν κτιστῶν· ἀμφοτέρου τουτωνὶ στοίχου ἐν τοῖς οὖσι κατεληλεγμένου, ὑποβεβήκασι μέντοι τὰ ἄκτιστα νοητὰ ὄντα τῷ ὑπὲρ νοῦν ἀκτίστῳ ἑνί· καὶ ἔστιγ᾽ ἐντεῦθεν δῆλον, ὅτι τὰ ἐν τῷ ὑπερτεροῦντι τῶν ὄντων ἁπάντων ἵστασθαι, διαβάντα τὸν νοῦν ἀπὸ πράξεως, καὶ ἐν ἐκείνῃ τῇ κορυφαιστάτῃ ἀποκρυφιότητι, τῇ ὑπερανωκισμένῃ πάντων αἰσθητῶν τε καὶ νοητῶν γίγνεσθαι, ἡ κρείττων αὐτοῦ ἐστὶν ἀπόβλεψις καὶ θεωρία, ὥσπερ ἡ ταπεινοτέρα ἐν τοῖς αἰσθητοῖς κτιστοῖς ἢ καὶ μᾶλλον ἐν τῷ πρακτικῷ· δεῖ δὴ φιλόκαλον ὄντα φύσει αὐτόν, τοῦ κατὰ πάντα τρόπον ἐφίεσθαι κρείττονος, οὐ μόνον ἵν᾽ ἀπολαύσῃ, ἀλλὰ καὶ ἵνα πάθῃ τὴν κρείττονα καὶ ὑπὲρ νοῦν, ὡς εἰκός, ἀλλοίωσιν· ἐφ᾽ ὅσον, ὡς λέλεκται, ὁποῖα ὁ νοῦς ὁρᾷ καὶ οἷα τρυφᾷ, τοιαύτην δέχεται καὶ ἀλλοίωσιν· πλὴν ἐπειδήπερ ἡ συμπεπλεγμένη τῇ τοῦ νοὸς φύσει τρεπτότης, οὐ μήποτε λήξει ἀπ᾽ αὐτοῦ, ἕως ἂν, τὸ σήμερον ᾖ, καὶ κατὰ τὸν λέγοντα, ἕως ἂν κινηθῶσιν αἱ σκιαί, τουτέστιν ἔως ἂν μεταβῶμεν ἀπὸ τῆς παρούσης ζωῆς τῆς ἐν ἐσόπτρῳ καὶ αἰνίγματι παραδεικνυούσης, σκιωδῶς ὥσπερ τὴν ἀλήθειαν χρὴ μεταπίπτοντας ἀπὸ τῆς τοῦ ἀκτίστου ὑπὲρ νοῦν ἑνὸς θεωρίας καὶ ἀποβλέψεως ἵστασθαι μηχανᾶσθαι, ὡς ἂν ἐγγυτέρω εἰς τὰ νοητὰ ἄκτιστα, ὅπως αὖθις θᾶττον εἰς τὸ ἄκτιστον ὑπὲρ νοῦν ἓν γένοιτο ἡμῖν ἡ ἐπάνοδος· παχυτέρας δὲ ἐπιπεσούσης ἀχλύος καὶ τὸ νοεῖν ἐπισκοτιζούσης καὶ ἀκηδίαν ἐπιχεούσης πρός γε τὸ θεωρεῖν τῷ νῷ, εἰς εὐχὰς πρακτικῶς ἐν καρδίᾳ ταπεινῇ τρεπτέον ἡμᾶς αὐτοὺς, καὶ τοῦ σκότους τῇ τῆς προσευχῆς δυνάμει καὶ τοῖς δάκρυσι μεταχωρήσαντος, ὑποβάθραν πάλιν αὖθις ὥσπερ τινα ποιεῖσθαι, αἰσθητὰ κτιστά, προενοικοῦντος τῇ καρδίᾳ ἐν ἐνεργείᾳ πνευματικῇ ἐνυποστάτῳ, φωτὸς νοεροῦ καὶ προκατέχοντος τοῦ νοῦ δηλονότι, τὸ τῆς πρακτικῆς ἐπιστημόνως γε λίαν κράτος, καθὸ ἐπιβαίνειν ὁ νοῦς πέφυκεν ὥσπερ ἐπί τινος ἀκρωρείας ἢ σκοπιᾶς δήπουθεν καὶ θεωρεῖν τὰ πολλοῖς οὐ μόνον ἀθέατα, ἀλλὰ καὶ ἀζήτητα καὶ ἀνεπινόητα· καὶ οὗ χωρὶς οὐδεὶς ὄψεται, οὔτε ἑαυτόν, οὔτε καὶ μᾶλλον τὸν Θεόν· περὶ ἧς πρακτικῆς ἐπιδρομάδην νῦν ἤδη εἰπεῖν, τάχα γε οὐ πόρρω σκοποῦ.
Τρία ἡ ψυχὴ ἔσωθεν ἔχει δεόμενα πράξεως· λογιστικόν, ἐπιθυμητικὸν καὶ θυμικόν· καὶ τρία ἔξωθεν· ἔφεσιν δόξης, ἡδονῆς καὶ τοῦ πλείονος· ταύτας δὴ τὰς δύο Τριάδας ἐπιστημόνως ἡ ψυχὴ ἀφορῶσα ἐν τῇ τοῦ Ἰησοῦ Χριστοῦ ἐνσάρκῳ πολιτείᾳ διὰ τῶν αὐτῆς τεσσάρων γενικῶν ἀρετῶν, φρονήσεως δηλαδή, δικαιοσύνης, σωφροσύνης καὶ ἀνδρείας, ἐν τῇ χάριτι ἐξιᾶται τοῦ Κυρίου Ἰησοῦ καὶ δίδωσι τῷ ἑαυτῆς νῷ ἀπερισκοτήτως μετεωρίζεσθαι καὶ τὰ θεῖα περιαθρεῖν καὶ θεωρεῖν τὸν Θεόν· ὅτε γὰρ ὁ Κύριος Ἰησοῦς ἤχθη ἐν τῇ ἐρήμῳ ὑπὸ τοῦ Πνεύματος καταπαλαίσων τὸν διάβολον, νηστείᾳ μὲν τὸ ἐπιθυμητικὸν ἐθεράπευσεν· ἀγρυπνίᾳ τε καὶ ἡσύχῳ προσευχῇ τὸ λογιστικόν· τὸ δὲ θυμικόν, ἀντιρρήσει· φιληδονίαν τε φιλοδοξίαν καὶ φιλαργυρίαν, ἐν οἷς πεινῶν οὐκ ἐζήτησεν, ὡς ὁ διάβολος ὑπετέθει, ἵνα οἱ λίθοι ἄρτοι γένωνται· οὐδὲ κάτω ἑαυτὸν ἔβαλεν ἀπὸ τοῦ ἱεροῦ πτερυγίου, ἵν᾽ ὑπὸ τοῦ ὄχλου ὡς μηδὲν πεπονθὼς τῇ καταπτώσει δοξασθῇ· οὐδὲ προσκυνῆσαι ἐπείσθη ἐπὶ ὑποσχέσει λήψεως τοῦ πλούτου ἁπασῶν τῶν βασιλειῶν, ἀλλ᾽ ἀντιρρήσει θυμοειδεῖ φρονίμῳ καὶ δικαίᾳ, σώφρονί τε καὶ ἀνδρείᾳ τὸν σατανᾶν ἀπεκρούσατο καὶ ἡμᾶς ἐν τούτῳ διδάσκων τὴν κατὰ τῆς ἐφόδου πάσης ἧτταν αὐτοῦ· τοῦτο δή τοι αὐτό τις κἂν τῷ σταυρῷ τοῦ Σωτῆρος ὄψεται καὶ γνοίη ἄν· προσεύχεται καὶ γὰρ τῷ τότε καιροῦ ὁ Σωτὴρ τῶν μαθητῶν ἑαυτὸν ἀφιστάς; τοῦτο ἴαμα τοῦ λογιστικοῦ· γρηγορεῖ καὶ διαγρυπνεῖ καὶ δίψαν ὑπομένει ἐν τῷ σταυρῷ; τοῦτο φάρμακον τοῦ ἐπιθυμητικοῦ· οὐκ ἀντιλέγει, οὔτε μὴν ἐρίζει ἢ κραυγάζει καὶ ταῦτα διαβαλλόμενος καὶ ὑπὲρ τῶν ἐπηρεαζόντων προσεύχεται; τοῦτο τῆς εὐταξίας τοῦ θυμικοῦ, τὸν μὲν διάβολον ἀντιρρήσει βάλλειν, ἀνθρώποις δὲ τοῖς ἐπηρεάζουσιν, ὡς καὶ αὐτοῖς ἐπηρεαζομένοις ὑπὸ τοῦ σατανᾶ, σιωπῇ, μακροθυμίᾳ καὶ ὑπὲρ αὐτῶν ἀμείβεσθαι προσευχῇ· ἐμπτύεται, ῥάπισμα δέχεται, ὑπομένει εἰρωνείας καὶ ἐμπαιγμόν; τοῦτο θεραπεία φιλοδοξίας· ὄξος ποτίζεται, χολὴν βρωματίζεται, σταυροῦται, λόγχῃ κεντᾶται; τοῦτο ἰατρεία φιληδονίας· γυμνὸς κρεμαννύεται, ὕπαιθρος, ἀνέστιος ἐπὶ τὸν σταυρόν, παρεωραμένος ἅπασιν, ὡς ἄν τις πτωχὸς καὶ πένης; τοῦτο τῆς φιλαργύρου διαθέσεως κατάργησις· τῶν ἄρα ἔσωθεν παθῶν καὶ τῶν ἔξωθεν ὁ Σωτὴρ δὶς δέδειχε τὴν ἰατρείαν· ὁπηνίκα τῷ κόσμῳ φαίνεσθαι μετὰ τοῦ σώματος ἤρξατο καὶ ὅτε τοῦ κόσμου ἀποδημεῖν ἔμελλεν· ὅθεν καὶ πρὸς αὐτὸν καὶ τὴν διδασκαλίαν αὐτοῦ καὶ τὸν σταυρὸν ὁ ὁρῶν κατὰ τὸ ἐνὸν ἑαυτὸν αὐτοῦ ποιούμενος μίμημα φρονίμως καὶ δικαίως, σωφρόνως τε καὶ ἀνδρείως, ὥσπερ ἐκεῖνος, καταργήσει μὲν τὴν ἐπὶ κακῷ τῶν παθῶν ἐνέργειαν τουτωνὶ καὶ πάντων γε διὰ τούτων· χρήσεται δὲ αὐτοῖς ὡς δεῖ καὶ μετὰ ταῦτα ἅπασι καὶ πρακτικὸς ἀνὴρ ἔσται κατὰ ἀλήθειαν καὶ πρὸς τὸ θεωρεῖν καὶ πρὸς Θεὸν ἀνατείνεσθαι καὶ σχολάζειν τῷ νοερῷ ἐνατενισμῷ ἑτοιμότατος· καὶ οὕτω γε ἀπὸ τῶν πολλῶν αὐτοῦ ὁ νοῦς αἰσθητῶν, κτιστῶν τοιγαροῦν ἐναρξάμενος καὶ κατιδὼν τῆς σφῶν αὐτῶν καλλιεργείας τὴν εὐπραγίαν, καὶ νοήσας τὰ κτιστὰ νοητά, καὶ εἰς τὰ νοητὰ ἄκτιστα μετελθών, ὡς ἐν κλίμακι βαθμίδας ἤδη διελήλυθε τέσσαρας· μετὰ δὲ ταῦτα ἡ θεία καὶ ὑπὲρ νοῦν αὐτῷ ἕπεται ἀφθεγξία καὶ σιγὴ καὶ ἔκπληξις, καὶ συνελόντα φᾶναι, τοῦ ὑπερκοσμίου ἑνὸς ἡ ἀπόβλεψις καὶ θεωρία καὶ ὑπὲρ νόησιν ἕνωσις, ἡ τῆς ἡσυχίας κορωνίς, τὸ ἄκρον καὶ τέλειον ἐφετόν, ὅσον ἐν τῇ παρούσῃ ζωῇ· τῆς ἀληθείας τὸ πέρας, τῆς πίστεως ἡ ἐπικαρπία, ἡ διαυγὴς ἔλλαμψις τῆς ἐλπιζομένης δόξης, ὁ τῆς ἀγάπης θεμέλιος, ἡ τοῦ νοὸς στάθμη, ἡ στάσις τῆς κατ᾽ αὐτὸν ἀεικινησίας καὶ ἀνεννόητος παῦλα καὶ ἑνοειδὴς κατάστασις, ἡ ὡς ἐν ἀρραβῶνι ἐργασία τοῦ αἰῶνος τοῦ μέλλοντος, τὸ αἴτιον τῆς ἀφαντάστου χαρᾶς, τὸ τῆς εἰρήνης ταμεῖον, ἡ σβέσις τῶν τῆς σαρκὸς φρονημάτων, ἡ ἀποστροφὴ τοῦ παρόντος αἰῶνος, ἡ προσπάθεια τοῦ μέλλοντος, τὸ ἀποστάσιον τῆς ἐμπαθοῦς ζωῆς, ἡ συμφοία τῆς ἀπαθείας, τῆς ψυχῆς τὸ εὐφρόσυνον ἀγαλλίαμα καὶ τῶν ἑαυτῆς κινήσεων καὶ δυνάμεων ἡ συναγωγή, ἀνάπαυσίς τε καὶ φρουρά· καὶ ὁλικῶς εἰπεῖν, ἡ θεία γνῶσις καὶ ἡ ἀπάθεια· δεῖ δὴ σκοπεῖν οἰκείᾳ ῥᾳστώνῃ· ἢ ἐξωτερικῇ τινι περιστάσει συσχεθέντα τὸν νοῦν, αὖθις ἐπὶ τὸ οἰκεῖον ἐπαναφέρειν τῆς θεωρίας καλὸν διὰ τῆς τοῦ ἐμποδὼν ἱσταμένου πάθους καὶ ἐκποδὼν ποιοῦντος αὐτὸν τοῦ ἰδίου σκοποῦ ἀποθέσεως καὶ πόσον ἄπεστι τοῦ ἄκρου ἐφετοῦ καὶ διατί· καὶ εἰ ἐν αἰσθητοῖς κτιστοῖς ἢ κτιστοῖς νοητοῖς ἢ νοητοῖς ἀκτίστοις εἴη τὸ ἑαυτοῦ θεωροῦν· ἢ λογισμοῖς ματαίοις ἢ κατὰ χρείαν τινὰ διαιροῖτο τοῦ προκειμένου καὶ μόνου τῇ ἀληθείᾳ καὶ ἑνὸς ὑπὲρ πᾶν ἓν ὑπερκοσμίου· καὶ ἀφαιρεῖν οὕτω τὰ μεταξὺ κωλύματα· ἵν᾽ αὖθις ἐπανέλθῃ ἑνοειδῶς, ὥς γε ἡ τάξις αὐτὴ ἀπαιτεῖ ἐπὶ τὴν τοῦ ὑπερκοσμίου ἑνὸς θεωρίαν καὶ ἀπόβλεψιν· ἔξω που γὰρ τοῦ ὑπερκοσμίου ἀκτίστου ὑπὲρ νοῦν ἑνὸς ὁ νοῦς εὑρισκόμενος ὑπὸ διαίρεσιν ἐστὶ καὶ οὐκ εἰς τὸ κυρίως καλόν, κἂν κινεῖτο καλῶς· τοῦτο γὰρ ἐστὶ τὸ κορυφαῖον καλόν, τὸ ὑπὲρ νοῦν ὑπερούσιον, ἄκτιστον καὶ ἁπλοῦν ἕν· καὶ τοῦτό ἐστι τὸ τῷ ὄντι τοῦ νοῦ ἄκρον ἀντικείμενον πέρας· καὶ γοῦν ὑγιῶς κινούμενος ὁ νοῦς, αὐτόσε διὰ τῶν εἰρημένων εὑρίσκεται ἀνιών, καὶ τὴν ὑπὲρ νοῦν πάσχει ἕνωσιν· διωκτέον δὴ ὅση δύναμις τὸ ἄπειρον καὶ ἐρευνητέον τὸ ὑπὲρ νοῦν καὶ θεωρητέον τὸ ἀνείδεον ἓν, καὶ καταληπτέον ἐξ ἐφόδου τὸ ἀκατάληπτον, ὡς ἂν τύχοιμεν τῆς ἑνιαίας τοῦ ἑνὸς κληρονομίας τοῦ ἄκρου Θεοῦ, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ζωοποισῦ Πνεύματος, δι᾽ ὧν ἐλλαμπόμενοι τῆς θεωρητικῆς ἀξιούμεθα χάριτος, καὶ Θεοὶ θέσει θεουργηθέντες γινόμεθα τῇ δωρεᾷ τοῦ Θεοῦ·
Ἐν τῇ τῆς θείας ἀποκρυφιότητος χώρᾳ ἀναβεβηκὼς ὁ νοῦς, φυσικῶς σιωπὴν ἀσκεῖ ἑνισθεὶς τῇ ἁπλότητι; καὶ ἐξ ἑπομένου ἑνιαίως τῷ ὑπὲρ ἔννοιαν ἑνὶ ἐλλαμπόμενος τῇ μετοχῇ τοῦ πνεύματος· τί γὰρ ἂν καὶ λέξῃ ὑπεράνω τῆς ἑαυτοῦ νοερότητος πεφθακώς, καὶ παντὸς ἔξω νοήματος καταστὰς καὶ γυμνὸς τὸ παράπαν, ὡς ὑπὲρ τὸ νοεῖν; εἰ γάρ τοι λόγος ὥς τ᾽ εἰπεῖν ἔτι αὐτῷ λείπεται, δῆλον ὅτι καὶ νοεῖ· πᾶς γὰρ λόγος μετὰ τὸ νόημα· καὶ εἴτι νοεῖ, πῶς ἐν τῇ τῆς ἀποκρυφιότητος χώρᾳ ἕστηκεν; οὐ γὰρ ἐστὶ κρύφιαν κυρίως, ὃ μὴ ἑτέρου ὁρῶντος; αὐτός γε ὁ νοῦς ὁρᾷ· ἐπεὶ οὕτω γ᾽ ἂν πολλὰ λέγοιντο κρύφια, ὅτι πάμπολλα ᾖ, ἵν᾽ οὕτως εἴπω, πάντα ὁ νοῦς ὅσα ὁρᾷ μὴ γινώσκοντος ἑτέρου· ὃ ὁρᾷ τοῦτο ὁρᾷ· ἔσται· ἄρ᾽ οὕτω τὰ κρύφια καὶ τοῦ ἀπείρου ἐγγύς· ὅπερ ἄτοπον· ἓν γὰρ ἐστι τὸ κυρίως κρύφιον, εἰς ὅπερ ὁ νοῦς μετὰ πάντα ἄνεισιν, ὡς εἰς τὰ ἐξ οὗ πᾶν, εἴτε φαινόμενον εἴτε νοούμενον· ἀμέλει καὶ αὐτὸς ὡς εἰς τὸ ὑπὲρ πάντα ἀναδραμὼν καὶ φαινόμενα καὶ λεγόμενα καὶ νοούμενα, ἔξω καὶ τοῦ νοεῖν καὶ ὁρᾶν καὶ λέγειν ἀποκαθίσταται καὶ οὔπω ἐς τοσοῦτον ἀναβεβήκει, οὐδὲ ἐν τῇ θείᾳ γεγένηται κρυφιότητι, ἕως ἂν λέγειν δεδύνοιτο· νοεῖ γάρ· ἀλλὰ μὴν τὸ κρύφιον ἀνεννόητον, ἄρα καὶ ὑπὲρ λόγον ἐστίν· ἄρ᾽ ὁ νοῦς ἐν τῇ τῆς θείας ἀποκρυφιότητος χώρᾳ ἀναβεβηκὼς καὶ ἑνισθείς, ἑπομένως σιωπὴν ἀσκεῖ, οὐχ ἑκών, ἀλλὰ φυσικῶς, ἑνιαίως τῷ ὑπὲρ ἔννοιαν ἑνὶ ἐλλαμπόμενος.
Εἰ πρόσω προβαίνειν καὶ προκόπτειν ποιεῖν τὸν νοῦν οἱ λόγοι πεφύκασιν, ἄρα ἀναβιβάζουσιν αὐτὸν προκόψαντα, ὅπου λόγος οὐχ ἐφικνεῖται ἐν πράγματι δηλονότι τελουμένῳ σιωπῇ· εἰδ᾽ ἀεὶ λόγοι εἶεν τῷ νοΐ, καὶ ἀεὶ δεῖται αὐτῶν ἡ ψυχή, ἐγὼ οὐχ ὁρῶ τίς ἐστιν ἡ νοερὰ ἐκ τοῦ λέγειν προκοπή· οὐ γάρ τοι τὸ λέγειν μόνον ἔστιν εἰς τὸ πράττειν ὀνήσιμον, ἀλλ᾽ οὐδὲν ἧττον καὶ εἰς τὸ θεωρεῖν· ἐν ᾧ γε ὁ νοῦς μέρει ἄνεισιν ἀπὸ τῶν ἐν σχήματι τῶν ὄντων λόγων, ἐπὶ τὸ ἁπλῶς ὑπὲρ λόγον ἀσχημάτιστον καὶ ἀπολύτως καὶ κυρίως ἓν, ὁπηνίκα καὶ πᾶς λόγος δοκεῖ πάρεργον ἢ τό γε ἀληθέστερον εἰπεῖν, ἔστιν ἐμποδών· οἱ λόγοι γὰρ ἐν μεταβάσει τὸ καθόλου εἰσὶν ἀπὸ νοήματος τυχὸν εἰς ἕτερον νόημα· τόδ᾽ ἁπλοῦν καὶ ἀπόλυτον καὶ ἀόριστον καὶ ἀσχημάτιστον καὶ ἁπαξαπλῶς ἓν κυρίως καὶ ὑπὲρ λόγον κείμενον, πῶς λόγων δεήσεται ἵνα ποῦ μεταβῇ; ἢ πῶς περιληφθείη ἄν; περίληψιν γάρ πη ὁ λόγος ποιεῖν εἴωθε· τὸ δὲ ἀπερίληπτον ὡς ἀόριστον καὶ ἀσχημάτιστον· εἰ δὲ λόγος οὐκ ἂν ἁρμόσει τῷ ὑπὲρ νοῦν κρυφίῳ ἑνί, ἀπεριλήπτῳ γε ὄντι καὶ ἀσχηματίστῳ ἄρα ἁρμόσει σιωπή· ἄρα τὸ λέγειν καταλῆξαι προκόψαντας δεῖ εἰς τὸ σιωπᾶν, ἐφ᾽ ὅσον πρὸς τὸ ἁπλῶς θεωρεῖν καὶ ἀτυπώτως καὶ ἀσχηματίστως προέβησαν.
Εἰ τῶν ἐγνωσμένων οἱ λόγοι, ἄγνωστον δὲ τὸ κρύφιον, ἔξω ἄρα λόγου τὸ κρύφιον· εἰ γὰρ ἀνωτέρω γνώσεως ἡ τοῦ κρυφίου ἀγνωσία ἐστί, τὸ δὲ ἀνώτερον γνώσεως, ἥκιστα δεῖται γνώσεως πολλῷ ἔλαττον λόγου δεήσεται· ὁ εἰς τὸ κρύφιον ἁπλῶς ἓν ἄρα ἀναβεβηκὼς νοῦς, σιωπὴν ἀσκεῖ φυσικῶς· καὶ εἴγε μὴ φύσει καὶ ἀνεπιτηδεύτως σιγώη, οὔπω ἐν τῷ κρυφίῳ καὶ ὑπερηπλωμένῳ ἑνὶ γέγονεν ἀναβεβηκώς.
Ὥσπερ ἡσυχίαν ἀσκοῦντες ἄνθρωποι, καὶ τῆς κέλλης ἔσθ᾽ ὅτε προβαίνουσι καὶ αὐτῇ πείρα τὴν τοῦ καθῆσθαι καὶ προϊέναι διαφορότητα διαγινώσκουσιν, οὕτω δήτοι καὶ τὸ σιωπᾶν πάσχοντες καὶ τοῦ λέγειν ἐς αὖθις γινόμενοι, οἱ θεωρητικῶς τῇ τοῦ Θεοῦ δόξῃ προσιζάνοντες, οἴδασι σφᾶς αὐτοὺς τίποτε καταστάσεως ὄντες, τὸ σιωπᾶν αὐτοῖς ἐπιπίπτει φύσει, οὐ προαιρέσει, καὶ τίποτε ὄντες εἰσίν, ὅθεν πρὸς τὸ λέγειν κλίνουσι, καί γε ἐν οἷς σφίσιν αὐτοῖς ἐπέλθῃ τὸ σιωπᾶν, εὔχονταί γε, εἰ μηδὲ τὸ καθόλου στόμα διάραι ὑπῆρξεν αὐτοῖς ποτέ, ἱσταμένοις ἐν ἐκείνῳ τῆς καταστάσεως, Ἀγγελοί γὰρ εἰσιν ἐπὶ γῆς ἕτεροι· ἑνοειδῶς, ἀνειδέως, ἀνομμάτως, ἀσχηματίστως, καὶ ἁπλῶς ἐν ἀμεταβάτοις νοὸς ἀποβλέψεσι τῇ ἀληθείᾳ συναπτόμενοι, μόνον μεθ᾽ ἑαυτῶν ἔχοντες τὴν ἔκπληξιν καὶ τὸν θαυμασμὸν χωρὶς τοῦ νοεῖν τι, μᾶλλον δὲ μετὰ τοῦ ἀνομμάτως ἐπιβάλλειν ταῖς ἀνάρχοις, καὶ θείαις ἐλλάμψεσιν· ἐκεῖθέν τε κατιόντος τοῦ νοῦ ὡς ἔχοντος τὴν τρεπτότητα, καταντῶσιν ἐπὶ τὸ λέγειν καὶ μεταβαίνειν νοερῶς πολλαῖς καὶ ποικίλαις ταῖς μεταβάσεσι· καὶ ἵν᾽ αὖθις αὐτοῖς ἡ τοῦ σιωπᾶν κατάστασις ἐπανέλθῃ, ὡς κρείττων πολλῷ τοῦ λέγειν ὑπάρχουσα, τὴν ἡσυχίαν ἀσπάζονται, καὶ φυλάσσονται μετὰ τῶν αἰσθητῶν τὰς αἰσθήσεις, καὶ πάσῃ μηχανῇ χρῶνται, πῶς ἂν φύγοιεν μετὰ τοῦ λέγειεν καὶ αὐτὸ τὸ νοεῖν, ἵν᾽ ἔχωσι λέγειν καὶ αὐτοὶ μετὰ τοῦ Δαβίδ, ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν· καὶ γὰρ οὖν καὶ τὸ ἀγαθὰ λέγειν κατωτέρω ἐστὶ τῆς μετὰ λόγου σιγῆς.
Οὔθ᾽ ὁλικῶς τὸ θεῖον ἐκπεφασμένον ἐστίν, οὔτ᾽ οὖν αὖθις κρύφιον· ἀλλ᾽ ὅτι μέν ἔστιν ἐκπέφανται καὶ λίαν τρανῶς· τι δὲ ἐστὶν εἶναι, ἐστὶ κρύφιον· ἐς τὰ μάλιστα δὲ διενήνοχεν εἰδέναι τὸ τί ἐστί, τοῦ ὅτι ἐστί· τὸ μὲν γὰρ ἐκ τῆς ἐνεργείας δείκνυται, τὸ δὲ τί ἐστιν ἐκ τῆς οὐσίας ἐστίν· ὅπερ δὴ καὶ Ἀγγέλοις ἐπὶ Θεοῦ εἰδέναι ἀπέγνωσται· ἔστι γὰρ ὁ Θεὸς ὑπὲρ πᾶν εἶναι ἀπειράκις ἀπείρως, καὶ ὑπὲρ νοῦν πάντα, καὶ τὸ νοεῖσθαι, ὁπηνίκα τοίνυν ὁ νοῦς εἰς τὰ ὅτι ἐστὶν ὁ Θεὸς δεικνύοντα γένοιτο, τότε πολλὰ ἔχει λέγειν, καὶ φιλοσοφεῖν ἄριστα· φιλόσοφός τε δύναται λέγεσθαι, καὶ θεολόγος· ὅταν δὲ ὑπερκύψας, καὶ ὑπεραναβεβηκὼς ἀπὸ τοῦ ὅτι ἐστὶ τῇ θείᾳ περιληφθεὶς κρυφιότητι, τῇ φαντασίᾳ τοῦ τί ἐστιν ἐνεργούμενος, καὶ πάμπαν ἀνείδεος καὶ ἀνέπαφος, καὶ ἀνόμματος κατὰ τὸ εἰκὸς γένηται διὰ τῆς χάριτος, πᾶς λόγος λέγειν περὶ Θεοῦ τί δυνάμενος μένει ἀργός, καὶ ἀκινητίζει ὁ νοῦς ἑνιζόμενος, εἰσδὺς εἰς τὸ ἀνεννόητον· καὶ τότε πᾶς τοῦ πάντων ἐπέκεινα γίνεται, ὅπου οὐ λόγος, οὐ νόημα, οὐκ ἐπίνοιά τις προχωρεῖ ποικίλλουσα, ἀλλ᾽ ἁπλότης, καὶ ἀκαταληψία, ἀφασία τε καὶ ἐκπληξις· τὸ ἀσχημάτιστον καὶ ἄπειρον καὶ ἀόριστον, καὶ τὴν τοῦ ἀοράτου ξένῳ τρόπῳ ὁρᾷ ὅρασιν· καὶ τὸ ἀνείδεον εἶδος, ἀπόλυτος καὶ αὐτός, καὶ ἀνείδεος ἐν εὐθύτητι γεγονώς· καὶ κατὰ τὰ ἀοράτως αὐτῷ τεθεωρημένα, καὶ ἀνομμάτως ἐπιβεβλημένα, ἐν ἐπιτομῇ φᾶναι, εἰς ἑαυτὸν τὸ θεῖον, καὶ ὑπερφυὲς κάλλος ἀναχρωννύμενος, καὶ τὸν τοῦτον τοιοῦτον κτίσαντα γεραίρων Θεόν.
Οὐχ ὅτι μόνον ἁπλοῦς τυγχάνει ὢν ὁ Θεός, ὑπὲρ πᾶσαν κείμενος σύνθεσιν, λέγεται ἕν· ἀλλ᾽ ὅτι καὶ κυρίως ὤν, μόνος αὐτὸς ἐν ἅπασιν οὖσι λεγομένοις, ἔχουσί γε τὸ εἶναι ἐξ αὐτοῦ· τὸ γὰρ μὴ κυρίως καὶ ἁπλῶς ὅν, οὐδὲ κυρίως καὶ ἁπλῶς ἔστιν ἕν· καὶ ὡς ὡσαύτως ὢν πανταχοῦ ἀπεριλήπτως, καὶ ὡς μόνος πᾶσιν ἀνόμοιος, καὶ καθαρῶς πάντων ἐκτός· καὶ ὡς ἀΐδιος, μήτε ἀρξάμενος μήτε παυσόμενος· καὶ ὡς ἐν ἅπασι τὴν θείαν τῆς προνοίας αὐτοῦ ἀκτῖνα ἀχράντως ἐπιλάμπων ἐπίσης, εἰ καὶ μὴ ὁμοίως ἅπαντα ταύτην δεδεγμένα εἰσίν· ἔτι γε μήν, καὶ ὡς πᾶσιν ἀσχέτως γνωριζόμενος, νοῦν ἀποίκιλλον, ἀνείδεον, ἀσχημάτιστον, ἄχροαν, πάντων τῶν ὁπωσοῦν ὄντων ἀνέπαφον, καὶ ἁπαξαπλῶς ἀπόλυτον, εἰς ἀπειρίαν ἀοριστίας, χρόνου τε, καὶ τόπου, καὶ φύσεως, καὶ τῶν περὶ φύσιν ὑπεραναβαίνοντα ἀπαιτῶν εἰς τὸ ἀμηγέπη ὀπτάνεσθαι ἑνοειδῶς ὑπὲρ ἕνωσιν νοεράν.
Ὅσον ὅτι ὑπὲρ τὸ νοεῖσθαι ἡ μεταξὺ Θεοῦ καὶ τοῦ νοῦ γινομένη πνευματικὴ συναφὴ γίγνεται, λέγεται εἶναι τὸ τηνικάδε εἰς τὸ ὑπὲρ τὴν ἑαυτοῦ φύσιν ὁ νοῦς τὸ ὑπερφυὲς ἀπόκρυφον ἓν αἰσθήσει νοερᾷ ἀπολύτως φανταζόμενος· αὐτὸς μέντοι γε ὁ νοῦς κατὰ φύσιν ὃ πάσχει ἐστὶ τὴν ἑαυτοῦ, καθαρθεῖσαν τῇ χάριτι· τοῦτο γὰρ ἐστὶ τὸ νοεῖν τῷ νῷ, ὅπερ ὀφθαλμῷ τὸ ὁρᾶν· ὥσπερ οὖν ὁ ἐν σκοτίᾳ εἴσω ὁρῶν, ὁρᾷ μὲν οὐδέν, πλὴν ὁρᾷ ὡς ἂν ἓν ἐκεῖνο τὸ σκότος, καὶ ὁρᾷ ὅτι οὐχ ὁρᾷ· εἰ γὰρ κεκάλυπτο τοὺς ὀφθαλμούς, τάχα ἂν καὶ φῶς εἶναι ἐνόμισε περὶ αὐτόν, καὶ πραγμάτων ἅτα τινά· νῦν δὲ ὁρῶν, ἐναργῶς ὁρᾷ, ὅτι οὐχ ὁρᾷ· καὶ τὸ μὲν εἴσω τοῦ σκότους τὴν ὀπτικὴν διαβῆναι δύναμιν, καὶ εἰδέναι τὰ κεκρυμμένα, ὑπὲρ τὴν τοῦ ὀφθαλμοῦ φύσιν ἐστίν, οὔκουν γέτοι τὸ ὁρᾶν, ὅτι οὐχ ὁρᾷ· οὕτω δῆτα κἀπὶ τοῦ νοός, ἐν τῇ θείᾳ ἀναδεδραμηκότος ἀποκρυφιότητι, καὶ τοῦ νοεῖσθαι ἐπέκεινα γενομένου, θεωρεῖ μὲν οὐδέν· πόθεν γάρ; μέντοιγε θεωρεῖ, ὅτι οὐ θεωρεῖ· καὶ ὅτι ὃ οὐ θεωρεῖ, ἕν ἐστιν, ὡς γνόφῳ τινὶ ἀπόκρυφον, ἐξ οὗ προχεῖται πᾶν ὁπηδήποτε ὅν, ἢ ὁρώμενον, ἢ νοούμενον, εἴτε τῇ κτίσει συναριθμούμενον, εἴτε ἀϊδίως ὃν ἄκτιστον, καὶ εἴπερ μὴ ἐθεώρει, οὐχ ἂν ἑαυτοῦ ἐπέκεινα ἑαυτὸν ἑώρα ὑσερεκτεινόμενον· νῦν δὲ θεωρῶν, ἐκφανέστατα θεωρεῖ, ὅτι οὐ θεωρεῖ, ὢν ὑπὲρ τὸ θεωρεῖν· καὶ ὅτι θεωρεῖσθαι ἀδύνατον ὃ οὐ θεωρεῖ· καὶ εἴσω μὲν τῆς θείας καὶ ὑπὲρ νοῦν ἑνικῆς ἀποκρυφιότητος εἰσιέναι καὶ θεωρῆσαι, ὑπὲρ τὴν τοῦ νοὸς φύσιν ἐστί· τὸ δὲ ἀποβλέψαι εἰς τὸν θεῖον γνόφον ἐκείνης τῆς ἀποκρυφιότητος, καὶ φαντασιωθῆναι τὴν ἄρρητον ἑνάδα, τὴν ἐν ἀνεκλαλήτῳ μυστηρίῳ ὑπερκειμένην ὑπὲρ ἅπαντα, καὶ ὅτι οὐ θεωρεῖ θεωρῆσαι εἴσω τοῦ θείου γνόφου οὐδέν, καὶ πάνυ τοι καθαροῦ νοὸς ἴδιαν, θεωροῦντος ἐν Πνεύματι· οὐ γὰρ κεκλεισμένην ἔχει καὶ μύουσαν τὴν νοερὰν ἀπόβλεψιν, καὶ ἀργοῦσαν ὁ νοῦς ὅτε θεωρεῖ, ὅτι οὐ θεωρεῖ, εἰ μὴ τὸ θεῖον, καὶ ἁπλῶς ἐν ἀποκρυφιότητι ἕν· τοῦτο γὰρ ἀμαθείας σύμβολον· ἀλλ᾽ ὅτε μᾶλλον ἐκφανῶς θεωρήσῃ, τότε εἰς τὸ ὑπὲρ νοῦν ἀνατρέχει, καὶ τότε θεωρεῖ τὴν ἑαυτοῦ ἀβλεψίαν ἐν τῇ τοῦ ἁπλουστάτου ἑνὸς ἀποκρυφιότητι θεωρῶν· καί τοιγε ὅτι ἕν ἐστι τὸ ἐξ οὗ τὰ πάντα, καὶ ὅτι κρύφιον, καὶ μάλα σαφῶς θεωρεῖ τί δέ ἐστιν οὐ θεωρεῖ, καὶ λέγεται εἶναι εἰς τὰ ὑπὲρ φύσιν ὁ νοῦς διὰ ταῦτα τὴν ἑαυτοῦ· ἐφ᾽ ὅσον ἐν τῇ τοῦ Θεοῦ ἁπλουστάτῃ ἀποβλέπει ἀποκρυφιότητι· εἶναι δὲ τοῦτο αὐτῷ κατὰ φύσιν ἐστὶ καθαρῷ γεγονότι· καὶ οἷον εἰπεῖν κατὰ φύσιν ἐστὶν αὐτῷ ἐν τῷ ὑπὲρ φύσιν γίνεσθαι, ἀνομμάτως, τουτέστιν ἀνεπινοήτως ἐπιβάλλειν τῇ θείᾳ καὶ ὑπερηπλωμένῃ ὑπὲρ νοῦν ἑνικῇ ἀποκρυφιότητι· οὐ γὰρ ἔχει τότε τὴν τπσοιεις νοῦ γνωστικὴν ἀντίληψιν, ὅτι μὴ τὴν τοῦ ἀνεκφοιτήτου ἑνός· καὶ μὴν ἐκεῖσε γενόμενος δι᾽ οἰκείας αὐτῷ κινήσεως, εἰς στάσιν λήγει καὶ παῦλαν· οὐχὶ στάσιν λέγω ἀπόγε τοῦ θεωρεῖν· τοῦτο γὰρ μανικὸν τὸ πάθος· ἀλλὰ στάσιν καὶ παῦλαν, τοῦ μεταβαίνειν ἀπὸ νοήματος εἰς νόημα, ἢ θεώρημα ὁ γάρ τοι νοῦς ἐκεῖσε ἀναπεπηδηκώς, ἐπειδὴ βυθῷ ἀπειρίας καὶ ἀοριστίας περιπίπτει ἐν φωτὶ νοερῷ, τῷ ἀπεριλήπτῳ περιτυχὼν τῆς θείας ἐκείνης ἀπεριόπτου ἀποκρυφιότητος, οἷον εἰπεῖν, ἐκλείπει καὶ ἵσταται, μηδὲν ἕτερον, ἢ τὴν ἔκπληξιν ἐν φαιδρότητι πάσχων νοερᾷ· καί γε μὴ μεταβαίνων, ὅμως τῷ νοερῷ φωτισμῷ ἐνεργεῖται ἀφορῶν ἀκινήτως ἐν τῇ ὑπερουσίῳ ἀποκρυφιότητι, ἑνικῶς τε καὶ μονοειδῶς τῇ ἀπροσίτῳ ἐνδότητι τῆς ἀνεκφοιτήτου τηλαυγείας διαπορούμενος, καὶ καλλυνόμενος· εἰ δ᾽ ἦν ἀπὸ τοῦ θεωρεῖν ἀργός, πῶς ἂν ἔπασχε τὸ ἐκπλήττεσθαι καὶ φαιδρύνεσθαι;
ἀλλὰ τοῦτον τὸν τρόπον λέγεται ἵστασθαι, αὐτόσε γεγονότα τὸν νοῦν, ὅτι ἀμεταβάτως ἔχει τὸ ἓν θεωρῶν, καὶ τῇ τοῦ ἑνὸς ἀγλαίᾳ καὶ προσπάσχων, καὶ χαίρων καὶ λαμπρυνόμενος, καὶ ἵστασθαι μὴ κινούμενος· οὐ μὴν μύων τὴν σφετέραν τῆς θεωρίας ἀπόλαυσιν· τοῦτο γὰρ φευκτὸν τὸ πάθος, καὶ οὐκ ἐπαινετόν, καὶ σκότους ἀγνοίας ἔμπλεον, μηδαμῇ μηδαμῶς θεωρεῖν· ἡ δ᾽ εἰρημένη στάσις τοῦ νοῦ, κατὰ ἀπρόσιτον φωτὸς ἔλλαμψιν γίνεται· καὶ θεωρία ἐστί, μὴ ζητοῦσα μετάβασιν, ἀλλὰ παῦλαν, καὶ στάστιν· ἄπειρον γάρ ἐστιν ἐκεῖνο τὸ ὑπερφυές, καὶ κρυφιόμυστον ὑπερούσιον ἕν, καὶ ἀνέκβατον νῷ παντί· καὶ ἀλλοσέπη θεωρεῖν οὐ συγχωρεῖ τὸν θεωροῦντα αὐτὸν νοῦν, καθόσον ἂν εἴη μετειληφὼς ὁ νοῦς ἀνηκούσης αὐτῷ καθάρσεως, καὶ θείας συνάρσεως· καὶ οὐκ ἄλλως μεταπίπτειγε τῆς θείας ταυτησὶ θεωρίας, καὶ ὑπερκάλλου ἀγλαίας, καὶ ἀπειρίας, ἢ ἀνθελκόμενος ὑπότου προσπαθών, ἢ προσλήψει, ἢ ὑπὸ τῆς φυσικῆς, ἣν πάσχει τρεπτότητος.
Τῷ νῷ, φύσις τὸ νοεῖν· ἐν κινήσει δὲ τὸ νοεῖν καὶ μεταβάσει· ἐπεὶ δὲ ὁ νοῦς ἐν Θεῷ γενόμενος, ὑπεράνω νοήσεως εὑρίσκεται καὶ κινήσεως· εἰκότως οὕτω λέγοιτ᾽ ἂν ὁ νοῦς εἰς τὸ ὑπὲρ φύσιν ἑαυτοῦ γίνεσθαι ἀπολύτως τὸν Θεὸν φανταζόμενος· πᾶν γὰρ νόημα, δῆλον ὅτι ἐκ πράγματος γίνεσθαι πέφυκεν· ὅπου δὲ πρᾶγμα οὐ θεωρεῖται, νόημα οὔτε γεννᾶται, οὔτε μὴν εὑρίσκεται· ὁ τοίνυν Θεὸς μηδοπως τιοῦν ἔχων ὁρᾶσθαι πραγματικῶς φαντάζει τὸν νοῦν πεφυκότως ἐκ τῶν περὶ αὐτόν, ὧν δηλαδὴ ἐνεργεῖ· ἃ τόπον ἐπέχει δυνάμεως, ἔκ τινος προϊούσης δυνατοῦ· ἐφ᾽ ὅσον οὖν ὁ νοῦς ἐν ἄλλοις ἅπασιν εἴωθε τὰς δυνάμεις μετὰ τῶν δυνατῶν θεωρεῖν, τοῦτο ζητεῖ κἀπὶ Θεοῦ παθεῖν· καὶ ἀδυνατῶν γιγνομένως· ὑπὲρ γὰρ τὴν φύσιν τοῦτο παντὸς κτιστοῦ νοῦ· τὰ περὶ Θεὸν θεωρεῖ· καὶ τὸν Θεὸν ἀνομμάτως, ὃ λέγεται, ἁπλῇ φαντάζεται, καὶ ἀθρόᾳ ἐπιβολῇ· ἡσύχου δὲ ἀέρος δραξάμενος, καὶ θείας εὐμενείας γενόμενος ἐπιτυχής, καὶ ἐνεργοῦντος ἐν ἑαυτῷ τοῦ θείου, καὶ προσκυνητοῦ πνεύματος, ἐκ τοῦ νοεῖν συνεχέστερον, ἁρπάζεται εἰς ἀνείδεον, καὶ ἄποιον, καὶ ἁπλῆν κατάστασιν, εἴσω καρδίας ὡς τάχος εἰσδύων, δυνάμει τοῦ πνεύματος ὑπερφυεῖ· καὶ ἱστάμενος ἐν φαντασίᾳ Θεοῦ, καὶ μηδὲν νοῶν, ἀλλ᾽ ὑπὲρ τὸ νοεῖν γιγνόμενος, ἐξ οὗπερ ὅτι ἀπὸ τοῦ τὰ περὶ Θεὸν νοεῖν, ἄνεισιν εἰς θείαν φαντασίαν, ᾗ εἴρηται ἁπλοῦς ἀποκατασάς, λέγεται ὅτι εἰς τὸ ὑπὲρ φύσιν ἑαυτοῦ τελεῖ, ὅτι γίγνεται ὑπὲρ τὸ νοεῖν.
Πᾶν ὁτοιοῦν λεγόμενον κρύφιον, ἔχειν ἀνάγκη τι προφαινομενον, ὅθεν ὅτι τοῦτο κρύφιον ὑφορᾶται· εἰ γὰρ μή, τῷ μὴ ὄντι προσέοικε μάλιστα· τὸ γὰρ ὁλικῶς μὴ διδὸν ἔκφασιν γνωστικὴν ὀντότητος ὁπωσοῦν, ἵσον νομισθείη ἂν τῷ πάντῃ μηδαμῶς ὄντι· ἀμέλει δῆτα καὶ τῷ τοῦ Θεοῦ κρυφίῳ συνυπάρχει τινὰ προφαινόμενα· οἷς οἷα ἰχνηλατῶν ὁ νοῦς τῆς θείας ἀποκρυφιότητος αἴσθησιν δέχεται, τῷ καταληπτῷ τοῦ Θεοῦ ἀνιὼν πρὸς τὸ ἀκατάληπτον· ἐν ᾧ γενόμενος ἐπίσταται, ὅτι ἔστι τὶ ἀκριβῶς, ὃ διαφεύγει τὴν ἑαυτοῦ φυσικὴν κατάληψιν· ὑπεράνω κείμενον πάσης νοερᾶς καταλήψεως καὶ Ἀγγελικῆς ἡστινοσοῦν, ὡς ὑπερφαές· καὶ πάσης μὲν φύσεως καὶ οὐσίας καὶ ὄντος παντὸς αἴτιον καὶ ἀρχὴ καὶ πέρας αὐτὸ δὲ ὑπερφυὲς καὶ ὑπερούσιον ἁπάσης ὑπερανωκισμένον ἀπείρως ὀντότητος· ἀγέννητόν τε ἄναρχον καὶ ἀόριστον καὶ φύσει καὶ τόπῳ καὶ χρόνῳ ἁπλῶς ἀπερίληπτον· καὶ τοῦτό ἐστι τὸ ἀπόκρυφον ἓν ὑπὲρ νοῦν· καὶ ἔστιν ἡ θεία κατάληψις φυσικῶς ἐξ αὐτοῦ προῖουσα παμπόλλη τις οὖσα καὶ ἡμᾶς αὖθις ἐπ᾽ αὐτῆς ἐπανατείνουσα καὶ οἷον ἀνακυκλοῦσα νοεραῖς χειραγωγίαις καὶ ἐπιστροφαῖς καὶ ἀνατάσεσιν ἐπεὶ τὸ ἀρχικὸν ἀπόκρυφον ὑπερφυὲς ἕν· τοσοῦτον ἑνοῦσα ἡμᾶς τούτῳ, ὅσον νοῆσαι ὅτι ἐστί, καὶ ὅτι ἕν ἐστιν· ἔτι γε μὴν καὶ ὅτι τρόπῳ παντὶ ἀδιανόητόν ἐστιν τὸ τί ἐστιν εἶναι εἰδέναι τοῦτο τὸ ἀπόκρυφον ἕν· τὸ δὲ ὑπεράνω νοῦ εὑρημένον καὶ ἐκφεῦγον διάνοιαν, πῶς ἂν λόγος διεξοδεύειν δεδύνηται; ὃ δὲ λόγος διεξοδεύειν οὐ δεδύνηται νοητὸν, ἀφθέγκτως καὶ ἀρρήτως καὶ ἐν σιωπῇ ὁ νοῦς ὑπὲρ ἔννοιαν ἑνοειδῶς ἀφορᾶν ὡς ἀπόκρυφον καὶ χαίρειν ὡς αἰτίῳ καὶ προμήθει· καὶ ἐκπλήττεσθαι ὡς ὑπερφώτῳ καὶ ὑπεραγάθῳ, ὑπερσόφῳ τε καὶ ὑπερδυνάμῳ καὶ θείας ἀπολαύειν ἐκ τούτου ἀγαλλιάσεως, ὡς οὖσιν ἀπείροις καὶ ἀορίστοις ἅπασιν, οἷς ὁρᾶται τὸ ὑπερούσιον ἀπόκρυφον ἓν, καὶ πάνυ τοι φύσεως λογικῆς ἀκολούθημα· ἀνακόλουθον δέ, ἐν τοιούτοις ὄντα τὸν νοῦν, λόγοις χρῆσθαι καὶ διεξοδεύειν μεταβαίνοντα· ὁ ἄρα χρώμενος οὐχὶ τὸ σιωπᾶν, ἀλλὰ τὸ λέγειν τῆς ἄκρας ἐλλείπει τοῦ νοῦ καταστάσεως· αὕτη γάρ ἐστιν ἡ ἄκρα τούτου κατάστασις, ὡς καὶ παρὰ τῶν μηδὲν ἀληθείας προτιθέντων ὁμολογηθείη ἄν· τὸ ἐν τῷ ἀκροτάτῳ τῆς αὐτοῦ ἐνεργείας γεγενῆσθαι· ἀκρότατον δέ ἐστιν ἡ πρὸς τὸ ἀκρότατον αὐτοῦ ἀπόβλεψις, ἥτις καὶ ἀνομμάτως τελεῖσθαι λέγεται πολλῷ ἄρα ἔλαττον καὶ ἀλαλήτως.
Ἐπιβάλλοντος τοῦ νοῦ ἀνομμάτως τῇ θειοτάτῃ ἑνικῇ καὶ ὑπεραρχικῇ καὶ κορυφαιοτάτῃ ἀποκρυφιότητι; παραδοχὴ καὶ αὕτη ἀνόμματος, ἐκεῖθεν ἔπεισιν ἐπὶ τὸν νοῦν ἑνοειδὴς καὶ μονοειδὴς ὑπερκάλλου καὶ ὑπερφαοῦς καὶ ἀρρήτου ἀγλαίας πεπληρωμένη· καὶ εἰς βυθὸν θαυμασμοῦ καὶ ἐκπλήξεως προκαλουμένη τὸν νοῦν ἐν σιγῇ· προκατέχουσά τε τὴν καρδίαν ἐνεργείᾳ πνευματικῇ καὶ χαρᾷ γλυκερᾷ· ἐκείνη γίνεται τῷ νοΐ νοερὸς φωτισμός, ἔλλαμψις καὶ θεῖος κατὰ τὸ ἀνάλογον ἔρως· καὶ φαιδρὸν ἀγαλλίαμα· ἔχει δὲ τὴν ἀφορμὴν ἐκ Θεοῦ· ὅθεν πᾶσα δόσις ἀγαθὴ διὰ τῆς τοῦ νοῦ καθαρότητος· καὶ τὴν ὡς ἂν εἴποι τις, ὕλην ἐκ τῶν ἀνὰ μέρος θείων ἐμφάσεων τῶν γραφῶν καὶ τῶν ὄντων τεθεωρημένων συνετῶς μετ᾽ εὐθύτητος ἐν ἡσυχίᾳ καὶ προσευχῇ· οὐ γὰρ ὡς ἔτυχεν ἀφορᾶται τὸ ἀπόκρυφον ἐνδότατον τοῦ θείου ἓν ὑπὲρ ἔννοιαν, ἀλλ᾽ ἐν προϊούσῃ ἐκεῖθεν αἴγλῃ ἑνοειδεῖ τὴν ἀπόβλεψιν καὶ θεωρίαν ὑπερεχπληρούσῃ τὴν νοεράν· ὅπερ ὁ μὴ παθὼν λογικῶς τε καὶ γνωστικῶς ἔξωθεν· ἄνεισιν εἰς τὸ ὑπερφυὲς ἀπόκρυφον ἁπλοῦν ἓν, οὐ καρδιακῶς ἐνεργούμενος, οὔτε δὴ νοερῶς ἐλλαμπόμενος.
Ἡ διαυγεστάτη ἑνοειδής τε, καὶ μονοειδὴς τοῦ νοὸς ἐν τῷ Θεῷ θεωρία, ἐπιβάλλουσα τῇ ἑνικῇ θείᾳ ἀποκρυφιότητι, καὶ τῇ ἐξ αὐτῆς ἐξαστραπτούσῃ αἴγλῃ θείαν τηλαυγείαν παραδεδεγμένη ἀνάρχου καὶ ἀπείρου φωτοβολίας, οὐ μόνον στόματος σιωπὴν ἀπαιτεῖ, ἀλλὰ καὶ νοός· ἔξεστι γὰρ καὶ στόματος σιωπὴν ἄγοντος, εἴσω τὸν νοῦν διατίθεσθαι καὶ εἰς λογισμοὺς καὶ νοήματα μεταβαίνειν, καὶ ποικίλλεσθαι, ὁ λόγος ἂν εἴη τοῦ ἐνδιαθέτου, οὐ πόρρω νοῦς ἀναδεδραμηκὼς εἰς τὴν ὑπερηπλωμένην τῆς θείας ἑνάδος ἀτύπωτον ἀποκρυφιότητα· ἄλλο γάρ ἐστι τὸ θεωροῦν τοῦ νοός, καὶ τὸ διατίθεσθαι, καὶ διανοεῖσθαι, ὅπερ ἐστὶ τοῦ ἐνδιαθέτου λόγου, ἕτερον· ἐντεῦθεν ἐν κτιστοῖς καὶ συνθέτοις, ἢ ἄλλως πως ποικίλλοις γεγονὼς ὁ νοῦς πράγμασι, πρῶτον θεωρεῖ κἄπειθ᾽ οὕτω διανοεῖται ποικιλλόμενος· καίπουτοι ἐν πράγματι πολλάκις ἑνί, εὕροι ἂν οὐκ ὀλίγα νοήματα· ἐν δέγε τῇ ἑνικῇ καὶ μονοειδῇ ἐκείνῃ καὶ ἐνδοτάτῳ θείᾳ ἀποκρυφιότητι, ἀνατείνει μὲν καὶ ἀναπλοῖ τὸ θεωρητικὸν σφέτερον ὄμμα, καὶ τῇ ἁπλότητι τῆς θείας αὐγῆς καταλάμπεται· ἥκιστα δὲ ἔχει διανοεῖσθαι διατιθέμενος· ἐκφεύγει γὰρ ἡ ἑνιαία ἁπλότης τὴν νοερὰν οἱανοῦν μετάβασιν, ἢ ποικίλην διάθεσιν· καὶ ἡ κρυφιότης, τὸ τίποτε διανοηθέντα εἰπεῖν διαθέσει καὶ στόματι· δι᾽ ἃ δὴ σιωπὴν ἀσκεῖ φυσικῶς καὶ στόματι, καὶ νοΐ, ἐν τῇ ἑνικῇ ἐνδοξοτάτῳ θείᾳ ἀποκρυφιότητι νοερῶς ἄνθρωπος ἀναδεδραμηκώς.
Ὁπηνίκα ἡ στροφὴ τοῦ νοὸς νεύσῃ, ὁλικῶς ἐπὶ τὸν Θεόν, καὶ καταποθῇ τὸ θεωροῦν αὐτοῦ ταῖς τοῦ θείου κάλλους παμφαεστάταις ἀκτῖσι, καὶ ἀσχηματίστως εἰς τὴν τοῦ ἀποκρύφου ἑνὸς ἀνειδέου ἀνέλθῃ ἁπλότητα καὶ ἀοριστίαν, καὶ γένηται αὐτὸς ἑαυτῷ ἓν, τῇ πρὸς τὸ ἓν ἑαυτοῦ ἀνατάσει, καὶ ἀποβλέψει ἐν ἐπιπνοίᾳ τοῦ πνεύματος, τὸ τηνικάδε τῆς νηπιώδους γίγνεται τρανῶς καταστάσεως, αὐτὸ τὸ φρονεῖν καὶ τῆς τοῦ Θεοῦ βασιλείας τοῦ ἀῤῥήτου καὶ ὑπερφυοῦς γεύεται, κατὰ τὸν τοῦ Κυρίου λόγον, ἐὰν μὴ στραφῆτε, λέγοντα, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀπόλυτος γὰρ τότε, καὶ ἄσχετος πάντῃ ἐκ πάντων ὁ νοῦς ἀποκαθίσταται πάσης γνώσεως, παντοιασοῦν νοήσεως, καὶ πάσης συνθέσεως, καὶ ποικιλίας τοὺς ὅρους ὑπεραναβεβηκώς, καὶ ἀνατεινόμενος εἰς τὸ ἄφθεγκτον, καὶ ὑπὲρ νοῦν ἄγνωστον· ὅθεν δῆτα καὶ σιωπὴν ἄγει φυσικῶς, διὰ τὴν οὐ μόνον ὑπὲρ λόγον, ἀλλὰ καὶ ὑπὲρ νοερὰν ἐνέργειαν σφετέραν κατάστασιν, ἔχουσαν μετὰ τοῦ κρυφίου, καὶ ἀνειδέου, τὸ ὑπερφυές, καὶ χάριεν, καὶ γλυκύ, ὅσον εἰς νοερὰν ἀπόλαυσιν.
Ἐν εἴδει τῷ ἀνειδέῳ, καὶ ὑπερφαεστάτῳ ἀΰλῳ, καὶ ἀσυνθέτῳ κάλλει, καὶ προσώπῳ ἁπλουστάτῳ τὸν Θεὸν θεωροῦσιν οἱ θεωρητικοὶ ἑνοειδῶς ἓν, ἀπείροις ἀγαθοῖς περιεστεμμένον· ἀναριθμήτοις καλοῖς κατηγλαϊσμένον· φωτοειδέσι καλλοναῖς ἀκτινοειδῶς ὥσπερ περιαυγάζοντα νοῦν πάντα, ὄλβον ἄρρητον καὶ ἀνεκδιήγητον, ἀγαθῶν καὶ καλῶν πηγαίαν, ἀφθονίαν ἀπειρόβλυτον, καὶ ἀένναον· δόξαν θησαυρὸν ὑπέραντλον· ἀπύθμαντον, ἀκένωτον, πολλῆς ὅτι μάλιστα τερπωλῆς ὑπερπληροῦντα τοὺς ἀνομμάτους νόας· χαρᾶς τε, καὶ θυμηδίας μετ᾽ εὐφροσύνης ἀκηράτου κατὰ ῥοῦν ἀείρρυτον προϊούσης μυστικῶς ἐκ τῆς θείας ἐκείνης, καὶ ὑπερφυοῦς ἑνάδος τῆς ἐν ἀδύτῳ ὑπερκειμένης ἀποκρυφιότητι· ἔτι τε ἡλίκον, καὶ ὅσον ἀνεξιγνίαστον προχεῖται πέλαγος ἐξ ἐκείνης ἀπερίληπτον, χρηστότητος ἀφάτου, καὶ ἀγάπης ἀνερμηνεύτου, καὶ προμηθείας ἀνεπινοήτου ἐν δυνάμει ἀορίστῳ, καὶ σοφίᾳ ἀφράστῳ, καὶ Ἀγγέλοις καὶ αὐτοῖς Σεραφὶμ ἀπερινόητα, ὡς ὑπὲρ πάντα νοῦν καθεστῶτα· καὶ μὴν καὶ τὰ ἀπὸ τοῦ παρόντος ἐν ἡμῖν οἷα συλλαμβανόμενα ἀρρήτῳ λόγῳ, κατὰ δὲ τὸ μέλλον ἀποκαθιστάμενα, καὶ οἷον ἀπογεννώμενα, καὶ τελειούμενα, ἃ καὶ Χερουβικὸν νοῦν ἐξιστᾶ, καὶ μόνον πῶς ἀμυδρῶς περὶ τούτου διανοηθῆναι προθέμενον. Ὦ ἀγαθότητος, καὶ βουλῆς Θεοῦ, καὶ ἀγάπης, καὶ χρηστότητος, δυνάμεώς τε καὶ σοφίας, καὶ προμηθείας θείας· ὄντως μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἀπεκαλύφθησαν αἱ ἁμαρτίαι, καὶ μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃ Κύριος, καὶ ἐκ τοῦ νόμου αὐτοῦ καὶ τοῦ πνεύματος διδάξει αὐτόν.
Ἐν πνεύματι καὶ ἀληθείᾳ ἀποκαλύπτεται τὰ τοῖς ἐν κόσμῳ μὲν ἀθέατα, μὴ δυναμέναις τὸ Πνεῦμα λαβεῖν τὸ Ἅγιον, ὡς ὁ Κύριος ἀπεφήνατο· οἷς δὲ τὸ ἀναχωρεῖν προὐργιαίτατον, καὶ πόρρω κόσμου καθῆσθαι, καὶ τῶν ἐν κόσμῳ, διὰ θείας τε χάριτος διηύγασε νοερὸν φῶς, τοὺς τῆς καρδίας αὐτῶν ὀφθαλμοὺς ἡ ἐξ ὕψους ἀνατολὴ ἡλίου τοῦ νοητοῦ, καὶ γέγονεν ἀντίληψις αὐτοῖς παρὰ τῷ Θεῷ· ὡς ἀναβάσεις ἐν ταῖς καρδίαις αὐτῶν διατίθεσθαι, καὶ καταφαιδρύνεσθαι ταῖς θεοπτικαῖς ἐλλάμψεσιν, ὡς εἰκός τούτοις καὶ μάλα τρανῶς ἐνορᾶται, ἄλλα τε πάμπολλα θεῖα καὶ νοητά, καὶ πνευματικῆς ἐποψίας ἐπάξια· πρὸς δέ, καὶ ἡ μέλλουσα αἰώνιος καὶ ἀπαρέγκλιτος ἀποκατάστασις τοῖς ὁσίως βιώσασιν· ὅπως ἔσται οὐ μόνον οὐκ αἰσθητή, ἀλλ᾽ ἤδη καὶ ὑπὲρ νοῦν· πάντη γὰρ ἀλλοιωθήσονται τοτηνικάδε ὅλοι τοῦ ὑπὲρ νοῦν γιγνόμενοι καὶ τῆς ὑπὲρ πᾶσαν ἔννοιαν καὶ ζωῆς καὶ τρυφῆς· θεοὶ θέσει καθάπερ, ἐνώπιον τοῦ φύσει Θεοῦ ἐπεντρυφῶντες καὶ χαίροντες τοῖς ὑπὲρ φύσιν ἀγαθοῖς, προβαλλομένοις ἐκ τοῦ ἄκρου καὶ μόνου φύσει Θεοῦ· τούτου κύκλῳ περιϊστάμενοι, καὶ πανιέρως ἄγοντες εὐαγῶς ὅτι μάλιστα τὴν θείαν καὶ ὑπὲρ νοῦν ἑορτήν, καὶ μίαν ἱστῶντες τῆς πανευφήμου ἐκείνης τερπωσύνης τὴν ὑπερευφρόσυνον θυμηδίαν καὶ πανήγυριν, σὺν ἅπασι τοῖς νοητοῖς τῶν Ἀγγέλων διακόσμοις· πολύς τις ἐστί, καὶ ἀνεννόητος ὁ ῥοῦς ἐκεῖνος τῆς ἀκηράτου τῶν ὑπερκάλλων ἀγαλλιάσεως· εἰ γὰρ αἰσθητή καλλονὴ διὰ τῶν αἰσθητηρίων τῷ νοὶ προσπελάσασα, οὖσα ὁριστή καὶ ῥευστή, οὔθ᾽ ἁπλῆ, οὔτ᾽ ἄκτιστος, τέρψιν μέντοιγε οὐκ ἄχαριν προξενεῖν εἴωθε τῇ ψυχῇ, συνιδεῖν ἐστιν οὐ πόρρω καὶ συνιέναι νοῦν ἔχουσι καὶ τὸ ἀνάλογον ἀναλογιζομένοις, τίποτ᾽ ἂν γένοιτο ἐν τοῖς νοητοῖς, ἀλλὰ καὶ ὑπὲρ νοῦν ἀορίστοις οὖσι, καὶ οὐ ρευστοῖς γιγνόμενοι ἐκ τοῦ ἐξ οὗ τὰ καλὰ καὶ ἀγαθὰ πάντα πηγαζομένοις Θεοῦ· οὐ κτιστοῖς, οὐκ ἠργμένοις, καὶ ταῦτ᾽ ἐπ᾽ εὐφροσύνῃ καὶ ἀγαλλιάματι καὶ θείᾳ ζωῇ καὶ τοῦ αἰῶνος ἐπαξίως ἐκείνου, καὶ τῆς καταστάσεως.
Ταῖς χρονικαῖς τε καὶ τοπικαῖς διαστηματικαῖς παρατάσεσι, καὶ ταῖς ὁριστικαῖς τῶν φύσεων ἰδιότησι χαίρειν εἰπὼν καὶ ταύταις διεκδραμὼν ὁ νοῦς, γυμνὸς γίνεται τῷ ὄντι τῇ ἑνοειδῇ ἁπλότητι καὶ ζωῇ τῇ ἀτέχνῳ καὶ ἀνειδέῳ· καὶ δίχα παντὸς ἐπικαλύμματος καὶ προβλήματος τῇ ἀνεννοησίᾳ καὶ ἀφασίᾳ ἐν ἀναρχίᾳ καὶ ἀπεριληψίᾳ, ἀπειρίᾳ τε καὶ ἀοριστίᾳ ὑπερφυῶς βεβηκὼς ἐν καρδίας πνευματοκινήτῳ θείᾳ δυνάμει, καὶ ἐλλάμψει πρὸς ἀπειρίαν δοκούσῃ, καὶ αὐτῇ τῇ τοῦ νοὸς θεωρίᾳ συνεπεκτείνεσθαι· τοτηνικάδε ἡ τοῦ Θεοῦ εἰρήνη τῇ ψυχῇ ἀνατέλλει καὶ ἡ τοῦ Ἁγίου Πνεύματος ἄρρητος χαρά, καὶ ἡ ἄφραστος ἀγαλλίασις ἐγχεῖται αὐτῇ· καὶ ἡ γνώσεως ἐπέκεινα ἔκπληξις συνέχει αὐτὴν ὑποψάλλουσαν· οὐκ ὀφθήσεται, ἀλλ᾽ ὀπτάνεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών, ἐν νοὶ μετεωροπόρῳ, καὶ ὑψεπόπτῃ. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.
Ὁπηνίκα ὁ νοῦς εἰς ἐκπλήξεις κεῖται πεφωτισμένος ἀνεννοήτου ἀφραστότητος, μεταξὺ Θεοῦ καὶ τῶν θείων ἑαυτὸν θεωρῶν, τηνικάδε ἔδεται, ᾗ θέμις, τῆς πνευματικῆς γνώσεως τοὺς ἀληθεῖς καρπούς, καὶ θεουργεῖται καὶ χαίρει καὶ εἰς θείους προκόπτει ἔρωτας· λαλῶν μὲν οὐδαμῶς οὐδέν, οὔτε μήν πως διεξοδεύων, οὔτ᾽ ἔνδον οὔτ᾽ ἔσω κατὰ διάθεσιν, ἀλλ᾽ οὐδὲ διανοούμενος, ἀλλ᾽ ὁρῶν νοερῶς ἑνικῶς ἐν φωτὶ ἀληθείας καὶ πνεύματος, καὶ τρυφὴν ἀμετάβατον ποιούμενος τὰ ὁρώμενα.
Ὅταν τὸ τοῦ νοὸς πρόσωπον νεῦον εἴσω καρδίας, ὁρᾶ τὴν τοῦ πνεύματος ἔλλαμψιν ἐξ αὐτῆς ἀείβλυτα πηγάζουσαν, τότε πάνυ καιρὸς τοῦ σιγᾶν.
Ὅταν ὅλον τὸ νοερὸν πρόσωπον ἴδῃ τὸν Θεόν, μᾶλλον μὲν οὖν ὅταν ὅλος ὁ νοῦς εἴσω γένηται τοῦ Θεοῦ· ἢ, ἵν᾽ οὕτως εἴπω, ὅταν ὁ Θεὸς ἐν ὅλῳ τῷ νοὶ γένηται, τότε πάνυ τι καὶ μειζόνως πεφυκότως καιρὸς τοῦ σιγᾶν.
Ὅταν ὁ νοῦς ἐν τῇ τοῦ πνεύματος μετοχῇ θεωρητικῶς κατὰ τὰ γινόμενα Θεῷ παριστάμενος, δόξης τε ἐκ προσώπου Θεοῦ, καὶ ἀγλαίας τρόπον θεμιτὸν ἀπολαύῃ, χρὴ καὶ μάλα εἰκότως σιγᾶν, ἡσυχῇ τε καὶ ἀπερικτυπήτως ὁρᾶν· εἰ δέ τι σκότους ὁπωσδήποτε ἀχλυῶδες μεταξὺ νοῦ, καὶ Θεοῦ παρεμπέσῃ, ἀθρόον ὥσπερ τι φωτοειδές, καὶ διακαὲς πεφυκότι λόγῳ πῦρ, βάλλειν ὁμόσε σκότους λόγον, βραχύλεκτον μὲν, ὅμως θείας ἐμφάσεως· ἵν᾽ οὕτω θᾶττον τὸ σκότος ἐξαφανίσας τῷ φωτί, καὶ τῇ θέρμῃ τήν γε ἀχλύν, καὶ ἐξ ἐφαμίλλου τὸν νοῦν φωτίσας τε, καὶ θερμάνας τούτῳ αὐτῷ, ἐσαῦθις ἴσχει συνεῖναι ὡς πρὶν τῷ Θεῷ, καὶ θεωρεῖν τὸ κάλλος αὐτοῦ, καὶ ὡς εἰκὸς ἀπολαύειν αὐτοῦ καὶ καλλύνεσθαι καὶ πάσχειν, συλλήβδην φᾶναι τὰ κατὰ νοερὰν ἐπιβολὴν διὰ παραδοχῆς τοῦ ζωοποιοῦ Πνεύματος ἐκ Θεοῦ· καὶ μέν γε δήπουθεν ἡπλῶσθαι, καὶ ἀπολύεσθαι ἐν ἄρα ἀληθείᾳ καὶ πνεύματι ἐν τῷ Θεῷ, ἀπὸ πάντων, καὶ αὐτῶν τῶν περὶ Θεόν· τοῦτο μὲν εἰκότως καὶ προσηκόντως ὁ θεωρητικός· ὁ μέντοι μόνῃ προσανέχων πράξει, πολλοῦ δεῖ τῆς τοιαύτης ἔχεσθαι καταστάσεως· μηδέπω δηλονότι εἰς ἑαυτὸν, καὶ, δι᾽ ἑαυτοῦ εἰς τὸν Θεὸν ἑνωθείς· οὐ τοίνυν θαῦμα τοῦτον ἐκ τῶν θείων ἄδειν, ἢ λαλεῖν ἀμωσγέπως πολλά τε δὴ καὶ πυκνῶς, ταῖς συνεχέσι πάντως ἐντεῦθεν οἷον τισι βολαῖς καὶ φοβῶν, καὶ ἀποσοβῶν τὸν ἡμῖν δυσμεναίνοντα τὰ πολλὰ καὶ πολεμοῦντα ἐκθύμως ἥξει γὰρ καὶ τούτῳ καιρὸς ὑπομένοντι· ἐξ ἄρα δῆτα ἐπιπνοίας πνευματικῆς· ὁπηνίκα τὰ τῶν πολλῶν θείων ᾠδῶν καὶ ἀσμάτων καὶ λόγων σπινθηροειδὴ οἱονεὶ ἐναυγάσματα συναφθῶσιν εἰς ἕνα δήπου πυρσόν· ὅτε καὶ τὸν ἐχθρὸν ῥᾷον καὶ καιρίαν βάλλει, καίων δηλαδὴ καὶ διαιρῶν, ἢ μᾶλλον ἐξαφανίζων τὸ σκότος ἐκείνου, ἑαυτὸν δὲ τῷ πυρσῷ φωτίζων, θερμαίνων τε καὶ πρὸς θεῖον τὰ μάλιστα ἀνακινῶν ἔρωτα· πρός τε Θεὸν αὐτὸν ἐγκάρδιον ἐν σιγῇ ὕμνον, καὶ ἔκπληξιν ἀναφέρων καὶ μυστηρίων παραδεικνύων ἐξαίσια ἑαυτῷ τὰ μάλιστα θαύματα· οὐκ ἀπεικότως γὰρ οἱ ὑπομένοντες τὸν Κύριον μακαρίζονται· ἢ ὅτι προϊόντος χρόνου, κληρονομοῦσιν, οἱάπερ πραεῖς τὴν νοητὴν τῆς ἐπαγγελίας γῆν, ἐν Χριστῷ τῷ Κυρίῳ ἡμῶν.
Ὅταν ὁ νοῦς ἑκάστῃ τῶν φωτοχυσιῶν τοῦ πνεύματος καταλαμπόμενος, ἰλιγγιᾶ, καὶ διαπορεῖται καὶ πρός γε τὸ ἄπειρον, καὶ ἀόριστον ἑαυτὸν νοεῖ ἐπεκτεινόμενον καὶ ἀλλοιούμενον, τότε καιρὸς τοῦ σιγᾶν.
Ὅταν δὲ οἷον ταῖς φανωτάταις τῶν ἐποψιῶν ἀποκαμοντα αἰσθάνηται, καὶ διεξοδεύειν ἐθέλοντα, ἵνα τοῦ τόνου καθυφείς, τρόπῳ γέ τῳ τύχῃ διαναπαύσεως τότε πεφυκότως καιρὸς τοῦ λαλεῖν, μέν τοι βραχύλεκτα, καὶ οἰκεῖα θείας ἐλλάμψεως.
Ὁπηνίκα ὁ νοῦς διὰ μέσων ὑδάτων διαφεύγων τὸν νοητὸν Φαραώ, δίησι τὴν ἰδίαν νύκτα ἐν φωτισμῷ, πυρός καὶ ἐν σκέπῃ νεφέλης τὴν ἑαυτοῦ ἡμέραν τινικάδε ἐξ ἄρ᾽ εὐλόγου σιωπῆς καιρὸς πάρεστι καὶ ἡσυχίας· καὶ ἀρχὴ τῳόντι τῇ ψυχῇ καθάρσεως· ὅταν δὲ τούτῳ ὁ δεινὸς νοητὸς Ἀμαλὴκ ἀντιβαίνει, καὶ τὰ ἑπόμενα αὐτῷ ἔθνη, κωλύοντα τὴν πρὸς γῆν τῆς ἐπαγγελίας δίοδον, τότε καιρὸς προσήκων τοῦ λαλεῖν· ἀλλὰ πρὸς Θεὸν ἐν πράξει νοερᾷ καὶ ἐοικυίᾳ θεωρίᾳ ὑποβασταζομένῳ, οἷα Μωσῆς τῷ πάλαι ὑπὸ Ἀαρὼν τὼ χαῖρε, καὶ Ὢρ.
Ἐπὰν ἐξ ἀβύσσου πηγαίας θείας, καὶ νοητῆς ἀποβλέψεως καρδιόθεν πηγάζει δύναμις πνευματικὴ βλύζουσα, πάρεστι πεφυκότως καιρὸς τοῦ σιγᾶν· τοτηνικάδε γὰρ ἀρρήτως τελεῖται λατρεία, καὶ μέν γε προσκύνησις τῷ νῷ Θεοῦ ἐν ἀληθείᾳ, καὶ ἐν πνεύματι, καὶ τοῦτο ἀληθινῇ αἰσθήσει νοερᾷ.
Ἐπειδὰν ἐξ ἀποβλέψεως πρὸς Θεὸν νοερᾶς, ἐξόλου τὸ μὲν λογιστικὸν τῆς ψυχῆς ἐμπέπλησται θείας ἐκπλήξεως, τὸ δὲ νοερὸν ὁράσεως, καὶ μέν που ἀγαλλιάσεως ἡ ψυχή, ἀναμφηρίστως τότε καιρὸς τοῦ σιγᾶν· ἐν πνεύματι γὰρ εὐαισθήτως τὴν ἀλήθειαν συνεπτυγμένως ὁ νοῦς ἀφορᾷ, καὶ γεραίρει προσκυνῶν ἐν ἐκπλήξει τὸν ἐλλαμπόμενον ἐν αὐτῷ Θεόν.
Οἱ πνεύματι, καὶ ἀληθείᾳ καταλλήλως τὸν Θεὸν προσκυνοῦντες, καὶ αὐτῷ λατρεύοντες ὡς εἰκός, οὐ μόνον οὐκ ἐν τόπῳ προσκυνοῦσι καὶ λατρεύουσι, ἀλλ᾽ οὐδὲν ἦττον ἐξ ἐφαμίλλου, οὐδ᾽ ἐν λόγῳ τῷ κατὰ προφοράν· ὥσπερ γὰρ ἡ ἐξ ἄρ᾽ εὐθύτητος ἀνηγμένη νοερὰ αἴσθησις, τὸν ἀπερίγραπτον, καὶ οὗ οὐδεὶς τόπος τῆς καταπαύσεως, οὔκουν ἐθέλει ἐν τόπῳ προσκυνεῖν· οὕτω δήπουθεν τὸ δέον τηροῦσα τῆς ἀληθείας ἡμμένη, τὸν ἄπειρον καὶ ἀόριστον, ἄναρχόν τε καὶ ἀνείδεον, καὶ τελέως ἁπλοῦν, καὶ ὁλικῶς εἰπεῖν ὑπὲρ νοῦν λόγων ποικιλία καὶ ὁρισμῷ προφορᾶς προσκυνεῖν, καὶ ἑπομένως λατρεύειν, ἥκιστα πάντων πεφυκότως ἀνέχεται· ὅταν δηλαδὴ καιρὸς ἐπέλθῃ τῷ νῷ ἐκ τῆς ροπῆς καὶ ἐπιπνοίας τοῦ πνεύματος, τὴν ἐπίγνωσιν τῆς θείας ἀληθείας ἑνοειδῶς ἐναυγάζεσθαι· καθὸ καιροῦ, παντάπασι καθόλου πάντων ἀπόλυτος ὁ νοῦς καταστὰς, καὶ μὲν δὴ καὶ ἑαυτὸν ἐκβὰς ἀμιγέπη, οὐ μόνον ἀφασίαν ἀλλὰ καὶ ἀνοησίαν εὐλόγως δῆτα ἀσκεῖ, ὡς εἰς τὰ κρείττω καὶ λόγου καὶ νοῦ τῷ νοερῷ φωτὶ μετ᾽ εὐφροσύνης καὶ ἐκπλήξεως ἀσχολούμενος καὶ θεωρῶν, ἀκίνητος καὶ ἀμετάβατος ἀτεχνῶς τῇ ἀνομμάτῳ ἐπιβολῇ τρόπῳ γέτῳ γεγονὼς ἑνώσει τῇ ὑπὲρ ἑαυτόν.
Χρὴ τὸν νοῦν ἑαυτῷ προσέχοντα παρατετηρημένως διιθύνειν τὴν ἰδίαν νοερὰν κατάστασιν φρονίμως τε καὶ σοφῶς σὺν δίκῃ· καὶ ὅταν αἰσθάνηται ἑαυτὸν θεωροῦντα τὰ ἁπλᾶ καὶ ἀτύπωτα τῆς θεολογίας μυστήρια, ἐν σιωπῇ ἡσυχὶ ἴστασθαι αὐτίκα οὐκ ἀθαυμαστί, οὔτε δὲ μὴν πόρρω τῆς σφετέρας καρδίας ἐνεργουμένης ἐν πνεύματι, καὶ μέν που ἐλλαμπομένης· καιρὸς γὰρ τότε οὐ μόνον ἡσυχίας αἰσθήσεων πάντων ἐξ αἰσθητῶν τὸ καθόλου, ἀλλὰ καὶ σιωπῆς οὐδὲν ἧττον, ὁτινησοῦν διεξοδεύοντος λόγου· μᾶλλον μὲν οὖν τοῖς γνωστικοῖς τότε, εἴτι χρὴ φάναι, καὶ νοερᾶς τριβῆς ἡσυχίας καὶ ἀβλεψίας καιρός ὅλως γάρ τοι τὸ ἀκίνητον ἐπιτηδεύειν δεῖ ἐν αἰσθήσεσιν, ἐν λόγοις, ἐν νοήσεσιν, ἵν᾽ ὁ νοῦς εὐθυβόλως, καὶ ᾗ χρὴ μονώτατος ἐν ἀποβλέψει ἑνοειδεῖ καὶ μονοειδεῖ τοῦ ἑνὸς καὶ μόνου τρισσοῦ Θεοῦ ἔχῃ ἐλευθερίως κατὰ τρόπον θεμιτὸν, τὴν ὑπὲρ ἔννοιαν ἀπειρίαν καὶ ἀναρχίαν καὶ μέν γε ἀπεριληψίαν καὶ τ᾽ ἄλλα καθάπαξ εἰπεῖν, τὰ θεῖα καὶ ἄτρεπτα καὶ ἀπόλυτα καθορᾶν, καὶ ἑνοῦσθαι συνηλλοιωμένος τῇ θεωρίᾳ καὶ ἡπλωμένος καὶ τὸ ὅλον θεοειδὴς γεγενημένος τῇ θείᾳ χάριτι σὺν εὐφροσύνῃ καὶ θαύματι· ἐπεὶ δὲ ὁ νοῦς τῆς τοιαύτης ἔχεσθαι καταστάσεως ἤθελεν ἂν, εἴπερ ἐνὸν, ἀλλ᾽ οὔκουν δεδύνηται τρεπτός τε ὢν καὶ τρεπτοῖς συζῶν, καὶ συνηρμοσμένος ἀμηγέπη σώματι καὶ πράγμασι περιστατικοῖς, ἐπιστημονικῶς δεῖ μὴ ἀπεσχανίσθαι μακρὰν τῆς ἑνοειδοῦς ἀποβλέψεως ἐκπεσὼν, μηδὲ πολυρρημονεῖν· ἀλλὰ μικρὰ μὲν λέγειν, καὶ ταῦτα δὲ τῶν θείων ἐναυγασμάτων· ἵν᾽ οὐ μόνον θᾶττον ἔχῃ πρὸς τὴν τοῦ Θεοῦ ὑπὲρ νοῦν ἕνωσιν αὖθις ἐπιστρέφειν, ἀλλὰ καὶ φανωτέρας ἐπαίσθηται τῆς ἑνώσεως, οὐδὲν δὲ ἧττον καὶ ἐπιμονωτέρας· καθόσον γὰρ ὁ νοῦς τὸ συνεπτυγμένον φυλάσσει καὶ ἀδιάχυτον ὁπωσδήποτε, κατὰ τοσοῦτον ἡ τροφὴ αὐτοῦ ἦγε πρὸς τὴν θείαν ἕνωσιν τάχιον γίνεται καὶ φανωτέραις ἑνοῦται ταῖς μαρμαρυγαῖς, καὶ μὲν γε γονιμοτέραις τῷ συνεχεῖ πάντως πρὸς τὰ θεῖα συνεθισμῷ.
Ἐπειδὰν τῇ θείᾳ ἑνοειδεῖ ἐκφαντορίᾳ ἐκ νοερᾶς ἀποβλέψεως ὁ νοῦς προσπάσχων ἠλοίωται καὶ τῷ ἀγνώστῳ περιαυγάζηται τῷ πάσης ἐπέκεινα γνώσεως, ἀδιαίρετός τε ἀποκαθίσταται καὶ ἁπλοῦς καὶ ἀόριστος ὡς ἂν ὑπὸ γνόφον ἑνιαίως καταλλαμπόμενος· κάλλος ἀπερίγραπτον θεωρῶν ἁπλότητος ὑπερβολῇ· ἀνείδεον παντὸς εἴδους ὑπεροχῇ· ἄναρχον ὑπερθέσει πάσης ἀρχῆς ὁπηδήποτε, αὐτὸ μὲν ἀπερίληπτον, ἁπάντων δὲ τοὺς ὅρους καὶ τὴν ὁποιανοῦν περισχὴν ἐνόντα ἐν αὐτῷ πάντα πληροῦν ὡς ὑπερπλῆρες, αὐτὸ δὲ ἄπειρον ὅν· συνελόντα εἰπεῖν, ὁπηνίκα τῇ πάντων τῶν ὄντων ὑπεροψίᾳ ἐν τῇ τοῦ ἐνὸς ἐποψίᾳ πάντ᾽ ὄψηται· ἀρρήτῳ λόγῳ δυνάμεως νοερότητος ὑπὲρ νόησιν, τότε καιρὸς τοῦ σιγᾶν καὶ μυστικῶς καὶ ὑπερκοσμίως, ἤ, ἵν᾽ οὕτως εἴποιμι, ἀνομμάτως, καὶ ἀλαλήτως τὴν μονοειδῆ τρυφῶν ἐν θειοτέρᾳ μυήσει τῆς ἀληθείας ἀπόλαυσιν· ἐπὰν δὲ τὰ εἰρημένα ἀπῇ ἀπὸ νοῦ καὶ περὶ αὐτὸν ὁρᾶται διαίρεσις τοτηνικάδε καιρὸς τοῦ λαλεῖν· μέντοιγε λαλεῖν, τῆς ἀναγωγῆς πρὸς σιγὴν ἄξια· κρείττω γάρ τοι ἐκ πολλοῦ τοῦ περιόντος ἡ ὑπὲρ λόγον, ἦγε ἔγκαιρος λέγοιτ᾽ ἂν καὶ μάλα εἰκότως σιγή, λόγου παντός· καθὸ καὶ Σολομὼν ὁ πάνυ προτεταχῶς ταυτηνί, καιρὸς τοῦ σιγᾶν, εἶτα καιρὸς τοῦ λαλεῖν φησίν· ἄριστον μὲν καὶ δὴ τῆς πρώτης μοίρας σιγὴν ἄγειν ἔγκαιρον, εἰδέπη μήπω πάρεστι τοῦτο, μηδέγε μὴν εἰς τὰ ὑπὲρ λόγον ὁ νοῦς ἑνοειδῶς ἐπιβάλλει, ἀλλὰ τὸ γοῦν λαλεῖν ἐγκαίρως, ἔστω δὴ δεύτερον· ἵνα δέπερ συγγενὲς εἴη τὸ λέγειν, καὶ πρὸς τὸ σιγᾶν σύνεγγυς, ὡς τὸ σιγᾶν, οὕτω που καὶ τὸ λαλεῖν ἐγκαίρως ἐπιτελείσθω, καὶ πρὸς τὸ μὴ λαλεῖν ἐλθεῖν ἐπειγέσθω, τῷ τὰ θεῖα λαλεῖν καὶ διανοεῖσθαι διηνεκῶς, καὶ ὁρᾶν τὴν κτίσιν, καὶ τὸν κτίστην αὐτῆς ἐνοπτρίζεσθαι, ὅση δύναμις, διηγουμένης περὶ αὐτοῦ· καὶ τοῦτό ἐστι τὸ ἐγκαίρως λαλεῖν· χρὴ δὲ ἄρα καὶ οὑτωσίπως διαλαβόντα ἐπισημήνασθαι.
Ἐπὰν πάντα ὁ νοῦς διαβὰς τὰ τῇ δε, καὶ ὑπεραναβὰς φυσικῷ τρόπῳ, ἀσπασίως σιγώη, τότε τοι καιρὸς τρυφᾶν ὑπερκόσμια, καὶ ἀλαλητὰ· καιρὸς ἐλλάμψεως, καὶ φωτὸς νοεροῦ· ἑνώσεώς τε νοὸς καὶ θεωρίας ἁπλότητος, ἀοριστίας τὲ καὶ ἀπειρίας, καὶ ὑπερφαοῦς γνώσεως, καὶ ἐν ἐπιτομῇ φᾶναι, καιρὸς ἀντιλήψεως, καὶ μεταλήψεως σοφίας πνευματικῆς, καθ᾽ ἣν ὁ νοῦς τετελείωται ἐν σχολῇ, καὶ σιγῇ, τὴν ἀνέκφραστον παραδεδεγμένος ἐν ἐκπλήξει ἀγαλλίασιν.
Ὅταν ἡ ψυχὴ ἀληθείας αἰσθήσει ἑαυτὴν τῷ ποτηρίῳ τῆς χάριτος οἷα κρατίστῳ μεθυσκομένην αἰσθάνηται ἔκνουν γιγνομένην, δῆλον ὅτι τότε καιρὸς τοῦ σιγᾶν.
Ὅταν ἡ τοῦ ἔσω ἀνθρώπου διάθεσις θέλει βοᾶν, Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾽ ἐμέ, τότε καιρὸς τοῦ λαλεῖν· λαλεῖν δὲ ὡς εἰκός, οὐκ εἰκαῖα, κατὰ τῶν ἐχθρῶν μέντοι γε μέτρια, καὶ προσήκοντα, καθὰ δεῖ.
Ὅταν τὸ τοῦ προσώπου Κυρίου φῶς σεσημειῶται ἐπὶ τὴν ψυχήν, ὡς ἐντεῦθεν καλλύνεσθαι, καὶ φαιδρύνεσθαι, καὶ χῦμα, θείας εὐφροσύνης ἐπιρρεῖν ἐπ᾽ αὐτήν, τότε ἄρα καιρὸς τοῦ σιγᾶν.
Ὅταν ἐπανισταμένους αὐτῇ ὁρώη ἀδίκους μάρτυρας, καὶ ἃ οὐ γινώσκει ἐρωτῶντας αὐτήν, καὶ ταράττοντας, τότε καιρὸς γιγνομένως τοῦ λαλεῖν, καὶ μὲν δὴ τοῦ ἀντιφθέγγεσθαι.
Κορυφαιότατον καὶ οἷον εἰπεῖν ἀκρότατον, ἢ δήπου ὕψιστον καλόν, καὶ μέν γε ἀγαθὸν ὁ Θεός· ἐν ἅπασι τοῖς οὖσι, καὶ τοῖς νοουμένοις· ἐν ἅπασι δὲ τοῖς ὁρωμένοις· πολλῷ τῷ μεταξύ, βέλτιον τὴν φύσιν πέφυκεν ἄνθρωπος, καὶ κρείττων πιθανῶς ἀσυγκρίτως· τῇ χάριτι δὲ τῳόντι καὶ τῶν Ἀγγέλων ὑπέρτερος· ἐν τοίνυν παμπόλλοις νοῦς θεωρητικὸς τοῖς μεταξὺ Θεοῦ καὶ ἀνθρώπων τῷ ὑπὲρ ἔννοιαν προσεγγίζων, ἔκπληκτος ἀποκαθίσταται, ὁπηνίκα ἔτι δαψιλοῦς τῆς φωτιστικῆς χάριτος οὐ πεπείραται· ἧς δι ἐνεργοῦς ἐν καρδίᾳ πνευματικῆς δυνάμεως γεγευμένος, φαίην ἂν τάχα, εἰς τὸ ἀκρότατον ἄνεισι καλὸν καὶ ἀγαθόν, τὸν Θεόν, καὶ ἐν αὐτῷ κατὰ δωρεὰν θειοτέραν εἴσεισι· καὶ ὁρᾶ ἑνοειδῶς καὶ ἐκπλήσσεται, εἰς τὸν ὑπὲρ νοῦν βυθὸν αὐλιζόμενος ἐν σιωπῇ καὶ τοῦτό ἐστιν ἀληθῶς τοῦ πρώτου σαββατισμοῦ τά, ὡς ἂν ὀνομάσοι τις ἴσως ἐνέχειρα· οὗ τύπος ὁ τῆς κτίσεως τῶν ὄντων σαββατισμὸς τοῦ Θεοῦ· ἑτέρου δέ, οὗ ἀψευδὲς παράδειγμα, ὁ ἀπολειπόμενος σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ, μείζονος, καὶ ἀλλοιωτέρου σαββατισμοῦ προφανῶς ἀπολαύει, εἰς ἑαυτὸν στραφεὶς ἀπὸ τοῦ Θεοῦ, καὶ ἑαυτὸν γνοὺς ὡς εἰκόνα μετὰ πρωτότυπον, καὶ τὸ ὅλον, τὰ μεταξὺ Θεοῦ καὶ ἀνθρώπων ὁποῖα· ὁπότε οὐ μόνον εἰς τὰ ὑπὲρ νοῦν καὶ διάνοιαν διοδεύει, τρόπον κατάλληλον, ἐν θαυμασίᾳ ἐκπλήξει, ἀλλὰ καὶ χαρᾶς, οὐχ ὡς ἄν τις εἰπεῖν ἔχη, καὶ πνευματικῆς πληροῦται ἀγαλλιάσεως, γαννύμενος γιγνομένως ἐν σιωπῇ ταῖς ἐπ᾽ αὐτὸν ὑπὲρ ἑαυτὸν θεοπτικαῖς ἐλλάμψεσι, καὶ θεουργίαις· καὶ ἑνούμενος ταύτη τῇ τῆς θείας καὶ ὑπερφυοῦς θεότητος ἑνάδι, ἐν Χριστῷ Ἰησοῦ.
Ὁπηνίκα πάντων ὑποθετικῶς τῶν γεγονότων ποιεῖται ἀφαίρεσιν, ὡς μὴ ὄντων, τὸ ὄντως ὂν τηνικάδε ἀρρήτως φαντάζεται, ὑπὲρ νοερὰν ἐνέργειάν τε καὶ ἕνωσιν, νοῦς θεωρῶν ἐν ἀληθείᾳ, καὶ πνεύματι δι᾽ ὑπεροχῆς ἀπείρου τῶν περὶ τὰ ὄντα θείων ἀμωσγέπως θεωρουμένων· καὶ γίγνεται ἑνοειδής, ἢ ἕν, ἵν᾽ οὕτω φῶ, ἀφάτως ἀφασίᾳ κάτοχος· πλήρης ἀγάπης χαρᾶς, οὑμενον ἁπλῶς, ἀλλὰ τῶν ἀπὸ τῆς ἐνεργείας τοῦ Πνεύματος, τῆς ἐφαμίλλου τῶν Ἀγγέλων τρυφῆς.
Ὥσπερ οὐδαμῶς οὐδόλως τὸ παράπαν Κύριε, εἶ τὴν οὐσίαν ληπτὸς οὐδενὶ τινὶ ὁποίᾳ δὴ φύσει λογικῇ τε καὶ νοερᾷ, ἢ καθάπαξ γνώσει κτίστῃ, οὐδὲ γοῦν Χερουβικῇ, ἀλλ᾽ ὑπερεξίσταται ἀπειράκις ἀπείρως ἁπάσης γνώσεως, οὕτω δέσποτα, καὶ τὰ περὶ σὲ παντάπασιν ἄπειρα καὶ ἀόριστα· αὐτίκα τοίνυν ὄντα, καὶ λέγοντα σεαυτὸν ἀνυπερβλήτῳ κηδεμονίᾳ τὸν νομοθέτην τῆς παλαιᾶς Διαθήκης Μωσέα κηρύττειν ἐπέταξας· ἀλλὰ καὶ οὕτω σὺ πάλιν ἀψευδέστατε, καὶ μόνη ἄκρα ἀλήθεια, εἴρηκας, περί τινων τῶν σῶν, ὅτι ὀφθεὶς αὐτοῖς, ὅμως τὸ ὄνομά σου οὐκ ἀπεκάλυψας· ἔστι γὰρ ὑπὲρ πᾶν ἀσυγκρίτως ὄνομα, τῶν οὐ μόνον ὅσα ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ τῶν ὅσα ἐν οὐρανοῖς· οὐσίαν γάρ σε παριστᾶσιν οἱ τοῦ σοῦ φωτὸς ἔμπλεοι, ἀλλὰ τοῦ ἐνυποκειμένου χωρίς· πάντως ἵν᾽ οὕτως ἑπομένως, ὑπερούσιος ἀποφανθῇς, καὶ νόησιν μὴ ἔχουσαν καθάπαξ τι ὑποκείμενον· ἵνα περιφανῶς, καὶ ὑπὲρ νόησιν, καὶ πάντων τῶν γνωσθῆναι δύναμιν ἐχόντων ἀπειράκις ἄγνωστος, καὶ ὑπέρτερος γνωρισθῇς· χρόνου τελείως ὁρᾶσαι ἀνώτερος, ἄναρχος, αὐτοζωὴ ὢν, καὶ ἀπέραντος, τοπικὴν ὁλοσχερῶς ὑπεκφεύγεις ἔννοιαν, ὁ πανταχοῦ ἀθρόως παρών, καὶ ὑπὲρ τὸ πᾶν, ὡς τοῦ παντὸς ἀθρόον ποιητὴς καὶ μόνος· καίτοιγε καὶ τῶν νοερῶν φύσεων περιοχή, καὶ τόπος ὢν ἀδιάβατος, νοῦ τάχος· ὑπερβαίνων, καὶ φθάνων αὐτοῦ τὴν ἐπίνοιαν, ἅτε ὑπὲρ τὸ πᾶν, καὶ χεὶρ παντοκρατορικὴ τοῦ παντὸς εὑρισκόμενος τρόπον ἀδιεξίτητον· καὶ μὴν οὐδὲ φύσεως, καὶ τὸ τυχόν, ὅροις ὑπόκεισαι· ἀόριστος σὺ καὶ γάρ, οὐ μόνον τὴν φύσιν, ὡς ὑπερφυῶς ἀκατάληπτος, ἀλλὰ καὶ τοῖς περὶ σὲ φυσικοῖς, ὡς σοφία ὑπέρσοφος, καὶ δύναμις ὑπερδύναμος, καὶ ἀγάπη καὶ ἀγαθότης ὑπὲρ πᾶσαν διάνοιαν ἀγάπης, καὶ ἀγαθότητος· τί ἂν τις εἴποι σε; φῶς λεγόμενον, οὐκ ἀπρόσιτον; ὥστ᾽ ἄρ ὑπὲρ φῶς· τί; κριτήν, οὐ πάντα γινώσκοντα καὶ πρὸ γενέσεως; ποῦ ταῦτα κριτοῦ; ὥστ᾽ ἄρ᾽ ὑπὲρ κριτὴν πολλῷ τὸ μεταξύ· ποταπὸν δέ σε δημιουργόν· καὶ φῇ, τὸν ῥοπῇ θελήματος μόνῃ κτίζοντα καὶ ταῦτα μιᾷ, τὰ πολλὰ καὶ διάφορα ἄνυλα; ἐν δ᾽ ἀύλοις· βαβαὶ τοῦ βάθους τῆς ὑπεροχῆς· ἵν᾽ οὕτω φῶ, μιᾷ ῥοπῇ πνεύματος τὰ μιᾶς φύσεως, πνευματικὰ γάρ· πολλὰ δὲ καὶ πάμπολλα, ταῖς τῶν διαθέσεων, εἰ βούλοιο δέ, καὶ προσώπων διαφοραῖς, τὸ πάμπαν θαυμάσιον; καὶ πᾶσαν νοοῦντος καθ᾽ ὑπερβολὴν φεῦγον διάνοιαν· ἄρα ταῦτα δημιουργοῦ; οὐδαμῶς· ὥστ᾽ ἄρ᾽ ὑπὲρ δημιουργόν· κτίστης ὀνομάζῃ καὶ τεχνίτης κηρύττῃ; καὶ ποῖος κτίστης χωρὶς θεμελίου ἐπὶ μηδεμιᾶς ἕδρας κτίζει, καὶ τὸ βραχύτατον γοῦν, ὡς σύγε δέσποτα τὴν τοσήνδε γῆν μετὰ πόσων δε ὀρέων αὐτῆς, καὶ λίθων, καὶ ὕλης ἀλλοίας, θεμελιῶν αὐτὴν ἐπ᾽ οὐδενὸς, καὶ ταῦτα, τοσοῦτον ἀσφαλῶς; ἢ ποῖος τεχνίτης ἐκ μηδαμῆ μηδαμῶς ὄντων παράγει, καὶ ταῦτα ἀκαρῇ κατὰ λόγον ἡλίκα, οἵα τὰ τεχνητά, ὡς περ παράγεις σύ; ἄραγε κτίστου, ἢ τεχνίτου τὰ σάτις εἰπών, τὰ εἰκότα ἐρεῖ;
ἥκιστα πάντων ἀληθῶς· οὐκοῦν ὑπὲρ κτίστην, καὶ τεχνίτην πολλῷ τῷ ἀπείρῳ τυγχάνεις ὢν ὁ Θεός· ποῖον εἶδος ἀγάπης ποτέ, καὶ ἢ εἰδέναι τὶς ἔχοι ἂν, ἢ ἀκοῦσαι, ἢ ἀναπλάσαι, καὶ ὁπωσοῦν γοῦν, ὁποῖον ἡ πανθαύμαστός σου χρηστότης μετὰ σφόδρα σφοδρῶν τῶν διακειμένων δέδειχεν ἡμῖν ἐν τῇ καθ᾽ ἡμᾶς προσλήψει πάνυ τοι λίαν φιλανθρώπως ὑπὲρ πάσας ἐλπίδας; ὅπερ δήπουθεν θεωροῦντες, οἷος τὸ θεωρεῖν ἔξεστι διὰ χάριτος εἰς ἀχανὲς εἰσίασιν ἄντικρυς ἀγάπης καὶ προνοίας ξενοτρόπου πέλαγος· καὶ γιγνομένως ἔξω ἑαυτῶν γίγνονται μετὰ δριμυτάτων ἐρώτων κατάλληλα, καὶ τὰ τῆς οἰκονομίας οἰκείως ὀνομάσαι ταύτης τῳόντι οὐκ ἴσασιν· ὑπερβάλλει γὰρ ἐκ πλείστου τοῦ περιόντος καὶ νοῦν καὶ λόγον καὶ πᾶσαν ἀκοήν, καὶ διάνοιαν τὰ τῆς ἐνανθρωπήσεώς σου Θεὲ ὑπεράγαθε· διακείμενα. Πατὴρ πάντων εἶ καὶ καλῇ; ἀλλ᾽ ἀφάτως πατροσύνη ὁποιανοῦν ὑπερέχεις, καὶ αἰτίᾳ, καὶ ἐξουσίᾳ, καὶ προμηθείᾳ, καὶ νουθεσίᾳ, καὶ μακροθυμίᾳ, ἀνοχῇ· βασιλεὺς ὀνομάζῃ; ἀλλ᾽ οὔκουν καὶ κατὰ τὸ ἐνεστὼς μᾶλλον, ἧττον δὲ τὸ μέλλον, οὐδ᾽ ὁπωστιοῦν μέντοι κατὰ τὸ παρεληλυθός· ἀλλὰ πῶς; θαυμαστῶς, ἀπολύτως, καὶ ἁπλῶς· ἡ βασιλεία γάρ σου βασιλεία πάντων τῶν αἰώνων ὁμοθυμαδόν, ἐπίσης ἐνεστῶτος, παρεληλυθότος, μέλλοντος, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· οὕτως ἐν πᾶσιν ἁπαξαπλῶς κατὰ πάντα ἀπείροις μέτροις ὑπέρκεισαι, ἁπλῶς, καὶ ἀπολύτως πάσης περινοίας, ἵν᾽ εἴπω ξυλλήβδην, ἐφαμίλλως λίαν καὶ ἀπείρως ὑπερεξηρημένος, καὶ σὺ ἀκατάληπτε Κύριε, καὶ τὰ περὶ σέ· ἃ φαντασιούμενος ὁπωσδὴ· νοῦς ψυχαγωγίαν ἔχει τῆς ἐφικτῆς σου ὁράσεως, καὶ ὅλως μετὰ τῆς ἐπιπνοίας τοῦ πνεύματος γεγονώς, ὡς εἰς γνόφον εἰσδύνει μυστικόν, μήτε τελείως ἔχων ὁρᾶν σε διὰ τὸ τῆς δόξης ἄπειρον καὶ ἀπρόσιτον· ἐξ οὗγε τρόπου ὑπερκοσμίῳ καταπαύσει καταπαύεις ἀρρήτως τοὺς θεωροῦντας καὶ δὴ φιλοῦντάς σε θαυμαστῶς· μήτε πάμπαν χωρὶς τοῦ ὁρᾶν σε τελῶν· ὅθεν· ἀνάπαυσιν θείαν καὶ ὑπερφυᾶ αὖθις ἀναπαύεις αὐτούς, ἄρρητε, ἀνεπινόητε, ἀπερίγραπτε, ἀπερίληπτε, καὶ ξυνελόντα εἰπεῖν, παντάπειρε, τὴν οὐσίαν δηλονότι καὶ τὴν ἐνέργειαν, ἀμήν.
Ὅταν ὁ νοῦς πόρρω πολυνοίας γένηται, τὰς ἑτερότητας καὶ πολυσχεδεῖς ἐννοίας ἀποπεισάμενος καὶ ὑπὲρ ἄνω εὑρίσκεται τοῦ νοεροῦ σκεδασμοῦ ἐν τῇ ἐπιπνοίᾳ καὶ μετοχῇ τοῦ Ἁγίου Πνεύματος, ἑνίζοντος αὐτὸν καὶ ἐπὶ τὴν καρδίαν διηνεκῶς καὶ ἀείβλυτα πνέοντος καὶ τοῖς θείοις τόποις συνεχῶς ἐμφιλοχωρῶν ταῖς περὶ Θεοῦ φαντασίαις, οἷον πιωθῇ, ὡς ἑνὶ ἐνατενισμῷ νοερῷ, ἀθρόον τὰ ἡλίκα, ὅσα περὶ Θεὸν ἑνοειδῶς ἐνοπτρίζεσθαι καὶ ἀρρήτως ἐρωτικῶς· τότε τῆς θείας καταπαύσεως γίνεται περιφανῶς, βαθείας καὶ θείας εἰρήνης ἀπολαύων καὶ καρδιακῆς ἁγίας ἡσύχου τὰ πολλὰ ἀναπαύσεως ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Ὅταν ὁ νοῦς ὁμιλῇ Θεῷ καὶ προσεύχηται, ὡς δήτις υἱὸς φιλοστοργωτάτῳ Πατρὶ ταῖς διαθέσεσι καὶ τὸ Ἰησοῦ φῶς ὁρῶν ἀφάτως εὐφραίνηται, ἐκπλησσόμενος λίαν ἐρωτικῶς, ἔρωτα ἐναργῶς θεῖον καὶ ὑπερφυᾶ τὴν τοῦ Ἁγίου Πνεύματος ἐνέργειαν αἰσθόμενος ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ ὑπεράνω τῶν θείων ἐμφάσεων καὶ τελειοτήτων ὑπερανίπτασθαι θέλῃ μυστικῶς καὶ ὑπερκοσμίως· τηνικάδε ἀληθῶς καταπαύει ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὑπὲρ τὸ νοεῖν μετὰ τὸ νοεῖν γινόμενος καὶ θαυμασίως ἡδυπαθῶν καὶ ὄντως ἀναπαυόμενος ἐν εἰρήνῃ τοῦ ζωοποιοῦ Πνεύματος τοῦ Χριστοῦ.
Κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων, ὧν ἤρξατο ποιῆσαι, ἀλλὰ μετὰ τὴν ἐν λόγῳ καὶ Πνεύματι τῶν γεγονότων ἐκπλήρωσιν· ἐφάμιλλον τρόπον καὶ ὁ θεοείκελος νοῦς, καταπαύει ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο τὸ κατ᾽ ἀρχὰς ποιεῖν εἰς συμπλήρωσιν κόσμου τοῦ κατ᾽ ἀρετὴν νοητοῦ, ἀλλὰ μετὰ τὸ ἀνασκοπῆσαι καὶ οἷον ἐπεξεργάσασθαι ἐν λόγῳ Θεοῦ καὶ Πνεύματι ζωοποιῷ τὸν ξύμπαντα κόσμον καὶ τὰ ἐν αὐτῷ νοητὰ διαρκῶς καὶ ἀπὸ τῶν δε ἀναβεβηκέναι πάλιν ἐν λόγῳ καὶ Πνεύματι εἰς τὰ παρά τισιν εἰρημένα μετὰ τὰ φυσικὰ καὶ ὑπερκῆψαι εἰς τὰ ἁπλὰ καὶ ἀπόλυτα τῆς θεολογίας μυστικὰ θεάματα· τοτηνικάδε γὰρ ἐν τῇ καταπαύσει, ἀναπαύσεως καὶ εἰρήνης ἐν νοερᾷ ἀληθείᾳ ὅτι μάλιστα πολλῆς ἀπολαύει καὶ δὴ θεοῦται ἐν φωτὶ γνώσεως καὶ Πνεύματος ζωοποιοῦ μετοχῇ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Ὥσπερ καταπαύσας ὁ Θεός, οὔκουν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ κατέπαυσεν, ἀλλ᾽ ἀπὸ μόνων ὧν ἤρξατο ποιῆσαι· ἀπὸ μέντοι τῶν ἀνάρχων καὶ ἀκτίστων καὶ οἷον πεφυκότων ἔργων αὐτῷ οὐ κατέπαυσεν· οὕτως ἐξ ἐφαμίλλου θεομιμήτως ὁ νοῦς, λόγῳ θείῳ καὶ Πνεύματι ζωοποιῷ μετελθών, καὶ διαβὰς τήν φαινομένην κτίσιν, ἀπὸ τῶν ἔργων οὔκουν τῶν πεφυκότων αὐτῷ καὶ μήτε ἠργμένων, μήτε μὴν ληγόντων καταπαύει πάντων ἥκιστα, ἀλλ᾽ ἀπὸ τῶν φαινομένων ἔργων καταπαύει τῶν ἀρχομένων τε καὶ ληγόντων· ἐντεῦθεν καὶ τῆς σωματικῆς καταπαύσεως κατὰ ἀκινησίαν ἐφεπομένης τῷ καταπαύσαντι, τοὐναντίον ἕπεται τῇ νοῦ καταστάσει· εἰμὴ γὰρ ἀεικίνητος γένοιτο, ἐπιπνοίᾳ ζωοποιῷ τοῦ Πνεύματος διηνεκεῖ ἐν ἀναβλέψει τῶν ὁρωμένων γνωστικῇ, οὐδὲ εἰ ἐστὶ γνώσεται νοερὰ κατάπαυσις, ἀεικινήτως περὶ μόνον τὸν Θεὸν ἑνοειδῶς στρεφομένη καὶ θεοῦσα τὸν ταύτης μέτοχον ἐν ἀναπαύσει τῇ ἐν Χριστῷ ἀφράστῳ τε καὶ ἀρρήτῳ.
Μὴ σπεύσῃς, φησὶν ὁ Σολομών, ἐνεγκεῖν ῥῆμα πρὸ προσώπου Κυρίου· ὅτι ὁ Θεὸς ἐν οὐρανῷ ἄνω καὶ σὺ ἐπὶ τῆς γῆς κάτω· ὡς λίαν σαφῶς καὶ εὐθυβόλως δίδωσί τε καὶ διατρανοῖ· τίς ἔστιν ὁ καιρὸς τοῦ σιγᾶν· λέγει γὰρ ἄντικρυς, ἐπειδὴ σὺ κάτω ὢν ἐπὶ γῆς; πρὸ προσώπου Κυρίου τοῦ ἐν οὐρανοῖς ἄνω ὄντος γίνῃ, καὶ τοσαύτης ἠξίωσαι χάριτος, ὡς ὁ κάτω τὰ ἄνω φρονεῖν καὶ περιαθρεῖν καὶ νοερῶς ἐπιβάλλων ἵστασθαι πρὸ προσώπου Κυρίου, μὴ σπεύσῃς ἐνεγκεῖν ῥῆμα· καιρὸς γὰρ τοῦ σιγᾶν· μὴ θέλε νοερῶς ἐνεργούμενος ὑπὸ τῆς ἀληθείας, καὶ ἑνοειδῶς καὶ θεοειδῶς· τοῦτό γάρ ἐστι πρὸ προσώπου Κυρίου εἶναι, ὅταν τὰ περὶ Θεὸν ὄντα πολλά, μονοειδῶς ὁ νοῦς θεωρῇ κατὰ ἁπλῆν καὶ ἑνιαίαν ἐπιβολὴν ἐν Θεῷ· μὴ τοίνυν τοῦτο πάσχων καὶ πρὸ προσώπου Κυρίου παριστάμενος, ῥῆμα προσενεγκεῖν σπεῦδε· ἢ οὕτω γ᾽ ἂν σαυτὸν ἀνεπιστημόνως ἑκὼν εἶναι ὑποβεβηκέναι καὶ ὑποκατιέναι σπεύδῃς· ἦ δή, καὶ οὑτωσὶ ῥητέον ἂν εἴη τοῦ ῥητοῦ τουδὶ ἐξηγουμένοις τὴν ἔννοιαν· ἦν ὅτ᾽ ἦν ἡ ἀνθρωπία φύσις ἀπήμων καὶ ταύτῃ δικαίως πόρρω κακῶν, ἐγγὺς οὖσα Θεοῦ, Θεόν τε θεωροῦσα, τήν τε δόξαν τοῦ κάλλους τοῦ προσώπου αὐτοῦ ἐν Ἀδὰμ προπάτορι τρυφῶσα μετὰ γήθους σὺν θαύματι, ἄϋλον τρυφήν, νοεράν, οὐράνιον, ἄφθαρτον· πολλὴ καὶ γὰρ οὖν χάρις τῇ ψυχῇ τοῦ πρώτου ἀνθρώπου περιεκέχυται πολλαῖς τε ὁ θεοειδὴς νοῦς ἐκείνου περιηντλεῖτο γνωστικαῖς θεωρίαις καὶ ἀνατάσεσι πρὸς Θεὸν ἐν αἰσθητῷ παραδείσῳ, ἀπόλαυσιν ἔχοντος τὸν νοητόν· καὶ ἵν᾽ οὕτως ὀνομάσω μακαρίαν ζωήν, πρὸς ἑαυτὸν γιγνομένως ἡνωμένου καὶ πρὸς τὸν Θεὸν ἐν ἑαυτῷ τε μένοντος, κἂν τῷ Θεῷ ὡς εἰκός· τῆς ἑνοειδοῦς ἡμμένου καταστάσεως καὶ θεοειδοῦς ὄντως, καὶ μάλα εἰκότως, ὡς κατ᾽ εἰκόνα Θεοῦ γεγένοιτο· ἀλλὰ ταυτὶ μὲν πάντη περὶ ἡμᾶς ἦν, ὡς ἐν ἐπιτομῇ φᾶναι ἐκ τοῦ Θεοῦ τὰ ἀγαθά· τῷ δὲ δυσμεναίνοντι τῇ εὐκληρίᾳ καὶ δόξῃ ἡμῶν ἀλάστορι δαίμονι βεβλημένῳ φθόνῳ, φορητὸν τοῦτ᾽ οὐκ ἦν· πῶς γάρ; καὶ μὲν δὴ πολὺς ὁ πανώλης οὗτος ὑπῆρξε φαινακίζων, καὶ ἀπαιωρῶν τὸ ἡμέτερον ἐλπιζόμενον. χρηστολόγοις δῆθεν βουλαῖς, καὶ ἀναρριπίζων τὴν ἐπιθυμίαν πρὸς ὑψηλοτέραν, ἧς εἴχομεν θέωσιν, τῆς ἐντολῆς τοῦ Θεοῦ ὁ πρωτουργὸς κακίας· διαβαλὼν τὸ εὐθές· ἐξ οὗ γοῦν τὸ τῆς ἐξ ἀπάτης ὄλεθρον ἐλεεινῶς ἐπεπόνθαμεν, καὶ Θεοῦ καὶ θείας τρυφῆς ἐξόριστοι γεγενήμεθα, τῆς ἑνοειδοῦς τε κατὰ νοῦν πνευματικῆς βιωτῆς, καὶ τοῦ θεωρεῖν ἔχειν τὸ τοῦ Θεοῦ πρόσωπον, καὶ δοξάζεσθαι· ἀλλοιουμένους ὑπὸ τῆς τοῦ θείου κάλλους ἀκτῖνος ἀθλίως ἀποπεπτώκειμεν, καὶ εὑρέθημεν, ὡς μὴ ὥφελε, διῃρημένοι, καὶ σχιζόμενοι εἰς ἄττα πολλά· καὶ ταῖς διαιρεταῖς ζωαῖς, καὶ ἑτερότησιν, ὡς οὐκ ἐχρῆν χαίροντες· ὡς καὶ πολλούς γε θεοὺς καὶ διέχοντας, ἀντὶ τῆς μιᾶς πρεσβεύειν τρισυποστάτου θεότητος, τοὺς οὐκ ὄντας ἄρα τῳόντι θεούς, ἀλλ᾽ ἀπατηλοὺς δαίμονας, καὶ φθόρους, καὶ δυσμενεῖς, ἀπολωλέκειμεν τὸ κύριον ἕν, τήν τε ἐνιαίαν ζωὴν καὶ τάξιν, καὶ διεσχίσθημεν εἰς πολλὰ καὶ διάφορα, καὶ ἡ ἰσχὺς ἡμῶν ἦγε νοερά, καὶ ὁ τόνος, ἢ μᾶλλον ἡ ἀνάτασις εἰπεῖν οἰκειότερον, ἐξέλιπεν οὐκ ἀπεικότως, καὶ εἰς βάθος ἥκομεν οὔκουν μετρίου κακοῦ, καὶ τὰ κάτω οἱ Θεοῦ εἰκόνες, καὶ τῆς ἄνω διαίτης, καὶ οὐρανίου ἐπάξιοι, ἀφρόνως φρονεῖν εἱλόμεθα· ἐπειδὴ δὲ οὐκ ἄτρεπτον, οὐδέ γε μὴν ἀκλινὲς τὸ ἡμέτερον, ἔξεστι πάντως καὶ τοῦτο εὐλόγως, ὥσπερ ἀπὸ τῆς παμπόλλου δόξης ἐκείνης εἰς τὴν ἀπωτάτω ἀδοξίαν σχετλίως κατωλισθήσαμεν, παλινδρομῆσαι καὶ ἀνανεῦσαι καὶ πάλιν ἰδεῖν τὸ τοῦ Θεοῦ σεβασμιώτατον πρόσωπον· οὔμενον ὡς τὸ πρὶν τοσοῦτον ἔγγιστα, μέντοιγε πορρωτέρω καὶ ἰδεῖν καὶ τοῦ κάλλους αὐτοῦ παθεῖν τὴν λαμπρότητα· τοιγάρτοι καὶ Μωσῆς ὁ θειότατος, καὶ ἁπασοῦν ὁ τῶν Προφητῶν κατάλογος καὶ οἱ πρὸ τούτων γεμήν, Ἀβραὰμ δηλονότι καὶ οἱ κατ᾽ αὐτόν, εἶδον ὡς ἐφικτὸν τοῦτο καὶ λίαν τρανῶς καὶ τὴν ἐξ ἐκείνου τοῦ κάλλους ἀγλαΐαν ἐτρύφησαν ἀποχρώντως καὶ μέν γε καὶ ἐκπλαγέντες τῇ ἀπροσίτῳ δόξῃ αὐτοῦ· οἱ μὲν σφᾶς αὐτοὺς τεταλάνικαν, οἱ δὲ γῆν ἑαυτοὺς καὶ σποδὸν ἐνόμισαν καὶ ἐκάλεσαν, ἕτεροι δὲ οὐδὲ φᾶναι γοῦν ἴσχυσαν τῇ τῆς τοῦ θεωρηθέντος δόξης ὑπερβολῇ· τότε γε ἰσχοφωνίαν καὶ βραδυγλωττίαν κατέγνωσαν ἑαυτῶν καὶ ἕτερ᾽ ἄττα πλεῖστα καὶ μακάρια πεπόνθασιν εὐκλεῶς· ἐντεῦθεν δῆτα καὶ Δαβὶδ ὁ θεσπέσιος ἱμειρόμενος τῆς αἴγλης τοῦ κάλλους τοῦ προσώπου Κυρίου, βοᾷ πρὸς Θεὸν ποτνιώμενος πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ μου; καὶ μένπη τὴν τῆς ψυχῆς, καθ᾽ ἣν ὥπται κατάστασιν τὸ πρόσωπον τοῦ Κυρίου παραδεῖξαι βεβουλημένος, κατοικήσουσιν εὐθεῖς, φησι, σὺν τῷ προσώπῳ σου· καὶ τήν γε ἰσχὺν, ὅσην τῇ ψυχῇ παρέχεται τὸ τοῦ Θεοῦ θεωρούμενον πρόσωπον φρονίμως παραδεικνὺς ἀπέστρεψας· λέγει τὸ πρόσωπόν σου καὶ ἐγεννήθην τεταραγμένος· εἰ δὲ τῇ τοῦ θείου προσώπου ἀποστροφῇ συμβαίνει ὁ τάραχος, τῇ τούτου παρουσίᾳ καὶ ἐποψίᾳ ἄρ᾽ εἰρήνη ἕπεται πνευματικὴ τῇ ψυχῇ δῶρον τοσοῦτον μέγιστον ὄν, ὡς μετὰ τὴν θείαν ἀγάπην καὶ χαρὰν ἐπιφαίνεσθαι τὰ τοῦ πνεύματος, εἴτε χαρίσματα χρὴ λέγειν, εἴτε γοῦν καρπούς, καὶ τοὺς ἁγίως δὲ διαζῶντας καὶ ὁσίως, ἐν τῷ φωτὶ τοῦ προσώπου Κυρίου ἐμφαίνει πορεύεσθαι, Κύριε, λέγων, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν, τὴν πνευματικὴν ἐκείνην δηλονότι καθόσον διαπέμπει τῷ ἔσω ἀνθρώπῳ ὁ νοητὸς καὶ ἄρρητος ἥλιος τὰς ἀχράντους καὶ ζωοποιοὺς ἀκτῖνας αὐτοῦ.
καὶ διαφαύσκεται τῷ νοὶ τῶν ὑπερκοσμίων ἡ αἴσθησις· καθ᾽ ὃν καιρὸν αἴρεται ἐκ τῆς γῆς, καὶ εἰς οὐρανὸν μετατίθεται τὸ τῆς ψυχῆς ἅπαν μνημόσυνον· καὶ ὁ ἄνθρωπος χαίρει, καὶ σκιρτᾷ, καὶ παιάνας ὡς εἰκὸς ἱστᾶ, καὶ εὐφραίνεται ἐν ἀγαλλιάσει, καὶ τέρψει, καὶ θυμηδείᾳ, πάσῃ τὶς ἂν εἴπῃ; φαιδρυνόμενος καὶ γανύμενος τῇ τοῦ προσώπου Κυρίου λαμπρότητι· ὅθεν ἑτέρωσε ἱκετεύει Θεόν· μὴ ἀποστρέψῃς· λέγων· τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον· σκότους γὰρ αἰτία ἡ τοῦ προσώπου Κυρίου ἀποστροφή· ἡ δ᾽ ἐπιστροφή, παντὸς νοεροῦ φωτός· ὅθεν εἰκότως καὶ χαρᾶς πνευματικῆς, ὡς ἂν καὶ περὶ ἑαυτοῦ φησιν, ἐσημειώθη ἐπ᾽ ἐμὲ τὸ φῶς τοῦ προσώπου σου· καὶ συνεπάγει, ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· πάλιν ἐκ τοῦ φωτισμοῦ τοῦ προσώπου Κυρίου, τὴν πνευματικὴν τῆς θείας χάριτος γεγενῆσθαι ἑαυτῷ μαρτυρῶν δωρεάν, καὶ τίνες ποτ᾽ ἄρα οἱ παρὰ τῷ προσώπῳ τοῦ Κυρίου, ἱστάμενοι, καὶ αὐτὸ λιτανεύοντες φησίν· ὅτι εἰσιν· οἱ νοητῶς, τοῦ λαοῦ τοῦ Θεοῦ πλούσιοι· ἅγιοι μὲν γὰρ δήπουθεν καὶ ἄνθρωποι τοῦ Θεοῦ πολλοί, οὐ μὴν ἅπαντας ἁπαξαπλῶς τὸ τοῦ Θεοῦ θεωρεῖν ἔξεστι πρόσωπον, καὶ βιοῦν βίον Ἀγγελικόν, ἐπὶ γῆς ἀκμὴν διαζῶντες; πολλοῦ γε καὶ δεῖ· μόνον γάρ τοι τουτοὶ τῶν μετὰ σοφίας θείας καὶ γνώσεως λατρευτέον εἶναι τὸ θεῖον νομιζόντων, καὶ προσκυνητέον ἀληθείᾳ, καὶ πνεύματι· οἵπερ δὴ καὶ πλούσιοι τοῦ λαοῦ λέγοιντ᾽ ἂν εἰκότως, τοῦ Θεοῦ, πολλῶν θεωρημάτων ἐναυγασθέντες μυστήρια, πολλῆς τε σοφίας, καὶ γνώσεως, ἥτις κατὰ Παῦλον, οὔκουν πάντων ἐστί, θείας καὶ πνευματικῆς βάθος ἔχουσι πλοῦτον· ὅθεν τὸ πρόσωπόν σου, ὁ θαυμάσιος λέγει πρὸς Θεόν, ὡς εἴρηται Δαβίδ, λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ· ταύτη τοι ταυτί, μάλιστα πάντων εἰδώς, ὡς μάλιστα πάντων θείας σοφίας πεπληρωμένως Σολομὼν ὁ πάνυ εὐφυῶς τὰ μάλιστα διδάσκων φησί· μὴ σπεύσῃς ἐνεγκεῖν ῥῆμα πρὸ προσώπου Κυρίου, ὅτι ὁ Θεὸς ἐν οὐρανῷ ἄνω, καὶ σὺ ἐπὶ τῆς γῆς κάτω· ὁπηνίκα κατὰ θείαν δωρεὰν γένοιο πρὸ προσώπου Κυρίου ἐν θείᾳ καὶ ἑνοειδεῖ φαντασίᾳ, ἀναβεβηκυίας τῆς τοῦ νοῦ θεωρίας δηλονότι, καιρὸς τοῦ σιγᾶν· μὴ τοίνυν προσενεγκεῖν ῥῆμα, μηδὲ γοῦν ἓν σπεύσῃς, εἰκαίως ῥηματικῇ συνηθείᾳ ἑπόμενος, ὅτι οὐ καιρὸς τότε τοῦ λαλεῖν· Θεὸς γὰρ γίνῃ καὶ σὺ ἐπὶ τῆς γῆς ἔτι ὢν, τοῦ ἐν οὐρανοῖς θεωρῶν Θεοῦ ἀγγελομιμήτως τὸ πρόσωπον· καὶ γὰρ οὖν καὶ οἱ Ἀγγελοι, ὡς ὁ Σωτὴρ εἴρηκε, διὰ παντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς ἡμῶν Πατρός, ὅθεν καὶ ὅταν ἐν ἄλλῳ τόπῳ λέγοντος ἀκούῃς τοῦ Σολομῶντος, φῶς δικαίοις διαπαντός, ἐκ τῆς τοῦ προσώπου Κυρίου φωτοχυσίας, τοῦτο πάσχειν αὐτοὺς τὸ εἰκὸς λογίσῃ σκοπούμενος, ἀγγελοειδῶς κατὰ θείαν χάριν διὰ παντὸς ὁρῶντες τὸ τοῦ Κυρίου πρόσωπον, ἐξ οὗ τὸ πηγαῖον ἐκκέχυται φῶς· Ἀγγελος γὰρ ἄλλος, ἵνα μὴ λέγω Θεός, ὁ ἄνθρωπος γίνεται καὶ ἔστιν ἐπὶ τῆς γῆς ἀμέλει καὶ εἰς τὴν εἰκονικὴν τῆς τοῦ Κυρίου χάριτος δωρεὰν ἐπανέρχῃ, καθιστάμενος ὅπερ ὁ Θεὸς ἄνω, τοῦτο σὺ ἐπὶ γῆς κάτω, Θεὸς δηλαδή, τὸ θαυμάσιον οὐ διεξοδεύων λόγῳ, οὐδὲ νοήματι μεταβαίνων, καὶ κινῶν τὸ ἴδιον λογιζόμενον, ὡς ἂν νοερῶς διαιρούμενος, ἀλλ᾽ ἑνοειδῶς ἐπιβάλλων, καὶ δίκην Θεοῦ θεωρῶν ἀνομμάτως, καὶ ἀκινήτως κατὰ ἁπλῆν καὶ ἑνιαίαν ἀπόβλεψιν· καὶ μέν γε ἐπεντρυφῶν τῇ ἐκ προσώπου Κυρίου ἀποπαλλομένῃ διαυγεστάτῃ αἴγλῃ καὶ ἀπροσίτῳ· τοῦτ᾽ οὖν ἐστιν· ἡ κορυφαία καὶ ζηλωτὴ τοῖς ἐχέφροσι, τοῦ νοῦ πρὸς Θεὸν κατάστασις· τὸ οἷον εἰπεῖν ἄνθος τῆς νοερᾶς καθαρότητος· ἡ εὐκταία ἑνότης τῆς πίστεως, τελουμένη ἐν τῇ κοινωνίᾳ τοῦ πνεύματος· τῆς θείας καὶ θεοποιοῦ σοφίας ὁ εὐκλεὴς καρπός· ἡ τῆς πνευματικῆς εἰρήνης κρηπίς· τὸ καταγώγιον τῆς ἀφαντάστου χαρᾶς· τῆς τοῦ Θεοῦ ἀγάπης ἡ πύλη· τὸ τῆς ἐλλάμψεως βλάστημα· τὸ αἴτιον τῆς ἐκ καρδίας ἐκβλύσεως τῶν ἀκενώτων ὑδάτων τοῦ πνεύματος· ἡ τοῦ τυπικοῦ Μάννα ἀληθῶς τροφήτε, καὶ τρυφὴ τῆς ψυχῆς, καὶ αὔξησις, καὶ ἀλλοίωσις· τῶν θείων καὶ ἀλαλήτων μυστηρίων, καὶ ἀποκαλύψεων ἡ ἀρχή, τῆς γε μιᾶς καὶ πρώτης ἀληθείας τὸ συμπέρασμα, τῶν ὁποιωνοῦν λογισμῶν ὁ ἀφανισμός, ἡ πασῶν τῶν νοήσεων ἀπόπαυσις· ἡ ὑπὲρ τὸ νοεῖν ἐπιστασία, ἡ ἀφορμὴ τῆς ἐκπλήξεως, ἡ πρός γε τὸ ἁπλοῦν, καὶ ἀόριστον καθοτιοῦν ἄπειρον καὶ ἀπερίληπτον, ἀνείδεόν τε καὶ ἀσχημάτιστον, ἄποιον, ἀποίκιλον, ἄποσον, ἀναφές, καὶ ὑπερκόσμιον, τοῦ νοῦ μεταποίησις ὑπὲρ νοῦν, καὶ ἀλλοίωσις, καὶ ὅλως πρὸς τὸ θεοειδὲς ἀποκατάστασις· μὴ δὴ ἐξ ἄρ᾽ ἀμαθείας ἐν τούτῳ γεγονὼς καταστάσεως, καὶ τρόπῳ γέτῳ θεουργούμενος τῇ φιλανθρωπίᾳ τῆς χάριτος, σπεύσῃς ἐνεγκεῖν ῥῆμα ἓν γοῦν πρὸ προσώπου Κυρίου· ὅτι αὐτῷ ἡ μία, καὶ ἁπλῆ δόξα εἰς τοὺς αἰῶνας ἔσται.
Ὁ νοῦς θεωρεῖν ἐθέλων τὰ ὑπὲρ αὐτὸν νοητά, εἰ μὴ διὰ τῆς θείας χάριτος συνεργοῦσαν πρὸς τοῦτο ἔχει καὶ τὴν ἰδίαν καρδίαν, ἀδρανῆ καὶ ἀφώτιστα, καὶ συγκεχυμένα ὁρᾷ· διὰ τοῦτο καὶ τῆς ἑαυτοῦ ἡδονῆς τῆς γε κυριωτέρας ἐνδεῖ, κἂν δι᾽ ἄγνοιαν δοκῇ ἥδεσθαι οἷα μηδέπω γεγευμένος ταύτης τυγχάνων, ὥσπερ δὴ δοκεῖπως ἥδεσθαι καὶ ὁ τὸν ὁλλυρίτην ἐσθίων ἄρτον, καί τοι γε πάμπολυ τῆς κατὰ τὸν ἄρτον ἡδονῆς ἐνδεῶς ἔχοντα, διὰ μέν τοι τὴν ἄγνοιαν τῆς γεύσεως τοῦ διὰ σεμιδάλεως ἄρτου.
Μετὰ τὴν νοερὰν τῆς καρδίας διὰ τῆς χάριτος ἕνωσιν ἀπλανῶς ἐν φωτὶ πνευματικῷ ὁ νοῦς ὁρᾷ καὶ ἐκτείνεται εἰς τὸ ἴδιον ἐφετόν, ὅπερ ἐστὶν ὁ Θεός· ἔξω πάντη γενόμενος τῆς αἰσθήσεως· ἄχροος δηλαδὴ καὶ ἄποιος καὶ ἀφάνταστος ἀποκαθιστάμενος ταῖς φαντασίαις τῶν αἰσθητῶν.
Νοῦς ὑπὸ τῆς χάριτος εἰς τὸ θεωρεῖν ὁδηγούμενος, ὡς ἀληθῶς Μάννα διὰ παντὸς ἐσθίει πνευματικόν· τὸ γὰρ δὴ αἰσθητὸν Μάννα, ὅπερ ὁ Ἰσραὴλ ἤσθιεν, εἶχεν ἑνήδονον ἀξιόλογον δύναμιν σῶμα τρέφουσαν· τί δὲ τὴν οὐσίαν ἐκεῖνο ἦν, ἀγνοούμενον ἦν· ὅθεν καὶ Μάννα προσηγόρευτο, δηλούσης τῆς λέξεως· τὸ ἀγνώριστον· τί γὰρ τοῦτο; ἡ λέξις δηλοῖ· καὶ ὅπερ ἑώρων ἐσθίοντες, τούτου τὴν οὐσίαν μὴ ἐγνωκότες ἀπορηματικῶς, τί τοῦτο ἐστίν; ἔλεγον· διὰ παντὸς δὴ καὶ ὁ θεωρητικὸς ἐξίσταται κατὰ νοῦν καὶ πρὸς ἑαυτόν, τί τοῦτο φησίν; ὅπερ εὐφραίνει μὲν θεωρούμενον καὶ πιαίνει τὸν νοῦν πνευματικῶς ἐσθιόμενον; ὑπερεκβαίνει δὲ τὸ νοεῖσθαι καθ᾽ ἑαυτό, ὡς θεῖον ὂν καὶ ὑπερφυές, καὶ τρέφον παραδόξως, καὶ ἄρδον τὸν νοῦν, τὴν τοῦ νοῦ κατάστασιν ὑπεκφεύγει, οὐ μόνον ὡς ἀκατάληπτον τὴν οὐσίαν, ἀλλὰ καὶ ὡς ἄπειρον καὶ ἀόριστον.
Τρία εἰσὶ τὰ μαρτυροῦντα τῇ ἀληθείᾳ εἴποιμ᾽ ἂν καὶ αὐτὸς κατὰ τὸ εἰκός· ἡ κτίσις, ἡ γραφή, ἐν τῷ πνεύματι· ἐκ γὰρ τῆς γραφῆς, καὶ τῆς κτίσεως πνευματικῶς ὁρωμένων, θεωρεῖται ἡ μόνη ἁπλῆ ἀλήθεια, καὶ ἡ ἐκ ταύτης σύνθετος· καὶ διὰ τῶν εἰρημένων τριῶν, γενόμενος ἐν τοῖς ἐφεξῆς δυσὶ καὶ ἱστάμενος ἐν αὐτοῖς ἀπλανῆ εὕρατο, Χριστοῦ χάριτι, τὴν ὁδόν· ἐπέτυχε γὰρ ἐκ μὲν τῆς ἁπλῆς ἀληθείας, ὕψους νοητοῦ καὶ βάθους, ἔτι τε καὶ πλάτους ἀπείρου, δι᾽ ἃ καὶ εἰς ἔκπληξιν καταστάς, ἔμφοβος ὑμνεῖ· ἐκ δέ γε τῆς συνθέτου πρὸς τοῖς λεγομένοις καὶ καρδιακὴν εὕρατο εἰρήνην καὶ ἀγάπην καὶ χαράν· ὅθεν ἔκθαμβος μέλπει ἀγαπητικῶς· δεῖται δὲ ὁ ἄνθρωπος χρονικοῦ πολλοῦ διαστήματος καὶ κόπου καὶ ὑπομονῆς· ὡς ἂν τὰς αἰσθήσεις κατά τινα τρόπον ἀποβαλλόμενος καὶ τῷ νῷ διαρρήξας τὰ αἰσθητά, στῇ ἐν τοῖς νοητοῖς· μεθ᾽ ἃ ἡ τῆς ἀληθείας ἀναλλάμπει τῇ ψυχῇ θεωρία· οὐχὶ δὴ τὴν ἀλήθειαν φημὶ δεῖσθαι εἰς τὴν ἑαυτῆς ἐξεύρεσιν τῶν τοιούτων, οἷον χρονικοῦ πρὸς τὸ καταληφθῆναι διαστήματος ἢ κόπου καὶ ὑπομονῆς ἀλλὰ τὸν ἄνθρωπον δεῖσθαι τούτων εἰρήκειν· ἐπείτοιγε ἡ μὲν ἀλήθεια ἓν ἐστι καὶ ἁπλοῦν εἰ καὶ διχῇ θεωρουμένη δείκνυται καὶ μονονοὺ πάντοθεν βοᾷ· ἑαυτὴν ὁρᾶν ἐθέλουσι μαρτυρουμένη· ὁ δ᾽ ἄνθρωπος σύνθετος ὢν καὶ ταῖς αἰσθήσεσι συμπεπλεγμένος, ἔτι τε ἀλλοιώσεσιν ὑποκείμενος καὶ τροπῇ ἐκβαίνει· ἔστιν ὅτε ἑαυτοῦ τρόπῳ γέτῳ καὶ κατ᾽ αὐτὸς ἑαυτοῦ; ὡς οὐκ οἶδε γίγνεται, ἐξ οἰήσεως πονηρευόμενος καὶ τὴν ἀπιστίαν νοσῶν· καὶ δὴ διὰ τῶν τριῶν τουτωνὶ οἰήσεως φημὶ, πονηρίας τε καὶ ἀπιστίας τῆς ἐκ τῶν τριῶν ἐκείνων μαρτυρουμένης ἀληθείας ἐκ γραφῆς καὶ κτίσεως καὶ πνεύματος δηλαδὴ ἀθλίως ἐκπίπτει· διὸ καὶ δεῖται πρὸς ἀποβολὴν τῆς δεινῆς οἰήσεως καὶ τῶν ἄλλων, ὧν δεῖσθαι ἔφθην εἰπών· ὅπως ἂν ταπεινωθεὶς ὁ νοῦς πιστεύσειεν ἐν ἁπλότητι· κἄπειθ᾽ οὕτως ἅμ᾽ εὐθὺς διὰ τῆς γραφῆς καὶ τῆς κτίσεως ἐν τῷ πνεύματι γνοίη σαφῶς, οὐ μόνον τὴν ἁπλουστάτην ἀλήθειαν, ἀλλὰ καὶ τὴν σύνθετον ἐξ αὐτῆς καὶ προσέτιγε τίποτε τὸ διεῖργον αὐτὸν ἦν καὶ τῆς κατὰ ἀλήθειαν θεωρίας, προσθείην δ᾽ ἄν, ὅτι καὶ ἀπολαύσεως διϊστῶν, ἕν μεν οὖν ἐστι καὶ μόνον φύσει ἁπλοῦν ἡ πρώτη ἀλήθεια· μεθ᾽ ἣν ἡ ἐκ ταύτης διὰ τοὺς συνθέτους ἡμᾶς σύνθετος· καὶ τοῦτό ἐστι τοῦ καθ᾽ ἡμᾶς νοῦ τὸ ἔσχατον καὶ ἄριστον ἀντικείμενον, πρὸς ὃ σπεύδει πᾶσα πολιτεία καὶ ἄσκησις τῶν κατὰ σκοπὸν ἠγμένων τοῦ πνεύματος· ὅπως ἂν ὁ νοῦς γυμνὸς, ὡς οἷον τε ἴδῃ καὶ ἀπολαύσῃ τῆς ἐκ πρώτης καὶ μόνης ἀληθείας λαμπηδόνος καὶ ἐξ αὐτῆς συντεθείσης τρόπῳ θαυμαστῷ· ὅπερ οὐκ ἄν ποτε ἄλλως γένοιτο, ὅτι μὴ διὰ ταπεινώσεως καὶ ἁπλότητος ἐν πίστει, διὰ τῆς μαρτυρίας τῆς γραφῆς, καὶ τῆς κτίσεως ἐν πνεύματι· ὁπηνίκα δὲ τὴν ἀλήθειαν ὁ νοῦς ἐν τρισὶ ταῖς ἑαυτοῦ δυνάμεσιν ἐνοπτρισθῇ διὰ τῆς μαρτυρίας τῶν ἄνωθεν λελεγμένων τριῶν, τότε αὖθις ὥσπερ ἐκ τούτου ἐπανακάμπτων ἑαυτοῦ γίνεται πολλῷ ταπεινότερος καὶ ἁπλούστερος καὶ βεβαίως πιστός· κἀντεῦθεν εὐθύμῳ ποδί, ὃ δὴ λέγεται, πρὸς τὴν θεωρίαν τῆς ἀληθείας· ἄνεισι ταῖς ἀκτῖσιν ἐκείνης ἐναυγαζομένης τηλαυγέστερον, δι᾽ ὧν ἐπιστρέφων ἐν ἑαυτῷ διὰ τὸ τῆς δόξης θεωρηθὲν μέγεθος παρ᾽ αὐτοῦ, κάτεισιν εἰς τὸ ταπεινώτερον καὶ ἁπλούστερον καὶ ἐκπλήττεται τῇ πίστει κατασχεθείς· καὶ οὕτως ὡς ἂν τινὰ θεῖον κύκλον ἐπανακυκλῶν καὶ περιερχόμενος διὰ ταπεινώσεως ἁπλότητος τε καὶ πίστεως ἀνιὼν καὶ ὁρῶν τὴν ἀλήθειαν, καὶ τῇ αἴγλῃ τῆς ἀληθείας πρὸς ταπείνωσιν εἰσαγόμενος πλείονα, καὶ ἁπλούστερος ἐν πίστει μᾶλλον γινόμενος, οὐ παύεται διανύων τὸν δρόμον τοῦτον, ἕως ἂν τὸ, σήμερον λέγηται ἐν ταπεινότητι καὶ ἁπλότητι καὶ πίστει διὰ τῆς μαρτυρίας τῆς γραφῆς καὶ τῆς κτίσεως ἐν πνεύματι θεωρῶν τὴν ἀλήθειαν καὶ πάλιν ἐπανακάμπτων εἰς τὰ ὅθεν κεκίνηται· καὶ οὕτω θεούμενος ὁσημέραι διὰ τῆς χάριτος καὶ τὰ ὑπὲρ νοῦν ἐλλαμπόμενος καὶ ζωὴν ζῶν πάσης χαρᾶς ἔμπλεω ἐν Χριστῷ τῷ Κυρίῳ ἡμῶν ὡς ἐν ἀρραβῶνι γεύεται τῆς ἀπολαύσεως τῶν μελλόντων αἰωνίων ἀγαθῶν.
Ὁ θεωρητικὸς βίος διὰ τριῶν τουτωνὶ συνίστασθαι πέφυκεν ἀκέραιός τε καὶ ἀνεπίληπτος· λέγω δὴ πίστεως, μετοχῆς ἐναργοῦς τοῦ Ἁγίου Πνεύματος καὶ σοφίας εἰδήσεως· θεωρία γάρ ἐστιν, ὡς ἐν ὅρῳ φᾶναι, γνῶσις νοητῶν ἐν ἄρα τοῖς αἰσθητοῖς· ἐνίοτε δὲ καὶ ψιλῶν νοητῶν κεχωρισμένων αἰσθήσεως ἐπὶ τῶν ἰόντων εἰς προκοπάς· τοὐντεῦθεν δεῖ δὴ πίστεως· ἐὰν γὰρ μὴ πιστεύσητε, φησιν, οὐδ᾽ οὐ μὴ συνῆτε· ὡς δὲ δὴ καὶ πνεύματος· ἐφόσον τὸ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ· ὅθεν ὁ θεῖος ἔφη Ἰὼβ, πνοὴ παντοκράτορος ἡ διδάσκουσά με· ἔπειτα πεφυκότως ἡ τοῦ ὃ ἐν καρδίᾳ δήπουθεν ἀναζέουσα, ἵν᾽ οὕτω φῶ, ζῶσα καὶ ἐξ ἑπομένου ζωοῦσα ὑπερκοσμίως θεία ἐνέργεια πρὸς ἑαυτὴν συμπτήσσει ἀρρήτως συνάγουσα τὸν νοῦν, καὶ παντὸς ἀπείργει τοῦτον μετεωρισμοῦ καὶ παρέχει μετὰ γαλήνης καὶ πολλῆς θυμηδίας καὶ παρακλήσεως καὶ προσέτι θείας ἀγάπης· ῥᾷστα τὰ θεῖα ὁρᾶν καὶ περὶ αὐτὰ στρέφεσθαι καὶ Θεὸν φαντάζεσθαι καινοπρεπῶς, καὶ ἐξ ἐφαμίλλου αὐτῷ ἐνευφραίνεσθαι μετὰ μειζόνων ἀφορήτων ἐρώτων καὶ καταλλήλου ἀγαλλιάματος· δεῖται δὲ καὶ σοφίας ὡς ἔφην· ὅτι ἡ σοφία, φησὶν ἡ γραφὴ, φωτιεῖ πρόσωπον ἀνθρώπου· φωτιεῖ πρὸς τὸ ἀπὸ τῆς αἰσθήσεως μεταβεβηκέναι εἰς νόησιν εὐπετῶς καὶ ἀπὸ τῶν αἰσθητῶν εἰς τὰ νοητὰ καὶ θεῖα θεάματα ἀνελθεῖν καὶ ἐν ἀποκαλύψει νοερᾷ ἄφατα κατιδεῖν· φωτιεῖ πρὸς τὸ θεωρῆσαι ἐποπτικῶς καὶ ἑνοειδῶς φαντασθῆναι Θεὸν ὑπερούσιον· ἢ πουδὴ μακάριος ἄνθρωπος ὃν ἂν παιδεύσῃς Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν· ὅτι οὗτός ἐστιν ὁ τῳόντι σοφός, διὰ παιδείας εἰς πίστιν ἰὼν καὶ τῇ τοῦ πνεύματος διδαχῇ διδασκόμενος τὰ ἀπέρρητα τοῦ Θεοῦ· μέγα χρῆμα ἀληθῶς σοφὸς διὰ πίστεως περιπατῶν ἐν ἑνώσει καὶ κοινωνίᾳ ὑπερφυεῖ τοῦ πνεύματος· καὶ ὄντως τρία ἐστὶ κατὰ τὸν εἰπόντα ἀκράτητα· Θεὸς καὶ Ἀγγελος καὶ ἀνὴρ φιλόσοφος· Ἄγγελος ἄλλος ἐπὶ τῆς γῆς ξενότροπος· ἐπόπτης πάντως τῆς ὁρατῆς κτίσεως καὶ γνήσιος μύστης, τῶν θείων Θεοῦ ἀκτίστων προόδων, εἴτε μὴν δωρεῶν ἐθέλει τις λέγειν, ἐπιδραττόμενος ἀμηγέπῃ καὶ αὐτοῦ τοῦ ἀθεάτου τρόπῳ παντὶ κατὰ ἀθρόαν ἐπιβολὴν ἀγγελομιμήτως τὴν ἐπίγνωσιν Θεοῦ· τοιοῦτός ἐστιν, ὡς ἐν ὑπογραφῇ φᾶναι, ὁ διὰ πίστεως ἐν Ἁγίῳ Πνεύματι σοφός, καὶ οὕτω μακάριος· καίτοιγε ἤρκει ἀναμφιλέκτως, ἃ Λουκᾶς ἐν Εὐαγγελίοις δίεισιν εἰπόντι μοι περί γε Ἰησοῦ τοῦ Κυρίου ἀπηλλάχθαι πραγμάτων, ὡς δεξιέναι σοφίας καὶ χάριτος δύναμιν καὶ ἐγκώμια· οὕτω γὰρ οὗτος ἐν τόπῳ τίθησι γράφων ἐν οἷς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι, καὶ πάλιν ὅτι ηὕξανε καὶ ἐκραταιοῦτο πνεύματι, πληρούμενον σοφίας· νυνὶ δὲ περιφανέστερον περὶ τῶν προκειμένων εἰπεῖν ὡρμημένῳ, προτίθημι καὶ ὅ φησιν ὁ Ἱερὸς Σολομὼν πρὸς Θεόν· τὰ ἐν οὐρανοῖς τίς ἐξιχνίασε, βουλὴν δέ σου τίς ἔγνω;
εἰ μὴ σὺ ἔδωκας σοφίαν καὶ ἐπέμψας τὸ Ἅγιον σου Πνεῦμα ἀπὸ ὑψίστων, καὶ οὕτω διεσώθησαν οἱ τρίβοι τῶν ἐπὶ γῆς, καὶ τὰ ἀρεστά σου ἐδιδάχθησαν ἄνθρωποι καὶ τῇ σοφίᾳ σου ἐσώθησαν· ὁρᾶς σοφίαν μετὰ μετοχῆς Πνεύματος εἰς ὅσον ἐφικνεῖται δυνάμεως; καὶ ὅπως πόρρω σωτηρίας ἐλαύνῃ ὁ μὴ σοφίαν καὶ πνεῦμα ἐκ Θεοῦ κεκτημένος, καὶ μηδὲ παρὰ σοφῷ καὶ μετόχῳ πνεύματος ὁδηγούμενος; εἰ περὶ τοῦ ἐν ᾧ κατώκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος, σωτῆρος τοιαῦτα γέγραπται, καὶ ἐφ᾽ ἑξῆς συλλήβδην ξύμπαντος ἀνθρώπων γένους ξυνιδεῖν οὐκ ἄπεστιν, ὅσον σοφία μετὰ ροπῆς τοῦ πνεύματος ἀναγκαία, καὶ ὅσον δι᾽ ἐλέους, δυνάμεως καὶ προκοπῆς ἔτυχεν ἐκ φιλοψύχου Θεοῦ ὁ πνευματικὸς σοφὸς τὰ ἐν οὐρανοῖς ἐξιχνιάζων, καὶ χωρῶν πρὸς γνῶσιν βουλῆς ὑψίστου, τὸ ἐξαίσιον, εἶεν· ἀλλάγε δὴ τοσάδετε νῦν εἶναι διεληλυθότες θεωρητικοῦ πέρι, καὶ περὶ θεωρίας ἐκθεῖναι, καὶ ἐκ μέρους προαγαγεῖν, καὶ οἷον τὸ λογιζόμενον τοῦ διακειμένως ἀκροατοῦ διαθρέψαι, ρητέον ἂν εἴη καὶ οὐκ ὀκνητέον καὶ ὁπωσοῦν· τοῦτο γὰρ κελεύει Θεὸς καθάπαξ λογικοῖς, μεταδιδόναι δηλαδὴ ἀφθόνως τοῖς κατωτέρω, κἀκ τῶν ἀνωτέρω μετ᾽ εὐλαβείας μεταλαμβάνειν τῶν ἐφικτῶν τῆς θείας ἐλλάμψεως, καὶ χρημάτων τῶν νοητῶν, πρὸς μέντι τοὺς ὁμοταγεῖς κοινωνικῶς, καὶ ἀφιλενδείκτως τὰς συντυχίας ποιεῖσθαι, καὶ ὁμιλίας τὰς περὶ νοητῶν, καὶ περὶ Θεοῦ· οὕτω γὰρ οὐ μόνον τὸ εὐθές τε καὶ ἀπλανὲς ἐν Ἐκκλησίᾳ ζῶντος Θεοῦ διαλάμπειεν ἂν σφόδρα φαιδρὸν, ἀλλὰ καὶ τὸ ὅσιον τῆς ἀγάπης, καὶ περικαλλέστατον πρόσωπον τὸ γνώρισμα τῶν μαθητῶν τοῦ Χριστοῦ, διαυγάσειε διηνεκῶς εἰς τὰς καρδίας ἡμῶν, δι᾽ Ἁγίου Πνεύματος ἡμῖν ἐκχυθησόμενον εἰς τελείαν, καὶ ἁπλῆν ἀγάπην τοῦ Θεοῦ, καὶ ἀνθρώπων, καὶ οὕτω ζησαίμεθ᾽ ἂν ἐπὶ γῆς βίον ἀγγελοειδῆ, καὶ τῷ ὄντι μακάριον, οὐδὲν δὲ ἧττον καὶ ὑπερήδιστον, ὡς τῆς ἐν ᾗ κρέμανται ὅλος ὁ νόμος καὶ οἱ Προφῆται, θείας καὶ θεοποιοῦ διφυοῦς ἀγάπης ἐξηρτημένοι, ἧς οὐδὲν τὸ οἱονοῦν τὸ παράπαν ψυχῇ γλύκιον, καὶ μάλισθ᾽ ὅταν ἐκ τῆς τοῦ Θεοῦ καὶ τῶν θείων θεωρίας, καὶ γνώσεως ταὐτὸν δ᾽ εἰπεῖν τῆς φωτιστικῆς χάριτος προσεχῶς ἔχει τὴν πρόεσιν· ὁ μὲν οὖν κατὰ σκοπὸν ἀνεληλυθέναι εὖ καὶ καλῶς ἔργον τιθέμενος εἰς Θεὸν, ὡς ἑνωθῆναι τούτῳ, καὶ κατὰ τὰ γιγνόμενα θεωθῆναι, ἴσον δ᾽ εἰπεῖν σωθῆναι, ἐπεὶ δίχα τοῦ τὸν νοῦν θεωθῆναι, σωθῆναι τὸν ἄνθρωπον οὐκ ἐνδέχεται, κατὰ τὴν τῶν θεηγόρων ἐκφαντορίαν, μετὰ τῆς τῶν τοῦ Κυρίου ἐντολῶν ἐφικτῆς πράξεως πρὸς τὴν τῶν ὄντων, καὶ φαινομένων χωρεῖ θεωρίαν ἐνδεχομένην, μήτε τὴν πρᾶξιν ἔχων τυφλὴν, ἅτε θεωρίας μεμονωμένην, μήτε μὴν τὴν θεωρίαν ἄψυχον κτώμενος, ὡς ἄνευ δήπουθεν πράξεως ἐντεῦθεν οὕτω μετὰ τῆς κατὰ λόγον καὶ νοῦν σοφίας καὶ γραφικῆς ἱερᾶς ἐπιστήμης, ἀγαθῇ φορᾷ ὃ λέγεται ἐνατενίζειν εὐστόχως ἄρχεται τῷ κόσμῳ σὺν λόγῳ τῶν αἰσθητῶν ἐπιδείγματι ἀπειροδυνάμου καὶ ἀπειροσόφου δημιουργοῦ, καὶ ἑπομένως εἰς ἄπειρα τὴν δύναμίν τε καὶ ξυνόλην διαφορὰν, ὅσον γε κατ᾽ ἐπιβολὴν ἀπαντᾷ καὶ τρυφᾷ καὶ τρέφεται ἐφαμίλλως τῶν νοῦν κατὰ τὸ κρυπτὸν διὰ τῶν κρυπτῶν, καὶ δὴ, καιροῦ προϊόντος, καὶ τὸν ἀθόρυβον βίον βιοὺς ἡσυχὶ, κἂν τοῖς θείοις μόνοις φιλοσοφῶν διὰ τῆς γραφῆς, καὶ τῶν ὁρωμένων, δι᾽ ἔργου ποιεῖται ὡς ἔνι σύμφωνον θεωρῆσαι πνευματικῶς τῇ γραφῇ τὴν κτίσιν καὶ τῇ ἀληθείᾳ τὰ σύμβολα δι᾽ ἑνωτικωτέρας ὁράσεως, οὗ γεγονότος, ὁ νοῦς ἐντεῦθεν μετὰ τῆς εὐμενείας τοῦ προσκυνητοῦ Πνεύματος, καὶ τῆς κατ᾽ αὐτὴν ἐνεργείας, ἀνάγεται εἰς τὴν τῆς ἱερᾶς ἀληθείας ὅρασίν τε καὶ ἐπιστήμην, ὡς ὁ Μέγας φησι Διονύσιος· εἰς ἀναβαθμὸν ἱερὸν θεωρίας, γενικῶς φᾶναι δεύτερον, εἰς τὰ θεῖα θεάματα καὶ νοήματα τουτέστι προκαλυμμάτων καὶ τύπων χωρὶς, τοὐντεῦθεν δῆτα γυμνὸς ὁ νοῦς οἱονεὶ πρὸς νοητὰ προσβάλλων γυμνὰ καὶ τὰς θείας ἐμφάσεις διὰ πλείστου ποιούμενος, διὰ τῆς ἰδίας καθαρότητος, καὶ πρὸς Θεὸν ἀνατάσεως φέρειν ἐν ἑαυτῷ, ὡς ἐν λαμπροτάτῳ ἐσόπτρῳ τινὶ, ἡλίου ὑπερστιλβούσας αὐγὰς, ὑπὸ τῆς χάριτος καθ᾽ ὁδὸν ἐς αὖθις τραφεὶς τοῖς ἐφικτοῖς ἐπιβάλλουσι, χωρεῖ πρὸς οἷον τρίτην βαθμίδα, τὰ πολλὰ ἐκεῖνα θεάματα τὰ μακάρια, καὶ τὰς θείας προόδους ἑνοειδέστερον καὶ συνεπτυγμένως ἀπὸ τῶν πολλῶν ἑτεροτήτων εἰς τὸν τῆς ἀτρέπτου, καὶ κρυφίας μονάδος ἀνάγων ἐπιβόλως ἄρρητον ἔρωτα μετὰ ξυμπάσης νοερᾶς αἰσθήσεως μεταπλαττόμενος, ὥσπερ ὁ θεωρὸς ὑπὸ τοῦ φωτίζοντος πνεύματος ἀληθείᾳ καὶ ὑπομνήσει, εἰς πῦρ καὶ ἐγκάρδιον Θεοῦ θεουργὸν ἔρωτα ἄληκτον, καὶ ἥδε ἐστι κατὰ τὸν μέγαν πάλιν Διονύσιον ἡ τῆς ἑνοειδοῦς ἔνθεος μέθεξις αὐτοῦ τοῦ ἑνὸς ὡς ἐφικτὸν· ἐν τοίνυν τοιούτοις ἀναβαθμοῖς τῆς τρισυποστάτου ἑνοειδοῦς μεθέξεως, τρισολβίως ὁ θεοφόρος, καὶ θεόφρων νοῦς ἀνιπτάμενος καὶ ἀφορήτων κέντρων θείας βακχείας, καὶ τῶν κατ᾽ αὐτὴν μανικῶν ἐρώτων ἐκδήλως, καὶ περιφανῶς ἀπολαύων καὶ τετρωμένον ἀγάπης, καὶ ὡς ἂν ἐκ καιόμενον ἑαυτὸν ξυνορῶν ἀριδήλως ἐκ τοῦ γιγνομένου τῆς διαθέσεως, ἐνθουσιᾷ καὶ ὅντως ἐξίσταται εἰσβὰς εἰς τὰ ἀποφατικὰ τῆς θεολογίας φαιδρῷ προσώπῳ μυστήρια, ἐστιώμενος ἀνομμάτοις ἐπιβολαῖς τὸ ἄναρχον καὶ ἄπειρον, ἀπερίληπτόν τε καὶ ὁλικῶς ἄφραστον, καὶ πάντη ἀνεπινόητον· καὶ φανταζόμενος τὸ τοῦ Θεοῦ οἷόν τι πέλαγος οὐσίας ἄπειρον, καὶ ἀνέκβατον, πᾶσαν ὑπερεκπίπτον ἔννοιαν καὶ χρόνου, καὶ φύσεως κατὰ τὸν φάμενον Θεολόγον· καὶ αὕτη ἐστὶν ὡς ὁ Ἱερὸς ἔτι λέγει Διονύσιος ἡ τῆς ἐποψίας ἑστίασις, τρέφουσα νοητῶς, καὶ θεοῦσα πάντα τὸν εἰς αὐτὴν ἀνατεινόμενον· ἀρχόμενον μέντοι ἀπὸ τῆς τῶν ὄντων θεωρίας καὶ γνώσεως, ὡς ἐκεῖσε οὗτος ὁ ἱεροφάντωρ φησίν, ὅπου τὰ ἱερὰ τῆς καθ᾽ ἡμᾶς Ἱεραρχίας ἀνακαθαίρειγε σύμβολα, ὥσπερ οὖν καὶ ὁ Μέγας Βασίλειος δίεισι λέγων· ἐπειδ᾽ ἄν τις θεωρητικῶς τὸ ἐν τοῖς φαινομένοις κάλλος ὑπερβὰς, αὐτῷ παραστῇ τῷ Θεῷ οὗ ἡ θέα μόναις ταῖς καθαραῖς καρδίαις ἐμφαίνεσθαι πέφυκεν· τότε ἐπὶ τὰ τῆς θεολογίας ἀνώτερα προκόψας καὶ ἐποπτικὸς γενέσθαι δύναται· καὶ πάλιν, εἰς τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψομαι ῥητὸν τοῦ ἐν πνεύματι λαλοῦντος Δαβὶδ ὁ μέγας, ἐπειδάν, φησι, παραστῶ σοι καὶ αὐτῇ τῇ περὶ σοῦ θεωρίᾳ διὰ τοῦ νοῦ προσεγγίσω, τότε τὴν ἐποπτικὴν ἐνέργειαν διὰ τοῦ κατὰ τὴν γνῶσιν φωτισμοῦ ἀναλήψομαι· ἔνεστι δὲ τατοιαῦτα ἀκοῦσαι λέγοντος ἐφαμίλλως Μωξίμου τοῦ Ἱεροῦ καὶ δεικνῦντος ἄντικρυς ἡλίκον ὅσον προκοπῆς, θεωρία καὶ γνῶσις Θεοῦ διὰ τῆς γραφῆς καὶ τῆς κτίσεως· καὶ ὅτι ὁ τῆς γνώσεως φωτισμὸς ἐντεῦθεν γίνεσθαι φιλεῖ, δι᾽ οὗ ἡ κατ᾽ ἐπιβολὴν μακαρία θέωσις χρῆμα εἴπερ ποτε καὶ νῦν σπάνιον καὶ δυσεύρετον ἡσυχάζουσι, δι᾽ ἔνδειαν τοῦ ἐκ τῆς ἐποχῆς τῆς χάριτος διὰ πείρας διδάξοντος, ὡς ὁ τῆς ἡσυχίας ἄκρος ὑφηγητὴς φησὶν Ἅγιος Ἰσαὰκ ὁ Σύρος, ἐν ᾧ λόγῳ περὶ πνευματικῆς αἰσθήσεως ἄρχεται αὐτίκα λέγειν, καὶ δυνάμεως θεωρητικῆς· λέγει γοῦν Μάξιμος ὁ Ἱερός· θεουργικὰ φῶτα φαμὲν τὰς τῶν Ἁγίων Διδασκαλίας, ὡς φῶς γνώσεως ἐμποιούσας καὶ θεούσας τοὺς πειθομένους· συνάδων ἐμφανῶς τῷ πανιέρῳ Διονυσίῳ λέγοντι· ὅσα ἄλλα θεουργικὰ φῶτα τοῖς λογίοις ἀκολούθως ἡ τῶν ἐνθέων ἡμῶν καθηγεμόνων κρυφία παράδοσις ἐκφαντορικῶς ἡμῖν ἐδωρήσατο, ταῦτα καὶ ἡμεῖς μεμυήμεθα· καὶ ἀλλαχοῦ λέγει ἡ θεία γνῶσις τοὺς ἐπ᾽ αὐτὴν ὡς θεμιτὸν ἀνανεύοντας ἀναλόγως αὐτοῖς ἀνατείνει καὶ ἑνοποιεῖ κατὰ τὴν ἁπλωτικὴν αὐτῆς ἕνωσιν· καὶ αὖθις, πᾶσα πατροκινήτου φωτοφανείας πρόσδος, εἰς ἡμᾶς ἀγαθοδότως φοιτῶσα, πάλιν ὡς ἑνοποιὸς δύναμις ἀνατατικῶς ἡμᾶς ἀναπλοῖ καὶ ἐπιστρέφει πρὸς τὴν τοῦ συναγωγοῦ Πατρὸς ἑνότητα καὶ θεοποιὸν ἁπλότητα· ἐξ αὐτοῦ γὰρ καὶ εἰς αὐτὸν τὰ πάντα· ξυνίης, ὅπως ὁ ἀνατατικῶς κατ᾽ ἐπιστροφήν, ἤγουν θείαν ἐπιβολὴν εἰς Θεὸν ἐνσόφως ἁπλωθείς, ἐάν τε ἀπὸ τῶν ὄντων τὸν Θεὸν ἀνατεινόμενος θεωρῇ, ἐάν τε ἀπὸ τῆς γραφῆς εἴτε συμβολικῆς, εἴθ᾽ ὁπωδήποτε θείας ἑνοῦται Θεῷ καὶ θεοποιεῖται, οὐ μὴν ἀλλὰ καὶ Θεὸς εἴρηται ὀνομαστὶ ὁ τοιοῦτος;
ὅσα γάρ φησι, τῶν νοερῶν καὶ λογικῶν πρὸς τὴν τῆς θεαρχικῆς κρυφιότητος ἕνωσιν, ὅση δύναμις ὁλικῶς ἐπέστραπται καὶ πρὸς τὰς θείας αὐτῆς ἐλλάμψεις ὡς ἐφικτὸν ἀκαταλήπτως ἀνατείνεται τῇ κατὰ δύναμιν, εἰ θέμις εἰπεῖν, θεομιμησίᾳ καὶ τῆς θεϊκῆς ὁμωνυμίας ἠξίωται· ὥσπερ καὶ ἡ Γρηγορίου τοῦ πάνυ θεολόγος γλῶττα λέγει φανερῶς· ζῶον ἐνταῦθα οἰκονομούμενον καὶ ἀλλαχοῦ μεθιστάμενον περὶ τοῦ ἀνθρώπου λέγουσα καὶ πέρας τοῦ μυστηρίου τῇ πρὸς Θεὸν νεύσει θεούμενον· καὶ ὁ Ἱερὸς Μάξιμος· ἡ τῆς θείας γραφῆς φησί, νοητὴ μορφὴ διὰ σοφίας τοὺς γνωστικοὺς μεταμορφοῖ πρὸς θέωσιν ἐκ τῆς ἐν αὐτοῖς τοῦ λόγου μεταμορφώσεως, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζομένους· οὗτος βίος ὁ θεωρητικὸς δεῖται τριῶν ὧν προύφην, πίστεως καὶ πνευματικῆς μετοχῆς καὶ σοφίας εἰδήσεως ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Ὁ θεωρητικὸς μετὰ τοῦ ζωοποιοῦ Πνεύματος βίος, πολλῶν τινῶν καὶ ἀξιαγάστων θεαμάτων νοητῶν τὸν θεωρὸν ἐμπίπλησιν ἐν τῷ μυστικῷ· οὔτ᾽ αὐθωρὸν οὔτ᾽ ἀθρόον, ἀλλὰ διὰ χρόνου καὶ μακρᾶς τῆς φιλοσοφίας· ὡς δὲ καὶ τακτηδὸν καὶ κλιμακηδὸν οἱονεί· καὶ νῦν μὲν τοῦτον ἀκούσαις λέγοντ᾽ ἂν θεωροῦντα τῷ περιόντι τῆς ἡσυχίας καὶ ἀπὸ τῆς, πλὴν Θεοῦ, πάντων φυγῆς, κατὰ μόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω· ἄλλοτ᾽ αὖθις διὰ τὴν πρὸς τὰ ὄντα γνωστικὴν στροφήν, ὡς ἐμεγαλύνθη τὰ ἔργα σου Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας· καὶ τὸ ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ ἀγροῦ πλήρους ὃν εὐλογήσας Κύριε· ἐνίοτε δὲ ἀνατατικώτερον ἀποβλέπειν ποιῶν καὶ εἰς νοητὰς ἀνιέναι ἀναβάσεις ἐνεργαζόμενος πείθει λέγειν εἰς ὀσμὴν μύρων σου ὀπίσω δραμοῦμαι πρὸς τὸν Θεόν· καὶ τὸ ὑψώσωσε ὁ Θεός μου ὁ βασιλεύς μου καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας· καὶ ἐθαυμαστώθη ἡ γνῶσις σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν· ἐν ἄλλοις δέ τοι, σὺ δὲ ὕψιστος εἰς τὸν αἰῶνα Κύριε καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν· σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς, τῷ τῆς ὁράσεως ὑπερουσίῳ ὑμνεῖν παρασκευάζει ἀνατεινομένους τοὺς θεατάς· ἄλλοτε εἰς ἀπόφασιν ἐνάγει περιφανῆ κράζοντας· οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς Κύριε καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου· καὶ γε ὄρος γνωστικὸν καὶ τόπον Θεοῦ Ἅγιον πνευματικῶς θεωροῦσι, δείκνυσιν εἰς ὃ ἀναβαίνουσι καὶ ἐν ᾧ ἵστανται οἱ ἀθῶοι χερσὶ καὶ καθαροὶ τῇ καρδίᾳ· οὐ μὴν ἀλλὰ καὶ ἀναβάσεις οὕτως ἕως τῶν οὐρανῶν καὶ καταβάσεις ἕως τῶν ἀβύσσων, τῶν ὑψηλῶν καὶ βαθέων, τουτέστι μυστηρίων τοῦ πνεύματος παρέχει ὁρᾶν· καὶ μὲν δήποτε περὶ τὴν θέαν τοῦ κατα τὴν Τριάδα προσωπικοῦ θεάματος ἐφιστᾷ θαυμαστῶς· ποτὲ δὲ ἐν τῇ θεωρίᾳ τοῦ Ἰησοῦ καὶ τῆς κατ᾽ αὐτὸν ἐνσάρκου οἰκονομίας καὶ τῶν ἑπομένων αὐτῇ μυστηρίων ὑπερφυῶν ἐν ἐκπλήξει ἀφορᾶν ἀσχολεῖ· καὶ τότε ὅλως μετὰ πολλὰ καὶ μακάρια θεάματα οὖμενουν παρίησι θεωροῦντα, εἰ μὴ καὶ εἰς τοὺς κόλπους αὐτοὺς τοῦ Θεοῦ καινοτρόπως, βαβαὶ τῆς χάριτος, εἰσαγάγει πεφωτισμένον ἐν ἀληθεῖ καταπαύσει καὶ ἀναπαύσει ἀφράστῳ καὶ τρυφῇ πνευματικῇ καὶ ὑπερφυεῖ, ἵνα μὴ μέθῃ λέγοιμι τῶν καλῶν τοῦ Θεοῦ καὶ θειοτέρᾳ ἐκστάσει· κόλπους ἐκείνους ὑπερευλογημένους, πολὺ βάθος σχόντας θείων μυστικῶν καὶ ἀποχρώντως αἰσθήσει ὑπερουσιότητος Θεοῦ προσεγγίζοντας· οὓς κόλπους κληρονομίαν ἄνωθεν ἔσχε καὶ Ἀβραάμ, ὁπηνίκα καὶ αὐτὸς ὁ Θεὸς κλῆρος ἐγεγόνει τοῦ Ἀβραάμ, κατὰ τό, ἐγώ εἰμι ὁ Θεὸς Ἀβραάμ.
Θεὸς τοίνυν ἔξοχα τοῦ Ἀβραὰμ ὢν ὁ Θεός, ἀκολούθως καὶ οἱ τοῦ Θεοῦ κόλποι, κόλποι τοῦ Ἀβραάμ εἰσι· καὶ εἰς τοὺς κόλπους γοῦν τοῦ Θεοῦ, εἴτε κόλπους τοῦ Ἀβραὰμ θέλει τις λέγειν ἀνάγων εἰσάγει ἐν πάσῃ ἁπλότητι μεθ᾽ ὑπὲρ λίαν ἀγαπητικῆς εὐφροσύνης θεεῖ γιγνομένως καὶ μακάριον ἀποκαθιστᾷ ἐν θυμηδείᾳ καὶ σφόδρα τέρψει ἀφάτῳ, βίος ὁ θεωρητικὸς ἐν πνεύματι, νοῦν σοφίας μετειληφότα καὶ μελέτην ὅτι μάλιστα ποιούμενον ἄνω βλέπειν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Ἐπειδὴ ἤτε κτίσις ἤτε γραφὴ Θεοῦ λόγῳ ἐξήπλωνται καὶ πνευματικῶς ὁρώμενα, τὸν νοῦν καὶ πάσας τὰς δυνάμεις αὐτοῦ βεβαιοῖ εἰς τὴν τοῦ Θεοῦ ἐποψίαν καὶ κατανόησιν, προενεργουμένης τῆς καρδίας καὶ προκεκινημένης πνευματικῶς· σοφῶς ἐς τὰ μάλιστα φησὶ διδάσκων ὁ ἱερὸς Δαβίδ· πότε τῷ λόγῳ Κυρίου στερεοῦνται οἱ Νόες, οὓς νῦν οὐρανοὺς καλεῖ καὶ πᾶσα ἡ δύναμις αὐτῶν τῷ πνεύματι τοῦ στόματος αὐτοῦ· πότε δὴ ὁπηνίκα φαίνεται πλήρης ἡ νοητὴ γῆ, ἤτοι ἡ καρδία ἡμῶν τοῦ ἐλέους Κυρίου, τῆς πνευματοκινήτου δηλαδὴ δυνάμεως καὶ ἐνεργείας καὶ κινήσεως εὐαισθήτως καὶ ἐμφανῶς· πρὶν δὲ τῆς ἐνεργείας καὶ δυνάμεως καὶ κινήσεως ἐν καρδίᾳ ὁ νοῦς αἴσθηται, οὐ μόνον οὐχ ἕξει τὸ στερέμνιον ἐκ τοῦ τὴν κτίσιν καὶ τὴν θείαν γραφὴν θεωρητικῶς καὶ πνευματικῶς ἀναλέγεσθαι καὶ συνάγειν εἰς ἕνα λόγον τὰ ἐν αὐτοῖς, ἀλλὰ καὶ φόβος ὅτι πλεῖστος περίεστι μήποτ᾽ ὄλλυται παραφαντασθείς· διὸ δή, εἴτε γε μέλλοιμεν ἀσχολίαν ποιήσασθαι τοῦ τὸν Θεὸν ἐκ γραφῆς θεωρεῖν, καὶ τῆς κτίσεως, ἑνοειδῶς τε, καὶ μονοειδῶς τοὺς πολλοὺς λόγους τῶν ὄντων, καὶ τὰ θεωρήματα εἰς ἕνα λόγον καὶ πνεῦμα συμπτύσσοντες, ἑνοειδῆ, καὶ ἁπλῆν, καὶ ἀνείδεον θεωρίαν ὁρῶντες ἐν ἀοριστίᾳ, καὶ ἀπειρίᾳ, καὶ ἀναρχότητι, τὸν τῆς καρδίας ἡμῶν πρότερον ἔνδον εὑρηκέναι ζητήσωμεν θησαυρὸν, καὶ ἱκετεύσωμεν Θεὸν Ἅγιον, πληρῶσαι τὴν γῆν ἡμῶν τοῦ ἐλέους αὐτοῦ· καὶ τότε εἴτις δύναμις, ἄνω δῶμεν ἐλευθερίως τὸν νοῦν πρὸς Θεοῦ κατανόησιν, ἑνοειδῆ ὡς εἴρηται, καὶ μονοειδῆ, ἁπλῆν, ἀνείδεον, ἀΐδιον, ἄπειρον, καὶ ἀόριστον, ἐν θεωρίᾳ καὶ βοηθείᾳ τοῦ Λόγου τε καὶ Πνεύματος.
Ὁπηνίκα ταῖς εὐθέσι, καὶ ἁπλοϊκαῖς διαθέσεσι τῆς ψυχῆς τὸν κατὰ τὰς ἀρετὰς δρόμον δι᾽ ἀρετῶν μετὰ φρονήματος ταπεινοῦ ἐν ὑπομονῇ, καὶ ἐλπίδι τῇ διὰ πίστεως διανύοντος τοῦ ἀνθρώπου, ἡ ζωοποιὸς καὶ ἀείβλυτος τοῦ Ἁγίου Πνεύματος δύναμις καὶ ἐνέργεια τῇ καρδίᾳ ἐπιδημήσει, φωτίζουσα γιγνομένως δυνάμεις τὰς ψυχικάς, πεφυκότως κινουμένη περιφανῶς, καὶ παρακαλοῦσα, πρὸς ἑαυτὴν προσκαλεῖται τὸν ἐνεργείᾳ νοῦν ὅτι τάχιστα καὶ ἀρρήτως ἑνοῦται αὐτῷ, ὡς εἶναι τῳόντι τὸν νοῦν καὶ τὴν χάριν τοτηνικάδε ἀναμφιλέκτως εἰς πνεῦμα ἕν· τότε δὴ τοτε ὁ νοῦς αὐτόμολος ἥκει τῇ ἐπιπνοίᾳ τῆς χάριτος βοηθούμενος πρὸς τὸ θεωρεῖν, στάσης δηλονότι ἀφράστως τῆς τοῦδε περιφορᾶς, καὶ περιπλανήσεως τῇ ἐνεργείᾳ καὶ τῷ φωτὶ τοῦ ζωοποιοῦ καὶ Ἁγίου Πνεύματος, καὶ εἰς ἀποκαλύψεις φοιτᾷ μυστηρίων θείων νοητῶν, καὶ σιωπῇ παντοίᾳ καὶ ἡσύχῳ, ἰδίῳ πεφυκότι βλέμματι ἐμβατεύειν ἐφικνεῖται ὑπερφυέσιν ἀρρήτοις, καὶ τοσοῦτο μᾶλλον θεωρεῖ καὶ θεοληπτεῖται, καὶ πρὸς τὸ τὸν Θεὸν ὡς οἷον τε ὁρᾶν ἀνατείνεται μετ᾽ ἐπιστήμης τῶν θείων, ἐξ Ἱερῶν συνειλεγμένης ἀναγνωσμάτων, ὅσον ἐξ ἀναλόγου ἀφιδιάζει ταπεινούμενος, καὶ προσευχόμενος ὁ ὑπὸ τοῦ Θεοῦ ἐν Ἁγίῳ Πνεύματι ἐνεργούμενος· τότ᾽ οὖν οὐδὲ τοῦ θεολογεῖν ἔστιν ἐκτός· ἀλλ᾽ ἅμα εὐθὺς ἔστιν αὐτόχρημα θεολόγος, καὶ μὴ θεολογεῖν οὐκ ἀνέχεται, καὶ διηνεκῶς χωρὶς δὲ δωρεᾶς οὐρανίου τῆς εἰρημένης, καὶ χωρὶς Πνεύματος ἐναργῶς ἀεικίνητα πνέοντος ἐν ἄρα καρδίᾳ, φεῦ, ὅσα ὁ νοῦς ὁρᾷ, φαντασίαι τοῦδε εἰσί· καὶ ὅσα θεολογεῖ, λόγοι τηνάλλως εἰσὶν εἰς ἀέρα προχεόμενοι, τὸ τῆς ψυχῆς αἰσθητήριον μὴ διεγείροντες ἢ χρή· ἐξ ἀκοῆς ἐνεργεῖται καὶ λόγων ἰόντων ἔξωθεν, ὅθεν ἡ πάνδεινος πλάνη τῶν νοητῶν, καὶ θεολογίας αὐτῆς κακῶς ἐς τὰ μάλιστα ἔσχε τὴν πάροδον, οὐκ ἐκ καρδίας ἐνεργουμένης ὑπὸ τοῦ φωτίζοντος πνεύματος, ὅθεν τῶν νοητῶν ἡ ἑνοειδὴς καὶ θεολογίας ἄτρεπτος ἀλήθεια ἐν ᾗ καθόλου φᾶναι, καὶ γὰρ ἐν τῇ καρδίᾳ, ἐν ᾗ οὐ πάρεστιν ἐμφανῶς τῷ μετόχῳ ἡ ζωοποιὸς καὶ φωτιστικὴ τοῦ πνεύματος δύναμις, καὶ ἐνέργεια ἀειβλύτως, εἴτε πνέουσα θέλοι τις λέγειν, εἴτε ῥέουσα ἕνωσις οὐκ ἔστιν ἐκεῖ νοερά, ἀλλὰ μᾶλλον διαίρεσις· οὐδὲ δύναμις καὶ στάσις, ἀλλ᾽ ἀσθένεια καὶ τρεπτότης· οὔτε μὴν ἐφαμίλλως φῶς, καὶ ὅρασις ἀληθείας, ἀλλὰ μᾶλλον σκότος, καὶ φαντασίας εἰκαῖος ἀναπλασμός, καὶ τὸ ὅλον ἀλογίας καὶ πλάνης ὁδός· ἐν τρισὶ καὶ γὰρ τάξεσιν, ἦ ὁδοῖς κατὰ τοὺς Πατέρας διϊέναι ἔχων ὁ νοῦς, φυσικῶς δηλαδή, ὑπερφυῶς καὶ παρὰ τὴν φύσιν· ὅταν ἐν ὑποκειμένῳ τι νοητὸν ὁ νοῦς θεωρῇ, κατὰ φύσιν ὁρᾷ, μέντοιγε μετ᾽ ἐνεργείας ὑπερφυοῦς τοῦ πνεύματος· ὅταν δὲ ὑποστατικῶς ὁρᾷ καὶ οὐκ ἐν ὑποκειμένῳ, δαίμονα τυχόν, ἢ Ἄγγελον· εἰ μὲν ἥνωται ὁ νοῦς ἐν εἰρήνῃ, καὶ ἡ δαδουχία τοῦ πνεύματος ἀναζωπυρεῖται σφοδρότερον, ὑπερφυῶς ὁρᾷ, φανερὸν δὲ ὅτι καὶ ἀπλανῶς· εἰ δὲ τὰ ὁρώμενα ὁρῶν διαιρεῖται καὶ ἀμαυροῦται ὁ νοῦς καὶ ἡ δύναμις ἡ ζωοποιὸς σβέννυται, παρὰ φύσιν ὁρᾷ, καὶ τῆς πλάνης ἐστὶν ἐκείνη ἡ ὅρασις· διὰ τοῦτο οὐκ ἀνατείνειν τὸν νοῦν πρὸς ὅρασιν πνευματικὴν ὑποστατικῶς χρή, οὐδὲ τῇ ὁράσει πιστεύειν καὶ ὁπωσοῦν, μὴ ἐνεργουμένης κατὰ τὰ προκείμενα τῆς καρδίας καὶ κινουμένης ὑπὸ τῆς τοῦ Ἁγίου δυνάμεως Πνεύματος, εἰ μέλλοιμεν ὑγιαίνοντος εἶναι νοῦ καὶ σώφρονος.
Τινὲς οὐρανίῳ δρόσῳ τῆς χάριτος, τὴν τῶν σφετέρων παθῶν φλεγμονὴν καλῶς γε ποιοῦντες ἐς ταμάλιστα, ἐξιᾶσθαι πειρῶνται· περὶ ὧν δηλαδή γέγραπται· ἡ δρόσος ἡ παρὰ σοῦ ἴαμα ἡμῖν ἔσται· τισὶ δὲ ἥδε ἡ εἰρημένη δρόσος, μείζονί πως ἀντιλήψει θείᾳ ἥνωται, καὶ εἰς Μάννα μεταποιεῖται καὶ ὡς ἄν ποι ἐκ τινος σίτου ἀρτοποιεῖται συντριμῷ καρδιακῆς ταπεινώσεως, ὕδατί τε δακρύων, καὶ πυρὶ πνευματικῆς γνώσεως, ἐπαξίως τοῦτο, καὶ μάλα εἰκότως πεπονθυῖα· καὶ εἰς γε βρῶσιν ἀγγελοειδῆ προσήκουσαν γεγονυῖα· περὶ ὧν εὐλόγως ὡς τὰ πολλὰ εἴρηται· ἄρτον Ἀγγέλων ἔφαγεν ἄνθρωπος· εἰσὶ δέ, οἷς κατὰ πρόβασιν ὑψηλοτέρῳ τινὶ τρόπῳ γέγονε καὶ ὀπτάνεται ἑαυτῶν ἡ φύσις Μάννα σαφῶς· περὶ ὧν τὰ Εὐαγγέλια φησί, τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος, πνεῦμα ἐστίν· ἡ πρώτη τάξις ἡσυχαστῶν σοφῶν· ἡ μετ᾽ αὐτὴν καὶ σιωπὴν ἀσκούντων, μετὰ τῆς θείας γνώσεως· ἡ δέγε τρίτη, ἡπλωμένων καθόλου καὶ ἠλλοιωμένων ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Διαφυγὼν διὰ τῆς χάριτος, ὡς εἰκός, Φαραώ, καὶ Αἴγυπτον καὶ τἀκεῖ δεινὰ καὶ ἐπίμοχθα νοητῶς ὁ νοῦς, καὶ μέν γε τὴν κυματίζουσαν πικρίας κύματα ἐμπαθῆ, καὶ ἁλμώδους κακίας σαρκικὴν βιωτήν, καὶ ἐν νοητῇ ἐρήμῳ γενόμενος, δηλονότι ἕξει ἀπηλλαγμένῃ φαραωνιτῶν νοητῶν· καὶ ξυλήβδην, εἰπεῖν, τὰ τότε τοῖς Ἑβραίοις συμπεσόντα κατ᾽ αἴσθησιν χαλεπά, νοητῶς καὶ παθὼν καὶ ἀπαλλαγείς, Μάννα ἐξ ἑπομένου ἐσθίει νοητόν, αἰσθήσει ψυχῆς ἀσφαλῶς, οὗ τύπον τὸ πάλαι ἤσθιεν ὁ Ἰσραὴλ αἰσθητῶς· καὶ μετὰ μὲν τὰς ἀρχάς, ἔστιν ὅτε μεμνημένος ἐπιθυμεῖ νοητῶν, ὡς αἰσθητῶν ἐκεῖνοι κρεῶν, θυσιῶν Αἰγυπτιακῶν, ἐπικινδύνως ὡς τὰ πολλά, οὐδὲν δὲ ἧττον καὶ σφαλερῶς· καὶ γοῦν θείας πειρᾶται ἀποστροφῆς, ἕως ἂν τῇ τῆς παλινστρόφου μετανοίας ἱκεσίᾳ τὸ θεῖον καταλλήλως ἐξιλεώσαιτο· καὶ μὲν δῆτα εἴγε τοῦ Μάννα συνεχέστερον ἐμφορεῖται μεθ᾽ ἡσυχίας, καιροῦ προϊόντος, καὶ τῆς χάριτος αὐτῷ προστιθείσης ῥοπὴν καὶ μένος, τὴν νοητὴν σάρκα αὐτοῦ εἰς φύσιν τοῦ Μάννα τρόπῳ γέτῳ μεταπεσοῦσαν ὡς ἂν εἴπῃ τις ἐκδήλως ὁρᾷ μάλα τρανῶς· εἰσὶ δὲ τῷ τοιούτῳ νῷ Μάννα ἐσθίοντι, ζυγὰ πνευματικά, καὶ πλάστιγες, αἷς χρώμενος σταθμῷ τῷ Μάννα, πλέον οὔκουν συνήγνυσι τῆς ἐφημέρου αὐτοῦ τροφῆς, ἵνα μὴ σκωληκιάσαν ὡς ἐπέκεινα τοῦ μετρίου, τὸ πᾶν ἀπόλλυται, καὶ συναπόλλυται τούτῳ τῇ ἀτροφίᾳ ὁ τὸ μέτρον μὴ τηρῶν νοῦς· δῆλος δ᾽ ἂν εἴη Μάννα ἐσθίων ὁ νοῦς, ἐφ᾽ ᾧ μηδ᾽ ὁποτιοῦν ἕτερον ἐσθίων ζωὴν ζῇ προφανῶς καλλίονα, παντὸς ὁτιοῦν καὶ ὁποσοῦν ἐσθίοντος, λέγω δὴ νοητῶς, ὅτι μέντοι μεταβέβληταί πως καὶ αὐτὸς τῇ τῆς θρέψεως ἕξει εἰς τὴν τοῦ Μάννα οἷον εἰπεῖν ποιότητα· σημεῖον ἡ ἀνορεξία τῶν ὁποιωνοῦν ἀλλοτρίων, ὧν ἦν ἐπιθυμῶν πρότερον· καὶ ὅταν πανταχόσε Μάννα ἐσθίειν ἔχῃ, καὶ νήπτος γένηται, τῇ θεοσεβείᾳ προσκολληθείς, καὶ μὲν δὴ καὶ οὐ θαῦμα μεταβεβλῆσθαί τινα πρὸς ἕξιν οὗ συνεχῶς γεύεται, καὶ χρόνῳ ἐμφορεῖται μακρῷ, οὐδ᾽ ἡ πρὸς ἕξιν τοῦ Μάννα νοῦ μεταποίησις ὁπωσδήποτε παρὰ τὸ εἰκὸς ἂν εἴη· πεφυκότως γάρ τοι τὸ συνεχές, καὶ ἀδιάδοχον τῆς τροφῆς μετατιθέναι εἴωθε πρὸς ἑαυτὸ τὸ τρεφόμενον, τοτηνικάδε, οὐ μόνον Ἀγγέλου τάξιν ἐπέχει ὁ νοῦς σαφῶς, ἀλλὰ καὶ τῆς θείας υἱοθεσίας μέτοχος γίνεται, ἀξιοχρέως ἀπὸ δόξης πνευματικῆς εἰς δόξαν μεταβιβαζόμενος, οὐ μόνον πρὸς ἓν ἀφορῶν, ἀλλὰ καὶ αὐτὸς πρὸς ἑαυτὸν γινόμενος ἓν, κἂν τούτῳ ζῶν, καὶ ὑπερκοσμίως τρυφῶν· καὶ ἵν᾽ οὕτως εἴπω, ἀπολαύων μυστικῶν ἀλαλήτων θεοειδῶς καὶ θεοφιλῶς ἐν Ἁγίῳ Πνεύματι, καὶ μέν πως κατὰ τὰ ὁρώμενα, καὶ ὑμνούμενα γιγνομένως γινόμενος, ὡς καὶ εἰς ἕξιν Μάννα ὁρᾶν ἑαυτόν· αὕτη γέτοι ἡ τάξις ὑψηλοτέρα καὶ τιμιωτέρα πολλῷ, τοῦ Μάννα μὲν ἐγνωκότος ἑαυτὸν ἐσθίοντα, οὐ μὴν καὶ πρὸς ἕξιν τινὰ τοῦ Μάννα ἑαυτὸν μεταβεβλημένον· τὸ μὲν γὰρ πρότερον, ἔστιπου παθεῖν κατ᾽ ἀρχὰς εἰς ἑαυτόν ἐν νοερᾷ ἑνώσει τὸν νοῦν συμπτυχθέντα· τὸ δεύτερον δὲ ἐναργεστέρας ἑνώσεως, καὶ γνωστικῶν μυστηρίων ἀποκαλύψεως, καὶ ἄκρας ἀπολύσεως τῆς ἐκ πάντων, καὶ ὑπερηπλωμένης νοερότητος ἔμφασις σαφής.
Ἁπλοῦς ἐστι φύσει ὁ νοῦς, ὅτι καὶ τὸ οὗ ἐστιν εἰκὼν, ἁπλοῦν, δῆλον δ᾽ ὅτι τὸ θεῖον, ὢν δὴ τοιοῦτος, καὶ ἁπλῶς ἐνεργεῖν φιλεῖ· πᾶν γὰρ τὸ φύσει αὐτῷ φιλεῖ, ποικίλλεται δ᾽ ὅμως οὐ δι᾽ ἑαυτὸν, ἀλλὰ διὰ τὰς αἰσθήσεις, καὶ τὰ αἰσθητὰ δι᾽ ὧν τούτῳ αἱ τῶν νοητῶν παραδοχαὶ, ὁπηνίκα δὲ τὸν ἴδιον λόγον ἑαυτοῦ καὶ τῶν αἰσθήσεων σὺν τοῖς αἰσθητοῖς στήσῃ μεταξὺ κρίνοντα καὶ δικάζοντα ἐπιστημόνως ὡς οἷόν τε, μήτε τὰς αἰσθήσεις ἀμβλυτέρας τοῦ καθήκοντος καθιστῶντα, μήτε τὰ τῶν αἰσθητῶν κάλλη, ἢ ἀμαυροῦντα ῥαθύμως, ἢ ὑπερσαινόμενον ἀγενῶς, καὶ τὸ τοῦ νοῦ κράτος ὀλιγώρως τούτοις ὑποκαθιέντα· νέμοντα δὲ σωφρόνως τὸ προσῆκον ἑκάστῳ, τοτηνικάδ᾽ εὐθὺς ὁ νοῦς ἑαυτοῦ γίνεται ἑνιαῖος, καὶ ἁπλοῦς ὡς ἔχει φύσεως ἀποκαθιστάμενος καὶ τῶν διαιρετῶν ἀφιστάμενος, καὶ αὖθις φυσικῶς ἄρχεται φιλεῖν τὸ ἓν καὶ ἁπλοῦν, καὶ τὸ ἑνιαίως καὶ ἁπλῶς ἐνεργεῖν, ὃ δὴ φιλῶν ζητεῖ, καὶ ζητῶν τὴν πτῆσιν ἑαυτοῦ ὑπὲρ πᾶσαν ποιεῖται σύνθεσιν, ἕως ἂν εὕρῃ τὸ ἀληθῶς καὶ κυρίως ἓν καὶ ἁπλοῦν, ὅπερ ἐστὶν ὁ Θεὸς ὅτε δὴ καὶ ὑπὸ μόναις ταῖς τούτου πτέρυξι, νῦν μὲν σκεπόμενος, ἄλλοτε δὲ μετεωριζόμενος, τέρπεται ὡς εἰκὸς τέρπεσθαι θεοφρουρούμενον καὶ θεοφρουρούμενον νοῦν.
Τῷ διορατικῷ τῆς ψυχῆς, ὡσανεὶ ἀχλυῶδές τι πάχος ἐπιπεπτωκὸς τὸ ἐκ τῶν παθῶν, ἄλλα ὁρᾶν ἀντὶ τοῦ ὄντος πεποίηκεν· ὅταν δὲ τῇ πυκνῇ προσευχῇ, καὶ τῇ τῶν ἐντολῶν ἐκπληρώσει, καὶ ἀνατάσει πρὸς τὴν τοῦ Θεοῦ θεωρίαν διὰ τῆς χάριτος ὁ νοῦς διέλῃ τὸ εἰρημένον ἀχλυῶδες πάχος, ἀφ᾽ ἑαυτοῦ ἐναργῶς ὁρᾷ, ὅτι ὁρᾶ τὸν Θεόν, ἑρμηνέως μηδαμῶς πρὸς τοῦτο δεόμενος, ὥσπερ οὐ δεῖται διδάξοντος ὁ αἰσθητῶς ὁρῶν· εἴγε μὴ τὸ διοχλοῦν καὶ ἐπιπροσθοῦν ἴσχει τῇ κόρῃ τοῦ ὀφθαλμοῦ· ὡς γὰρ προσπεφύκασι τὰ αἰσθητὰ ταῖς αἰσθήσεσιν ὑγιῶς ἐχούσαις, οὕτω τὰ νοητὰ ταῖς νοήσεσιν ὡκείωται καθαρευούσαις ἐκ τοῦ τῶν παθῶν νέφους· καὶ ὥσπερ ἐκ τῆς αἰσθητικῆς ἀντιλήψεως τῶν αἰσθητῶν ἡ κατάληψις, οὕτως ἐκ τῆς νοητικῆς ἀποβλέψεως ἡ τῶν νοητῶν ἐποψία γίγνεσθαι εἴωθε, μεθ᾽ ἃ ἡ διὰ τῆς χάριτος ἀνείδεος, καὶ ἄποια καὶ ἀφάνταστος καὶ ἁπλῇ τοῦ Θεοῦ θεωρία, ἥτις κάτοχον ἔχουσα τὸν νοῦν, πάντων αἰσθητῶν τε, καὶ νοητῶν τῶν ὁποιωνοῦν ἄφετον ποιεῖ εἰς ἀπειρίας ἀπεριληψίας τε καὶ ἀοριστίας βυθὸν αὐτὸν ἐν ἐκπλήξει καὶ θαυμασμῷ, ὡς οὐκ ἐνδέχεται δηλωθῆναι λόγῳ κατακλείουσα.
Ὦ δέσποτα, ὁ πάντων τῶν ὁρωμένων καὶ νοουμένων ὢν ἀρχὴ παντοκράτωρ, ἀρχὴν ἔχων τὸ ἄναρχον, ἄκτιστε, καὶ ὁρισμὸν τὸ ἀόριστον· ἄπειρε, καὶ φύσιν τὸ ὑπερφυές· ἀπερίληπτε, καὶ οὐσίαν τὸ ὑπερούσιον, ἀγένητε, καὶ εἶδος γοῦν τὸ ἀνείδεον, ἀόρατε, καὶ ἴδιον τὸ ἀΐδιον ἄφθαρτε, καὶ σχῆμα τὸ ἀσχημάτιστον, ἀνεξιχνίαστε, καὶ τόπον τὸ ἀπερίγραπτον, ἀπεριόριστε, κατάληψίν τε τὸ ἀκατάληπτον, ἀνεξερεύνητε, καὶ γνῶσιν καὶ θεωρίαν τὸ ἀθέατόν τε καὶ ἄγνωστον, ἀπρόσιτε, καὶ ἀπερινόητε, καὶ λόγον τὸ ἄφθεγκτον, ἀνεκδιήγητε, καὶ ἑρμηνείαν τὸ ἀνερμήνευτον, ἄφατε, καὶ τὸ ἀνεννόητον νόησιν, ἀδιανόητε, καὶ ὅλως θέσιν τὴν ὑπὲρ πάντα ἀφαίρεσιν, ὑπέρθεε, ὅλος εἶ θαῦμα, καὶ γαλήνη καὶ θάρρος καὶ ἀγάπη καὶ γλυκύτης καὶ θυμηδία καὶ πεποίθησις ἐν ξύμπασι, καὶ τῳόντι ἀμεριμνίᾳ καὶ χαρὰ, ἡ ἐνυπόστατος· μόνη δόξα καὶ βασιλεία καὶ σοφία καὶ δύναμις, διὰ τοῦτο ἔκστασις ἀπὸ πάντων τῶν ὁρωμένων καὶ κατάπαυσις ἀπὸ πάντων τῶν νοουμένων πεφυκότως ἄρρητα γίνῃ, καὶ ἀνάπαυσις ἐν σοὶ θαυμαστὴ τοῖς μετὰ μετοχῆς σὲ θεωροῦσι τοῦ Ἁγίου Πνεύματος ἄφραστε Θεέ.
Θαυμαζόμενον δὲ τὸ θεῖον δηλαδή, ποθεῖται πλέον, ποθούμενον δὲ καθαίρει φησὶν ἡ Θεολόγος Γρηγορίου φωνή, καθαῖρον δὲ, θεοειδεῖς ἀπεργάζεται, τοιούτοις δὲ γενομένοις, ὡς οἰκείοις ἤδη προσομιλεῖ, ἀλλ᾽ οὐ μόνον οὕτως ὁ Θεός, ἀλλὰ καὶ οἵ γε καθαρθέντες ταύτῃ, ὡς οἰκείοις ἐν πνεύματι καὶ ἀληθείᾳ τοῖς θείοις καὶ τῷ Θεῷ ἐντυγχάνουσιν, ὅθεν καὶ ὁ Θεολόγος ἔπεισι· Θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενος· ὁρᾶς τὸ θαυμαστὸν τῆς ἑνώσεως; Θεὸς γάρ φησι θεοῖς ἑνούμενος· εἰ δὲ τῶν ὁπωσδὴ ταυτῶν ἕνωσις, δῆλον ὅτι καὶ τῆς ἑνώσεως αἱ διαθέσεις καὶ ἀπολαύσεις ἐφαμίλλως αἱ αὐταί· δι᾽ ὃ φησὶ καὶ γνωριζόμενος· ὡσαύτως ἄρα καὶ οἱ θεοειδεῖς καὶ θεοὶ ἐκ τῆς χάριτος, ὡς οἰκείοις τοῖς θείοις, καὶ τῷ Θεῷ ὁμιλοῦσι καὶ γνωρίζουσιν, ὡς ὁ Θεὸς τρόπον ἀνάλογον θεωρεῖ, καὶ προσομιλεῖ καὶ ἑνοῦται τοῖς κατὰ τὰ εἰρημένα θεοειδέσι τελοῦσι καὶ θεοῖς, ἐντεῦθεν ὁ μέγας προστίθησι, καὶ οὐκ ἀπεικότως εἰς δήλωσιν, καὶ τοσοῦτον ἴσως γινώσκεται ὁ Θεὸς τοῖς καθαροῖς καὶ θεοῖς τουτοισὶ ὅσον ἤδη γινώσκει αὐτούς, ἀνάλογον τρόπον ὁ φύσει τοὺς θέσει θεούς· πόσον τοίνυν εἰκάσαις τὸ εἰκὸς λογιζόμενος; πολύ γε μακάριοι οἱ πρὸς Θεοῦ ὁράσεις καὶ θεωρίας προσηκόντως ἀνατεινόμενοι μεθ᾽ ὅλου μένους ψυχῆς καὶ ἐπιστήμης πνευματικῆς, ὁποινίκα ὁρᾷς τῷ τοῦ Θεοῦ ἀλήπτῳ διὰ τὴν περὶ αὐτὸν ἀναρχότητα, καὶ ἀπεριληψίαν καὶ ἀπεριγραφότητα καὶ τὴν ὅλως ἀϊδιότητα καὶ ἀπειρίαν, ὅλους τοὺς ἐν τῷ Θεῷ θαύματος γεγονότας ὑπερθαυμάστου, καὶ τῆς ἡλίκης οἵας ἐκπλήξεως· ἐξ οὗ ἡ ψυχὴ αὐτῶν ἐρωτικῶς ὀπίσω κολλᾶται Θεοῦ, καὶ πόθον ὅσον ἀφόρητον, ἐν ἄρα τῷ θεωρεῖν τὸ θεῖον πρόσωπον, καὶ τὸ κατ᾽ αὐτὸ κάλλος ἐκπρεπές, καὶ ἐκτετηκότες εὐδαιμόνως πάσχουσι· καὶ τότε δῆτα ἑπομένως ταύτῃ καθαίρονται, καὶ τῆς θεουργίας καὶ θεοειδεῖς γίνονται, καὶ θεοὶ καὶ Θεῷ γινωσκομένως ἑνοῦνται· ὅς γε δὴ περιουσίᾳ τῶν θεωθέντων, καὶ ἀκολουθίᾳ τοῦ τῆς θεώσεως ὑπερφυοῦς αὐτῶν δώρου, καὶ τῆς θείας ἑνώσεως, γνώριμος καταστὰς θαυμασίως συναρπάζει τούτων τῷ ὑπερκάλλῳ πᾶσαν τὴν νοερὰν αἴσθησιν καὶ πᾶσαν τὴν ἔφεσιν, καὶ περὶ αὐτὸν θελγομένους ἔχει ὡς ἄλλους Ἀγγέλους, ἄφυκτα ψάλλοντας, καὶ μάλα εἰκότως· ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ, καὶ τὸ Θεὸς θεῶν Κύριος ἐλάλησε καὶ ἐκάλεσε τὴν γῆν, τουτέστι τοὺς γηγενεῖς, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· ὅθεν καὶ ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ· καὶ ἐξ ἑπομένου ἔστησαν κύκλῳ τοῦ Θεοῦ, ὡς τὰ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, θείας ἐλλάμψεις ὑπερκοσμίων μυστηρίων δεχόμενοι καὶ ἐχόμενοι ἀδιασπάστως Θεοῦ, πάντων ἀπειράκις ἐξῃρημένου ἀπείρως· εἰ τοίνυν οἱ καθαροὶ τῇ καρδίᾳ, κατὰ τὴν Κυρίου ἀπόφασιν μακάριοι, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται, πῶς οὐ περιφανῶς μακάριοι οἱ θεωρητικοί, καθαιρόμενοι τῷ ἐκ τῆς τοῦ Θεοῦ γνώσεως θαυμασμῷ καὶ εἰς Θεοῦ ἀξίαν διὰ προκοπῆς ἀναβαίνοντες; χρὴ γε ἄρα ποθοῦντας τὸν μακαρισμόν, καὶ παθεῖν τὴν θέωσιν καὶ οὕτως ἀκινήτως στῆναι χερουβικῶς περὶ τὸν Θεόν, τῆς θεωρητικῆς ἔχεσθαι ὅλῃ σπουδῇ καὶ ἐπιστήμης καὶ πράξεως ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Ἰδεῖν σε μάλιστα βούλομαι καὶ δὴ ἑπομένως ὑμνῆσαι ζωοποιέ, ζωὴ τῶν ἀμηγέπη ὁρώντων σε Κύριε ὁ Θεός μου, ἀλλ᾽ οὐκ ἔχω βουλόμενος ὅπως ἐπάξιον εἴπω, καὶ διαποροῦμαι κατ᾽ ἀλήθειαν καὶ ἀδημονῶ· ὢ πῶς οἰκείως ὁ νοῦς ἔχει σοι· δέσποτα, ποιητὰ πάνσοφε, καὶ σὲ μόνον ὁρῶν εἰρήνης ἀπολαύει καὶ ἀναπαύλης αὐτῷ προσφυοῦς· ἐφίεται καὶ γὰρ πεφυκότως ἡ νοῦς τῆς ἔξωθεν καὶ φαινομένης περιφορᾶς ἐλευθερωθείς, καὶ σχολάσας ἐφ᾽ ἑαυτὸν νοεῖν, καὶ μάλιστα δὴ διανοεῖσθαι φυσικῇ ὠκύτητι τὰ ὑψηλότερα καὶ προσκεῖσθαι τῷ γιγνομένῳ τῆς κατ᾽ αὐτὸν αὐλίας τοῖς ἰσχοτέροις· ἀμέλει λόγῳ πεφυκότι αὐτόμολος ὡσπερεὶ ἀνατρέχει πρός γε τὸ πάντων ὑπέστερον καὶ πάσης ἀυλίας ἀνώτερον· δῆλον δὲ ὅτι σὲ καὶ μάλιστα, Πνεύματος Ἀγίου ροπῇ διὰ πίστεως κατὰ τὸ εἰκὸς βοηθούμενος; καὶ ταύτῃ δῆτα ἀνατεινόμενος· ἢ μᾶλλον γιγνομένως ἡ νοῦς ὑπὸ τῶν περὶ σὲ νοητῶν, ὡς ἂν τινων συγγενῶν ἀνελχόμενος, ποθεῖ σε καὶ πάνυ ἰδεῖν σὺν παντὶ προθύμῳ τῷ τῆς ψυχῆς· οἷα δὲ πάσχει θαυμάσια καὶ μακάρια πεφυκότως· ἐπεὶ καὶ γὰρ φύσις αὐτῷ, ᾗ περ ἔφην νοερὰ οὖσα πάντων κτισμάτων, μᾶλλον δὴ πτηνὴ καὶ ταχεῖα, ἔφεσιν δὲ προσηκόντως ἔχει τὰ νοητὰ, δεῖται νοεῖν ὡς ἐσθίειν ζῷα τὰ αἰσθητά, τουτὶ γὰρ τρόπον ἐφάμιλλον τὸ νοεῖν τῷ νοῖ, ὅπερ τῷ ἐσθίειν ζώοις τοῖς αἰσθητικοῖς· ἐκ γὰρ τοῦ νοεῖν καὶ ζῆν οἰκείως καὶ αὔξειν καὶ ἀπολαύειν καὶ τέρπεσθαι γίγνεται τῷ νῷ, ὡς καὶ τοῖς αἰσθητικοῖς ζώοις ἐκ τοῦ ἐσθίειν ἐστί· τοιαῦτα δέ τοι πάσχει ἐξ ἄρα δήπου τοῦ δρᾶν, δηλαδὴ τοῦ νοεῖν ὑπερβαλλόντως καὶ μάλιστα, ὁπηνίκα φθάσῃ διὰ πνευματικῆς σου χρηστότητος, ἀφράστως ἐν σοὶ γεγονότος, ἐν τῇ θέλξει τῆς ἀφάτου δόξης σου συμμιγεῖσα ἡ ἔφεσις αὐτοῦ· τὸ γὰρ περί τι ἔφεσιν ἔχον ἰδικὴν τίποτ᾽ ἂν καὶ πάθοι κατὰ τὸ εἰκός, περίτυχον ἑλκτικῷ τῳ καὶ μάλιστά γε τοιούτῳ, οἷός περ σύ, καὶ ταῦτ᾽ ἐκ προνοίας τῆς σῆς, πρὸς ἡλίκον οἷον σέ, ἐφετόν; σὺ γὰρ βασιλεῦ πάνσοφε, παντοδύναμε, ὑπεράγαθε Κύριε, κτίσας ζῶον τὸν νοῦν νοητὸν, τοῖον τεύχεις, οἷον τοῖς σοῖς γε ὑπερευφραίνεσθαι πεφυκότως καὶ ἀρρήτως ἐν κατοχῇ τοῦ θείου σου γενέσθαι μετ᾽ ἐκπλήξεως ἔρωτος, καὶ οἷόν πως μανικῶς διακεῖσθαί σοι ἐξ ἐφαμίλλου βακχικοῦ ἐνθουσιασμοῦ· καὶ ὁ μὲν νοῦς, οὕτως ἄρα φιλόκαλος ἄκρως κτισθεὶς ἔχει, καὶ τὸ φιλόκαλος εἶναι κομιδῇ κατὰ τὸ πεφυκός, ἐκ προνοίας τὰ ἄριστα ἑπομένως νοεῖν ἔφεσιν ἔχει, καὶ ἀεὶ τῶν ὑψηλοτέρων καὶ πρόσω ἐπιθυμεῖν καὶ προχαίρειν ἐκ τοῦ γιγνομένου τοῖς κρείττοσιν· οἷος δὲ σὺν τούτῳ φαίνῃ καὶ ὅπως συναρπάζεις αὐτόν, σοφῶς ἐς τὰ μάλιστα, τῷ ἔρωτι τῆς σῆς θεωρίας καταθελγόμενον, καὶ ξυμπάντων ἁπαξαπλῶς, πλὴν μόνου σοῦ ἐξιστάμενον μετὰ τοῦ τῆς ψυχῆς διακειμένου παντός· οὔτε γάρ ποικίλος μόνον ὁρᾶσαι, ἥδιστε, οὔτε ἁπλοῦς, οὔτε περιληπτός, οὔτ᾽ ἀπερίληπτος· οὔτε φοβερός, οὔτε μειλίχιος· ἀλλὰ νῦν μὲν τοῦτο, νῦν δ᾽ ἐκεῖνο· ἵν᾽ οὕτω πάντως ἐντεῦθεν, ἐκεῖθεν ἡ τοῦ νοὸς κίνησις, καὶ δὴ καὶ τροπή, μηδὲν ἔχει κλῖναι πρὸς ἕν τι τῶν ἔξω σου διὰ ποικιλίαν δῆθεν, ἢ δι᾽ ἁπλότητα· δι᾽ ἀκαταληψίας ἔφεσιν ἢ καταλήψεως· διὰ φοβερότητα ἢ μειλιχιότητα· καὶ ξυνόλως ἓν ἀγαθὸν καὶ καλὸν περιληπτικῶς ὄντος σου, καὶ πάντων ἀγαθῶν καὶ καλῶν ποιητικῆς ἀρχῆς ὑπεράγαθος καὶ ὑπέρκαλλος, ἐν οὐδενὶ τῷ ἑτέρῳ ἔξεστι πάντως τὸν νοῦν θεωρεῖν καὶ παραμένειν καὶ ποικίλως καὶ πολλαχῶς τέρπεσθαι, ὅτι μὴ ἐν σοί· σὺ γὰρ τὰ πάντα αἰτιολογικῶς ἔχεις ἐν σεαυτῷ, καὶ ὑπὲρ πάντα εὑρίσκῃ, ἅτε δημιουργὸς ὑπέρκαλλος ἀπειράκις ἀπείρως· ἐντεῦθεν εἷς ὢν Θεὲ τὴν οὐσίαν, ποικίλλως θεωρεῖσαι ταῖς ἐνεργείαις, διὰ πλῆθος αὐτῶν· καὶ αὖθις διὰ τὸ μέγεθος αὐτῶν πολύς· καὶ τὸ θαυμαστώτερον γὰρ καὶ ἔκπληκτον· ὅτι περ καὶ οἷς γίνῃ δήπουθεν ληπτός, ἐντεῦθεν αὖθις τρόπῳ γέτῳ καθίστασαι· ὁ γὰρ κατ᾽ οὐσίαν σὺ ἀπερίληπτος πάντῃ, καὶ κατὰ τὴν ἐνέργειαν καὶ πρὸς τούτῳ τὴν δύναμιν οὐ περιλαμβάνεται ἀμηγέπῃ· μέτρον γὰρ δυνάμεώς σου τίς εὕρατο;
σοφίαν δέ σου τίς ἔγνω; τῆς δὲ ἀγαθότητός σου τὸ πέλαγος τίς ἐξιχνίασε; καὶ ὅλως τῶν σῶν τινος, τίς ἄκρως συνῆκε; καίτοιγε κατὰ ταῦτα τρόπον ἕτερον καταληπτός γε ὢν ὁπωσδήποτε· ἀμέλει δῆτα ὁ νοῦς θεωρεῖν ἀπὸ τῶν ἐν τοῖς φαινομένοις νοητῶν ἀρχόμενος, ἄνεισιν ἰὼν ἐξ ἑπομένου εἰς τὸ περὶ σὲ Σῶτερ ἑνιαῖον καὶ ἀκατάληπτον· καὶ τῷ ἡδεῖ καὶ κομιδῇ τερπνῷ τοῦ ληπτοῦ καὶ τῷ φιλόκαλος εἶναι, σπεύδει ὅλῃ σπουδῇ καὶ φιλονικεῖ πως προσεπανιέναι ὡς ἔνι ἐπέκεινα· ἐπεὶ δὲ οὔκουν ἐξικνεῖται φθάσαι πορρώτερον, ἀναλογιζόμενος ἢ χρὴ τὸ ἐκφεῦγον ἀναμφηρίστως ὡς ὑπερκείμενον φέρετρον, πολλῆς τινος κάτοχος ἀκολούθως ἐρωτοληψίας γίνεται καὶ ἐφαμίλλως μανικῶς ἐκβακχεύεται περί σέ, καὶ πόθους ἀναρριπίζει διακαεῖς τῇ ψυχῇ, ὑπέκαυμα θείας ἀγάπης τὸ καταληπτὸν τοῦ ἀκαταλήπτου ποιούμενος, καὶ τὴν ἀπορίαν πορισμὸν ἐρώτων τιθέμενος· οὐ μᾶλλον θέλγοντος τοῦ περὶ σὲ πάνσοφε ληπτοῦ, ἥπερ ἐκκαίοντος τοῦ διαφεύγοντος καὶ τῷ τῆς γνώσεως ἀνεφίκτῳ, καὶ θαυμάζεσθαι λίαν, καὶ ποθεῖσθαι διαφερόντως, παρασκευάζοντος· προσθείην γ᾽ ἂν ὅτι καὶ ζητεῖσθαι πείθοντος, οὖμενουν τὶ σὺ κατὰ τὴν οὐσίαν· τοῦτο γὰρ παντὶ, καὶ πάντως, καὶ ὁπωσοῦν ἐκπεριουσίας ἀμήχανον, ἀλλὰ τὸ τῆς οὐσιώδους θείας δυνάμεως καὶ ἐνεργείας, καὶ τὸ ὅλον, τῶν περὶ σὲ θεωρουμένων νοητῶν καὶ θεολογουμένων ἄληπτον· ἀπείρων τὶ εἴρηται διὰ τὸ μέγεθος, ἀνεξερευνήτων δὲ ὄντων διὰ τὸ πλῆθος· τούτων καὶ γὰρ, εἰ καὶ ὅλος εἰς πέρας ἐφικέσθαι ἀδύνατον, ἅτε ἀπείρων ἀλλὰ δυνατὸν τῷ διὰ καθάρσεως προσεγγισμῷ σου καὶ τῇ ἐνατενίσει τοῦ κάλλους σου, πρὸς φανωτέρας καὶ διαυγεστέρας ὁράσεις τῶν περὶ σὲ γίνεσθαι καὶ θεοῦσθαι κατάλληλα· ὅθεν καὶ καταφλέγεις τρώσει ἐρωτικῇ προσμένοντά σοι νοῦν ἀνηκόντως, διαυγάζων μᾶλλον καὶ μᾶλλον αὐτὸν κἀκ τοῦ γιγνομένου εἰσάγων εἰς ἄττα ἄδυτα μυστικὰ θεάματα ὑπερουράνια· ὦ μονὰς ὑπερύμνητε καὶ Τριὰς ὑπέρτιμε· δυνάμεως καὶ σοφίας ἀπύθμαντε βυθέ· πῶς ἐξ αὐτῆς, εἴτε ἀφετηρίας ἐθέλοι τις λέγειν, εἴτε μὴν γραμμῆς, εἰς τὸν κατὰ σὲ εἰσάγεις θειότατον γνόφον καθαρθέντα ἐνθέσμως τὸν νοῦν μετάγουσα τοῦτον ἀπὸ δόξης εἰς δόξαν, πολλάκις πλὴν καὶ εἴσω μένοντα τοῦ ὑπερφώτου γνόφου· οὐκ οἶδα, ὡς σὺ γινώσκεις εἴτε εἰς ὃν εἰσήχθη Μωσῆς τε πάλαι, εἴθ᾽ ὅτι οὗτος ἐκείνου εἰκὼν, εἴτ᾽ οὖν τούτου ἐκεῖνος· πλὴν ὅτι οὗτος περιφανῶς νοητὸς γνόφος ἐστι καὶ ὅτι ἐν αὐτῷ τελεῖται θείως καὶ ὑπερφυῶς ἐν τῷ μυστικῷ τῆς ψυχῆς ἀρρήτως, τὰ τῆς πνευματικῆς ἑνώσεως καὶ ἀγάπης μυστήρια· οἱ εἰσαγόμενοι μετὰ τῆς δαδουχίας τοῦ φωτίζοντος πνεύματος λίαν λαμπρῶς ἐπίστανται.
Τίς σε διακειμένως Κύριε τριὰς ὁρῶν οὐ χαίρει τὸν βασιλέα καὶ ἀδιάλειπτον πρύτανιν καὶ διανομέα παντὸς οὑτινοσοῦν καλοῦ καὶ ἀγαθοῦ καὶ πηγαῖον ὄλβον τούτων τυγχάνοντα; καὶ τίς πρὸ τῆς ὁράσεως τῆς παντοκρατορικῆς δεσποτείας σου χαίρειν ἔχοι χαρὰν ἀληθῆ; δῆλον ὅτι οὐδεὶς οὐδαμῶς· διὰ τοῦτο τῳόντι μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι οὗτοί σε ὀπτάνονται ὄμματι ψυχῆς, χαρὰν αὐτόχρημα ὄντα διαφερόντως πνευματικήν· καὶ χαίρουσι δὴ μετὰ γάννους καὶ πολλῆς θυμηδίας, καὶ ἀφορήτων ἐρώτων ἐμπίπλανται, πολλάκις καὶ σωματικαῖς προσπαλαίοντες περιστάσεσι καὶ δαιμονικαῖς ἐπιφοραῖς πάσχοντες· τὸ γὰρ πνευματικὸν φῶς τοῦ κάλλους τοῦ προσώπου σου Κύριε ἀπειράκις ἀπείρως ὑπερεξήρηται τοῦ καὶ ὁπωσοῦν λύπῃ προσίεσθαι κοσμικῇ, ᾧ ἐλλάμπεσθαι γίγνεται διὰ χάριτος· διὰ τοῦτο γλυκασμὸς ὅλος προπορεύεσαι· ὅλος ἐπιθυμία, ἁγία τε ἔφεσις, ἄρρητος ἔρως· ἐντεῦθεν ἡ ἀγάπης σου ἀφορήτοις ὑπερφυέσι κέντροις τετρωμένους, ἀποκαθιστᾷ τοὺς κατά τινά σε ὁρῶντας ἐπίνοιαν· ἐντεῦθεν εἰς ὀσμὴν μύρων σου ὀπίσω σου κατακολουθοῦσαι τρέχουσι σφοδρῷ καὶ ἀνενδότῳ τόνῳ αἱ ψυχαὶ τῶν ὑφ᾽ ὧν ὁρᾶσαι ἄρρητε Θεέ, καὶ ἐν σφίσιν αὐταῖς ἕλκειν σε πάσῃ πειρῶνται μηχανῇ, ἡττημέναι πάντως καὶ ἐκτετηκυῖαι τῷ πόθῳ σου θαυμαστῶς· ὅθεν ἀλήστως σε ἔχουσιν ἐπὶ νοῦν ἐξηρμέναι τοῦ κάλλους σου τοῦ ὑπερφυοῦς· μᾶλλον μὲν οὖν διηνεκῶς καὶ πνευματικῶς πρότερον κατέχεις τὰς καρδίας αὐτῶν καὶ νύκτωρ δήπου καὶ μεθ᾽ ἡμέραν, καὶ ὁ ὕπνος ἀπέπτη ἀπὸ τῶν βλεφάρων αὐτῶν· καὶ ἡ ἡδύτης.... .... οὔμενουν ἔτι ταύταις .... εἰ, ἀλλὰ καὶ καθεύδουσαι τέως, ὅμως ἡ καρδία αὐτῶν καὶ (οὔ)τω γρηγορεῖ, ἀγαλλιώμεναι, ὡς ὁ Προφήτης λέγει ἐπὶ τῶν κοιτῶν αὐτῶν· καὶ ἐφαμίλλως ὁρῶσι καὶ συνέχονται, καὶ τί γενέσθαι οὐκ ἔχουσι· καὶ ἀποροῦσι καὶ ἐξίστανται διὰ τὰ διακείμενα τῆς ἀφάτου φαιδρότητος τοῦ προσώπου σου, διὰ τὴν μεγαλωσύνην τῆς δόξης τῆς ἁγιωσύνης σου, διὰ τὰς ὑπερκοσμίους ἃς δι(ατίθεν)ται ἐν ἑαυταῖς ἀναβάσεις σου καὶ ἀποκαλύψεις τὰς μυστικάς, διὰ τὰ μυρία ἀπόρρητά τε καὶ ἄφατα, πάγκαλά τε καὶ πανάγαθα δῶρα Πάτερ τὰ περὶ σέ.... καὶ στηρίξαις τοὺς ἐν εὐθύτητι (κατοικοῦν)τας σὺν τῷ προσώπῳ σου.