Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2

St Macarius the Great, Τοῦ Μακαρίου Συμεὼν τοῦ Μεταφραστοῦ μετάφρασις εἰς τοὺς πεντήκοντα…

ΠΑΡΑΦΡΑΣΙΣ
ΣΥΜΕΩΝ ΤΟΥ ΜΕΤΑΦΡΑΣΤΟΥ
ΕΙΣ ΡΝ΄. ΚΕΦΑΛΑΙΑ
ΕΙΣ ΤΟΥΣ ΠΕΝΤΗΚΟΝΤΑ ΛΟΓΟΥΣ
ΤΟΥ ΑΓΙΟΥ
ΜΑΚΑΡΙΟΥ
ΤΟΥ ΑΙΓΥΠΤΙΟΥ
ΠΕΡΙ ΤΕΛΕΙΟΤΗΤΟΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΛΟΓΟΣ Α΄.

Χάριτι μὲν, καὶ δωρεᾷ τοῦ Πνεύματος θείᾳ, ἕκαστος ἡμῶν τὴν σωτηρίαν πορίζεται· πίστει δὲ καὶ ἀγάπῃ, ἀγῶνί τε προαιρέσεως αὐτεξουσίου, τοῦ τελείου μέτρου τῆς ἀρετῆς ἐφικέσθαι δύναται. Ἵν᾽ ὥς περ χάριτι, οὕτω καὶ δικαιοσύνῃ τῆς αἰωνίου κληρονομήσῃ ζωῆς· μήτε διὰ μόνης τῆς θείας δυνάμεώς τε καὶ χάριτος, μὴ καὶ τοὺς ἰδίους συνεισενεγκὼν ἰδρῶτας, τῆς τελείας προκοπῆς ἀξιούμενος· μήτε πάλιν ἐκ μόνης τῆς οἰκείας σπουδῆς καὶ δυνάμεως, μὴ καὶ θείας ἄνωθεν συνεφαπτομένης χειρός, τοῦ τελείου τῆς ἐλευθερίας μέτρου, καὶ τῆς καθαρότητος ἐφικνούμενος. Ἐὰν γὰρ μὴ Κύριος οἰκοδομήσῃ οἶκον, φησὶν, καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων, ὁ κοπιῶν τε καὶ οἰκοδομῶν, εἰς μάτην ὁμοίως.

Ἐρώτησις. Τί τὸ θέλημα τοῦ Θεοῦ πρὸς ὃ δήπου προτρέπεται καὶ παρακαλεῖ ὁ Ἀπόστολος ἕκαστον ἡμῶν φθᾶσαι; Ἀπόκρισις. Ἡ τελεία τῆς ἁμαρτίας κάθαρσις, καὶ τῶν τῆς ἀτιμίας παθῶν ἡ ἐλευθερία, καὶ ἡ τῆς ἄκρας ἀρετῆς ἀνάληψις. Ὅπερ ἐστίν, ὁ καθαρισμός τε καὶ ἁγιασμὸς τῆς καρδίας, ὁ διὰ τῆς μετουσίας τοῦ τελείου καὶ θεϊκοῦ Πνεύματος ἐν πληροφορίᾳ γινόμενος. Μακάριοι γάρ, φησιν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· καί γίνεσθε καὶ ὑμεῖς τέλειοι, ὡς ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος τέλειός ἐστι καὶ γεννηθήτω, φησὶν ὁ Δαβίδ, ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου ὅπως ἂν μὴ αἰσχυνθῶ· καὶ αὖθις· τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ μὲ ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου· καὶ πρὸς τὸν ἐρωτῶντα δὲ πάλιν, τίς ἀναβήσεται εἰς τὸ ὅρος τοῦ Κυρίου; ἢ τὶς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῶος χερσὶν ἀποκρίνεται, καὶ καθαρὸς τῇ καρδίᾳ, τῆς διὰ πράξεως καὶ διανοίας ἐπιτελουμένης ἁμαρτίας τὴν τελείαν ἐντεῦθεν δηλῶν ἀναίρεσιν.

Τὰ ἀφανῆ πάθη, φησὶ καὶ κρύφια, τὸ Πνεῦμα τὸ Ἅγιον ἐπιστάμενον δυσαπάλλακτα ὄντα, καὶ οἱονεὶ τῇ ψυχῇ κατερριζωμένα, διὰ τοῦ Δαβὶδ δείκνυσι, πῶς ἄρα τούτων ποιητέον τὴν κάθαρσιν· ἐκ τῶν κρυφίων μου γὰρ καθάρισόν με, φησίν, ὡς διὰ πολλῆς τῆς δεήσεώς τε καὶ πίστεως, καὶ τῆς πρὸς Θεὸν τελείας ῥοπῆς, τῇ συνεργείᾳ τοῦ Πνεύματος, κατεργασθῆναι δυναμένων ἡμῶν· πλὴν ἀλλὰ καὶ ἡμῶν πρὸς ταῦτα ἀντιτεινόντων, καὶ φυλακῇ πάσῃ τηρούντων τὴν ἑαυτῶν καρδίαν.

Καὶ ὁ Μακάριός φησι Μωϋσῆς, διὰ τύπων ὑποδεικνὺς, τὸ μὴ δεῖν γνώμαις δυοῖν, κακοῦ τε καὶ ἀγαθοῦ, τὴν ψυχήν, ἀλλὰ τῷ ἀγαθῷ μόνῳ ἀκολουθεῖν, καὶ τὸ μὴ χρῆναι δύω καρποὺς γεωργεῖν, χρηστοῦ καὶ χείρονος, ἀλλὰ χρηστὰ μόνα, οὕτω φησίν· οὐ ζεύξεις ἐν τῷ ἅλῳ σου ἀλλογενῆ ζῶα ἐπὶ τὸ αὐτό, οἱονεὶ βοῦν καὶ ὄνον· ἀλλὰ τὰ ὁμογενῆ ζεύξας ἀλωήσεις τὸν ἀμητόν σου· τουτέστι ἵνα μὴ ἐν τῷ ἅλῳ τῆς καρδίας ἡμῶν ἐπὶ τὸ αὐτὸ ἀρετὴ καὶ κακία τὴν ἐργασίαν ἔχῃ, ἀλλ᾽ ἡ ἀρετὴ μόνη· οὐ συνυφανεῖς ἐρέῳ ἱματίῳ λινοῦν· οὐδὲ πάλιν λινῷ ἔριον· οὐ γεωργήσεις ἐν τῇ χώρᾳ τῆς γῆς σου δύω καρποὺς ἐπὶ τὸ αὐτό· οὐκ ἐπιβαλεῖς ἑτερογενὲς ζῶον εἰς γονὴν ἑτέρῳ· ἀλλὰ τὰ ὁμογενῆ τοῖς ὁμογενέσι συζεύξεις· διὰ τούτων δὲ πάντων αἰνίττεται μυστικῶς, τὸ μὴ δεῖν κακίαν καὶ ἀρετήν, ὥσπερ εἴρηται, ἐν ἡμῖν γεωργεῖσθαι· ἀλλὰ μονοτρόπως τὰς τῆς ἀρετῆς γονὰς ἀποτίκτεσθαι· καὶ τὸ μὴ δυσὶ πνεύμασι, τῷ πνεύματι τοῦ Θεοῦ, καὶ τῷ πνεύματι τοῦ Κόσμου τὴν ψυχὴν κοινωνεῖν· ἀλλὰ μόνῳ τῷ τοῦ Θεοῦ πνεύματι καὶ τοὺς καρποὺς τοῦ πνεύματος μόνου καρπογονεῖν· διὰ τοῦτο γάρ, φησι, πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην· πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα.

Οὐκ ἀπὸ τῶν φανερῶν ἁμαρτημάτων μόνον, οἴον πορνείας, φόνου, κλοπῆς, γαστριμαργίας, καταλαλιᾶς, ψεύδους, φιλαργυρίας τε καὶ πλεονεξίας, καὶ τῶν τοιούτων, ἁγνεύειν δεῖ τὴν παρθένον ψυχήν, καὶ τῷ Θεῷ συναφθῆναι προηρημένην· ἀλλὰ καὶ πολλῷ πλέον ἀπὸ τῶν κρυφίων, ὡς προειρήκαμεν· τουτέστιν ἐπιθυμίας, κενοδοξίας, ἀνθρωπαρεσκείας, ὑποκρίσεως, φιλαρχίας, δόλου, κακοηθείας, μίσους, ἀπιστίας, φθόνου, φιλαυτίας, τύφου καὶ τῶν ἄλλων τῶν τοιούτων ὁμοίως· οἶδε γάρ, φησιν ἡ γραφή, τὰ κρύφια ταῦτα τῆς ψυχῆς ἁμαρτήματα ἐν ἴσῳ τοῖς ἐκτὸς τίθεσθαι. Κύριος γάρ φησι, διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, καὶ ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος· τὸν δόλον ἐπ᾽ ἴσης τῷ φόνῳ δεικνύων ὑπὸ Θεοῦ βδελυσσόμενον· καὶ τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, καὶ τὰ ἑξῆς· καὶ πάλιν· καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ· καὶ οὐαὶ ὑμῖν, ὅταν καλῶς εἴπωσιν ὑμᾶς οἱ ἄνθρωποι· τουτέστιν· ὁπόταν ὑμῖν ἐστὶ θέλησις παρὰ ἀνθρώπων καλῶς ἀκούειν, καὶ τῆς δόξης καὶ τῶν ἐπαίνων αὐτῶν ἐξήρτησθε· ἐπεὶ, πῶς δυνατὸν ἀγαθοεργοῦντας ἐσάπαν λαθεῖν; ἄλλως τε δὲ καὶ αὐτὸς ὁ Κύριος· Λαμψάτω, λέγει, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· πλὴν, ἀλλ᾽ εἰς δόξαν σπεύδετε τοῦ Θεοῦ, φησί, τὸ ἀγαθὸν πράττειν, καὶ μὴ διὰ δόξαν ἰδίαν, μηδ᾽ ὡς τῶν ἀνθρωπίνων ἐπαίνων ἐρωτικῶς ἔχοντες, καὶ γὰρ καὶ ἀπίστους εἶναι τούτους ἀπέδειξεν εἰπών· πῶς δύνασθε πίστιν ἔχειν, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες; καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; ὅρα καὶ τὸν Ἀπόστολον, πῶς ἀπαιτεῖ τὴν ἀκρίβειαν καὶ αὐτοῦ μέχρι τοῦ φαγεῖν καὶ πιεῖν; πάντα εἰς δόξαν Θεοῦ ἐντέλλεται ποιεῖν· εἴτε γάρ, φησιν, ἐσθίετε, εἴτε πίνετε, εἴτέ τι ἄλλο ποιεῖτε, εἰς δόξαν Θεοῦ ποιεῖτε· ὁ δέγε θεῖος Ἰωάννης τὸ μῖσος τῷ φόνῳ συντάττων, ὁ μισῶν τὸν ἀδελφόν αὐτοῦ φησιν, ἀνθρωποκτόνος ἐστίν.

Ἡ ἀγάπη πάντα στέγει, πάντα ὑπομένει· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει· τὸ οὐδέποτε ἐκπίπτει, τοῦτο δηλοῦντος ἐστιν· ὅτι περ οἱ τῶν εἰρημένων χαρισμάτων τοῦ πνεύματος ἐπιτυχόντες, μήπω δὲ διὰ τῆς πληρεστάτης καὶ ἐναργοῦς ἀγάπης τοῦ Πνεύματος, τῆς ἄκρας τῶν παθῶν ἐλευθερίας ἀξιωθέντες, οὐδέπω τοῦ ἀσφαλοῦς ἥψαντο· ἀλλ᾽ ἐν κινδύνῳ, ἔτι καὶ ἀγῶνι, καὶ φόβῳ τὰ καθ᾽ ἑαυτοὺς ἔστηκε, διὰ τὰ πνευματικὰ δήπου τῆς πονηρίας, τοῦτο γὰρ τὸ μέτρον μηκέτι ὑπὸ πτῶσιν ὃν, μηδὲ πάθος, ὑπέδειξε τοιοῦτον ὑπάρχον, ὡς γλώσσας Ἀγγέλων καὶ προφητείαν πᾶσάν τε τὴν γνῶσιν καὶ τὰ τῶν ἰαμάτων χαρίσματα μηδὲν εἶναι πρὸς ἐκεῖνο παραβαλλόμενα.

Διὰ τοῦτο τῆς τελειότητος ὑπέφηνε τὸν σκοπόν· ἵν᾽ ἕκαστος πτωχὸν ἑαυτὸν ὑπὸ τηλικούτου πλούτου διαγινώσκων, θερμῷ τῷ πνεύματι, καὶ συντόνῳ, πρὸς τὸ ἔσχατον κατεπείγηται, καὶ τὸν πνευματικὸν οὕτω τρέχῃ δρόμον, ἄχρις ἂν καταλάβοι, καθὼς εἴρηται· οὕτω τρέχετε, ἵνα καταλάβητε.

Τὸ ἀπαρνήσασθαι ἑαυτόν, τοῦτο νόμιζε εἶνε· τὸ ἔκδοτον εἰς ἅπαν τῇ ἀδελφότητι παρασχεῖν καὶ θελήματι ἰδίῳ παντάπασι μὴ στοιχεῖν, μήτε τινὸς Κύριον εἶναι, ὅτι μὴ τοῦ ἐνδύματος μόνου· ἵνα πάντοθεν ἄνετος ὤν, τῶν ἐπιταττομένων αὐτῷ μόνων μετὰ χαρᾶς ἔχηται· τοὺς ἀδελφοὺς ἅπαντας καὶ μάλιστα τοὺς ἐξηγουμένους, καὶ τὰ βάρη τῆς Μονῆς ἀναδεδεγμένους κυρίους καὶ δεσπότας διὰ Χριστὸν ἡγούμενος, Χριστῷ πειθόμενος τῷ εἰπόντι· ὁ θέλων ἐν ὑμῖν πρῶτος εἶναι καὶ μέγας, ἔστω πάντων ἔσχατος, καὶ πάντων διάκονος, καὶ πάντων δοῦλος, μὴ δόξαν, μὴ τιμήν, μὴ ἔπαινον τόγε ἐκείνου, ἐπὶ τῇ διακονίᾳ, ἢ πολιτείᾳ, παρὰ τῶν ἀδελφῶν ποριζόμενος· διακονοῦντες γάρ, φησί, μετὰ πάσης εὐνοίας, μὴ ἐν ὀφθαλμοδουλείᾳ ὡς ἀνθρωπάρεσκοι· ἀλλ᾽ ὀφειλέτην ἑαυτὸν διὰ παντὸς ἡγούμενος τῆς ἐν ἀγάπῃ τε καὶ ἁπλότητι πρὸς τοὺς ἀδελφοὺς διακονίας.

Τοὺς ἐξηγουμένους τῆς ἀδελφότητος, ὡς μεγάλῳ ἔργῳ ἐπιβαλλομένους, πρὸς τὰς τῆς κακίας ἀντιτέχνους μεθοδείας διὰ ταπεινοφροσύνης ἀγωνίζεσθαι δεῖ, ἵνα μὴ πάθει ὑπερηφανίας ὡς τῶν ὑποτεταγμένων ἀδελφῶν κατεξουσιάζοντες, ἀντὶ μεγίστου κέρδους, ζημίαν ἑαυτοῖς προξενήσωσιν ἀλλ᾽ ὡς εὔσπλαγχνοι πατέρες, καὶ δουλεύειν μᾶλλον διὰ τὸν Θεὸν ἐκδόντες τῇ ἀδελφότητι ἑαυτούς, σωματικῶς τε καὶ πνευματικῶς, ὑπὲρ αὐτῶν φροντίζωσι, καὶ ὡς τέκνων Θεοῦ, διὰ παντὸς ἐπιμέλωνται· πρὸς μὲν τὸ ἐμφανὲς τὴν τάξιν τοῦ προεστῶτος οὐκ ἀποβαλλόμενοι, οἷον τὸ ἐπιτάξαι, ἢ συμβουλεῦσαι τοῖς δοκιμωτέροις, ἢ ἐπιτιμῆσαι τινὶ, ἢ ἐλέγξαι ὅπου χρή, καὶ ἐν ᾧ δεῖ παρακαλέσαι· ἵνα μὴ προφάσει ταπεινώσεως ἢ πραότητος, ἐν συγχύσει τὰ μοναστήρια ἦ. τὴν προσήκουσαν τάξιν τῶν τε προεστώτων καὶ ὑποβεβηκότων οὐκ ἀποσώζοντα· ἐν δέγε τῷ ἀφανεῖ τῆς διανοίας, ὡς δούλους ἀναξίους πάντων τῶν ἀδελφῶν, ἑαυτοὺς ἡγούμενοι, καὶ ὡς παιδαγωγοὶ καλοὶ δεσποτικὰ τέκνα πεπιστευμένοι, μετὰ πάσης εὐνοίας, καὶ φόβου Θεοῦ, ἕκαστον τῶν ἀδελφῶν καταρτίζειν εἰς πᾶν ἔργον ἀγαθὸν σπουδάζοντες, μὴ ἀγνοοῦντες, ὅτι μέγας αὐτοῖς καὶ ἀναφαίρετος, ὁ ὑπὲρ τοῦ καμάτου τοῦδε μισθὸς παρὰ τῷ Θεῷ τεταμίευται.

Ὥσπερ οἱ παιδαγωγεῖν τοὺς νέους παραλαβόντες, ἔστιν ὅτε, καὶ δεσπότας ὄντας ἰδίους, ἀλλ᾽ οὖν παιδείας χάριν ἢ εὐκοσμίας ἠθῶν οὐκ ὀκνοῦσιν ὅμως καὶ πληγὰς αὐτοῖς ἐντεῖναι κατὰ πολλὴν εὔνοιαν· οὕτω χρὴ καὶ τοὺς προεστῶτας, οὐ πάθει θυμοῦ καὶ ὑψηλοφροσύνης· οὐδ᾽ ὡς ἑαυτοὺς ἐκδικοῦντας ἀμύνεσθαι τοὺς παιδείας τινὸς τῶν ἀδελφῶν ἐπιδεομένους, ἀλλὰ σπλάγχνοις χρηστοῖς, καὶ σκοπῷ πνευματικῆς ὠφελείας, τὴν ἐπιστροφὴν ἐκείνων ἐργάζεσθαι.

Ἕκαστος φησιν ὁ τοῖς τοιούτοις ἤθεσιν ἐντυπωθῆναι βουλόμενος, πρὸ παντός τε ἄλλου, καὶ πανταχοῦ, τὸν φόβον τοῦ Θεοῦ, καὶ τὴν Ἱερὰν ἀγάπην, ἥτις πρώτη τε ἐστὶ καὶ μεγίστη τῶν ἐντολῶν, διωκέτω· καὶ ζητείτω ταύτην παρὰ Κυρίου διηνεκῶς τῇ ἑαυτοῦ καρδίᾳ ἐμπεποιῶσθαι, καὶ οὕτω τῇ συνεχεῖ καὶ ἀδιαλείπτῳ τοῦ Θεοῦ μνήμῃ κατὰ προκοπὴν ὁσημέραι διὰ τῆς χάριτος ἐπαυξάνων αὐτήν, προσκτάσθω· διὰ γὰρ σπουδῆς, καὶ τόνου, μερίμνης τε, καὶ ἀγῶνος τὴν πρὸς Θεὸν ἀγάπην δυνατοὶ γινόμεθα κτήσασθαι, χάριτι, καὶ δωρεᾷ Χριστοῦ ἐν ἡμῖν διαμορφουμένην· ἐκ δὲ ταύτης καὶ τὴν δευτέραν φημὶ ἐντολήν, τὴν πρὸς τὸν πλησίον ἀγάπην, ῥαδίως κατορθῶσαι γίνεται· τὰ γὰρ πρῶτα καὶ προταττέσθω τῶν ἄλλων, καὶ πλέον αὐτῶν σπουδαζέσθω· καὶ οὕτω τὰ δεύτερα τοῖς πρώτοις ἑπόμενα ἔσται· εἰδέ τις τῆς μὲν πρώτης καὶ μεγάλης ταύτης ἐντολῆς, τῆς πρὸς Θεὸν ἀγάτης φημί, κατολιγωρήσας, ἥτις ἀπὸ τῆς ἔνδον ἡμῶν διαθέσεως, συνειδήσεώς τε ἀγαθῆς, καὶ ὑγειῶν τῶν πρὸς Θεὸν ἐννοιῶν, συνάμα καὶ βοηθείας θείας συνεφαπτομένης, συνίσταται· τῆς δὲ δευτέρας τὴν ἔξωθεν μόνον ἐπιμέλειαν τῆς διακονίας ἀφοσιοῦν βούλεται, ἀδύνατον αὐτῷ ταύτην ὑγιῶς τε καὶ καθαρῶς μετελθεῖν, ἡ γὰρ τῆς κακίας μέθοδος, μνήμης ἔρημον καὶ ἀγάπης, καὶ Θεοῦ ζητήσεως, τὸν νοῦν ἀνευρίσκουσα, ἢ δυσχερῆ καὶ ἐπίπονα τὰ θεῖα ἐπιτάγματα φαίνεσθαι ποιεῖ· γογγυσμούς, καὶ λύπας, καὶ μέμψεις κατὰ τῆς εἰς τοὺς ἀδελφοὺς διακονίας τῇ ψυχῇ ἀνακαίουσα, ἢ οἰήσει δικαιοσύνης ἐξαπατήσασα φυσιοῖ, καὶ ἑαυτὸν ἡγεῖσθαι τίμιόν τε καὶ μέγαν, καὶ ἄκρως κατορθοῦντα τὰς ἐντολὰς ἀναπείθει.

Ὁπόταν ἑαυτὸν οἰηθῇ ἄνθρωπος ἄριστον εἶναι τῶν ἐντολῶν ἐπιμελητήν, δῆλός ἐστιν ἁμαρτάνων, καὶ τῆς ἐντολῆς σφαλλόμενος· ἅτε κρίνας ἑαυτόν, καὶ μὴ τὸν ἀληθῶς κρίνοντα προσδεξάμενος· ὅταν γὰρ συμμαρτυρῇ τῷ πνεύματι ἡμῶν τὸ τοῦ Θεοῦ Πνεῦμα, κατὰ τὸ λόγιον Παύλου, τότε φιλαλήθως Χριστοῦ ἄξιοι, καὶ τέκνα Θεοῦ τυγχάνομεν ὄντες, οὐχ ὅταν ἰδίᾳ οἰήσει ἑαυτοὺς δικαιώσωμεν· οὐ γὰρ ὁ ἑαυτὸν συνιστάνων, φησὶ δόκιμος· ἀλλ᾽ ὃν ὁ Κύριος συνίστησιν· ἐπείπερ ὅταν μνήμης καὶ φόβου Θεοῦ γυμνὸς ὢν εὑρίσκηται ὁ ἄνθρωπος, πολλὴ ἀνάγκη καὶ δόξης ἐρᾶν καὶ θηρεύειν ἔπαινον παρὰ τῶν ὑπ᾽ αὐτοῦ διακονουμένων, ὁ δέ γε τοιοῦτος, ἄπιστος παρὰ τοῦ Κυρίου ἐλήλεγκται, καθάπερ ἤδη δεδήλωται· πῶς γάρ φησι δύνασθαι ὑμεῖς πιστεύειν, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες.

Ἀγῶνι πολλῷ καὶ καμάτῳ νοὸς διὰ σεμνῶν ἐννοιῶν καὶ τῆς συνεχοῦς πάντων τῶν καλῶν μερίμνης ἡ πρὸς Θεὸν ἀγάπη, καθάπερ εἴρηται, κατορθοῦσθαι δύναται· ἅτε τοῦ ἐναντίου τῷ ἡμετέρῳ νῷ ἐμποδίζοντος καὶ οὐ συγχωροῦντος αὐτῷ διὰ τῆς τῶν καλῶν μνήμης, τῷ θείῳ ἔρωτι προσανέχειν· ἀλλὰ ταῖς γηίναις ἐπιθυμίαις τὴν αἴσθησιν περισαίνοντος· ἐν τούτῳ γὰρ ὁ τοῦ πονηροῦ θάνατος, καὶ οἷον εἰπεῖν, ἡ ἀγχόνη, ὅτε τῇ Θεοῦ ἀγάπῃ καὶ μνήμῃ ἀπερισπάστως ἐνδιατρίβων ὁ νοῦς εὐρίσκεται· ἐντεῦθεν καὶ ἡ πρὸς τὸν ἀδελφὸν εἰλικρινὴς ἀγάπη συστῆναι δύναται, καὶ ἡ ἀληθὴς ἁπλότης καὶ ἡ πραότης, ἡ ταπείνωσις, ἡ ἀκεραιότης, ἡ ἀγαθότης τέ φημι, καὶ εὐχὴ καὶ πᾶς ὁ περικαλλὴς τῶν ἀρετῶν στέφανος, διὰ τῆς μιᾶς καὶ μόνης καὶ πρώτης ἐντολῆς, τῆς πρὸς Θεὸν ἀγάπης, τὴν τελειότητα δέχεται· ἀγῶνος τοίνυν πολλοῦ καὶ πόνου κρυπτοῦ καὶ ἀδήλου χρεία, λογισμῶν ἐρεύνης τε καὶ τῶν ἠσθενηκότων τῆς ψυχῆς ἡμῶν αἰσθητηρίων γυμνασίας, πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ, καὶ τοῦ ῥωννύειν καὶ ἀναζωπυρεῖν διὰ τῆς τοῦ νοῦ πρὸς Θεὸν ἐπιμελοῦς νεύσεως, τὰ πεπονηκότα τῆς ψυχῆς μέλη· ὁ γὰρ νοῦς ἡμῶν οὕτω διὰ παντὸς τῷ Θεῷ προσκολλώμενος, γενήσεται μετὰ τοῦ Κυρίου εἰς ἓν Πνεῦμα, κατὰ τὸ λόγιον Παύλου.

Τοῦτον δέ, φησι, τὸν κρυπτὸν ἀγῶνα καὶ τὸν πόνον καὶ τὴν μελέτην νύκτα καὶ μεθ᾽ ἡμέραν ἀδιαλείπτως ἔχειν τοὺς φιλαρέτους χρὴ, πρὸς πᾶσαν ἐπιτήδευσιν ἐντολῆς, ἤτοι εὐχομένους ἢ διακονοῦντας, ἐσθίοντας ἢ πίνοντας, ἢ πᾶν ὅ,τι οὖν ποιοῦντας, ἵνα ὅπερ ἂν γένηται ἀγαθὸν εἰς δόξαν Θεοῦ καὶ μὴ εἰς ἡμετέραν γίνεται δόξαν· εὐπετὴ δὲ ἡμῖν καὶ ῥᾳδία πάντα τὰ τῶν ἐντολῶν ἔσται, τῆς τοῦ Θεοῦ ἀγάπης αὐτὰ διευμαριζούσης καὶ τὸ ἐπίπονον αὐτῶν ἐκλυούσης ἅπαν· ὅλος γὰρ ὁ ἀγὼν καὶ ἡ σπουδὴ τῷ ἀντικειμένῳ τοῦτό ἐστιν, ὡς δεδήλωται, τὸ δυνηθῆναι τὸν νοῦν ἀπὸ τῆς πρὸς Θεὸν μνήμης καὶ τοῦ φόβου καὶ τῆς ἀγάπης περισπᾶσαι γηίναις αὐτὸν παραγωγαῖς καὶ δελεάσμασιν ἀπὸ τοῦ ὄντως ἀγαθοῦ πρὸς τὰ δοκήσει καλὰ παρατρέποντι.

Καὶ γὰρ Ἀβραάμ, φησίν, ὁ Πατριάρχης, τὸν Ἱερέα τοῦ Θεοῦ Μελχισεδὲκ δεξιούμενος, ἐκ τῶν ἀκροθηνίων τὴν προσαγωγὴν ἐποιήσατο, καὶ οὕτω τῆς παρ᾽ αὐτοῦ τετύχηκεν εὐλογίας εἰς ὑψηλοτέραν τινα θεωρίαν διὰ τῶν τοιούτων τοῦ Πνεύματος ἡμᾶς ἀνάγοντος, ὥστε τὰ ἄκρα καὶ τὰ στέατα τὰ πρῶτα ὅλου τοῦ ἡμετέρου συγκράματος, ὅπερ ἐστὶν αὐτὸς ὁ νοῦς, αὐτὴ ἡ συνείδησις, αὐτή ἡ τῆς ψυχῆς ἀγαπητικὴ δύναμις, τῷ Θεῷ πρότερον δεῖν, ὡς Ἱεράν τινα θυσίαν ὁλοκαυτοῦν· τὰ ἀκροθήνια τε καὶ πρῶτα τῶν ὀρθῶν λογισμῶν τῇ αὐτοῦ μνήμῃ διδόναι καὶ ἐν τῇ αὐτοῦ ἀγάπῃ καὶ ἐν τῷ ἀπορρήτῳ καὶ ὑπερφυεῖ ἔρωτι ἀδιαλείπτως ἀπασχολεῖν· καὶ οὕτως δυνάμεθα ὁσημέραι τὴν αὔξησιν καὶ προκοπὴν λαμβάνειν, βοηθούμενοι ὑπὸ τῆς θείας χάριτος· καὶ τὸ φορτίον τῆς δικαιοσύνης τῶν ἐντολῶν, ἐλαφρὸν ἡμῖν καταφανήσεται. καθαρῶς καὶ ἀμώμως ταύτας ἐπιτελοῦντες, ἐνεργούμεναι ὑπ᾽ αὐτοῦ τοῦ Κυρίου διὰ τῆς πρὸς αὐτὸν ἡμῶν πίστεως.

Περὶ δὲ τῆς φαινομένης ἀσκήσεως, καὶ ποῖον ἀγαθὸν ἐπιτήδευμα μεῖζον καὶ πρῶτον τυγχάνει; τοῦτο γινώσκετε, ἀγαπητοί, ὅτι ἀλλήλων αἱ ἀρεταὶ ἐκδέδενται, καὶ ἀλλήλων ἔχονται, καθάπερ ἱερά τις σειρά, μία τῆς μιᾶς ἡρτημένη· οἷον ἡ μὲν εὐχή, τῆς ἀγάπης· ἡ ἀγάπη δὲ τῆς χαρᾶς· ἡ χαρά, τῆς πραότητος· ἡ πραότης, τῆς ταπεινοφροσύνης· ἡ ταπεινοφροσύνη δὲ τῆς διακονίας· ἡ διακονία δὲ τῆς ἐλπίδος· ἡ δὲ ἐλπὶς τῆς πίστεως· καὶ ἡ μὲν πίστις, τῆς ὑπακοῆς· ἡ δὲ ὑπακοὴ τῆς ἁπλότητος, ὥσπερ τἀναντία πάλιν, ἓν ὑφ᾽ ἑνὸς δέδενται· οἷον τοῦ μὲν θυμοῦ, τὸ μῖσος, ὁ δὲ τῆς ὑπερηφανείας· τῆς κενοδοξίας, αὕτη· ἐκείνη, τῆς ἀπιστίας· ἡ δὲ τῆς σκληροκαρδίας· καὶ αὕτη μὲν ἐκ τῆς ἀμελείας· ἐκείνη δὲ τῆς χαυνώσεως· ἐκ δὲ τῆς ὀλιγωρίας αὕτη· κἀκείνη μὲν ἐκ τῆς ἀκηδίας· ὥσπερ ἐκ τοῦ ἀνυπομονήτου, αὕτη· τὸ δὲ ἐκ τῆς φιληδονίας· καὶ οὕτω τὰ λοιπὰ μέρη τῆς κακίας ἀλλήλων εἰσὶν ἐχόμενα.

Πᾶν ὅπερ ἂν ποιῇ καλὸν ὁ ἄνθρωπος, σπιλοῦν αὐτὸ καὶ καταμιαίνειν ὁ πονηρὸς τῇ ἐπιμιξίᾳ τῶν ἑαυτοῦ σπερμάτων βούλεται· οἷον τῆς κενοδοξίας ἢ τῆς οἰήσεως, εἴτε μὴν καὶ τοῦ γογγυσμοῦ ἢ ἑτέρου τινὸς τῶν τοιούτων· ἵν᾽ ἢ μὴ διὰ Θεὸν μόνον, ἢ μὴ ἐκ προθυμίας τὸ γινόμενον ἀγαθὸν γίνηται· γέγραπται γὰρ τὸν Ἄβελ προσενεγκεῖν θυσίαν τῷ Θεῷ ἀπὸ τῶν στεάτων καὶ ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων· καὶ τὸν Κάϊν δὲ ὁμοίως δῶρα προσενεγκεῖν ἀπὸ τῶν καρπῶν μὲν τῆς γῆς, ἀλλ᾽ οὐκ ἀπὸ τῶν πρώτων· καὶ διὰ τοῦτο ἐπι μὲν ταῖς θυσίαις τοῦ Ἄβελ ἐπιδεῖν τὸν Θεόν, ἐπὶ δὲ τοῖς δώροις τοῦ Κάϊν μὴ προσχεῖν· ἐκ τούτου μανθάνειν ἔχομεν ὅτι ἔστι τί καλόν, μὴ ποιῆσαι καλῶς· οἷον ἀμελῶς ἢ καταφρονητικῶς ἢ δι᾽ ἕτερόν τι, καὶ οὐ διὰ Θεόν· καὶ παρὰ τοῦτο συμβαίνει γίνεσθαι, μὴ εὐπρόσδεκτον τῷ Θεῷ.

Τοῦ αὐτοῦ, περὶ προσευχῆς.

Κεφάλαιον πάσης ἀγαθῆς σπουδῆς, καὶ κορυφὴ τῶν κατορθωμάτων, ἡ τῆς προσευχῆς ἐστὶ προσεδρεία, δι᾽ ἧς καὶ τῶν ἄλλων ἀρετῶν ἐν κτήσει γινόμεθα, τοῦ Θεοῦ καλουμένου, χεῖρα συνεργὸν ἐπορέγοντος· καὶ γὰρ κοινωνία τῆς μυστικῆς ἐνεργείας καὶ συνάφεια διαθέσεως τῆς πρὸς Θεὸν ἁγιότητος καὶ αὐτοῦ τοῦ νοῦ δι᾽ ἀγάπης ἀρρήτου πρὸς Κύριον, ἐν τῇ εὐχῇ τοῖς καταξιουμένοις γίνεται· ἔδωκας γάρ, φησιν, εὐφροσύνην εἰς τὴν καρδίαν μου· καὶ αὐτὸς δὲ ὁ Κύριος· ἡ Βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστί· τὸ δὲ ἐντὸς εἶναι τὴν Βασιλείαν, τί ἂν ἄλλο δηλοῦν εἴη ἢ τὴν τοῦ Πνεύματος οὐράνιον εὐφροσύνην ταῖς ἀξίαις ψυχαῖς ἐναργῶς ἐνσημαίνεσθαι; τῆς ἀπολαύσεως γάρ τε καὶ χαρᾶς καὶ τῆς ἐν Πνεύματι εὐφροσύνης, ἧς ἐν φωτὶ αἰωνίῳ οἱ Ἅγιοι ἐν τῇ τοῦ Χριστοῦ μεθέξουσι Βασιλείᾳ, ταύτης τὸν ἀρραβῶνα καὶ τὰ προοίμια, ἐντεῦθεν ἤδη, αἱ ἄξιαι, διὰ τῆς τοῦ Πνεύματος ἐνεργοῦς κοινωνίας, ψυχαὶ λαμβάνουσιν· ὅπερ δὴ καὶ τὸν θεῖον Ἀπόστολον δηλοῦν ἔγνωμεν· ὁ γὰρ παρακαλῶν ἡμᾶς, φησι, ἐν τῇ θλίψει ἡμῶν, τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα καὶ αὐτοὶ ὑπὸ τοῦ Θεοῦ· ἀλλὰ καὶ τὸ, ἡ καρδία μου καὶ ἡ σάρξ μου ἡγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα· καὶ τὸ, ὡς ἐκ στέατος, καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου· καὶ τὰ συνῳδὰ τούτοις, εἰς ταυτὸν φέρουσι, καὶ τὴν τοῦ Πνεύματος ἐνεργὸν εὐφροσύνην καὶ παράκλησιν ὑπαινίττονται.

Ὥσπερ μεῖζον τῶν ἄλλων τὸ τῆς εὐχῆς ἔργον, οὕτω καὶ πόνου πλείονος δεῖ, καὶ μερίμνης τῷ πρὸς αὐτὴν ἐρωτικῶς ἔχοντι· μήπου κλοπήν τινα παρὰ τῆς κακίας ὑπομείνας λάθῃ· οἷς γὰρ μείζονος ἀγαθοῦ ἐπιμέλεια, μείζονι καὶ ὁ πονηρὸς τῇ πείρᾳ προσβάλλει, ὥστε πολλῆς αὐτῷ δεήσει τῆς νήψεως, ἵνα καὶ μᾶλλον καρποὶ ἀγάπης καὶ ταπεινοφροσύνης, ἁπλότητός τε καὶ ἀγαθότητος, καὶ πρὸς ἐπὶ τούτοις, διακρίσεως, ὁσημέραι τῷ παραμόνῳ τῆς εὐχῆς ἀναφύωνται, καὶ αὐτοῦ μὲν φανερὰν τὴν ἐπὶ τὰ θεῖα προκοπὴν καὶ ἐπίδοσιν καθιστῶσι, τοὺς ἄλλους δὲ πρὸς τὸν ἶσον ζῆλον παρακαλῶσιν.

Ἀδιαλείπτως προσεύχεσθαι, καὶ προσκαρτερεῖν τῇ εὐχῇ αὐτός τε ὁ θεῖος Ἀπόστολος καὶ τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον διδάσκει, τόσῳ μᾶλλον, εἰπόντως, ποιήσει ἐκδίκησιν ὁ Θεὸς τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· καὶ τὸ γρηγορεῖτε, καὶ προσεύχεσθε, δεῖ οὖν πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν· ὥσπερ δὲ κεφαλαιωδέστερον, ὁ τῇ εὐχῇ προσκαρτερῶν, εἵλετο ἔργον· οὕτως αὐτὸν ἀγῶνα πολὺν καὶ τόνον ἀνένδοτον ἀνελέσθαι χρή, διὰ τὰ πολλὰ τῇ προσεδρείᾳ τῆς εὐχῆς ὑπεῖναι τὰ τῆς κακίας ἐμπόδια· ὕπνον, ἀκηδίαν, βάρος σώματος, λογισμῶν ἐκτροπήν, νοὸς ἀκαταστασίαν, ἔκλυσιν, καὶ τὰ λοιπὰ τῆς κακίας ἐπιτηδεύματα· εἶτα θλίψεις, καὶ αὐτῶν τῶν πονηρῶν πνευμάτων ἐπαναστάσεις, ἐκθύμως πολεμούντων ἡμῖν, καὶ ἀντικαθισταμένων, καὶ προσεγγίζειν τῷ Θεῷ διειργόντων τὴν κατὰ ἀλήθειαν τὸν Θεὸν ἀπαύστως ἐπιζητοῦσαν ψυχήν.

Πάσῃ σπουδῇ, καὶ νήψει, ὑπομονῇ τε καὶ ἀγῶνι ψυχῆς καὶ πόνῳ σώματος, τὸν τῆς εὐχῆς ἐπιμελούμενον, ἀνδρίζεσθαι χρή, μὴ χαυνούμενον, καὶ συνεπιδιδόντα ταῖς τῶν λογισμῶν ἐκτροπαῖς, ἢ πολλῷ ὕπνῳ, ἢ ἀκηδίᾳ, ἐκλύσει τε καὶ συγχύσει καὶ ταραχώδεσι, καὶ ἀπρεπέσι φωναῖς χρώμενον, ἤτισι τοιούτοις ἐπιτρέποντα τὴν διάνοιαν, μόνῃ μὲν ἐμπληροφορούμενον τῇ παραμόνῳ στάσει, κλίσει τε τῶν γονάτων· τὸν δὲ νοῦν μακράν που τῶν γινομένων ἀποπλανώμενον ἔχοντα· οὐδὲν γὰρ τὸ κωλύον, ἣν μὴ ἀκριβῶς νήφειν παρασκευάζηται, ἐναντιούμενος μὲν ἐν τῇ ὕλῃ τῶν περιττῶν λογισμῶν, διαβασανίζων δὲ πάντας αὐτοὺς καὶ φιλοκρινῶν, ἐπιποθῶν τε ἀεὶ τὸν Κύριον, ποικίλως ὑπὸ τῆς καχίας κατὰ τὸ ἀφανὲς δελεάζεσθαι· ἢ καὶ τῶν μήπω τῇ εὐχῇ δυναμένων προσκαρτερεῖν κατεπαίρεσθαι, καὶ διὰ τῶν τοιούτων τῆς κακίας μηχανημάτων τὴν καλὴν διαφθείρειν ἐργασίαν, καὶ προπίνειν ταύτην τῷ πονηρῷ δαίμονι.

Εἰ μὴ ἡ ταπεινοφροσύνη καὶ ἡ ἀγάπη, ἡ ἁπλότης τε καὶ ἀγαθότης κατακοσμοῦσιν ἡμῖν τὴν εὐχήν, ἡ εὐχὴ αὕτη, μᾶλλον δὲ τὸ πρόσχημα τῆς εὐχῆς, ἥκιστά γε ἡμᾶς ὠφελεῖν δύναται· καὶ οὐκ ἐπὶ τῆς εὐχῆς τοῦτο μόνης φαμέν· ἀλλὰ καὶ ἐπὶ παντὸς καμάτου καὶ πόνου, παρθενίας ἢ νηστείας ἢ ἀγρυπνίας ἢ ψαλμῳδίας ἢ διακονίας ἢ οἱοσδηποτοῦν ἐργασίας, ἀρετῆς ἕνεκεν, ἐπιτελουμένης· εἰ μὴ τοὺς καρποὺς τῆς ἀγάπης, εἰρήνης τε καὶ χαρᾶς καὶ ἁπλότητος, ταπεινοφροσύνης τέ φημι καὶ πραότητος καὶ ἀφελείας, καὶ πίστεως ὡς δέον, μακροθυμίας τε καὶ φιλοφροσύνης ἐν ἑαυτοῖς ὁρᾶν ἔχοιμεν, ἐπ᾽ οὐδενὶ χρησίμῳ τὰ τῶν πόνων ὑπέστημεν· τοὺς γὰρ πόνους διὰ τὴν τῶν καρπῶν ὠφέλειαν ὑπομένειν καταδεχόμεθα· τῶν δὲ καρπῶν τῆς ἀγάπης ἐν ἡμῖν μὴ εὑρισκομένων, περιττὴ πάντως ἡ ἐργασία· ὥστε οὐδὲν οἱ τοιοῦτοι τῶν πέντε μωρῶν παρθένων διενηνόχασι, αἵτινες διὰ τὸ μὴ ἐντεῦθεν ἔχειν ἐν ταῖς καρδίαις τὸ πνευματικὸν ἔλαιον, ὅπερ τῶν εἰρημένων ἐστὶν ἀρετῶν ἡ διὰ τοῦ Πνεύματος ἐνέργεια, μωραί τε ὡνομάσθησαν, καὶ τοῦ Βασιλικοῦ νυμφῶνος ἐλεεινῶς ἀπεκλείσθησαν, μηδὲν τοῦ τῆς παρθενίας ἀπονάμεναι καμάτου· ὥσπερ γὰρ ἐν τῇ τῆς ἀμπέλου γεωργίᾳ, πᾶσα ἐπιμέλεια, καὶ πόνος διὰ τὴν τῶν καρπῶν ἐλπίδα προκαταβάλλεται· καρπῶν δὲ μὴ γεωργηθέντων, εἰκαία πάντων ἡ ἐργασία δείκνυται, οὕτως, εἰ μὴ διὰ τῆς ἐνεργείας τοῦ Πνεύματος καρποὺς ἀγάπης καὶ εἰρήνης καὶ χαρᾶς καὶ τῶν λοιπῶν, ὧν ὁ Ἀπόστολος ἀπηρίθμησεν, ἐν ἑαυτοῖς ἴδοιμεν, καὶ τοῦτο κατὰ πληροφορίαν πᾶσαν, καὶ πνευματικὴν αἴσθησιν διομολογεῖν ἔχοιμεν, περιττός ὁ τῆς παρθενίας, εὐχῆς τε καὶ ψαλμῳδίας, νηστείας, καὶ ἀγρυπνίας κάματος ὑποδείκνυται· οἱ μὲν γὰρ πόνοι οὗτοι καὶ κάματοι τῆς ψυχῆς καὶ τοῦ σώματος, ἐπ᾽ ἐλπίδι πνευματικῶν καρπῶν, ὥσπερ ἔφημεν, ἐπιτελεῖσθαι ὀφείλουσιν· ἡ δ᾽ ἐν ταῖς ἀρεταῖς καρποφορία, ἀπόλαυσίς ἐστι πνευματικὴ μεθ᾽ ἡδονῆς ἀφθάρτου ἐν καρδίαις πισταῖς τε καὶ ταπειναῖς, ὑπὸ τοῦ Πνεύματος ἀπορρήτως ἐνεργουμένη· ὥστε οἱ πόνοι καὶ οἱ κάματοι, καθώς εἰσι πόνοι φημὶ, καὶ κάματοι λογιζέσθωσαν, καὶ οἱ καρποί, καρποί· εἰδέ τις διὰ γνώσεως ἔνδειαν, τὴν ἐργασίαν αὐτοῦ καὶ τὸν κάματον, καρποὺς τοῦ Πνεύματος εἶναι νομίσει, μὴ ἀγνοείτω ψυχαγωγῶν ἑαυτὸν καὶ παρακρούμενος, καὶ τῶν μεγάλων ὄντως καρπῶν τοῦ Πνεύματος, διὰ τοῦ οὕτως ἔχειν, ἀποστερῶν.

Ὥς περ ὁ τῇ ἁμαρτίᾳ ὅλον ἑαυτὸν ἔκδοτον παραχόμενος, τὰ παρὰ φύσιν πάθη τῆς ἀτιμίας, τουτέστιν ἀσέλγειαν, πορνείαν, πλεονεξίαν, μῖσος καὶ δόλον καὶ τὰ λοιπὰ τῆς κακίας ἐπιτηδεύματα ἐν ἀπολαύσει καὶ ἡδονῇ, ὡς φυσικὰ, καταπράττεται, οὕτως ὁ ἐν ἀληθείᾳ, καὶ τελειότητι Χριστιανὸς ὢν, τὰς ἀρετὰς πάσας καὶ τοὺς καρποὺς τοῦ Πνεύματος ἅπαντας τοὺς ὑπὲρ τὴν φύσιν, τὴν ἀγάπην, δηλονότι, καὶ τὴν εἰρήνην, τὴν ὑπομονήν, τὴν πίστιν καὶ τὴν ταπείνωσιν καὶ πᾶν τὸ χρυσοῦν ὄντως γένος τῆς ἀρετῆς, ἐν ἀπολαύσει πολλῇ, καὶ ἡδονῇ πνευματικῇ ἀπονητὶ λοιπόν, καὶ ῥαδίως· ὡς φυσικὰ μέτεισιν· οὐκ ἔτι πρὸς τὰ πάθη τῆς κακίας διαμαχόμενος, ἅτε τελείως ὑπὸ Κυρίου λελυτρωμένος, καὶ ἀπὸ τοῦ ἀγαθοῦ Πνεύματος τὴν ἐντελῆ τοῦ Χριστοῦ εἰρήνην καὶ ἀγαλλίασιν ἐν τῇ καρδίᾳ δεξάμενος· οὗτός ἐστιν ὁ κολληθεὶς τῷ Κυρίῳ, καὶ γενόμενος εἰς ἓν πνεῦμα.

Τοὺς μήπω δυναμένους ἄκρως τῷ τῆς εὐχῆς ἔργῳ διὰ νηπιότητα ἑαυτοὺς ἐπιτρέπειν, τούτους τὴν ὑπηρεσίαν τῶν ἀδελφῶν μετ᾽ εὐλαβείας καὶ πίστεως, φόβου τε θείου, καταδέξασθαι χρή, ὡς τοῦ Θεοῦ ἐντολῇ καὶ ὡς τνευματικῷ πράγματι, διακονουμένους, ἀλλ᾽ οὐχ ὡς παρ᾽ ἀνθρώπων μισθόν, ἢ τιμὴν καὶ εὐχαριστίαν προσδοκωμένους, μὴ διδόντας χώραν ὅλως γογγυσμῷ ἢ ὑψηλοφροσύνῃ ἢ ἀμελείᾳ καὶ χαυνότητι· ὡς μὴ τὸ ἀγαθὸν τοῦτον ἔργον σπιλοῦσθαι καὶ παραφθείρεσθαι, διὰ δὲ τῆς εὐλαβείας μᾶλλον καὶ τοῦ φόβου καὶ τῆς χαρᾶς, εὐπρόσδεκτον τῷ Θεῷ γίνεσθαι.

Τοσαύτῃ φιλανθρωπίᾳ καὶ ἀγαθότητι, ὦ τῶν θείων σπλάγχνων περὶ ἡμᾶς, συγκατέβη τοῖς ἀνθρώποις ὁ Κύριος, τοῦτο πραγματευόμενος, τὸ μηδένα ἔργου ἀγαθοῦ μισθὸν παριδεῖν, ἀλλ᾽ ἀπὸ τῶν μικρῶν ἐπὶ τὰς μείζους τῶν ἀρετῶν, πάντας ἀναγαγεῖν, ὡς μηδὲ ποτηρίου ψυχροῦ ὕδατος ἀποστερεῖν τινα ἀντιδόσεως· εἴρηκε γάρ· ὃς ἂν ποτίσῃ ποτήριον ψυχροῦ μόνον, εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσει τὸν μισθὸν αὐτοῦ· καὶ αὖθις· ἐφ᾽ ὅσον ἑνὶ τούτων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε μόνον κατὰ Θεὸν τὸ γινόμενον, καὶ μὴ κατὰ δόξαν ἀνθρωπίνην γινέσθω· προσέθηκε γὰρ, μόνον εἰς ὄνομα μαθητοῦ· τουτέστι φόβῳ καὶ ἀγάπῃ Χριστοῦ· τοῖς γὰρ ἐπιδεικτικῶς τὸ ἀγαθὸν μετιοῦσι μεμφόμενος ὁ Κύριος, καὶ ἀποφάσει βεβαίᾳ τὸν λόγον ἀσφαλιζόμενος, ἐπάγει λέγων· ἀμὴν λέγω ὑμῖν· ἀπέχουσι τὸν μισθὸν αὐτῶν.

Ἡ ἁπλότης πρὸ τῶν ἄλλων καὶ ἡ ἀφέλεια καὶ ἡ πρὸς ἀλλήλους ἀγάπη καὶ χαρὰ καὶ ταπείνωσις, ἐκ παντὸς τρόπου, ὥς πέρ τις θεμέλιος ὑποβεβλήσθωσαν ἐν τῇ ἀδελφότητι, ἵνα μὴ ἀλλήλων κατεπαιρόμενοι ἢ καταγογγύζοντες, ἀνόνητον ἡμῶν τὸν κάματον ἀποδείξωμεν, καὶ μήτε ὁ ἀδιαλείπτως προσκαρτερῶν ταῖς εὐχαῖς, τοῦ μὴ οὕτω ποιεῖν δυναμένου κατεπαιρέσθω· μήτε ὁ τῇ διακονίᾳ ἑαυτὸν ἐκδιδοὺς τοῦ τῇ προσευχῇ σχολάζοντος καταγογγυζέτω· ὡς εἴγε μετὰ τοιαύτης ἁπλότητός τε καὶ διαθέσεως ἀλλήλοις προσφέροιντο, γίνεται τὸ περίττευμα τῶν ταῖς εὐχαῖς ἐμπαραμενόντων, ἐπὶ τὸ ὑστέρημα τῶν διακονούντων· κἀκείνων τὸ περίσσευμα ἐπὶ τὸ ὑστέρημα τῶν ταῖς εὐχαῖς σχολαζόντων· καὶ οὕτω μᾶλλον ἡ ἰσότης, κατὰ τὸ εἰρημένον, φαίνηται σωζομένη· ὃς τὸ πολύ, οὐκ ἐπλεόνασε, καὶ ὁ τὸ ὀλίγον, οὐκ ἠλαττόνησεν.

Τότε γίνεται τὸ τοῦ Θεοῦ θέλημα ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ὅταν μὴ ὥς περ εἴρηται, ἀλλήλων κατεπαιρώμεθα· ὅταν μὴ μόνον ζήλου χωρίς, ἀλλὰ καὶ μετὰ ἁπλότητος, ἐν μετοχῇ καὶ ἀγάπης, εἰρήνης τε καὶ χαρᾶς συνημμένοι ὦμεν ἀλλήλοις, τὴν τοῦ πλησίον προκοπὴν ἰδίαν, ὡς δέον, καὶ τὴν ἐκείνου ὑστέρησιν, ζημίαν ἑαυτῶν λογιζόμενοι.

Ὁ δὲ ἐν τῇ εὐχῇ ὀκνηρῶς καὶ τῇ διακονίᾳ τῶν ἀδελφῶν καὶ ἐν ἑτέρῳ δὴ τινι ἔργῳ τῷ κατὰ Θεὸν γινομένῳ χαύνως καὶ ἀμελῶς διακείμενος, οὗτος ὑπὸ τοῦ Ἀποστόλου ἀργὸς διαρρήδην καλούμενος, καὶ αὐτοῦ τοῦ ἄρτου ἀνάξιος εἶναι καταψηφίζεται, εἴρηκε γὰρ, ὁ δὲ ἀργὸς μηδὲ ἐσθιέτω· καὶ ἀλλαχοῦ· τοὺς δὲ ἀργοὺς καὶ ὁ Θεὸς μισεῖ, καὶ, ὁ ἀργὸς οὐδὲ πιστὸς εἶναι δύναται· καὶ ἡ σοφία, πολλὴν κακίαν, ἔφη, ἐδίδαξεν ἡ ἀργία· προσήκει τοιγαροῦν ἕκαστον ὁποῖον δήποτε ἔργον κατὰ Θεὸν γινόμενον καρποφορεῖν, καὶ σπουδαίως κἂν ἐφ᾽ ἑνὶ τῶν ἀγαθῶν διατίθεσθαι, ἵνα μὴ τὸ παράπαν ἄκαρπος εὑρισκόμενος, ἀμέτοχος εἰς ἅπαν καὶ τῶν αἰωνίων ἀγαθῶν γένηται.

Πρὸς τοὺς λέγοντάς, φησιν, ἀδύνατον εἶναι τῆς τελειότητος ἐφικέσθαι, καὶ τῆς εἰσάπαξ ἀπαλλαγῆς τῶν παθῶν ἢ καὶ τῆς μετουσίας καὶ πληρώσεως τοῦ ἀγαθοῦ τυχεῖν πνεύματος, ἀναγκαῖον τὴν ἀπὸ τῶν θείων γραφῶν μαρτυρίαν ἐπενεγκεῖν, καὶ δεῖξαι κακῶς εἰδότας αὐτούς, ψευδῶς τε ἅμα καὶ ἐπισφαλῶς λέγοντας· γίνεσθε γάρ, φησιν ὁ Κύριος, ὑμεῖς τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι· τὴν παντελῆ καθαρότητα διὰ τούτων σημαίνων, καὶ θέλω, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ οὗτοι ὦσι μετ᾽ ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν· ταῦτα τοῦ εἰρηκότος ἐκείνου εἰσίν, ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου, οὐ μὴ παρέλθωσι· καὶ τὸ τοῦ Ἀποστόλου· ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ· καὶ τὸ μέχρι δὲ καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, εἰς ταυτὸν φέρει· οὕτω δὲ πρὸς τὴν τελειότητα ἀφορῶντας συμβαίνει δύω τὰ κάλλιστα γίνεσθαι, σύντονον τε καὶ ἀδιάπαυστον τὸν ἀγῶνα ἔχοντας, εἰς τὸ πέρας διώκειν διὰ τὴν ἐλπίδα τοῦδε τοῦ μέτρου, φημί, καὶ τῆς ἀναβάσεως, τύφῳ τε μὴ ἁλίσκεσθαι, ἀλλὰ μετριοφρονεῖν, καὶ μικροὺς ἑαυτοὺς ἡγεῖσθαι διὰ τὴν μήπω τοῦ τελείου κατάληψιν.

Οἱ ταῦτα λέγοντές, φησὶν, ἐκ τριῶν τρόπων τὴν μεγίστην τῇ ψυχῇ περιάπτουσι βλάβην· πρῶτον μὲν, ὅτι ταῖς θεοπνεύστοις φαίνονται διαπιστοῦντες γραφαῖς, εἴθ᾽ ὅτι τὸν μείζονά τε καὶ τέλειον μὴ προσκτησάμενοι τοῦ χριστιανισμοῦ σκοπόν, μηδὲ πρὸς ἐκεῖνον φθάσαι κατατεινόμενοι, πόνον καὶ σπουδήν, πεῖναν τε καὶ δίψαν τῆς δικαιοσύνης ἔχειν οὐ δύνανται· ἀλλὰ τοῖς ἐξωτέροις σχήμασί τε καὶ ἤθεσι καὶ ὀλίγοις τισὶ κατορθώμασιν ἐμπληροφορούμενοι, τῆς μακαρίας ἐλπίδος καὶ τελειότητος καὶ τῆς παντελοῦς τῶν παθῶν καθάρσεως ἀπολείπονται· τὸ τρίτον, ὅτι οἰόμενοι τῆς ἀκρότητος ἐφικέσθαι, τῇ κατορθώσει τῶν ὀλίγων, ὡς ἔφημεν, ἀρετῶν, καὶ μὴ πρὸς τέλειον ἐπειγόμενοι, οὐ μόνον ταπείνωσιν καὶ πτωχείαν καὶ συντριβὴν καρδίας ἥκιστα ἔχειν δύνανται, ἀλλὰ δικαιοῦντες ἑαυτοὺς ὡς ἤδη κατειληφότας, οὐ προκοπὴν οὐκ ἐπίδοσιν ὁσημέραι δέχονται.

Τοὺς ἀδύνατόν, φησιν, ἡγουμένους τὴν κατόρθωσιν ταύτην τὴν διὰ τοῦ πνεύματος τοῖς ἀνθρώποις ἐγγιγνομένην, ἥτις ἡ καινὴ κτίσις ἐστὶ τῆς καθαρᾶς καρδίας, ὁ Ἀπόστολος διαρρήδην ἐοικότας αὐτοὺς δείκνυσι τοῖς δι᾽ ἀπιστίαν τὴν γῆν τῆς ἐπαγγελίας εἰσελθεῖν μὴ ἠξιωμένοις, καὶ διὰ τοῦτο πεπτωκότων αὐτοῖς τῶν κώλων ἐν τῇ ἐρήμῳ, ὃ γὰρ ἐκεῖ ἐπαγγελίας γῆ κατὰ τὸ φανερόν, τοῦτο ἐνταῦθα παθῶν ἀπολύτρωσις κατὰ τὸ κρυπτόν· ὅπερ δὴ καὶ ὁ Ἀπόστολος, τέλος πάσης ἐντολῆς εἶναι ἀπέδειξε· καὶ τοῦτό ἐστιν ἡ ἀληθινὴ τῳόντι τῆς ἐπαγγελίας γῆ, καὶ δι᾽ αὐτὴν πάντα ἐκεῖνα τυπικῶς παραδέδοται· παρ᾽ ὃ καὶ ὁ θεσπέσιος Παῦλος, δι᾽ ἀσφαλείας τὰ τῶν μαθητῶν ποιούμενος, ὡς μή τινα συμβῆναι ἀπιστίας ἁλῶναι φρονήματι· βλέπετε ἀδελφοί μού φησι, μή ποτε εἴη ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος· τὸ δὲ ἀποστῆναι, οὐκ ἐπὶ τοῦ ἀρνήσασθαι, ἀλλ᾽ ἐπὶ τοῦ ταῖς ἐπαγγελίαις αὐτοῦ ἀποστῆσαι τέθηκεν· ἀμέλει καὶ τὰ τυπικὰ τῶν Ἰουδαίων ἀλληγορῶν, καὶ παραβάλλων ταῦτα πρὸς τὴν ἀλήθειαν, ἐπιφέρει λέγων· τινὲς γὰρ παρακούσαντες παρεπίκραναν, ἀλλ᾽ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωσέως· τίσι δὲ προσώχθισε τεσσαράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ; τίσι δὲ ὥμωσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰμὴ τοῖς ἀπειθήσασι; καὶ βλέπομεν, ὅτι οὐκ ἐδυνήθησαν εἰσελθεῖν δι᾽ ἀπιστίαν· καὶ ἐπάγει· φοβηθῶμεν οὖν μή ποτε καταλιπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ δοκεῖ τις ἐξ ὑμῶν ὑστερηκέναι· καὶ γάρ ἐσμεν εὐηγγελισμένοι, καθάπερ κἀκεῖνοι· ἀλλ᾽ οὐκ ὡφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους μὴ συγκεκραμένους τῇ πίστει τοῖς ἀκούσασιν· εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες· καὶ μετ᾽ ὀλίγα πάλιν ἐπιφέρει· σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι περιπέσῃ τῆς ἀπειθίας· τίς δὲ Χριστιανῶν ἀληθινὴ κατάπαυσις ἑτέρα, ἢ τῶν τῆς ἁμαρτίας παθῶν ἡ ἀπολύτρωσις, καὶ ἡ πληρεστάτη καὶ ἐναργὴς τοῦ ἀγαθοῦ πνεύματος ἐν τῇ καθαρᾷ καρδίᾳ ἐνοίκησις; ταύτῃ τοι καὶ ἐνάγων αὐτούς πάλιν πρὸς τὴν πίστιν φησί· προσερχώμεθα οὖν μετ᾽ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἐρραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς· καὶ αὖθις· πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Ἰησοῦ καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ; προσήκει τοίνυν, διὰ τὴν τῶν ῥημάτων τούτων ἐπηγγελμένην τοῦ Θεοῦ πρὸς ἀνθρώπους ἄμετρον ἀγαθότητα καθομολογεῖν ἡμᾶς, οἷα δούλους εὐγνώμονας, καὶ ἀληθῆ καὶ βέβαια λογίζεσθαι τὰ ἐπηγγελμένα· ἵνα κἂν διὰ νοθείαν ἢ ἀσθένειαν προαιρέσεως, μὴ καθάπαξ ἑαυτοὺς τῷ πεποιηκότι παρέσχομεν, μηδὲ τῶν μεγάλων καὶ τελείων τῆς ἀρετῆς ἀντεποιησάμεθα μέτρων, ἀλλ᾽ οὖν γέ τινος ἐλέους διὰ τὸ ὀρθὸν καὶ ἀδιάστροφον τοῦ φρονήματος, καὶ τῆν ὑγιᾶ πίστιν ἐπιτεύξεσθαι δυνηθῶμεν.

Τὸ τῆς εὐχῆς καὶ τοῦ λόγου ἔργον ἁρμοζόντως ἐπιτελούμενοι, πάσης ἀρετῆς τε καὶ ἐντολῆς ὑπεράνω τελεῖ· καὶ τούτου μάρτυς αὐτὸς ὁ Κύριος· ἐπειδὴ γὰρ εἰς τὴν οἰκίαν Μάρθας τέ φημι καὶ Μαρίας παρέβαλε, τῆς μὲν Μάρθας περὶ τὴν διακονίαν ἀσχολουμένης, Μαρίας δὲ παρὰ τοὺς αὐτοῦ πόδας καθεζομένης, καὶ τῇ ἀμβροσίᾳ τῆς θείας ἐκείνης γλώττης εὐωχουμένης, μεμφομένης αὐτὴν τῆς ἀδελφῆς, ὅτι μὴ συμπράττῃ ταύτῃ, καὶ διὰ τοῦτο τῷ Χριστῷ προσελθούσης, αὐτὸς πρὸς αὐτὴν τὸ κυριώτερον τοῦ δευτέρου προθείς, Μάρθα Μάρθα ἔφη, μεριμνᾶς καὶ τυρβάζῃ περὶ πολλά, ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾽ αὐτῆς· τοῦτο δὲ εἴρηκεν, ὥσπερ ἔφημεν, οὐχ ὡς τὸ τῆς διακονίας ἔργον ἀποποιούμενος, ἀλλ᾽ ὡς τὸ μεῖζον πάντως τοῦ ἐλάττονος προτιθείς· ἐπεὶ πῶς αὐτὸς ἠνείχετο τῆς διακονίας; πῶς δέ καὶ αὐτουργὸς φαίνεται τούτου γενόμενος, καὶ τοὺς πόδας νίψας τῶν μαθητῶν; τοσοῦτόν τε ἀπεχόμενος τοῦ κωλύσαι, ὅτι καὶ τὸν ἶσον τρόπον πρὸς ἀλλήλους ποιεῖν τοῖς μαθηταῖς ἐγκελεύεται; οὐ μὴν ἀλλὰ καὶ αὐτοὺς εὑρήσεις τοὺς Ἀποστόλους, ἡνίκα πρότερον περὶ τὴν τῶν τραπεζῶν ἐπονοῦντο διακονίαν, τοῦ μείζονος ἔργου πρόκρισιν θεμένους τῆς εὐχῆς φημί, καὶ τοῦ λόγου· οὐ δίκαιον γάρ, φησιν, ἡμᾶς καταλιπόντας τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις, ἐκλεξάμενοι ἄνδρας πλήρεις Πνεύματος Ἁγίου καταστήσωμεν, ἐπὶ τῆς διακονίας ταύτης· ἡμεῖς δὲ τῇ διακονίᾳ τοῦ λόγου καὶ τῇ προσευχῇ προσκαρτερῶμεν· ὁρᾶς, τὰ πρῶτα τῶν δευτέρων προέκριναν, καίπερ ἀμφότερα μιᾶς ἀγαθῆς ῥίζης οὐκ ἀγνοοῦντες εἶναι βλαστήματα;

Τοῦ αὐτοῦ περὶ ὑπομονῆς, καὶ διακρίσεως.

Τοῖς πειθαρχεῖν τῷ λόγῳ τοῦ Θεοῦ βουλομένοις, καὶ ἀγαθὸν καρπὸν ἐργαζομένοις, σημεῖα παρακολουθεῖ ταῦτα· στεναγμός, κλαυθμός, κατήφεια, ἡσυχία, κεφαλῆς κίνησις, προσευχή, σιωπή, ἐπιμονή, ὀδυνηρὸν πένθος, πόνος καρδίας ὑπὲρ εὐσεβείας γενόμενος· τὰ δὲ ἔργα· ἀγρυπνία, νηστεία, ἐγκράτεια, πραότης, μακροθυμία, ἀδιάλειπτος προσευχή, μελέτη τῶν θείων γραφῶν, πίστις, ταπείνωσις, φιλαδελφία, ὑποταγή, πόνος, κακοπάθεια, ἀγάπη, ἀγαθωσύνη, κοσμιότης, καὶ τὸ ὅλον, φῶς, ὅ ἐστιν ὁ Κύριος, τῶν δέγε μὴ ποιούντων καρπὸν ζωῆς, σημεῖά ἐστι ταῦτα· ἀκηδία, μετεωρισμός, περίβλεψις, ἀπροσεξία, γογγυσμός, κέπφωσις· τὰ δὲ ἔργα· ἀδηφαγία, ὀργή, θυμός, καταλαλιά, φυσίωσις, ἀκαιρολογία, ἀπιστία, ἀκαταστασία, λήθη, ταραχή, αἰσχροκέρδεια, φιλαργυρία, ζῆλος, ἐρίθεια, ὑπεροψία, φλυαρία, ἅκαιρος γέλως, ἐθελοδοξία, καὶ τὸ πᾶν, σκότος, ὅπερ ἐστὶν ὁ σατανᾶς.

Κατ᾽ οἰκονομίαν θειοτέραν φησίν, οὐκ εὐθέως εἰς τὴν κληρωθεῖσαν αὐτῷ γέενναν ὁ πονηρὸς παρεπέμφθη· ἀλλὰ βασάνου καὶ δοκιμασίας χάριν, τούτε ἀνθρώπου φημί, καὶ τοῦ αὐτεξουσίου παρείθη· ἵνα καὶ ἄκων δοκιμωτέρους καὶ δικαιοτέρους μὲν τοὺς Ἀγίους διὰ τῆς ὑπομονῆς ἀπεργάσηται, καὶ μείζονος αὐτοῖς δόξης αἴτιος καταστῇ· ἑαυτῷ δὲ πάλιν διὰ τῆς ἰδίας ἐθελοκακίας, καὶ τῶν κατὰ τῶν Ἁγίων ἐπινοιῶν, δικαιοτέραν κατασκευάσῃ τὴν κόλασιν· καὶ ἵνα, ὥς φησιν ὁ θεῖος Ἀπόστολος, καθ᾽ ὑπερβολὴν γένηται ἁμαρτωλὸς ἡ ἁμαρτία.

Ἀπατήσας τὸν Ἀδὰμ ὁ ἐχθρὸς καὶ οὕτως αὐτοῦ κυριεύσας ἀφεῖλέ τε αὐτὸν τὴν ἐξουσίαν, καὶ ἄρχων ἐκεῖνος τοῦ αἰῶνος τοῦδε προσηγορεύθη· ἄρχων δὲ τοῦ αἰῶνος τούτου καὶ δεσπότης τῶν ὁρωμένων ὁ ἄνθρωπος ἦν ἐξ ἀρχῆς, ὑπὸ τοῦ Κυρίου κατασταθείς· οὔτε γὰρ πῦρ αὐτοῦ κατίσχυεν, οὐχ ὕδωρ ἐπόντιζεν, οὐ θηρίον ἔβλαπτεν, οὐχ ἰοβόλον ἐπ᾽ αὐτῷ τὸ οἰκεῖον ἐνήργει· ἀφ᾽ οὗ δὲ τῇ ἀπάτῃ εἶξε, προδέδωκε τῷ ἀπατήσαντι τὴν ἀρχήν· δι᾽ ἣν αἰτίαν φαρμακοί τε, καὶ γόητες κατ᾽ ἐναντίαν ἐνέργειαν, Θεοῦ τε συγχώρησιν, παραδοξοποιοὶ δείκνυνται· ἰοβόλων τε γὰρ κυριεύουσι, καὶ πυρὸς καὶ ὑδάτων κατατολμῶσιν, ὡς οἱ περὶ Ἰαννῆν, φημί, καὶ Ἰαμβρῦν τῷ Μωϋσῇ ἀντικείμενοι, καὶ ὡς Σίμων τῷ Κορυφαίῳ Πέτρῳ ἀντιφερόμενος.

Οἶμαι φησίν, ὅτι καὶ τὴν προτέραν τοῦ Ἀδὰμ δόξαν ὁμοίως τῷ προσώπῳ Μωσέως ἐπιλάμπουσαν, τὸν ἐχθρὸν θεασάμενον ἱκανῶς τρωθῆναι· τούτῳ καθαπερεὶ τεκμηράμενον τὴν τῆς ἑαυτοῦ βασιλείας καθαίρεσιν· οὐδὲν δὲ τὸ κωλύον καὶ τὸ τοῦ Ἀποστόλου ῥητὸν πρὸς τοῦτο φέρεσθαι, τὸ· ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας· δοκῶ γάρ μοι, τὸ δεδοξασμένον πρόσωπον Μωσέως, τύπον καὶ ὑπόδειγμα σώζειν τοῦ πρώτου διὰ χειρῶν Θεοῦ δημιουργηθέντος ἀνθρώπου· ὅπερ ἰδόντα τὸν θάνατον, τουτέστι τὸν θανάτου αἴτιον διάβολον, ἐκεῖ μὴν ὑποπτεῦσαι τῆς βασιλείας διαπεσεῖν· ἐπὶ δὲ τοῦ Κυρίου, καὶ πρὸς ἀλήθειαν τοῦτο παθεῖν· ταύτην τοιγαροῦν τὴν δόξαν ἀπόγε τοῦ νῦν οἱ ἀψευδεῖς Χριστιανοὶ περιβάλλονται· καὶ ἔνδοθεν ὑπ᾽ αὐτῶν ὁ θάνατος, εἴτ᾽ οὖν τὰ τῆς ἀτιμίας καταργεῖται πάθη, ἐνεργεῖν μὴ δυνάμενα· ἅτε δὴ τῆς τοῦ Πνεύματος δόξης ἐν αἰσθήσει καὶ πληροφορίᾳ πάσῃ ταῖς ψυχαῖς αὐτῶν ἐλλαμπούσης· ἐν δέγε τῇ ἀναστάσει, καταργηθήσεται τελείως ὁ θάνατος.

Διὰ τῆς γυναικός, ὡς δι᾽ ὁμοίου τινός, τὸν Ἀδάμ ὁ ἐχθρὸς ἀπατήσας, ἀφαιρεθῆναι τὴν περικειμένην αὐτῷ δόξαν πεποίηκε· καὶ οὕτω γυμνός τε εὑρέθη, καὶ τὴν ἀσχημοσύνην οἶδε τὴν ἑαυτοῦ, ἣν περ δὴ πρότερον οὐχ᾽ ἑώρα, ἅτε τοῦ φρονήματος αὐτοῦ τοῖς οὐρανίοις κάλλεσιν ἐντρυφῶντος· καὶ γὰρ μετὰ τὴν παράβασιν πρόσγεια γέγονεν αὐτῷ, καὶ χαμαιπετῆ τὰ νοήματα· καὶ τὸ ἁπλοῦν αὐτοῦ, καὶ ἀγαθὸν φρόνημα φρονήματι κακίας σαρκικῷ συνεπλάκη, τὸ δὲ κλεισθῆναι τὸν Παράδεισον καὶ τῇ φλογένῃ ῥομφαίᾳ, καὶ τῷ Χερουβεὶμ ἐπιτραπῆναι διακωλύειν αὐτῷ τὴν εἴσοδον, τοῦτο κατὰ μὲν τὸ ὁρατὸν καὶ πιστεύεται γεγενῆσθαι, ὡς εἴρηται· εὑρίσκεται δὲ καὶ παρ᾽ ἑκάστῃ ψυχῇ κατὰ τὸ λανθάνον, κύκλῳ γὰρ τῆς καρδίας τὸ κάλυμμα τοῦ σκότους περιχωρεῖ, τὸ πῦρ φημὶ τοῦ κσσμικοῦ πνεύματος, ὅπερ οὔτε τὸν νοῦν εὐτυχεῖν τῷ Θεῷ, οὔτε τὴν ψυχὴν ἀφίησι κατὰ τὸ αὐτῆς θέλημα ἢ εὔξασθαι ἢ πιστεῦσαι ἢ ἀγαπῆσαι τὸν Κύριον· τούτων δὲ πάντων ἡ πεῖρα διδάσκαλος τοῖς γνησίως ἑαυτοὺς τῷ Κυρίῳ πιστεύσασι τῇ τε ἐπιμονῇ τῆς εὐχῆς καὶ τῇ εὐτόνῳ κατὰ τοῦ πολεμοῦντος ὁρμῇ.

Ράβδος ἐστὶ παιδείας καὶ λῶρος μαστίγων ὃ τοῦδε τοῦ αἰῶνος ἄρχων τοῖς κατὰ πνεῦμα νηπίοις· αὐτοῖς μὲν, ὥς περ γοῦν καὶ πρότερον εἴρηται, μεγάλην δόξαν καὶ πλείονα τὴν τιμὴν διὰ τῶν θλίψεών τε καὶ πειρασμῶν προξενῶν· ἐκ τούτων γὰρ καὶ τὸ τελείους αὐτοῖς γίνεσθαι περιγίνεται, ἑαυτῷ δὲ πλείονά τε καὶ βαρυτέραν κατασκευάζων τὴν κόλασιν· ὅλως γὰρ μεγίστη τις δι᾽ αὐτοῦ οἰκονομεῖται οἰκονομία· καθὼς εἴρηταί που, συνεργεῖ τὸ πονηρὸν τῷ ἀγαθῷ προαιρέσει οὐ καλῇ· ταῖς γὰρ ἀγαθαῖς καὶ καλὴν τὴν προαίρεσιν ἐχούσαις ψυχαῖς καὶ τὰ δοκοῦντα λυπηρὰ εἰς ἀγαθὸν τελευτᾷ· καθάπερ καὶ τὸ τῷ Ἀποστόλῳ εἰρημένον ἐστίν, ἤγουν τὸ, τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν.

Τούτου ἕνεκεν ἡ τῆς παιδείας αὕτη ῥάβδος ἀφείθη φησίν, ἵνα δι᾽ αὐτῆς ὡς ἐν καμίνῳ πυρὸς τὰ σκεύη πυρούμενα στερεώτερα εὑρεθῇ· τὰ δὲ ἀδόκιμα εὔθραστα ὄντα ἐλεγχθῇ, τοῦ πυρὸς τὴν καῦσιν οὐχ ὑπομείναντα· δοῦλος δὲ ὢν οὗτος καὶ κτίσμα δεσποτικόν, οὐχ ὅσον αὐτῷ δοκεῖ ἐκπειράζει, οὐδὲ καθόσον βούλεται τὰς θλίψεις ἐπάγει· ἀλλ᾽ ὅσον δὴ τὸ δεσποτικὸν ἐπιτρέψει νεῦμα διὰ τῆς παραχωρήσεως· αὐτὸς γὰρ σὺν ἀκριβείᾳ τὰ πάντων εἰδώς, ὁπόσον ἐστὶ δύναμις ἑκάστῳ, τοσοῦτον αὐτῷ καὶ τὸ δοκίμιον ὑποστῆναι παραχωρεῖ, καθὰ δὴ καὶ τῷ Ἀποστόλῳ δοκεῖ· πιστὸς γὰρ ὁ Θεός, φησιν, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑπενεγκεῖν.

Ὁ ζητῶν καὶ κρούων, κατὰ τὴν τοῦ Κυρίου φωνήν, καὶ μέχρι τέλους αὐτῶν, τυγχάνει τῶν αἰτημάτων· μόνον ἐχέτω παρρησίαν οὗτος, τοῦ τῷ νῷ καὶ γλώττῃ ἀπαραλείπτως ἐπιζητεῖν, καὶ Θεῷ τῇ σωματικῇ λατρείᾳ ἀνενδότως προσκαρτερεῖν· μὴ τοῖς κοσμικοῖς πράγμασιν ἐμπλεκόμενος μηδὲ τοῖς τῆς κακίας πάθεσι συνηδόμενος· ἁψευδὴς γὰρ ὁ εἰπὼν ὅτι πᾶν ὃ ἐὰν αἰτήσητέ με ἐν προσευχῇ πιστεύοντες λήψεσθε· οἱ δὲ λέγοντες ὅτι κἂν πάντα ποιήσειέ τις τὰ ἐπιτεταγμένα, παραμείνας δὲ, μὴ τύχῃ τῆς χάριτος, κατὰ τὸν αἰῶνα τοῦτον, οὐδὲν ὤνησε· κακῶς οἴδασί τε καὶ λέγουσι, καὶ ταῖς θείαις ἀσυμφώνως γραφαῖς· οὐ γάρ ἐστιν ἀδικία παρὰ τῷ Θεῷ, ἵνα τῶν ἡμῖν καθηκόντων κατορθωθέντων, αὐτὸς τῶν παρ᾽ ἑαυτοῦ ἀμελήσειε· μόνον ἐπιμελὲς ἔστω σοι, εὑρεθῆναι τότε, ὅτε σου ἡ ψυχὴ τοῦ ἀθλίου τοῦδε λύεται σώματος, ἀγωνιζόμενον, σπεύδοντα, προσδεχόμενον τὴν ἐπαγγελίαν, προσκαρτεροῦντα, πιστεύοντα, ἐν διακρίσει ζητοῦντα· κἀγώ σοι λέγω, καὶ μὴ ἀπίστει, μετὰ χαρᾶς ἀπελεύσῃ. καὶ παρρησίαν ἕξεις, καὶ τῆς βασιλείας ὀφθήσῃ ἄξιος· καὶ γὰρ ὁ τοιοῦτος, ἐν λεπτότητι διὰ τῆς πίστεώς φημι, καὶ τῆς προθυμίας, ἤδη κοινωνεῖ τῷ Θεῷ· ὡς γὰρ ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ταύτην ἐν τῇ καρδίᾳ μεμοίχευκε καίτοιγε κατὰ σῶμα μὴ μιανθεὶς οὗτος, ὅμως ὡς μοιχεύσας ἤδη λελόγισται, οὕτως ὁ τὰ πονηρὰ μὲν ἐκ καρδίας ἀποστραφείς, τῷ δὲ Κυρίῳ κολλώμενος πόθῳ, καὶ ἐκζητήσει, προσεδρείᾳ τέ φημι καὶ θεοφιλεῖ διαθέσει, καθάπερ ἤδη κοινωνεῖ τῷ Θεῷ, καὶ μέγα δῶρον αὐτίκα παρὰ Θεοῦ ἔχει αὐτὸ τοῦτο, τὸ τῇ εὐχῇ προσεδρεύειν, τῇ ἀγαθῇ τε σπουδῆ καὶ πολιτείᾳ τῇ φιλαρέτῳ, εἰ γὰρ καὶ ποτηρίου ψυχροῦ δόσις οὐκ ἄμισθος, πόσῳ μᾶλλον τοῖς αὐτῷ προσανέχουσιν ἡμέρας τε καὶ νυκτός, δεομένοις τὸ ἐπαγγελθέν, ὁ Θεὸς οὐ παρέξει.

Πρὸς τοὺς διαποροῦντας φησι, τί ὅτι μοι γίνεταί τις ἡμέρα, ἐν ᾗ καὶ διὰ μίσους ἔχω τὸν ἀδελφόν, ἢ καὶ ἄλλα τινὰ συνεπίσταμαι, ἃ καὶ ἄκοντα συμβαίνει μοι πάσχειν· ταῦτα λεκτέον· ὡς ὁ μὲν ἀγὼν ἅπας καὶ ἡ σπουδὴ τῷ ἀνθρώπῳ, ὥστε τῷ πονηρῷ καὶ τοῖς πονηροῖς ἀντιτίθεσθαι λογισμοῖς διὰ παντὸς ἔστω· ἀμήχανον δὲ, ὅπου τὸ σκότος ἐστὶ τῶν παθῶν καὶ ὁ θάνατος, τοῦ φρονήματός φημι τῆς σαρκός, μὴ ἐπιδείκνυσθαί τινα καὶ καρπὸν ἴδιον τὴν κακίαν, ἤτοι κεκρυμμένως ἢ φανερῶς· ὥς περ γάρ τι τραῦμα ἐν σώματι ὃν, ἀδύνατον ἕως οὕπω τέλεον ἰάθη, μὴ καὶ ὀλίγῳ τινί τῷ ἰχῶρι μυδᾶν, δίυγρον εἶναι, καὶ σήπεσθαι, ἢ φυσᾶν, καὶ ὀγκοῦσθαι· καὶ ταῦτα θεραπευόμενόν τε καὶ μηδενὸς τῶν εἰς ἐπιμελείας τούτου λόγον ἡκόντων ἀπαξιούμενον· ἀμεληθὲν δὲ σῆψιν, ἔστι δ᾽ ὅτε καὶ λύμην τῷ ὅλῳ ἐνεργάζεται σώματι· τὸν αὐτὸν οἶου μοι τρόπον καὶ τὰ τῆς ψυχῆς πάθη, καί τοι πολλῆς ἀπολαύοντα τῆς σπουδῆς, ὅμως ἔνδον σμύχοντα ἐπιμένειν· πλὴν ἀλλὰ τῷ παραμόνῳ τῆς ἐπιμελείας διὰ τῆς τοῦ Χριστοῦ χάριτός τε καὶ συνεργείας ἐντελῆ λαμβάνει τὴν ἴασιν· ἔστι γάρ τις κρυπτὸς ῥύπος, καὶ περιττόν τι σκότος παθῶν, ὃ παρὰ τὴν καθαρὰν τοῦ ἀνθρώπου φύσιν, διὰ τῆς τοῦ Ἀδὰμ παραβάσεως, παρεισέδυ πάσῃ τῇ ἀνθρωπότητι· καὶ τοῦτο θολοῖ, καὶ καταμιαίνει καὶ τὸ σῶμα δήπου καὶ τὴν ψυχήν· ἀλλ᾽ ὥσπερ σίδηρος πυρούμενός τε, καὶ τυπτόμενος ἐκκαθαίρεται, ἢ χρυσὸς χαλκῷ ἢ καὶ σιδήρῳ συγκραθεὶς πυρὶ διαιρεῖται μόνῳ· οὕτω καὶ ἡ ψυχὴ διὰ τῶν ἀχράντων τοῦ σωτῆρος παθῶν, τῷ ἀγαθῷ Πνεύματι πυρουμένη καὶ τυπτομένη, παντὸς πάθους καὶ πάσης ἐκκαθαίρεται ἁμαρτίας.

Ὥσπερ τινὲς λαμπάδες πολλαὶ ἑνὶ ἐλαίῳ καὶ ἑνὶ ἀναφθῆναι πυρὶ οὐκ ἴσῳ τῷ μέτρῳ πολλάκις τὴν τοῦ πυρὸς αὐγὴν ἀφιᾶσιν, οὕτω καὶ τὰ χαρίσματα τὰ ἐκ διαφόρων κατορθωμάτων διάφορον ἔχει καὶ τὴν αὐγὴν τοῦ ἀγαθοῦ Πνεύματος, ἢ ὥσπερ ἐν πόλει πολλῶν ὄντων, καὶ τὴν αὐτὴν οἰκούντων, ἑνί τε ἄρτῳ καὶ ἑνὶ χρωμένων ὕδατι, οἱ μὲν αὐτῶν ἄνδρες, οἱ δὲ νήπιοι, οἱ δὲ παῖδές εἰσιν, οἱ δὲ γέροντες, καὶ πολὺ τὸ παραλλάττον ἐν αὐτοῖς καὶ διάφορον· ἢ ὥς περ σῖτος ἐν μιᾷ καὶ τῇ αὐτῇ χώρᾳ κατεσπαρμένος, διαφόρους δήπου καὶ τοὺς στάχυας ἀναδίδωσιν· ἐν μέντοι τῇ αὐτῇ ἄλλῳ συνάγεται, καὶ τῇ αὐτῇ ἀποθήκῃ ἐναποτίθεται· οὕτως οἴου μοι, κἂν τῇ τῶν νεκρῶν ἀναστάσει, διαφορὰν δόξης τῶν ἀνισταμένων δοξάζεσθαι καὶ γνωρίζεσθαι κατὰ τὴν ἀξίαν τῶν κατορθωμάτων· κατὰ τὴν μετουσίαν τοῦ ἐντεῦθεν ἤδη ἐνῳκηκότως αὐτοῖς θείου Πνεύματος· καὶ τοῦτο εἶναι τὸ, ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ.

Εἰ καὶ σμικρότεροί τινες ἀστέρες ἀστέρων εἰσίν, ἀλλὰ τῷ ἑνὶ πάντως φωτὶ διαλάμπουσιν, ἡ μὲν οὖν εἰκών, δήλη, τοῦτο δὲ μόνον κατὰ σπουδὴν ἔστω, ἵνα τις γεννηθεὶς τῷ Πνεύματι τῷ Ἁγίῳ, τὴν ἔνοικον ἀπονίψῃται ἁμαρτίαν· καὶ γὰρ ἔν τινι μέρει καὶ αὐτὴ ἐκείνη ἡ διὰ τοῦ Πνεύματος τοῦ Ἁγίου γέννησις, εἰκόνα τελειότητος ἔχει, ἔν τε τῇ μορφῇ καὶ τοῖς μέλεσιν· οὐ μέντοι δυνάμει ἢ νῷ ἢ ἀνδρείᾳ· ὁ γὰρ πρὸς ἄνδρα τέλειον καὶ μέτρον ἀφικόμενος ἡλικίας, τὰ τοῦ νηπίου πέφυκε καταργεῖν· καὶ τοῦτο ἐστιν, ὅπερ ὁ Ἀπόστολος λέγει· εἴτε γλῶσσαι καταργηθήσονται εἴτε Προφητεῖαι· ὥς περ γὰρ ὁ ἀνὴρ ἤδη γενόμενος, οὔτε τροφὰς οὔτε λόγους τοὺς παιδὶ προσήκοντας καταδέχεται, ἀλλ᾽ ἀναξιοπαθεῖ πρὸς αὐτά, ὡς ἑτέρας ἤδη διαγωγῆς ἐπιβάς, οὕτως ὁ πρὸς τελείωσιν τῶν Εὐαγγελικῶν αὐξάνων κατορθωμάτων, τὴν νηπιότητα τὴν ἑαυτοῦ πρὸς τὴν τελειότητα καταπαύει· ὅτε γὰρ φησὶ πάλιν ὁ θεῖος Ἀπόστολος, γέγονα ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου.

Τὸ μὲν κατὰ πνεῦμα γεννώμενον, τρόπῳ τινί, καθὼς ἐδείκνυμεν, τέλειόν ἐστιν· ὥς περ καὶ τουτὶ τὸ νήπιον τέλειον εἶναι λέγομεν, ἐν τῷ τὰ μέρη πάντα τῆς ὁλότητος ἀποσώζειν· πλὴν ὁ μὲν Κύριος οὐ Πνεῦμα, καὶ χάριν δίδωσιν, ἵνα τις περιπέσῃ ταῖς ἁμαρτίαις· αὐτοῖς δὲ ἑαυτοὶ αἵτιοι τῶν κακῶν οἱ ἄνθρωποι, τῇ χάριτι μὴ στοιχοῦντες, καὶ διὰ τοῦτο τοῖς κακοῖς ἁλισκόμενοι· δύναται δὲ καὶ ἐξ ἰδίων ὀλισθαίνειν, καὶ φυσικῶν ὁ ἄνθρωπος λογισμῶν, ἀμελῶν ἢ καταφρονῶν, ἢ καὶ οἰήσει χρώμενος· ἄκουε γὰρ τί φησὶν ὁ Παῦλος· ἵνα δὲ μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν· ὁρᾶς; ὅτι καὶ οἱ τηλικούτων ἁψάμενοι μέτρων, ἐπιδεεῖς εἰσὶν ἀσφαλείας; ἀλλως τε καὶ εἰ μὴ δῷ πρόφασιν τῷ σατανᾷ ὁ ἄνθρωπος. οὐ κυριεύσειεν ἂν αὐτοῦ βίᾳ· παρὰ τοῦτο, οὔτε τῷ μέρει τοῦ Χριστοῦ, οὔτε τοῦ ἀντικειμένου, τὸ πρᾶγμα λογίζεται· ἀλλὰ τῇ μὲν χάριτι τοῦ Πνεύματος προστεθεὶς εἰς τέλος, τῆς μερίδος γίνεται τοῦ Χριστοῦ· μὴ οὕτω δὲ σχών, κἂν Πνεύματι γεννηθῇ, τὸ δὲ ἐστί, κἂν μέτοχος καὶ τοῦ Ἁγίου Πνεύματος γένηται, παρ᾽ ἑαυτοῦ ἕξει, τὸ ὀπίσω τοῦ θελήματος πορευθῆναι τοῦ σατανᾶ· εἴτε γὰρ αὐτὸς ὁ Κύριος, εἴτε καὶ ὁ σατανᾶς πρὸς βίαν ἐλάμβανον, οὐκ ἦν ὁ ἄνθρωπος ἑαυτοῦ αἴτιος, οὔτε εἰς γέενναν ἐμπεσεῖν, οὔτε Βασιλείας ἐπιτυχεῖν.

Πολλῆς τῷ φιλαρέτῳ φροντιστέον τῆς διακρίσεως, ὥστε τῆς τοῦ καλοῦ τε, καὶ κακοῦ διαφορᾶς ἐπιγνώμονα εἶναι, καὶ τὰς ποικίλας τοῦ πονηροῦ τέχνας δι᾽ εὐλόγων φαντασιῶν εἰωθότος τοὺς πολλοὺς παρακρούεσθαι, βασανίζειν καὶ συνιέναι, πλὴν τὸ ἀσφαλές, πρὸς πάντα λυσιτελές· ὡς γὰρ εἴτις βουλόμενος διάπειραν εἰς σωφροσύνην τῆς ἑαυτοῦ λαβεῖν γυναικός, νυκτὸς πρὸς αὐτὴν ὡς ἀλλότριος παραγένοιτο, κἂν ἐκείνην διωθουμένην αὐτὸν ἴδοι, χαίρει τῷ ἀπροσίτῳ μᾶλλον, καὶ ἀσπάζεται τὴν ἀσφάλειαν, οὕτω δὴ καὶ ἡμᾶς ἀσφαλῶς πρὸς τὰς τῶν νοερῶν ἔχειν ἐπιστασίας, κἂν γὰρ αὐτοὺς τοὺς οὐρανίους, διὰ τοὺς οὐκ οὐρανίους, ἀπώσῃ, ἡσθήσονται τούτῳ μᾶλλον, καὶ πλείονός σε παρασκευάσουσι τῆς χάριτος μετασχεῖν· τῆς ἀπολαύσεώς τε διάπλεω καταστήσουσι τῆς πνευματικῆς, αὐτῷ τούτῳ τὴν πρὸς τὸν Κύριον ἀγάπην σου τεκμηράμενοι· μὴ τοίνυν ἐλαφρότητι διανοίας ταχὺ σεαυτὸν ἐμπάρεχε ταῖς τῶν νοερῶν ἐπιστασίαις εἰς ἀπάντησιν σου· κἂν αὐτοὶ οἱ οὐράνιοι Ἄγγελοι ὦσιν· ἀλλὰ μένε βαρύς, βασάνῳ ταῦτα παραδιδοὺς ἐπιμελεστάτῃ· καὶ οὕτω τὸ μὲν καλὸν οἰκειούμενος, τὸ πονηρὸν δὲ διωθούμενος· οὕτω γὰρ ἐπαυξήσεις ἐν σεαυτῷ τὰ τῆς χάριτος ἐνεργήματα, ἅπερ ἡ ἁμαρτία, κἂν τὸ τοῦ ἀγαθοῦ πρόσωπον ὑποκρίνεται, παρασχεῖν ὅλως οὐ δυνήσεται, οἶδε γὰρ ὁ σατανᾶς, κατὰ τὸν Ἀπόστολον καὶ εἰς Ἄγγελον μετασχηματισθῆναι φωτὸς τοῦ ἀπατῆσαι χάριν, πλὴν ἀλλὰ κἂν ὁράσεις λαμπρὰς περιβάλληται, ἀγαθὴν ἐνέργειαν, ἤπερ εἴρηται, παρασχεῖν οὐ δυνήσεται· δι᾽ οὖ καὶ τὸ παράσημον ἀκριβὲς γίνεται· οὔτε γὰρ ἀγάπην τὴν εἰς τὸν Θεόν, ἢ τὸν πλησίον, οὐ πραότητα, οὐ ταπείνωσιν, οὐ χαράν, οὐκ εἰρήνην, οὐ κατάστασιν λογισμῶν, οὐ τοῦ κόσμου μῖσος, οὐκ ἀνάπαυσιν πνευματικήν, οὐκ ἐπιθυμίαν τῶν οὐρανίων ἐνεργῆσαι δύναται, οὐ πάθη καὶ ἡδονὰς καταπαῦσαι, ἅπερ φανερῶς εἰσι τῆς χάριτος ἐνεργήματα, ὁ γὰρ καρπός φησι τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη καὶ τὰ ἑξῆς· τάχα δὲ καὶ τύφον μᾶλλον ἐκεῖνος ἐμποιῆσαι καὶ ὑψηλοφροσύνην ἐπιτηδειότατός τε, καὶ δυνατώτατος· ἐκ γοῦν τῆς ἐνεργείας εἴσῃ τὸ ἐλλαμφθὲν ἐν τῇ ψυχῇ σου νοερὸν φῶς, πότερον τοῦ Θεοῦ, ἢ τοῦ σατανᾶ πέφυκεν ὅν; πλὴν ἀλλὰ καὶ αὐτῇ δὲ τῇ ψυχῇ, εἴπερ ἔρρωται τὰ τῆς διακρίσεως, εὐθὺς ἀπὸ τῆς νοερᾶς αἰσθήσεως, δῆλα τὰ τῆς διαφορᾶς γίνεται· ὥς περ γὰρ ὄξος καὶ οἶνος, κατὰ μὲν τὴν ὅρασιν ἕν· ἐκ δὲ τῆς κατὰ τὴν γεῦσιν αἰσθήσεως, ὁ λάρυγξ ἑκατέρου κρίνει τὸ ἴδιον· οὕτω δὴ καὶ ψυχὴ ἐξ αὐτῆς γε τῆς νοερᾶς αἰσθήσεως, καὶ τῆς ἐνεργείας δύναται κρίνειν τά τε τοῦ Πνεύματος χαρίσματα, καὶ τὰ τοῦ ἀλλοτρίου φαντάσματα.

Χρὴ σκοπεῖν καὶ προβλέπειν ἄριστα τὴν ψυχὴν τοῖς ἑαυτῆς ὀφθαλμοῖς μή ποτε δὴ κἂν τῷ βραχυτάτῳ ὑπὸ τῆς τοῦ ἀντικειμένου ἁλῷ δυνάμεως· ὥς περ γὰρ ἑνὸς μέρους ζώου παγίδι ληφθέντος, ὅλον ἀνάγκη τὸ ζῶον κάμπτεσθαι, καὶ ὑπὸ ταῖς τῶν θηρευόντων χερσὶν γίνεσθαι· οὕτω δὴ καὶ ψυχῇ τὰ ὅμοια συμβαίνειν παρὰ τῶν ἐχθρῶν εἴωθε· καὶ τοῦτο δῆλον καθίστησιν ὁ Προφήτης· παγίδα γάρ, φησιν, ἡτοίμασαν τοῖς ποσί μου, καὶ κατέκαμψαν τὴν ψυχήν μου.

Δεῖ τὸν βουλόμενον διὰ τῆς στενῆς εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθεῖν, καὶ τὰ σκεύη τὰ αὐτοῦ διαρπάσαι, μὴ εὐδοκεῖν εὐπάθεια, καὶ ὄγκῳ σώματος, ἀλλ᾽ ἐνδυναμοῦσθαι τῷ ἀγαθῷ Πνεύματι, ἔχοντα διὰ μνήμης τὸν εἰπόντα, ὅτι σὰρξ καὶ αἶμα Βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι· πῶς δὲ δεῖ ἐνδυναμωθῆναι Πνεύματι; τῷ Ἀποστόλῳ λέγοντι, τὴν σοφίαν τοῦ Θεοῦ μωρίαν τοῖς ἀνθρώποις λογίζεσθαι, προσεκτέον. καὶ ὁ Προφήτης δὲ, εἶδόν, φησί, τὸν υἱὸν τοῦ ἀνθρώπου, καὶ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ πάντων τοὺς υἱοὺς τῶν ἀνθρώπων· δεῖ τοιγαροῦν τὸν βουλόμενον υἱὸν Θεοῦ γενέσθαι. κατὰ τὸ ὅμοιον ταπεινωθῆναι πρότερον, καὶ μωρόν, καὶ ἄτιμον λογισθῆναι· μὴ ἀποστρέφοντα τὸ πρόσωπον ἀπὸ ἐμπτυσμάτων, μὴ δόξαν, μὴ κάλλος τοῦ αἰῶνος τούτου, μηδὲν τοιοῦτον μεταδιώκοντα, μὴ ἔχοντα ποῦ τὴν κεφαλὴν ἀνακλῖναι, ὀνειδιζόμενον καὶ ἐξουθενούμενον καὶ πάντων παρόραμά τε καὶ καταπάτημα λογιζόμενον, πολεμούμενον ἀφανῶς τε καὶ φανερῶς, καὶ τῇ διανοίᾳ ἀντιμαχόμενον· καὶ τοτε αὐτὸς ὁ τοῦ Θεοῦ υἱός, αὐτός γε ὁ εἰπών· ἐνοικήσω καὶ ἐμπεριπατήσω ἐν ὑμῖν, ἐμφανὴς ἔσται τῇ αὐτοῦ καρδίᾳ, καὶ λήψεται δύναμιν καὶ ἰσχύν, ὥστε δεσμεῦσαι τὸν ἰσχυρόν, καὶ τὰ σκεύη τὰ αὐτοῦ διαρπάσαι· ἐπὶ Ἀσπίδα τε καὶ Βασιλίσκον καὶ ἐπάνω Σκορπίων καὶ Ὄφεων ἐπιβῆναι.

Οὐ μικρὸς ἡμῖν ἀγὼν πρόκειται, διαρρῆξαι τὸν θάνατον· φησὶ γὰρ, ἡ Βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστίν· εὑρίσκεται δὲ τρόπον τινὰ καὶ αὐτός, ὧν ἐντός, ὁ πολεμῶν ἡμᾶς καὶ αἰχμαλωτίζων· μὴ οὖν ἐνδιδότω μηδαμῶς ἡ ψυχή, ἕως ἂν νεκρὸν θείῃ τὸν ταύτην αἰχμαλωτίζοντα· καὶ τότε διαφεύξεται ὀδύνη πᾶσα καὶ λύπη καὶ στεναγμός, διὰ τὸ ῥαγῆναι ὕδωρ ἐν γῇ διψώσῃ, καὶ γενέσθαι τὴν ἔρημον εἰς πλῆθος ὑδάτων· ἐπεὶ καὶ ἐπηγγείλατο τὴν ἔρημον καρδίαν, ὕδατος πληρῶσαι ζῶντος, πρῶτα μὲν διὰ τοῦ Προφήτου, λέγοντος· ἐγώ δώσω ὕδωρ τοῖς ἐν δίψει, τοῖς πορευομένοις ἐν ἀνύδρῳ, ἔπειτα δὲ καὶ δι᾽ ἑαυτοῦ· ὁ γὰρ πίνων, φησὶν, ἐκ τοῦ ὕδατος ὃ ἐγώ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα.

Ψυχὴ ἁλώσιμος ἀκηδίᾳ, δήλη ἐστὶ κατάσγετος οὖσα καὶ ἀπιστίᾳ· καὶ διὰ τοῦτο ἡμέραν ἐξ ἡμέρας ὑπερβιβάζει, τὸν λόγον οὐ δεχομένη· ἀναπτεροῖ δὲ ἑαυτὴν καὶ ὀνείροις πολλάκις, τὸν ἔνδον μὴ κατανοοῦσα πόλεμον, ἅτε οἰήσει κατειλημμένη· ἡ δὲ οἴησις πήρωσίς ἐστι τῆς ψυχῆς, οὐδαμοῦ ἀφιεῖσα τὴν ἑαυτῆς ἀσθένειαν ἐπιγνῶναι.

Ὥς περ βρέφος νεογενὲς εἰκόνα τοῦ τελείου διασώζει ἀνδρός, οὕτω δὴ καὶ ψυχὴ εἰκών τις ἐστὶ τοῦ πεποιηκότος αὐτὴν Θεοῦ· ὡς οὖν τὸ Παιδίον κατὰ μέρος μὲν αὐξόμενον, ἐκ μέρους ἐπιγινώσκει καὶ τὸν Πατέρα ἐπειδὰν δὲ εἰς ἡλικίαν ἀφίκηται, τότε συνδιατίθεται, Υἱῷ τε Πατὴρ ἀκριβῶς, καὶ Υἱὸς Πατρὶ, ἀποκαλύπτεται δὲ αὐτῷ καὶ ὁ τοῦ Πατρὸς θησαυρός· οὕτω καὶ ἡ ψυχὴ πρὸ τῆς παρακοῆς προκόπτειν ἔμελλε, καὶ εἰς ἄνδρα τέλειον καταντᾶν, διὰ μέν τοι τὴν παρακοήν, εἰς πέλαγός τε λήθης, καὶ εἰς βυθὸν πλάνης κατεβιβάσθη, καὶ ἐν πύλαις ἄδου κατώκησεν· ἀπὸ γοῦν πολλοῦ καθαπερεὶ διαστήματος μακρυνθεῖσα τοῦ Θεοῦ ἡ ψυχή, ἀδύνατος αὐτῷ προσελθεῖν ἦν, καὶ ἐπιγνῶναι καλῶς τὸν πλάσαντα· ἀλλ᾽ ὁ Θεὸς πρῶτα μὲν διὰ Προφητῶν ἐπέστρεφεν αὐτήν καὶ προσεκαλεῖτο, καὶ εἰς ἐπίγνωσιν εἷλκε τὴν ἑαυτοῦ· ἔσχατον δὲ καὶ αὐτὸς παρελθὼν ἐκεῖνος, ἀφείλετο μὲν τὴν λήθην, ἀφείλετο δὲ τὴν πλάνην· εἶτα καὶ τὰς τοῦ ἄδου διαρρήξας πύλας, ἐπὶ τὴν πεπλανημένην εἰσῆλθε ψυχήν, ἑαυτὸν ὑπόδειγμα ταύτῃ θέμενος· δι᾽ οὗ δυνατὸν αὐτῇ ἔσται πρὸς μέτρον ἡλικίας, καὶ πρὸς τὴν τελειότητα τῆς Πνεύματος καταντῆσαι, πειράζεται τοιγαροῦν ὁ τοῦ Θεοῦ λόγος πρὸς τοῦ πονηροῦ κατ᾽ οἰκονομίαν· ἔπειτα ὀνειδισμοὺς καὶ ἐξουθενώσεις, ὕβρεις τε καὶ ῥαπίσματα χειρῶν ἐκείνων τῶν τολμηρῶν καὶ αὐτὸν ἔσχατον τὸν διὰ σταυροῦ θάνατον ὑπομένει, ὑποδεικνὺς, ὥσπερ ἔφημεν, τίνα τὴν διάθεσιν ἐπιδεικτέον πρός γε τοὺς ὀνειδίζοντας, ἐξουθενοῦντας, ἢ καὶ θάνατον ἡμῖν ἐπάγοντας· ἵνα καὶ αὐτὸς ὁ ἄνθρωπος δηλαδὴ τούτοις, ὡσεὶ κωφὸς καὶ ἄλαλος γένηται, μὴ ἀνοίγων τὸ στόμα, ἵνα τὴν ἐνέργειαν καὶ λεπτότητα διαβλέπων τῆς πονηρίας, καὶ ὡς ἐν σταυρῷ τοῖς ἥλοις ἐμπεπαρμένος, μετὰ κραυγῆς ἰσχυρᾶς βοήσειε πρὸς τὸν δυνάμενον αὐτὸν ῥύσασθαι τοῦ θανάτου, καὶ ἀπὸ τῶν κρυφίων μου φαίη καθάρισον με· καὶ ἐὰν μή μου κατακυριεύσωσι τότε ἄμωμος ἔσομαι· τότε γοῦν ἄμωμος γεγονώς, εὑρίσκει τὸν ὑποτάξαντα αὐτῷ τὰ πάντα, καὶ συμβουλεύει καὶ συναναπαύεται τῷ Χριστῷ· καὶ γὰρ διὰ τὴν παρακοὴν ὑπὸ ὑλικῶν τε καὶ ῥυπαρῶν καταποθεῖσα λογισμῶν οἱονεὶ ἄλογος γέγονεν ἡ ψυχή· ὥστε οὐ μικροῦ πόνου τῆς τοιαύτης ἀνακύψαι ὕλης, καὶ τὴν λεπτότητα κατανοῆσαι τῆς πονηρίας, καὶ διελθεῖν, ἵνα καὶ τῷ ἀνάρχῳ νοὶ συγκραθῇ.

Εἰ βούλει ἐπανελθεῖν εἰς ἑαυτὸν, ἄνθρωπε, καὶ ἣν πρώην εἶχες δόξαν, ἀναλαβεῖν, ἥτις ἄρα σοι καὶ ἐκ παρακοῆς παραπώλετο· ὥσπερ ἠμεληκὼς πρότερον τῶν τοῦ Θεοῦ ἐντολῶν, τοῖς τοῦ ἐχθροῦ διατάγμασι καὶ τῇ συμβουλῇ προσέσχες, οὕτω νῦν ἀποστὰς οὗ ἐπήκουσας, ἐπιστράφηθι πρὸς τὸν Κύριον· ἴσθι ὅτι ἐν πολλῷ κόπῳ καὶ ἱδρῶτί φησι τοῦ προσώπου σου, ἀπολήψῃ τὸν πλοῦτόν σου· οὐ γάρ σοι λυσιτελὴς ἡ τοῦ ἀγαθοῦ ἄπονος κτῆσις· ἐπείπερ ἀπονητὶ λαβών, καὶ ἱδρώτων ἐκτός, ἀπώλεσας ἅπερ εἴληφας καὶ τῷ ἐχθρῷ προύδωκας τὴν κληρονομίαν σου· ἐπιγνῶμεν οὖν ἕκαστος τίποτε δὴ ἀπωλέσαμεν, καὶ τὸν θρῆνον ἀναλάβωμεν τοῦ Προφήτου· τῷ ὄντι γὰρ ἡ κληρονομία ἡμῶν μετεστράφη ἀλλοτρίοις, καὶ ὁ οἶκος ἡμῶν ξένοις· τῷ παρακούειν τῆς ἐντολῆς, καὶ τοῖς ἑαυτῶν θελήμασιν εἴκειν, καὶ τοῖς ῥυπαροῖς, καὶ γηίνοις ἐνήδεσθαι λογισμοῖς· ὥστε καὶ πολλῷ διαστήματι τότε ἀπέχει ἡμῶν ἡ ψυχὴ ἀπὸ τοῦ Θεοῦ· καὶ ὡς ὀρφανοῖς ἐοίκαμεν μὴ ἔχουσι Πατέρα· ᾧτινι οὖν μέλει περὶ ψυχῆς, ἀγωνιστέον· ὁπόση δύναμις καθαιρεῖν λογισμοὺς πονηρούς, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ καὶ βιαζομένῳ τὸν ναὸν τοῦ Θεοῦ τηρεῖν ἄσπιλον, τότε ἔρχεται ὁ ἐπαγγειλάμενος ἐνοικῆσαι καὶ ἐμπεριπατῆσαι ἐν ἡμῖν· καὶ τότε ἀπολαμβάνει τὴν ἑαυτῆς κληρονομίαν ἡ ψυχή, καὶ ναὸς Θεοῦ γενέσθαι καταξιοῦται· αὐτὸς γὰρ οὖτος αὐτῷ στρατεύματι τὸν πονηρὸν ἐκδιώξας, τὸ λοιπὸν ἐν ἡμῖν βασιλεύσει.

Ὁ τῷ Κάϊν ῥηθεὶς ὑπὸ τοῦ δημιουργοῦ κατὰ τὸ φανερὸν λόγος· στένων καὶ τρέμων καὶ παλλόμενος ἐπὶ τῆς γῆς ἔσῃ, τύπος τίς καὶ εἰκὼν πάντων ἁμαρτωλῶν, κατὰ τὸ ἀπόρρητον, ἦν· οὕτω γὰρ τὸ τοῦ Ἀδὰμ γένος τῆς ἐντολῆς ἐκπεσών, καὶ ἁμαρτίαις ἔνοχον γεγονός, σαλεύεται λογισμοῖς ἀστάτοις, φόβου τε καὶ δειλίας, καὶ ταραχῆς πληρούμενον· αὐτοῦ τε τοῦ ἐχθροῦ ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις πᾶσαν ψυχὴν τὴν μὴ γεγεννημένην ἐκ τοῦ Θεοῦ, κλυδωνίζοντος, καί ὡς σῖτον τινὶ ἐνστρέφοντος· οὐ μὴν ἀλλὰ καὶ αὐτὸς ὁ Κύριος τοὺς τοῖς θελήμασιν ἑπομένους τοῦ πονηροῦ δεικνύων ὅτι τὴν εἰκόνα τῆς τοῦ Κάῖν διασώζουσι πονηρίας, ἐλέγχων αὐτοὺς, ὑμεῖς, ἔλεγε, τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν τοῦ ἀνθρωποκτόνου· ἐκεῖνος γὰρ ἀνθρωποκτόνος ἐστὶν ἀπ᾽ ἀρχῆς· καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν.

Κατανοεῖν προσήκει, φησί, πῶς ἡ τοῦ κατὰ γῆν βασιλέως θέα ἐπιπόθητός ἐστὶ καὶ περισπούδαστος τοῖς ἀνθρώποις, καὶ πᾶς ὅστις εἰς τὴν πόλιν ἐπιδημῶν, ἐν ᾗ περ ὁ βασιλεύς, ἐπιθυμητὸν αὐτῷ καὶ μόνον τῆς περιβολῆς ἰδεῖν τὸ πολυτελές, καὶ φιλότιμον· ἐκτὸς εἰ μὴ ὑπὸ τῶν πνευματικῶν ἀμελεῖται ταῦτα, καὶ ἀτιμάζεται τῷ ἑτέρῳ κάλλει τιτρῶσθαι, καὶ ἄλλης αὐτοὺς δόξης ἐπιθυμεῖν· εἰ οὖν οὕτω τοῖς σαρκικοῖς ἡ τοῦ θνητοῦ βασιλέως ἐσπούδασται θέα, πῶς οὐχὶ μᾶλλον ἡ τοῦ ἀθανάτου πολυέραστος ἐκείνοις ἐστίν, οἶς ἐνέσταξέ τις ῥανὶς τοῦ ἀγαθοῦ πνεύματος, καὶ τὴν καρδίαν θεῖος ἔπληξεν ἔρως; Διὰ τοῦτο καὶ πάσης τῆς τοῦ κόσμου φιλίας ἑαυτοὺς λύουσιν, ἵνα δυνηθεῖεν ἐκεῖνον τὸν πόθον ἔχειν ἐγκάρδιον διηνεκῶς, καὶ μηδένα ἕτερον πρὸ ἐκείνου· ὀλίγοι δὲ κομιδῇ οὗτοι, οἵγε τῇ ἀγαθῇ ἀρχῇ καὶ πέρας ἴσον ἐπιτεθέντες, καὶ μέχρι τέλους ἀπρόσκοπτοι διαμένοντες· πολλοὶ μὲν γὰρ κατανύσσονται καὶ πολλοὶ χάριτος οὐρανίου μέτοχοι γίνονται, καὶ ἔρωτι τιτρώσκονται θείῳ, ἀλλὰ τοὺς μεταξὺ πόνους, καὶ τὰς τοῦ πονηροῦ πείρας ποικίλῃ τέχνῃ, καὶ πολυτρόπῳ προσβάλλοντος οὐ διενεγκόντες, ὑπέμεινάν τε τῷ κόσμῳ, καὶ ἐβυθίσθησαν ἐν τῷ ἐκείνου βυθῷ, διὰ γνώμης χαυνότητα καὶ ἀσθένειαν, ἢ καὶ τὸ προσπαθείᾳ τινὶ τῶν γηίνων ἁλῶναι· ὅσοι γὰρ πρὸς ἀσφάλειαν μέχρι τέλους διαδραμεῖν βούλονται, ἄλλον ἔρωτα, καὶ ἄλλην ἀγάπην τῇ ἐπουρανίῳ ἐκείνῃ συμπαραμίξαι οὐχ ὑπομένουσιν.

Ὥσπερ μεγάλα δηλαδή, καὶ ἀνεκδιήγητα τὰ παρὰ Θεοῦ ἐπηγγελμένα πεφύκασιν ἀγαθά, οὕτω καὶ πολλῶν δεῖται πόνων τε καὶ ἀγώνων τῶν μετ᾽ ἐλπίδος καὶ πίστεως· καὶ δῆλον ἐντεῦθεν· εἴτις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τόν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι· καὶ πάλιν· ἐὰν μήτις μισήσῃ πατέρα καὶ μητέρα καὶ ἀδελφοὺς· καὶ γυναῖκα καὶ τέκνα, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου εἶνε μαθητής· οἱ πλεῖστοι δὲ τῶν ἀνθρώπων οὕτως ἔχουσιν ἀνοήτως, ὡς τῆς βασιλείας ἐπιτυχεῖν βούλεσθαι, καὶ τῆς αἰωνίου κληρονομῆσαι ζωῆς, καὶ Χριστῷ διὰ τέλους συμβασιλεῦσαι, τὸ μέγα τοῦτο καὶ ὑπὲρ ἔννοιαν· τοῖς ἰδίοις ζῶντες θελήμασι, καὶ τούτοις ἀκολουθοῦντες· μᾶλλον δὲ τῷ ἐνσπείροντι τὰ μάταια ταῦτα, καὶ φανερῶς βλαβερά.

Οὗτοί εἰσιν οἱ μέχρι τέλους ἄπτωτοι διερχόμενοι, οἱ τὰς τοῦ κόσμου πάσας ἐπιθυμίας, καὶ ἑαυτούς, μετεωρισμένους τε τσύτου, καὶ ἡδονάς, καὶ τὰς πρὸς αὐτὸν ἀσχολίας τὸ παράπαν μισήσαντες· τοῦτο γάρ ἐστι, τὸ ἀπαρνήσασθαι ἑαυτόν· ὥστε ἰδίῳ θελήματι ἕκαστος τῆς βασιλείας ἐκβάλλεται· τῷ μὴ ἐξ ἀληθείας ἑλέσθαι τοὺς πόνους, καὶ ἑαυτὸν ἀπαρνήσασθαι· ἀλλὰ ἐθέλειν ἔτι πρὸς ἐκείνῳ τῷ θεϊκῷ πόθῳ, καί τισι τοῦ αἰῶνος τούτου συνήδεσθαι· καὶ μὴ τὴν ῥοπὴν ὅλην τοῦ ἰδίου θελήματος τῷ Θεῷ διδόναι· δι᾽ ἑνὸς δὲ ὑποδείγματος γνώρισμα ἔσται τῷ μετὰ χεῖρας· διακρίνων μὲν γὰρ διακρίνει ἕκαστος, καὶ οὐ λέληθεν ἑαυτόν, ὅτι ἄτοπόν ἐστι τόδε τυχόν, ὅπερ ὥρμηται ποιῆσαι· πρῶτον μὲν γὰρ εἴσω κατὰ τὴν καρδίαν ἐπισημαίνεται ἡ ἀμφιβολία· ἡ στάθμη τε καὶ ὁ ζυγὸς τῷ ἑκάστῳ συνειδότι, φανερὰν πρότερον τῆς τε τοῦ Θεοῦ καὶ τῆς τοῦ κόσμου ἀγάπης τὴν ῥοπὴν ἔνδον ποιεῖ, καὶ τότε περὶ τὰ ἔξω πρόεισι· διακρίνων γὰρ ὡς εἴρηται, διακρίνει ἕκαστος· οἶον εἰ τύχοι τῷ ἀδελφῷ διαπληκτιζόμενος, στασιάζει πρὸς ἑαυτὸν πρῶτον, καὶ ἀντιτίθησιν· εἴπω; ἀλλὰ μὴ εἴπω; ἀντιφθέγξομαι πρὸς ταυτί μοι τὰ ἐπενεχθέντα ὀνείδη; ἀλλὰ σιωπήσωμαι μᾶλλον; ἐχόμενος μὲν καὶ τῶν τοῦ Θεοῦ ἐντολῶν πλὴν ἀλλὰ καὶ τῆς ἰδίας δόξης οὐκ ἀπεχόμενος· οὐδὲ παντάπασιν ἑαυτὸν ἑλόμενος ἀπαρνήσασθαι· εἰ οὖν καὶ μικρὸν ἡ ῥοπὴ τῆς τοῦ κόσμου φιλίας τὸν ἐν τῇ καρδίᾳ ζυγὸν καθελκύσειεν, εὐθὺς ὁ πονηρὸς λόγος πρόεισι ἄχρι καὶ τῶν χειλέων, εἶθ᾽ οὕτως, ὡσπερεὶ τόξον ἐντεινάμενος ὁ νοῦς ἔνδοθεν, βάλλει τὸν πλησίον διὰ τῆς γλώττης καὶ μέχρι χειρῶν, ἔστι δ᾽ ὅτε καὶ τραυμάτων, ἀλλὰ καὶ αὐτοῦ φόνου, τὸ κακὸν πρόεισιν· ἔξεστι τοίνυν καὶ παραθεωρεῖν, ὅθεν ἀρξάμενον, εἰ προέβη δεινοῦ, τὸ βραχὺ τοῦτο κίνημα τῆς ψυχῆς, οὕτω νόει μοι καὶ εἰς ἓν ἕκαστον συμβαίνειν ἁμάρτημά τε καὶ ἐπιτήδευμα, τῆς κακίας κολακευούσης τε καὶ περισαινούσης τὸ θέλημα τῆς ψυχῆς ἐπιθυμίαις κοσμικαῖς καὶ σαρκὸς ἡδοναῖς· οὕτως ἀπαρτίζεται μοιχεία, οὕτω κλοπή, οὕτω πλεονεξία, οὕτω καὶ κενοδοξία, οὕτω πᾶν ὁτιοῦν πονηρόν.

Καὶ αὐτὰ τὰ καλὰ πολλάκις ἐπιτηδεύματα διὰ κενὴν δόξαν ἐπιτελεῖται· ὅπερ ἴσον κλοπῆς τε καὶ ἀδικίας καὶ τῶν ἄλλων τῶν μεγάλων ἁμαρτημάτων τῷ Θεῷ κρίνεται· Θεὸς γάρ, φησι, διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· ὥστε καὶ δι᾽ αὐτῶν τῶν καλῶν ὑπηρετεῖσθαι καὶ θεραπεύεσθαι ὁ ἐχχρὸς βούλεται, ἀπατηλὸς ὤν ἐκεῖνος καὶ ποικίλος καὶ σκολιός τε καὶ πολυμήχανος.

Ὅπερ τις ἐφίλησε τοῦ παρόντος κόσμου, τοῦτο δὴ καὶ βαρύνει τὴν ἐκείνου διάνοιαν καὶ οἱονεὶ κάτω καθέλκει καὶ συνωθεῖ καὶ ἀνακῦψαι αὐτὴν οὐκ ἀνίησι, τῶν γὰρ τοιούτων τὸ στάθμιόν τε, καὶ ἡ ῥοπὴ καὶ τὸ ζύγιον τοῦ θελήματος, τῆς καρδίας ὡς περ, ἐξήρτηται, καὶ βάσανος ἔνθεν γίνεται παντὶ τῷ ἀνθρωπίνῳ γένει, καὶ δοκιμὴ ἤτοι τῶν ἐν πόλεσιν οἰκούντων Χριστιανῶν ἢ τῶν ἐν ὄρεσι, τῶν ἐν μοναῖς ἢ ἐν ἀγροῖς ἢ ἐν ἐρημίαις, ὅτι ἑκών τις δελεαζόμενος ὑφ᾽ οὗ περ φιλεῖ, δῆλος ἐστιν οὕπω τὴν ἀγάπην αὐτοῦ ὅλην παραδοὺς τῷ Θεῷ· οἷον, ἠγάπησέ τις, εἰ τύχει κτήματα, χρυσίον ἄλλος, ἕτερος τὸ γαστρὶ δουλεύειν, ἢ ἐπιθυμίαις ταῖς τῆς σαρκὸς χαρίζεσθαι, ἄλλος σοφίαν λόγων διὰ δόξαν ἐπίκαιρον· ὁ μὲν ἀρχήν, ὁ δὲ τὰς ἐξ ἀνθρώπων τιμάς, ὀργὴν ἄλλος καὶ μῆνιν· τὸ γὰρ ἔκδοτον ἑαυτὸν παρασχεῖν τῷ πάθει, φιλῶν αὐτῷ φαίνεται· ἕτερος ὁμιλίας εἰς οὐδὲν δέον· ἄλλος, ἁπλῶς τὸ μετεωρίζεσθαι, ἢ λόγοις προσέχειν ἀργοῖς, ἢ τὸ διδάσκαλος εἶναι, καὶ τοῦτο, διὰ δόξαν τὴν ἐξ ἀνθρώπων καὶ ὁ μὲν χαυνώσει καὶ ἀμελείᾳ πρόσκειται· ὁ δὲ ἱματίων καλλωπισμοῖς ἥδεται· οὗτος ὕπνῳ· ἐκεῖνος εὐτραπελείᾳ· καὶ ἄλλος, μικρῷ τινι ἢ μεγάλῳ τοῦ κόσμου δέδεται καὶ κατέχεται καὶ οὐκ ἀνίεται ἀνακύψαι· πρὸς ὃ γὰρ πάθος οὐ διαμάχεταί τις γενναίως οὐδὲ ἀντικαθίσταται, ἐκείνῳ πάντως καὶ ἥδεται, κἀκεῖνο κατέχον αὐτὸν καὶ καθέλκον οἱονεὶ δεσμός τις, καὶ κύφων τῆς διανοίας αὐτοῦ γίνεται, τοῦ μὴ πρὸς Θεὸν ἀναφέρεσθαι, μὴ δ᾽ αὐτῷ μόνῳ λατρεύειν, ψυχὴ γὰρ ἡ ἀληθῶς πρὸς Κύριον τὴν ὁρμὴν ἀπευθύνασθαι πᾶσαν αὐτῷ τὴν ἔφεσιν ἐπιτρέπει, αὐτή τε ἑαυτῆς ἔξαρνος γίνεται, καὶ τοῦ ἰδίου νοὸς τοῖς θελήμασιν οὐκ ἀκολουθεῖ.

Διδακτέον ἐκ παραδείγματος, πῶς θελήματι ἰδίῳ παραπόλλυται ἄνθρωπος· διὰ γὰρ ἀγάπην τινὸς τῶν τοῦ κόσμου, ἔν τε πυρὶ βάλλεται, καὶ ἐν θαλάσσῃ βυθίζεται, καὶ αἰχμαλωσίᾳ ἑαυτὸν ἐμπαρέχει· ὑποκείσθω γὰρ οἶκόν τινος ἢ ἀγρόν, οὕτω συμβάν, καταπίμπρασθαι· ὁ τοίνυν ἑαυτὸν περισῶσαι βουλόμενος, ὡς τοῦ ἐμπρησμοῦ ἤσθετο, γυμνὸς ἐκπέφευγε πάντων ἀμελήσας τῶν ἔνδον, καὶ τῆς ἑαυτοῦ μόνης ψυχῆς γενόμενος· ἕτερος δὲ εἰς νοῦν αὐτῷ ἐπελθόν, καί τινα τῶν σκευῶν ἐξελεῖν, ὑπέμεινεν ἆραι· καὶ ὡς ἐν τῷ λαμβάνειν αὐτὸς ἦν, κατακρατῆσαν ἤδη τῆς οἰκίας τὸ πῦρ, καὶ αὐτὸν συνέλαβε καὶ κατέκαυσεν· ὁρᾶς ὅπως ἰδίῳ θελήματι, φιλίᾳ τινὸς τῶν προσκαίρων, ὃ παρ᾽ ἑαυτὸν φαίνεται ἀγαπήσας, τῷ πυρὶ παραπώλετο; ἑτέρων πάλιν ναυαγίῳ περιπεσόντων, ὁ μὲν σώζειν ἑαυτὸν βουλόμενος, ἀποδύεται, καὶ γυμνὸς τοῖς ὕδασιν ἐπαφίεται· καὶ οὕτω δυνατὸν αὐτῷ γίνεται τὴν ἰδίαν περισῶσαι ψυχήν· ὁ δὲ καὶ τῶν ἐνδυμάτων συνδιασῶσαί τινα θελήσας, ὑπὸ τῶν ὑδάτων κατεβαπτίσθη, καὶ διὰ βραχύ τι κέρδος, ὦ τῆς συμφορᾶς· καὶ ἑαυτὸν συναπώλεσεν· καὶ πάλιν ὑποκείσθω καὶ ἐχθρῶν τινὰ ἔφοδον κατηγγέλθαι, καὶ τὸν μὲν, ἅμα τε ἀκοῦσαι, καὶ εὐθύς, ὡς εἶχε ποδῶν, ἐκφυγεῖν, μὴ μελῆσαν αὐτῷ τῶν ὄντων μηδενός· τὸν δὲ, διαπιστήσαντα, ἢ καὶ τῶν πραγμάτων τινὰ βουληθέντα συνεκκομίσαι, εἶτα ἐφυστερήσαντα, συλληφθῆναι καταλαβόντων τῶν πολεμίων· ὁρᾶς, ὅτι θελήματί τις ἰδίῳ δι᾽ ἀμέλειαν, καὶ τὸ προσηλῶσθαί τισι τῶν τοῦ κόσμου, τήν τε τοῦ σώματος, καὶ τὴν τῆς ψυχῆς ἀπώλειαν ὑπομένει;

Ὀλίγοι μὲν ἀτεχνῶς οἱ τελείαν τὴν πρὸς Θεὸν ἀγάπην κτησάμενοι, πάσας τε ἡδονὰς τοῦ κόσμου καὶ τὰς ἐπιθυμίας τὸ μηδὲν λογιζόμενοι, καὶ τοὺς τοῦ πονηροῦ πειρασμοὺς φέροντες μακροθύμως· πλὴν οὐ παρὰ τοῦτο ἀπογνωστέον, οὐδὲ τῆς ἀγαθῆς ἐλπίδος ἀμελητέον· κἂν γὰρ πολλὰ τῶν πλοίων ὑπομένῃ ναυάγιον· ἀλλ᾽ εἰσὶ πάντως ἃ καὶ διαπερῶντα τοῦ λιμένος ἐπιλαμβάνεται· διὰ τοῦτο πίστεως ἡμῖν πολλῆς, ὑπομονῆς τε, καὶ προσοχῆς, καὶ ἀγώνων χρεία· πρὸς δὲ πείνης τε καὶ δίψης τοῦ ἀγαθοῦ, κατὰ πολλὴν σύνεσιν, καὶ διάκρισιν· οὐ μὴν, ἀλλὰ καὶ ὀξύτητός τε καὶ ἀναιδείας περὶ τὴν αἴτησιν· οἱ γὰρ πλείους τῶν ἀνθρώπων, ὡς περ προέφημεν, καμάτων ἄνευ καὶ ἱδρώτων τῆς βασιλείας ἐπιτυχεῖν βούλονται· καὶ τοὺς μὲν ἁγίους μακαρίζουσιν ἄνδρας, καὶ τῆς τιμῆς αὐτῶν καὶ τῶν χαρισμάτων ἐπιθυμοῦσι· τῶν ἴσων δὲ θλίψεων αὐτοῖς, τῶν πόνων τε καὶ τῶν παθημάτων, οὐ βούλονται κοινωνεῖν· τούτου δὲ πάντες, καὶ πόρναι καὶ τελῶναι καὶ πᾶς τις ἀνθρώπων ἐπιθυμεῖ· ἀλλὰ διὰ τοῦτο πειρασμοὶ πρόκεινται, καὶ δοκιμασίαι· ἵνα δῆλοι γένωνται, τίνες οἱ πρὸς ἀλήθειαν τὸν ἑαυτῶν ἡγάπησαν δεσπότην· καὶ δικαίως οὗτοι τῆς τῶν οὐρανίων ἐπιτύχωσι βασιλείας.

Ταῖς θλίψεσι, καὶ τοῖς παθήμασι, τῇ ὑπομονῇ τε καὶ πίστει ἐγκεκρύφθαι νόμιζε τὰς ἐπαγγελίας, αὐτήν τε τὴν δόξαν καὶ τὴν τῶν οὐρανίων ἀγαθῶν ἀπόληψιν· ἐπεὶ καὶ τὸν ῥιπτόμενον τῇ γῇ σῖτον, ἢ καὶ τὸ δένδρον φημὶ τὸ ἐγκεντριζόμενον, ἀνάγκη, σήψει πρότερον καὶ ἀτιμίᾳ δῆθεν ὑποπεσεῖν, καὶ οὕτω τὴν εὐπρέπειαν τοῦ ἐνδύματος καὶ τὸν πολλαπλάσιον καρπὸν ἀπολαβεῖν· εἰμὴ γὰρ διὰ τῆς σήψεως ταύτης, κἀκείνων τῶν ὥς περ ἀτίμων διελθεῖν αὐτοῖς γέγονεν, οὐκ ἂν τὴν ἐσχάτην εὐπρέπειαν· καὶ τὸ τῆς θέας κάλλος περιεβάλλοντο· τοῦτο δὲ καὶ τῷ Ἀποστόλῳ δοκεῖ διὰ πολλῶν, γάρ, φησι, θλίψεων δεῖ ἡμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν, καὶ ὁ Κύριος· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθαι τὰς ψυχὰς ὑμῶν· καὶ πάλιν, ἐν τῷ κόσμῳ θλίψιν ἕξετε.

Ἔκαστος ἡμῶν, ὅσου περ ἂν καταξιωθείη τῇ τε πίστει καὶ τῇ σπουδῇ μέτοχος Ἁγίου γενέσθαι Πνεύματος· τοσοῦτον ἐπ᾽ ἐκείνης τῆς ἡμέρας δοξασθήσεται αὐτοῦ καὶ τὸ σῶμα· ὃ γὰρ νῦν ἔνδον ἀπεθησαύρισε τῇ ψυχῇ, τότε καὶ ἐκτὸς ἐπὶ τοῦ σώματος ἀποκαλυφθήσεται· καὶ τὸ παραδειγμά φησιν ἐκ τῶν δένδρων· χειμῶνος γὰρ παρελθόντος, καὶ ἡλίου φαιδρότερόν τε καὶ ἀκμαιότερον ἐπιλάμψαντος, ὡς δὲ καὶ ἀνέμων ἐπιπνευσάντων, ἔσωθεν ἐκεῖνα ἐκφύει, καὶ ὡς ἔνδυμα τὰ φύλλα τε καὶ τὰ ἄνθη καὶ τοὺς καρποὺς περιβάλλεται, παραπλησίως δὲ καὶ τὸ τοῦ χόρτου ἄνθος κατ᾽ ἐκεῖνο καιροῦ, τῶν κόλπων τῆς γῆς ἀναδίδοται καὶ σκέπεται τούτοις ἡ γῆ καὶ ὡς εὐπρεπὲς αὐτὰ περιβόλαιον ἀμφιέννυται περὶ ὧν καὶ ὁ τοῦ Θεοῦ λόγος, οὐδὲ Σολομῶντα, οὕτως ἓν τούτων περιβάλλεσθαι ἔφη, διὰ πάσης αὐτοῦ τῆς δόξης· ταῦτα γὰρ πάντα τύποι καὶ ὑποδείγματα καὶ εἰκόνες τῆς τῶν σωζομένων εἰσὶν ἐν τῇ ἀναστάσει δόσεως· ἐπεὶ καὶ πάσαις ταῖς φιλοθέοις ψυχαῖς, τοῖς ἀληθινοῖς δηλονότι Χριστιανοῖς, μὴν πρῶτος ξανθικός, ὃς ἔστιν ὁ ἀπρίλιος, δι᾽ οὗ καὶ ἡ τῆς ἀναστάσεως δύναμις δηλοῦταί· φησι γὰρ ἡ θεία γραφή· οὗτος μὴν πρῶτος ἔσται ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ· οὗτος ἀμφιάσει τὰ γυμνὰ δένδρα διὰ τῆς δόξης, ἣν πρώτην ἐγκεκρυμμένην εἶχον εἴσω τοῦ σώματος· καὶ γὰρ ἐνδοξασθήσονται δι᾽ αὐτοῦ, τοῦ ἀπόγε τοῦ νῦν ἐνυπάρχοντος αὐτοῖς ἀρρήτου φωτός, εἶτ᾽ οὖν τῆς τοῦ πνεύματος δυνάμεως· ὅπερ καὶ ἔσται αὐτοῖς τότε ἔνδυμα, βρῶσις, πόσις, ἀγαλλίασις, χαρά, εἰρήνη, καὶ τὸ πᾶν, ζωὴ αἰώνιος.

Τοῦ αὐτοῦ περὶ ὑψώσεως τοῦ νοός.

Μωσῆς ὁ μακάριος ὑπέδειξε τύπον, διὰ τῆς τοῦ προσώπου αὐτοῦ ἐπιλαμπούσης τοῦ Πνεύματος δόξης, ᾗ οὐδεὶς ἀνθρώπων ἀτενίσαι ἐδύνατο, πῶς ἐν τῇ τῶν δικαίων ἀναστάσει τὰ σώματα δοξασθήσεται τῶν ἁγίων ἣν δόξαν ἀπὸ τοῦ νῦν ἐν τῷ ἔσω ἀνθρώπῳ αἱ πισταὶ τῶν ἁγίων ἔχειν καταξιοῦνται ψυχαί ἡμεῖς γάρ, φησιν, ἀνακεκαλυμμένῳ προσώπῳ τουτέστιν ἐν τῷ ἔσω ἀνθρώπῳ, τὴν δόξαν Κυρίου κατοπτριζόμεθα, τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν· περὶ τούτου γέγραπται πάλιν, τεσσαράκοντα ἡμέρας καὶ τὰς ἴσας νύκτας μὴ τροφῆς μνησθῆναι, μὴ πόσεως, ὅπερ οὐκ ἀνθρωπίνης φύσεως ἔργον, εἰ μή τινος ἄρα τροφῆς ἐκοινώνει πνευματικῆς· ἧς περ δὴ καὶ αὐτῆς ἀπὸ τοῦ νῦν αἱ ἅγιαι ψυχαὶ μεταλαμβάνουσιν ἐκ τοῦ Πνεύματος.

Τὴν δόξαν ἣν ἐντεῦθεν αἱ τῶν ἁγίων, ὡς εἴρηται, πλουτοῦσι ψυχαί, ἐκείνη καλύψει καὶ ἀμφιάσει τὰ γυμνὰ σώματα ἐν τῇ ἀναστάσει, καὶ εἰς οὐρανοὺς ἀνάρπαστα ποιήσει· καὶ τότε λοιπὸν σώματι καὶ ψυχῇ ἐν τῇ βασιλείᾳ Θεῷ ἅμα διηνεκῶς ἀναπαύσονται· τὸν γὰρ Ἀδὰμ κτίσας ὁ Θεός, πτέρυγας αὐτῷ σωματικάς, ὡς τοῖς πετεινοῖς, οὐκ ἐνέθηκεν· ἅτε τὰς τοῦ Πνεύματος κατὰ τὴν ἀνάστασιν παρέξειν αὐτῷ μέλλων, ἵνα κουφίζηται δι᾽ αὐτῶν καὶ ἁρπάζηται ὅπου πάντως τὸ Πνεῦμα βούληται· ταύτας δὲ τὰς νοητὰς πτέρυγας ταῖς τῶν ἁγίων ψυχαῖς ἀπὸ τοῦ νῦν δέδοται ἔχειν, αἳ πρὸς τὸ οὐράνιον αὐτὰς μετεωρίζουσι φρόνημα· Χριστιανῶν γὰρ κόσμος ἄλλος, καὶ ἄλλα ἐνδύματα, καὶ τράπεζα ἄλλη, καὶ ἄλλη ἀπόλαυσις· ἐπεὶ καὶ οὐρανόθεν ἐλεύσεσθαι τὸν Χριστὸν οἴδαμεν, ἀναστῆσαί τε τοὺς ἐκ τοῦ παντὸς αἰῶνος κεκοιμημένους, καθὼς αἱ θεῖαι γραφαὶ μαρτυροῦσι, καὶ εἰς δύω τούτους διελόντα μέρη, ἐφ᾽ οἷς τὸ σημεῖον τὸ ἴδιον, ὅπερ ἐστὶν ἡ τοῦ Πνεύματος τοῦ θείου σφραγίς, τούτους καὶ ἰδίᾳ ἐν δεξιᾷ στήσαντα, προσφωνῆσαι, τὰ ἐμὰ γάρ, φησι, πρόβατα, τῆς ἐμῆς ἀκούουσι φωνῆς, καὶ γινώσκουσι· καὶ τότε δόξῃ θείᾳ τὰ σώματα τούτων περιβληθήσεται, τῇ τε τῶν ἀγαθῶν ἔργων, καὶ τῇ τοῦ Πνεύματος, ἣν ἐντεῦθεν αἱ τῶν ἁγίων ἕλαχον ἔχειν ψυχαί, καὶ οὕτω δοξασθέντες θείῳ φωτί, καὶ εἰς οὐρανοὺς ἁρπαγέντες, εἰς ἀπάντησιν τοῦ Κυρίου, κατὰ τὸ γεγραμμένον, σὺν τῷ Κυρίῳ διὰ παντὸς ἔσονται.

Οἷς μέλει τὸν τοῦ Χριστιανισμοῦ βίον ὡς κάλλιστα κατορθοῦν, τούτοις καὶ προσήκει προηγουμένως τοῦ διανοητικοῦ τε διακριτικοῦ καὶ ἡγεμονικοῦ μέρους τῆς ψυχῆς διὰ πάσης ἐπιμελεῖσθαι τῆς σπουδῆς· ἵνα τὴν τοῦ καλοῦ τε καὶ κακοῦ διάκρισιν ἀκριβώσαντες, καὶ ἃ παρὰ φύσιν ἐπεισήχθη πάθη τῆς καθαρᾶς ἀποκρίναντες φύσεως, ἀπροσκόπως ζῆν ἔχοιεν, ὡς ὀφθαλμῷ τῷ τῆς διακρίσεως μέλει χρωμένοις· καὶ ἀσύνθετοι πρὸς τὰς τῆς κακίας ἀφορμὰς εἶναι δυνάμενοι· ἔστι γὰρ θέλημα τῇ ψυχῇ τὰ μέλη τοῦ σώματος τῆς τῶν αἰσθήσεων βλάβης ἄχραντα συντηρεῖν, ἀπεῖρξαί τε ἑαυτὴν τῶν τοῦ κόσμου περισπασμῶν, καὶ φυλάξαι τὴν καρδίαν τοῦ μὴ ἐξαπλοῦν ἐν τῷ κόσμῳ τὰ μέλη τῶν αὐτῆς λογισμῶν, ἀλλὰ περισφίγγειν αὐτὰ πάντοθεν καὶ συνέχειν χαμαιζήλου μερίμνης, καὶ ἡδονῆς· ἐπειδὰν οὖν ὁ Κύριος ἴδῃ τινὰ ταύτῃ διάγοντα, καὶ οὕτως ἑαυτὸν ἀκριβοῦντα καὶ συντηροῦντα, φόβῳ τε, καὶ δουλεύειν αὐτῷ προθέμενον, ἐπορέγει καὶ τὴν ἐκ τῆς αὐτοῦ χάριτος ἐπικουρίαν· ἐπεὶ τί ποιήσειεν ὁ Θεὸς τῷ ἑκοντὶ τῷ κόσμῳ ἑαυτὸν ἐμπαρέχοντι, καὶ ὀπίσω τῶν ἡδονῶν αὐτοῦ πορευόμενον;

Αἱ νήψασαι πέντε παρθένοι ἐκεῖναι καὶ τὸ ξένον τῆς ἑαυτῶν φύσεως ἔλαιον ἐν τοῖς ἀγγείοις παραλαβοῦσαι τῆς καρδίας, τοῦτο δὲ ἐστὶν ἡ χάρις τοῦ Πνεύματος, ἐδυνήθησαν εἰς τὸν νυμφῶνα συνεισελθεῖν τῷ νυμφίῳ· αἱ ἄλλαι δὲ αἱ μωραί, αἱ κακαί, αἱ τῇ ἰδίᾳ φύσει ἐναπομείνασαι, οὐκ ἔνηψαν, οὐδὲ κατὰ σπουδῆς ἔσχον τὸ τοιόν δε τῆς ἀγαλλιάσεως ἔλαιον εἰς τὰς ἑαυτῶν καρδίας, ἔτι ἐν σαρκὶ οὖσαι παραλαβεῖν· ἀλλ᾽ οἱονεὶ ἀφύπνωσαν, δι᾽ ἀμέλειάν τε καὶ χαυνότητα καὶ δικαιοσύνης οἴησιν· παρ᾽ ὃ καὶ ὁ νυμφὼν αὐταῖς ἀπεκλείσθη τῆς βασιλείας· δῆλον γὰρ ὅτι δεσμῷ τινι τοῦ κόσμου καὶ φιλίᾳ γεγόνασι καθεκταί, καθότι τὴν ἀγάπην αὐτῶν ἐντελῆ καὶ τὸν ἔρωτα τῷ ἐπουρανίῳ μὴ παρέσχον νυμφίῳ· καὶ γὰρ αἱ τὸ ξένον τῆς φύσεως τὸν ἁγιασμὸν τοῦτον ζητοῦσαι ψυχαὶ τοῦ Πνεύματος, ὅλην τὴν ἀγάπην αὐτῶν ἐξάπτουσαι τῷ Χριστῷ, ἐκεῖ περιπατοῦσιν, ἐκεῖ εὔχονται, ἐκεῖ λογίζονται, ἐκεῖ μελετῶσι, πάντων ἀποστᾶσαι τῶν ἄλλων· αἱ γὰρ πέντε τῆς ψυχῆς αἰσθήσεις σύνεσις, γνῶσις, διάκρισις, ὑπομονή, ἔλεος, ἂν τὴν ἄνωθεν χάριν καὶ τὸν ἁγιασμὸν τοῦ Πνεύματος δέξωνται, καὶ φρόνιμοι τῇ ἀληθείᾳ παρθένοι ἔσονται· εἰ δὲ τῇ φύσει τῇ ἑαυτῶν ἐγκαταλειφθεῖεν, μωραὶ τῳόντι εὐρίσκονται, καὶ τέκνα οὖσαι τοῦ κόσμου δείκνυνται καὶ τῆς ὀργῆς.

Ὥσπερ ξένην τῆς φύσεως ἡμῶν τὴν κακίαν οὖσαν, διὰ δὲ τῆς παραβάσεως τοῦ πρώτου παρεισδύσασαν ἀνθρώπου καταδεξάμεθα, φύσιν ἡμῖν τῷ χρόνῳ καθαπερεὶ γενομένην οὕτω δὴ καὶ διὰ τοῦ ξένου τούτου τῆς ἡμετέρας φύσεως, τῆς ἐπουρανίου φημὶ τοῦ Πνεύματος δωρεᾶς, ἀποσκορακισθῆναι πάλιν αὐτὴν τῆς ἡμετέρας προσήκει φύσεως, καὶ εἰς τὴν ἀρχαίαν ἡμᾶς καθαρότητα καταστῆναι· ὡς εἰ μὴ τοῦτο τῇ πολλῇ δεήσει καὶ πίστει τῇ προσοχῇ τε καὶ τῶν τοῦ κόσμου ἀποστροφῇ γένοιτο, καὶ ἡ μιανθεῖσα πρὸς τῆς κακίας φύσις ἡμῶν, ὑπὸ τῆς ἀγάπης ἐκείνης, ἥτις ἐστὶν ὁ Κύριος, ἁγιασθείη, καὶ μέχρι τέλους ἄπτωτοι διαμείνομεν τῶν ἐντολῶν αὐτοῦ τῶν θείων μεταποιούμενοι, τῆς ἐπουρανίου βασιλείας ἐπιτυχεῖν οὐ δυνάμεθα.

Λεπτόν τινα καὶ βαθὺν λόγον κατὰ τὰ ἐμοὶ δυνατά, φησι, διελθεῖν βούλομαι· σωματοποιεῖ ἑαυτὸν ὁ ἄπειρος καὶ ἀσώματος Κύριος διὰ χρηστότητα ἄπειρον, καὶ σμικρύνει, ὡς ἄν τις φαίη, ὁ μέγας καὶ ὑπερούσιος, τοῦ δυνηθῆναι τοῖς νοεροῖς αὐτοῦ κτίσμασι συγκραθῆναι, ψυχαῖς ἁγίων φημι, καὶ Ἀγγέλων, ἵνα δυναταὶ γένοιντο καὶ αὖται ζωῆς ἀθανάτου τῆς ἑαυτοῦ θεότητος μετασχεῖν· ἐπεὶ καὶ ἕκαστον κατὰ τὴν ἰδίαν φύσιν, σῶμά ἐστιν, ὁ Ἀγγελος, ἡ ψυχή, ὁ δαίμων· κἂν γὰρ λεπτὰ εἶεν, ἀλλ᾽ ὅμως ἐν ὑποστάσει, χαρακτῆρί τε καὶ εἰκόνι καὶ τὴν λεπτότητα τῆς ἑαυτῶν φύσεως σῶμα τυγχάνει λεπτόν· ὥσπερ γὰρ ἐν ὑποστάσει τουτὶ τὸ σῶμα παχύ ἐστι, οὕτω καὶ ἡ ψυχή, σῶμα οὖσα λεπτόν, περιέβαλε καὶ ἐνεδύσατο τὰ μέλη τοῦδε τοῦ σώματος· περιέβαλε γὰρ τὸν ὀφθαλμόν, δι᾽ οὗπερ γοῦν καὶ ὁρᾷ· περιέβαλε τὸ οὖς, δι᾽ οὖ καὶ ἀκούει· τὴν χεῖρα, τὴν ῥίνα, καὶ ἁπαξαπλῶς ὅλον τὸ σῶμα, καὶ τὰ μέλη αὐτοῦ περιέβαλε καὶ συνεκράθη ὅλῳ αὐτῷ ἡ ψυχή, δι᾽ οὖ καὶ πάντα ὅσα δὴ τῷ βίῳ ἐνστρέφεται ἐπιτηδεύματα διανύει· τὸν αὐτὸν οὖν τρόπον καὶ ἡ ἀνεκλάλητός τε καὶ ἀνεννόητος τοῦ Χριστοῦ χρηστότης σμικρύνει καὶ σωματοποιεῖ ἑαυτήν καὶ συγκιρνᾶται καὶ περιλαμβάνει τὰς πιστὰς καὶ φίλας αὐτῇ ψυχὰς καὶ εἰς ἓν αὐτῆς γίνεται κατὰ τὸ λόγιον Παύλου, ψυχὴ εἰς ψυχήν, ὡς φάναι, καὶ ὑπόστασις γοῦν εἰς ὑπόστασιν, ὡς ἂν τῇ τοιᾷδε ψυχῇ ἐν τῇ αὐτοῦ θεότητι ζῆσαί τε ὑπάρξῃ καὶ ἀθανάτου ζωῆς ἐφικέσθαι καὶ ἡδονῆς ἀφθάρτου καὶ ἀρρήτου δόξης κατατρυφῆσαι.

Τῇ τοιαύτῃ ψυχῇ, φησίν ὁ Κύριος ὅτε μὲν βούλεται πῦρ γίνεται, πᾶν φαῦλον αὐτῆς καὶ ἐπείσακτον διακαῖον· ὥσπερ καὶ ὁ Προφήτης φησίν, ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον· ὅτε δέ, ἀνάπαυσις ἄφραστός τε καὶ ἄρρητος· ὅτε δὲ χαρὰ καὶ εἰρήνη, περιθάλπων καὶ περιβάλλων αὐτήν· μόνον, ἐν σπουδῇ θετέον φιλεῖν αὐτόν, καὶ χαρίζεσθαι τρόποις ἀγαθοῖς καὶ αὐτῇ πείρᾳ, αὐτῇ αἰσθήσει ὄψεται ἁψάμενος ἀλαλήτων ἀγαθῶν, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα τὸ Πνεῦμα Κυρίου γίνεται, τοῦτο μὲν εἰς ἀνάπαυσιν, τοῦτο δ᾽ εἰς ἀγαλλίασίν τε καὶ τρυφήν καὶ ζωὴν τῆς ἀξίας ἐκείνου δεικνυμένης ψυχῆς· σωματοποιεῖ γὰρ ἑαυτόν, ὥς περ εἰς βρῶσιν πνευματικήν, οὕτω καὶ εἰς ἔνδυμά τε καὶ κάλλη ἀνεκδιήγητα, ἵν᾽ εὐφροσύνης οὕτω πληρώσῃ πνευματικῆς· ἐγὼ γὰρ εἰμί φησιν ὁ ἄρτος τῆς ζωῆς, καὶ ὁ πίνων ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται αὐτῷ πηγὴ ὕδατος ἁλλόμενον εἰς ζωὴν αἰώνιον.

Οὕτω φησί, καὶ ἑκάστῳ τῶν ἱερέων καὶ ἁγίων· ὁ Θεὸς ὤφθη, ὡς αὐτῷ θέλημα ἦν, καὶ τῷ ὁρῶντι λυσιτελές· οἷον, ἄλλως τῷ Ἀβραὰμ καὶ ἄλλως τῷ Ἰσαάκ, τῷ Ἰακὼβ ἄλλως, τῷ Νῶε, τῷ Δανιήλ, τῷ Μωσεῖ, τῷ Δαβὶδ καὶ ἑκάστῳ τῶν Προφητῶν, σμικρύνων ἑαυτὸν καὶ σωματοποιῶν, ὡς περ εἴρηται, μεταμορφούμενός τε, καὶ ὁπτανόμενος τούτοις τοῖς ἀγαπῶσιν αὐτόν, οὐ καθόσον αὐτός ἐστιν, ἀχώρητος γὰρ, ἀλλὰ κατὰ τὴν ἐκείνων χώρησίν τε καὶ δύναμιν, διὰ τὴν πολλήν καὶ ἀπερινόητον, ἣν εἶχεν πρὸς αὐτούς, ἀγάπην.

Ψυχὴ καταξιωθεῖσα τὴν ἐξ ὕψους εἰσοικίσασθαι δύναμιν, καὶ τὸ πῦρ ἐκεῖνο τὸ θεῖον, καὶ τὴν ἐπουράνιον τοῦ ἀγαθοῦ Πνεύματος ἀγάπην συγκεκραμένην σχοῦσα τοῖς ἑαυτῆς μέλεσι, πάσης κοσμικῆς ἀγάπης ἀτεχνῶς λύεται· ὥς περ γὰρ σίδηρος ἢ μόλυβδος, χρυσός τε καὶ ἄργυρος πυρὶ παραδοθεὶς λύεται, καὶ τῆς φύσεως αὐτοῦ τὸ ἀντιτυπὲς εἰς ἁπαλότητα μεταβάλλει, ἐν ὅσῳ τε τῷ πυρὶ ὁμιλεῖ, χαῦνός ἐστι, καὶ ἔκλυτος, καὶ τὴν φυσικὴν ἀποβεβληκὼς ἀντιτυπίαν διὰ τὴν τοῦ πυρὸς δύναμιν· οὕτω καὶ ψυχὴ τὸ ἐπουράνιον ἐκεῖνο δεξαμένη πῦρ τῆς ἀγάπης τοῦ Πνεύματος, πάσης προσπαθείας τοῦ κοσμικοῦ Πνεύματος ἐκχωρεῖ, καὶ τῶν δεσμῶν ἀφίεται τῆς κακίας, ἐξ αὐτῆς τε τῆς φυσικῆς σκληρότητος μεταβάλλει τῆς ἁμαρτίας, σμικρὰ πάντα λογιζομένη καὶ ἀτιμάζουσα· φημὶ δ᾽ ὅτι κἄν τινες αὐτῇ εἶεν ἀδελφοὶ κατ᾽ ἄκραν φιλούμενοι, πρὸς δὲ ἐκείνην αὐτῇ παραποδίζοιεν τὴν ἀγάπην, καὶ αὐτὸς ἂν ἀποστέρξοιεν· ἡ τῷ τοιούτῳ ἔρωτι ἁλοῦσα ψυχή· εἱ γὰρ σαρκικῆς κοινωνίας ἀγάπη γάμου, πατρός τε καὶ μητρὸς καὶ ἀδελφῶν διίστησι, κἂν τις φιλῇ τινὰ τούτων, ἐξ ἐπιπολῆς φιλεῖ· τὴν δὲ διάθεσιν ὅλην καὶ τὸν πόθον πρὸς τὴν συνῳκισμένην αὐτῷ τέτακεν, εἰ ἡ τῆς σαρκὸς φιλία οὕτω λύει πάσης ἄλλης τοῦ κόσμου φιλίας, σχολῇ γ᾽ ἂν, οἱ ἐκείνῳ τῷ ἀπαθεῖ πόθῳ τρωθέντες, ἔρωτί τινι τῶν τοῦ κόσμου καθεκτοὶ γένοιντο.

Χρηστὸς ὢν καὶ φιλάνθρωπος ὁ Θεός, μακροθύμως ἔχει, καὶ πολύς ἐστιν ἀναμένων τὴν ἑκάστου τῶν ἁμαρτανόντων μετάνοιαν· ἑορτήν τε οὐρανίαν τιθέμενος τῆν τοῦ μεταμελομένου ἐπιστροφήν· χαρὰ γάρ, φησὶν αὐτός, ἐν τῷ οὐρανῷ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι· εἰδέ τις τὴν χρηστότητα ταύτην καὶ μακροθυμίαν ὁρῶν, καὶ ὅτι μὴ τοῖς κατὰ μέρος ἁμαρτήμασιν ἐπεξέρχεται, τὴν μετάνοιαν, ὥς περ ἔφημεν, ἐκ δεχόμενος, κατολιγωρήσει τῆς ἐντολῆς, καὶ τὴν χρηστότητα, φεῦ, ἀφορμὴν σχοίη πρὸς καταφρόνησιν, ἁμάρτημα ἐπὶ ἁμαρτήματι προστιθείς, καὶ πρόσκομμα ἐποικοδομῶν, ῥαθυμίαν τε συνάπτων τῇ ῥαθυμίᾳ, πληροῖ τοὺς τῶν ἁμαρτιῶν ὅρους, καὶ τοιούτῳ λοιπὸν ἁλίσκεται παραπτώματι, ἐξ οὖ μηκέτι παρὸν αὐτῷ ἀνακτήσασθαι, ἀλλ᾽ ἐσχάτην τὴν συντριβὴν ὑποστάς, καὶ τῷ πονηρῷ εἰς τέλος συγχωρηθείς, ἀπόλλυται· οὕτως ἐπὶ Σοδόμων γέγονεν· ἀποπλήσαντες γὰρ, καὶ ὑπερβάντες τοὺς τῶν ἁμαρτιῶν ὅρους, ἐπεὶ μηδέν, ὡς εἰπεῖν, ζώπυρον μετανοίας αὐτοῖς ὑπελείφθη, ἀνάλωμα πυρὸς ὑπὸ τῆς θείας δίκης γεγόνασι· οὕτως ἐπὶ Νῶε, καὶ γὰρ ἀχαλίνοις χρώμενοι ταῖς ἐπὶ τὴν κακίαν ὁρμαῖς, καὶ μηδὲν εἶδος μετανοίας ἐπιδεικνύμενοι, τηλικοῦτον ἑαυτοῖς ἁμαρτιῶν ὄγκον ἐξεκορύφωσαν, ὡς ἅπασαν ὁμοῦ τὴν γῆν εἰσάπαξ διαφθαρῆναι· οὕτω τοῖς Αἰγυπτίοις πολλὰ πλημμελοῦσι καὶ εἰς τὸν τοῦ Θεοῦ λαὸν ἐξυβρίζουσι, χρηστὸς ἦν ἐκεῖνος, οὐ πανωλεθρίᾳ παραδιδούς, ἀλλὰ διὰ τῶν κατὰ μέρος μαστίγων εἰς μετάνοιαν ἐπαγόμενος· ἐπεὶ δὲ ἐπιστρέφοντες, ἀγαπητῶς πάλιν πρὸς τὴν κακίαν ἀνέστρεφον, καὶ τῆς προτέρας εἴχοντο ἀπιστίας, ἔσχατον δὲ καὶ τὸν λαὸν τοῦ Κυρίου τῆς Αἰγύπτου ἀναγόμενον κατεδίωκον, ἀνάλωσεν αὐτοὺς ἡ θεῖα δίκη τὸ σύνολον, καὶ ἀπώλεσεν· οὕτω τοῦ Ἰσραὴλ πολλὰ ἁμαρτάνοντος, καὶ τοὺς Προφήτας ἀποκτενόντος τοῦ Θεοῦ, τῆς συνήθους οὕτος μακροθυμίας ἐγίνετο· ἐπεὶ δὲ εἰς τοῦτο κακίας προέκοψαν, ὡς μηδὲ τὸ δεσποτικὸν δυσωπηθῆναι ἀξίωμα, ἀλλὰ κἀκείνῳ μιαιφόνους χεῖρας ἐπιβαλεῖν· καὶ αὐτοὶ καθάπαξ ἀπεβλήθησαν τε καὶ κατεβλήθησαν· καὶ ἤρθη ἀπ᾽ αὐτῶν ἥτε προφητεία καὶ ἡ ἱερατεία καὶ ἡ λατρεία· καὶ ἐπιστεύθη ταῦτα τοῖς πιστεύσασιν ἔθνεσι.

Προσδράμωμεν τῷ καλοῦντι Χριστῷ προθύμως, ἐκχέοντες ἐπ᾽ αὐτὸν τὰς καρδίας· καὶ μὴ τὴν ἑαυτῶν ἐθελοκακοῦντες ἀπογινώσκομεν σωτηρίαν· καὶ τοῦτο γὰρ τοῦ πονηροῦ σόφισμα, ὑπομνήσει προτέρων ἁμαρτιῶν ὁδοποιεῖν εἰς ἀπόγνωσιν, ἀλλ᾽ ἡμῖν κατανοητέον ὅτι περ εἰ Χριστὸς ἐλθὼν τυφλῶν τε, καὶ παραλύτων καὶ κωφῶν ἰατρός; καὶ διορθωτὴς ἦν, νεκρούς τε ἤδη καταφθαρέντας ἀνίστη, πόσῳ μᾶλλον τυφλότητα διανοίας, καὶ ψυχῆς πάρεσιν, καὶ ἀμελοῦς καρδίας οὐκ ἰάσεται κώφευσιν· ἐπεὶ μηδὲ ἕτερος, ἀλλ᾽ αὐτὸς ὁ τὸ σῶμα κτίσας, αὐτός ἐστι ὁ καὶ τὴν ψυχὴν καὶ εἰ πρὸς τὰ λυόμενα, καὶ θνῄσκοντα οὕτως εὐμενῶς καὶ ἱλέως εἶχε, πόσῳ μᾶλλον τῇ ἀθανάτῳ ψυχῇ κακίας νόσῳ καὶ ἀγνοίας ἁλούσῃ, ἔπειτα προσερχομένῃ τούτῳ καὶ δεομένῃ, φιλανθρώπως καὶ θεραπευτικῶς χρήσεται; αὐτοῦ γὰρ φωναὶ τὸ ὁ Πατήρ μου ὁ οὐράνιος, οὐ μὴ ποιήσει ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας; ναὶ λέγω ὑμῖν, ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐντάχει· καὶ τό αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν, ζητεῖτε, καὶ εὑρήσεται, κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· καὶ αὖθις· ὅτι κἂν διὰ τὸ φίλον εἶναι οὐ δώσει αὐτῷ, διά γε τὴν ἀναίδειαν αὐτοῦ, ἀναστὰς δώσει αὐτῷ ὅσα χρήζει, ἀναιδῆ καὶ παράμονον τὴν αἴτησιν προτρεπόμενος γίνεσθαι· ἐπείτοι καὶ διὰ τοὺς ἁμαρτωλοὺς ἦλθεν ἵνα ἐπιστρέψῃ πρὸς ἑαυτόν· μόνον ἡμεῖς τῶν κακῶν προλήψεων ὅση δύναμις ἀποστάντες, σχολάσωμεν τῷ Κυρίῳ· καὶ αὐτὸς οὐχ ὑπερορᾷ, ἀλλ᾽ ἕτοιμος ἔσται, παρέχων τὴν παρ᾽ αὐτοῦ βοήθειαν.

Ὥσπερ ἐπὶ τῶν νόσῳ τινὶ καὶ ἀσθενείᾳ κατειλημμένων, ἐπειδὰν μηκέτι τὸ σῶμα δυνατὸν ἢ τροφῆς καὶ πόσεως μετασχεῖν εἰς ἀπόγνωσιν τοῦτο συνωθεῖ, καὶ θανάτου τεκμήριον γίνεται καὶ θρηνοῦντάς τε ἐπὶ τούτῳ καὶ φίλους ἔχει, καὶ τοὺς προσήκοντας, οὕτω δὴ καὶ Θεὸς καὶ Ἀγγελοι, ψυχὰς τὰς μὴ τροφῇ τῇ ἐπουρανίῳ χρήσασθαι δυναμένας, διὰ πολλῆς λύπης καὶ θρήνων ποιοῦνται· εἰ τοίνυν ἐγένου τῷ Θεῷ θρόνος, ἐκεῖνον ἔχων ἐπικαθήμενον· εἰ γέγονεν ἡ ψυχή σου ὅλη πνευματικὸς ὀφθαλμός, ὅλη φῶς· εἰ ἐτράφης τὴν τροφὴν ἐκείνην τοῦ Πνεύματος· εἰ ποτίζῃ τοῦ ζῶντος ὕδατος καὶ τοῦ πνευματικοῦ οἴνου, τοῦ τὴν καρδίαν εὐφραίνοντος· εἰ ἐνδέδυσαι τῇ ψυχῇ τὰ τοῦ ἀρρήτου φωτὸς ἐνδύματα· εἰ πάντων τούτων ὁ ἔσω σου ἄνθρωπος εἰς πεῖραν ἀφίκετο καὶ πληροφορίαν, ἰδοὺ ζῇς τὴν αἰώνιον ὄντως ζωήν, ἐκ τοῦ παρόντος ἤδη τῷ Χριστῷ συναναπαυόμενος· εἰδ᾽ οὔπω εἴληφας ταῦτα, οὐδ᾽ εἰς κτῆσιν τούτων ἐλήλυθας, κλαῖε θερμῶς, καὶ ὀδυρμοῖς κέχρησο, μήπω τοῦ τοιούτου πλούτου τετυχηκέναι· καὶ φροντὶς ἔστω σοι, καὶ δέησις διηνεκὴς περὶ τῆς πτωχείας σου· ἀλλ᾽ εἴθε κἂν τῆς ἑαυτοῦ πενίας αἴσθησις εἰσήει τῷ κεκτημένῳ· καὶ μὴ ὡς τοῦ θείου πλούτου κατακορὴς ὢν ἄφροντις περιῆγεν· ὁ γὰρ ζητῶν, φησιν, εὑρήσει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.

Εἰ τὸ σύνθετον ἐκεῖνο ἔλαιον τοσαύτην εἶχε τὴν δύναμιν, ὡς τοὺς χρισαμένους αὐτῷ λοιπὸν βασιλικῆς ἐπιμένειν δόξης· πόσῳ γε μᾶλλον οἱ τὸν νοῦν, καὶ τὸν ἔσω ἄνθρωπον τῷ ἁγιαστικῷ τῆς ἀγαλλιάσεως ἐλαίῳ χριόμενοι, καὶ τὸν ἀρραβῶνα τοῦ ἀγαθοῦ λαμβάνοντες πνεύματος, τῶν μέτρων τῆς τελειότητος ἐπιβήσονται, τῆς Χριστοῦ, φημί· βασιλείας, καὶ υἱοθεσίας αὐτῷ συμμύσται τῷ βασιλεῖ γινόμενοι, εἰσιέναι τε, καὶ ἐξιέναι πρὸς τὸν πατέρα κατὰ τὸ δοκοῦν αὐτοῖς ἔχοντες· εἰ γὰρ καὶ μήπω τέλειον τὴν κληρονομίαν εἰλήφασι, τὸ βάρος ἔτι περικείμενοι τῆς σαρκός, ἀλλ᾽ οὖν διὰ τὸν ἀρραβῶνα τοῦ Πνεύματος, ἐν τῷ ἀσφαλεῖ αὐτοῖς κεῖται τὰ τῶν ἐλπίδων, καὶ ὅτι συμβασιλεύσουσι τῷ Χριστῷ, καὶ ἐν παρουσίᾳ καὶ πλεονασμῷ πνεύματος ἔσονται, οὐδὲν αὐτοῖς τὸ ἐνδοιαζόμενον· καθότι τῇ σαρκὶ περιόντες ἔτι, εἰς πεῖραν ἦλθον τῆς δυνάμεως καὶ τῆς ἡδονῆς ἐκείνης· καὶ γὰρ τὸ ἐπιτεθὲν μετὰ τὴν παρακοὴν τοῖς ἀνθρώποις ὑπὸ τοῦ σατανᾶ κάλυμμα, ἡ χάρις ἐρχομένη διὰ καθάρσεως τοῦ ἔσω ἀνθρώπου, καὶ τοῦ νοός, περιαιρεῖ τέλεον καὶ πᾶν μίασμα καὶ λογισμὸν ἅπαντα ῥυπαρὸν τῆς ψυχῆς ἀποσκυβαλίζει, καθαρὰν αὐτὴν γενέσθαι βουλομένη, καὶ τὴν ἰδίαν ἀπολαβοῦσαν φύσιν, τρανοῖς καὶ ἀνεπικωλύτοις τοῖς ὀφθαλμοῖς τὴν δόξαν τοῦ κατοπτεύειν· οἱ τοιοῦτοι, αὐτόθεν ἤδη πρὸς ἐκεῖνον ἁρπάζοντα τὸν αἰῶνα, καὶ τὰ ἐκεῖ κάλλη, καὶ θαύματα καθορῶσι· καθάπερ γὰρ ὁ σωματικὸς οὗτος ὀφθαλμὸς ἀπαθῶς τε καὶ ὑγιῶς ἔχων ταῖς ἡλιακαῖς αὐγαῖς θαρρούντως ἐνατενίζει, οὕτω καὶ οὖτοι, φωτεινῷ χρώμενοι καὶ διακεκαθαρμένῳ τῷ νῷ, τὰς ἀδύτους αὐγὰς Κυρίου διὰ παντὸς κατοπτεύουσι.

Τουτὶ τὸ μέτρον, φησίν, οὐ ῥαδίως ἐφικτὸν τοῖς ἀνθρώποις· ἀλλὰ πόνων δεῖται συχνῶν, ἀγώνων τε καὶ ἱδρώτων μυρίων· πολλοὶ γάρ εἰσιν, οἷς καὶ ἡ χάρις συνέστιν ἐνεργοῦσα, καὶ ἡ κακία πάλιν ἐνδομυχοῦσα, ἀφέστηκεν οὐδαμῶς· ἀλλὰ τὰ δύω πνεύματα, τό τε τοῦ φωτὸς καὶ τὸ τοῦ σκότους εἰς μίαν καὶ τὴν αὐτὴν ἐνεργεῖ καρδίαν· ἐρεῖς γοῦν μοι πάντως, τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; ἢ τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; κἀγὼ δὲ αὐτό σοι ἀποκρινοῦμαι, τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; ἢ ποῦ τὸ θεῖον φῶς ἐπισκοτίζεται ἢ θολοῦται ἢ καταμιαίνεται, τὸ καθαρὸν ἀκριβῶς καὶ ἀμίαντον; τὸ φῶς γὰρ ἐν τῇ σκοτίᾳ φαίνει, φησὶ, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν, ὥστε οὐκ ἀναμέρος ἐκληπτέον, οὐδὲ μονοτρόπως τὰ πράγματα· καὶ γὰρ εἰς τοσοῦτόν τινες ἐναναπαύονται τῇ χάριτι τοῦ Θεοῦ, ἐς ὅσον ἑαυτῶν δύνασθαι κρατεῖν καὶ μὴ ἡττᾶσθαι τῆς ἐγκατοικούσης αὐτοῖς ἁμαρτίας· καὶ συμβαίνῃ νῦν εὐχὴν εὐπάρεδρον ἔχοντας καὶ ἀνάπαυσιν· ἔπειτα ὑπὸ ῥυπαρῶν λογισμῶν ἐνεργεῖσθαι καὶ ὑπὸ τῆς ἁμαρτίας κλέπτεσθαι, συνούσης δηλαδὴ καὶ τῆς χάριτος· οἱ μὲν οὖν ἐλαφροί τε καὶ οὕπω τῆς ἀκριβείας ἐπειλημμένοι ποσῶς αὑτοῖς τῆς θείας χάριτος ἐνεργούσης, ἔδοξαν εἰσάπαξ ἀπολελύσθαι τῆς ἁμαρτίας· οἱ δὲ διάκρισίν τε καὶ νοῦν ἔχοντες οὐκ ἂν ἀρνηθεῖεν ὅτι καὶ τῆς τοῦ Θεοῦ χάριτος ἐνοικούσης, οὐχὶ καὶ ὑπὸ αἰσχρῶν καὶ ἀτόπων διασείονται λογισμῶν.

Εἴδομέν τινας ἐν τοῖς ἀδελφοῖς πολλάκις οὕτω πλουσίας τῆς χάριτος ἀπολελαυκότας, ὡς πέντε χρόνων καὶ ἓξ ἀπομαρανθῆναι τέλεον αὐτοῖς καὶ ἀποσβῆναι τὰ τῆς ἐπιθυμίας· εἶτα ὡς ἔδοξαν ὅρμου καὶ γαλήνης ἐπιλαβέσθαι, τότε καθάπερ ἐξ ἐνέδρας ἐπιφανεῖσα τούτοις ἡ κακία, οὕτω δυσμενῶς ἐπέθετο καὶ ἀγρίως· ὡς ἔκπληξιν αὐτοῖς ἐνθεῖναι καὶ ἀπορίαν· τεθάρρηκε τοίνυν οὐδεὶς τῶν ὀξὺ διὰ σύνεσιν βλεπόντων εἰπεῖν ὅτι τῆς χάριτός μοι συνούσης, ἀπήλλαγμαι λοιπὸν καὶ τῆς ἁμαρτίας· ἐνεργεῖ γὰρ, ὥς περ εἴρηται, καὶ τὰ δύω ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ νῷ, κἂν οἱ εὔκολοί τε καὶ ἀμαθεῖς μικρόν τι κίνημα πνευματικὸν ἐσχηκότες, νενικήκαμεν ἤδη λέγουσιν· ἐμοὶ δὲ δοκῶ τὰ πράγματα οὕτως ἔχειν· ὥς περ ὅταν ἡλίου καθαρῶς ἐπιλάμποντος, σκοτεινὸς ἀὴρ, ἄφνω, ἢ ὁμίχλη ἐπιδραμοῦσα ἐπισκοτίσειεν αὐτοῦ τῷ καλῷ φωτί, τούτῳ γὰρ παραπλησίως ἔχουσι τῷ λόγῳ οἱ τῆς μὲν τοῦ Θεοῦ χάριτος ἐπιτυχόντες, μήπω δὲ πρὸς ἀκρίβειαν διακαθαρθέντες, ἀλλ᾽ ἐν τῷ βάθει ἔτι κατάσχετοι ὄντες ὑπὸ τῆς ἁμαρτίας, ὥστε πολλῆς τῳόντι τῆς διακρίσεως δεῖ πρὸς τὸ πείρᾳ ταῦτα τῇ τελεωτάτῃ παραλαβεῖν.

Ὥς περ ἀμήχανον ὀφθαλμῶν ἄνευ καὶ γλώττης ὥτων τε καὶ ποδῶν βλέπειν ἢ λαλεῖν ἢ ἀκούειν ὅλως ἢ περιπατεῖν· οὕτως ἐπίσης ἀδύνατον ἄνευ τοῦ Θεοῦ καὶ τῆς ἐκεῖθεν διαδιδομένης ἐνεργείας μυστηρίων κοινωνῆσαι θείων καὶ εἰδέναι Θεοῦ σοφίαν ἢ κατὰ Πνεῦμα πλουτεῖν· οἱ μὲν γὰρ σοφοὶ τῶν ἑλλήνων ἐν λόγοις ἀσκοῦνται καὶ πρὸς λογομαχίας ἐκθύμως ἡσχόληνται· οἱ δὲ τοῦ Θεοῦ δοῦλοι, κἂν ἀνομίλητοι λόγῳ ὦσιν, ἀλλ᾽ οὖν θείᾳ γνώσει καὶ θεοῦ χάριτι καταρτίζονται διὰ παντός.

Πείθομαι λέγειν, φησίν, ὅτι καὶ αὐτοῖς ἐκείνοις τοῖς Ἀποστόλοις, τοῦ ἀγαθοῦ παρακλήτου πεπληρωμένοις, οὐ μενοῦν καθαρῶς ὑπῆρχε φροντίδων ἀνεῖσθαι· ἀλλὰ πρὸς τῇ ἀγαλλιάσει καὶ ἀρρήτῳ χαρᾷ, καὶ φόβος τις εἵπετο ἐξ αὐτῆς δήπου τῆς χάριτος, οὐχὶ τοῦ τῆς κακίας μέρους ἔχων τὰς ἀφορμάς αὐτὴ γὰρ ἡ χάρις, ἐν ἀσφαλεῖ τὰ ἐκείνων ἐτίθει, τοῦ μηδὲ πρὸς μικρὸν ἐκβῆναι τοῦ καλῶς ἔχοντος· καὶ ὥς περ τι Παιδίον μικρᾷ ψηφίδι τεῖχος βεβληκὸς οὐδὲν ἤνυσεν· ἢ ὥς τι βέλος ἀσθενὲς θώρακα ἰσχυρὸν ἥκιστα ἂν βλάψειεν, οὕτω δὴ καὶ μέρος τί τῆς κακίας προσβάλλον αὐτοῖς, ἄπρακτόν τε καὶ μάταιον ἀπηλέγχετο, ἅτε τῇ τοῦ Χριστοῦ δυνάμει καλῶς φραξαμένοις πλὴν ἀλλὰ καὶ τελείοις αὐτοῖς οὖσιν ἡ τοῦ αὐτεξουσίου ἐλευθερία παρῆν, καὶ οὐχ ὥς τινες ἀνοήτως φασίν, ὅτι μετὰ χάριν τὸ ἀπὸ τοῦδε φροντίδων λύσις καὶ ἄνεσις· ζητεῖ γὰρ ὁ Κύριος, κἂν τοῖς τελείοις τὸ θέλημα τῆς ψυχῆς εἰς διακονίαν τοῦ Πνεύματος, ὥστε συμβῆναι ταῦτα ἀλλήλοις· λέγει γὰρ ὁ Ἀπόστολος· τὸ Πνεῦμα μὴ σβέννυτε.

Τὸ μὲν ἁπλῷ λόγῳ παραδιδόναι τὰ πράγματα, πρόχειρόν τι καὶ εὐπετές· ῥάδιον γὰρ τῷ παντὶ λέγειν, τὸν ἄρτον τοῦτον, ὑποδείγματος δὲ λόγῳ φαμέν, ἀπὸ σίτου γεγενῆσθαι· τὴν μέντοι κατὰ μέρος αὐτοῦ κατασκευὴν ἐκθέσθαι, οὐ τοῦ παντὸς γνῶναι, ἀλλὰ μόνων ἐστὶ τῶν πεπειραμένων· οὕτω γοῦν καὶ τὸ μὲν ἁπλῶς περὶ ἀπαθείας λέγειν καὶ τελειότητος εὐχερές· τὸ δὲ πείρᾳ καὶ ἀληθείᾳ τὸ πρᾶγμα παραλαβεῖν, τοῦτο ἐστὶ τὸ ἔργῳ καὶ ἀληθείᾳ καταλαβεῖν τὴν κατασκευὴν τῆς τελειότητος.

Ὅσοι λόγους πνευματικούς, γεύσεώς τε καὶ πείρας ἐκτός, φθέγγονται, τούτους ἐοικέναι, φημί, ἀνθρώπῳ, θέρους ὥρᾳ, μεσημβρίας ἀκριβοῦς ἱσταμένης, πεδίον ἔρημόν τι καὶ ἄνυδρον διιόντι· εἶτα ὑπὸ πολλῆς καὶ φλογώδους τῆς δίψης, κατὰ νοῦν αὐτῷ ὑπογράφοντι πηγήν τινα ψυχρὰν ἐγγὺς οὖσαν, γλυκύ τε καὶ διειδὲς ὕδωρ ἔχουσαν, καὶ αὐτὸν οὐδενὸς εἴργοντος ἀπολαύοντα κατὰ κόρον· ἢ ἀνθρώπῳ μέλιτος μὲν οὐδὲ βραχὺ γευσαμένῳ, ἑτέροις δὲ ὅπως ἔχει γλυκύτητος πειρωμένῳ διασαφεῖν· τοιοῦτοι γὰρ ἀληθῶς, ὅσοι μὴ ἔργῳ καὶ πληροφορίᾳ τῇ ἑαυτῶν, τὰ περὶ τελειότητός τε καὶ ἁγιασμοῦ καὶ ἀπαθείας παραλαβόντες ἑτέροις εἰσηγεῖσθαι βούλονται, καὶ γὰρ εἰ δώη Θεὸς μικράν τινα τῶν παρ᾽ αὐτῶν λεγομένων λαβεῖν αἴσθησιν, εἴσονται πάντως, ὅτι μὴ κατὰ τὴν ἐκείνων εἰσήγησιν, ἀλλὰ πολλῷ τῷ διαφέροντι τὰ τῆς ἀληθείας εἶχε καὶ τῶν πραγμάτων· κινδυνεύει γάρ πως ὁ χριστιανισμὸς τοῦ εἰκότως κατὰ μικρὸν παρεκφέρεσθαι, καὶ νοεῖν ἀθείαν· καὶ οὕτως ὁ χριστιανισμός, οἱονεὶ βρῶσίς τις εἶναι καὶ πόσις, καὶ ὅσῳ τίς αὐτῷ κέχρηται, τοσούτῳ καὶ πρὸς πλείονα τὴν ἐπιθυμίαν ἀνάπτεται, καὶ γίνεται αὐτῷ ὁ νοῦς ἀκόρεστός τε καὶ ἀνεπίσχετος, ὡς εἴτις διψῶντι πόμα ἡδὺ παρασχών, παρασκευάσειε τοῦτον, οὐχ ὑπὸ τῆς δίψης μόνης, ἀλλὰ καὶ ὑπ᾽ αὐτῆς ἔτι τῆς ἡδονῆς, λιχνότερόν πως προσκεῖσθαι τῷ πινομένῳ· ταῦτα δὲ ὥς περ εἴρηται, οὐ λόγοις ψιλοῖς μόνοις νοοῦμεν, ἀλλ᾽ ἐργασίᾳ Πνεύματος Ἁγίου ἐν μυστηρίῳ κατὰ νοῦν ἐπιτελούμενα ἐστι, καὶ λέγεται οὕτως.

Τὸ μὲν Εὐαγγέλιον, φησίν, ἀποφαντικῶς διακελεύεται πάντα ἄνθρωπον, τόδε μὴ ποιεῖν ἢ ποιεῖν, ὥστε φίλον γενέσθαι τῷ φιλανθρώπῳ Βασιλεῖ· μὴ ὀργισθῆς γάρ, φησι, μὴ ἐπιθυμήσῃς· ἐὰν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα. στρέψον αὐτῷ καὶ τὴν ἄλλην ὁ δὲ Ἀπόστολος κατὰ πόδας τῶν ἐπιτεταγμένων ἐλθών, καὶ ὅπως χρὴ κατὰ μικρὸν γενέσθαι τὸ τῆς καθάρσεως ἔργον, ὅτι μεθ᾽ ὑπομονῆς, καὶ μακροθυμίας, ἐκπαιδεύει· πρῶτα μὲν γαλακτοτροφῶν ὡς νηπίους· εἶτα φέρων εἰς αὔξησιν, καὶ αὖθις εἰς τελειότητα· οἷον, ὡς ἐν παραδείγματι φάναι, τὸ μὲν Εὐαγγέλιον· τέλειος, ἐξ ἐρίου εἶπε, γενέσθω χιτών· ὁ δὲ Ἀπόστολος, καὶ πῶς δεῖ ξαίνεσθαι τοῦτον, ὑφαίνεσθαί τε καὶ κατασκευάζεσθαι τὸν χιτῶνα καλῶς διεσάφησεν.

Εἰσί τινες, πορνείας μὲν, τῆς φαινομένης, καὶ κλοπῆς καὶ πλεονεξίας καὶ τῶν ὁμοίων ἀπεχόμενοι μοχθηρῶν· καὶ κατὰ τοῦτο, ἐγκρίνοντες τοῖς Ἁγίαις· πολλοῦ δὲ δέουσι τῶν πραγμάτων γίνεσθαι καὶ τῆς ἀληθείας, οἰκουρεῖ γὰρ ἐν τῷ νῷ τούτων ἡ κακία πολλάκις, ζῇ τε, καὶ ἔρπει, καὶ οὕτω ἀπολιποῦσα τούτους ὥχετο. Ἅγιος δὲ ἐστίν, ὁ ἁγιασθείς, καὶ τὸν ἔσω τέλεον διακαθαρθεὶς ἄνθρωπον· καὶ γάρ τις τῶν ἀδελφῶν, ἀδελφοῖς τισι συνευχόμενος, πρὸς τῆς θείας ἐξηχμαλωτίσθη δυνάμεως, καὶ ἁρπαγεὶς εἶδε τὴν ἄνω πόλιν Ἰερουσαλήμ, καὶ τὰς ἐκεῖ φωτεινὰς οἰκίας, καὶ φῶς ἄπειρον, καὶ ἀπόρρητον· ἥκουσέ τε φωνῆς λεγούσης, τοῦτον εἶναι τὸν τόπον τῆς τῶν δικαίων ἀναπαύσεως· εἶτα φυσιωθεὶς καὶ μεγάλα περὶ ἑαυτοῦ οἰηθείς, βάθει κατέπεσεν ἁμαρτίας, καὶ πολλοῖς ὕστερον ἑάλω κακοῖς, εἰ οὖν οὗτος, οὕτως; πῶς γε τῷ τυχόντι δυνατὸν λέγειν· ὡς ἐπεὶ νηστεύω, καὶ ξενιτεύω, ψωμίζω τε τὰ ὑπάρχοντα, καὶ ἀπὸ τῶν εἰρημένων ἐφυλαξάμην κακῶν, καὶ οὐδέν ἐστι τὸ λειπόμενον, Ἅγιον κἀμὲ εἶναι· καὶ γὰρ οὐχ ἡ τῶν φαινομένων κακῶν ἀποχή, τελείωσίς ἐστιν, ὥς περ εἴρηται· ἀλλ᾽ ἡ κατὰ διάνοιαν κάθαρσις, αὔτη τελεία.

Ἔσελθέ, φησιν, ὁ ταῦτα ὑπολαμβάνων διὰ τῆς τῶν λογισμῶν σου ἐπιστασίας, καὶ πρὸς τὸν αἰχμάλωτον καὶ δοῦλον τῆς ἁμαρτίας σου νοῦν διάκυψον, καὶ ἴδε καὶ τὸν ἔτι τούτου κατώτερον καὶ βαθύτερόν σου τῶν λογισμῶν τὸν εἰς τὰ λεγόμενα τῆς ψυχῆς σου ταμιεῖα ἐμφωλεύοντα ὄφιν καὶ ἀναιροῦντά σε διὰ τῶν καιριωτάτων τῆς ψυχῆς σου μελῶν· ἄβυσσος γὰρ ἀκατάληπτος ἀληθῶς ἡ καρδία· εἰ οὖν τοῦτον ἀνεῖλες, εἰς τὴν ἀνομίαν τὴν ἐν σοὶ πᾶσαν ἐξεκάθηρας, καὶ τὴν ἁμαρτίαν ἐκβέβληκας, καύχησαι περὶ καθαρότητος ἐν Θεῷ· εἰδ᾽ οὖν ἀλλὰ ταπεινωθείς, ὡς ἐνδεής τε, καὶ ἁμαρτωλὸς ἔτι, πρόσελθε ὑπὲρ τῶν κρυφίων σου δεόμενος τοῦ Χριστοῦ· πᾶσα γὰρ παλαιὰ καὶ νέα γραφὴ περὶ καθαρότητος φαίνεται διαλεγομένη· καὶ παντὶ ἀνθρώπῳ καὶ Ἰουδαίῳ, καὶ Ἕλληνι ἐπέραστα τὰ τῆς καθαρότητος, κἂν μὴ πᾶσιν ἀνύσιμα· γενέσθαι δὲ τοῦτο τὴν τῆς καρδίας φημι καθαρότητα, οὐ δυνατὸν ἄλλως, ὅτι μὴ διὰ Ἰησοῦ μόνου· αὐτὸς γὰρ ἡ ἐνυπόστατός τε, καὶ ὄντως ἀλήθεια· καὶ δίχα ταύτης τῆς ἀληθείας, ἀμήχανον, ἢ ἀλήθειαν γνῶναι, ἡ σωτηρίας ἐπιτυχεῖν.

Τοῦ αὐτοῦ περὶ ἀγάπης.

Ὥς περ ἐν τοῖς φαινομένοις τούτοις τῷ ἐκτὸς ἀπετάξω ἀνθρώπῳ, ἐψώμισάς τε τὰ ὄντα, καὶ διεσκόρπισας, οὕτως ἀποτάξασθαί σε ταῖς τῶν ἠθῶν προλήψεσι χρή καὶ εἰ σοφίαν ἔμαθες σαρκικήν, ἢ γνῶσιν ἔσχες πραγμάτων, ἄρνησαι ταύτην· εἰ δικαιώμασι πέποιθας σαρκός, ἀπόστηθι τούτων, ταπεινῶν σεαυτὸν καὶ κατασμικρύνων· οὕτω γὰρ καὶ δυνήσῃ τῇ τοῦ κηρύγματος μωρίᾳ, μαθητευθῆναι· ἐν ταύτῃ δὲ τὴν ἀληθινὴν εὑρήσεις σοφίαν, οὐκ ἐν λόγοις κεκομψευμένοις, ἀλλ᾽ ἐν τῇ τοῦ Σταυροῦ δυνάμει, τούτοις ἐνεργούμενος ἐν ὑποστάσει τοῖς καταξιωθεῖσι ταύτην κτήσασθαι· ὁ γὰρ Σταυρός, φησὶν ὁ Παῦλος, τοῦ Χριστοῦ, τοῖς μὲν Ἰουδαίοις, σκάνδαλον, Ἕλλησι δέ, μωρία· ἡμῖν δὲ τοῖς σωζομένοις, Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία.

Εἰ καὶ ἔλαβές, φησι, γεῦσιν ἐξ οὐρανοῦ, εἰ καὶ μετέσχες ἐκείνης τῆς σοφίας, καὶ ἀνάπαυσιν ἔσχες ἐν τῇ ψυχῇ σου, μηδ᾽ οὕτως ἐπαίρου, μηδὲ ὡς ἐφθακὼς ἤδη, καὶ πᾶσαν καταλαβὼν τὴν ἀλήθειαν τεθαρρηκὼς ἔσο· μὴ καὶ σὺ ἀκούσῃς· ἤδη κεκορεσμένοι ἐστέ, ἤδη πεπλουτήκατε· χωρὶς ἡμῶν ἐβασιλεύσατε, καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. Ἀλλὰ καὶ γευσάμενος, ὡς μήπω τοῦ Χριστιανισμοῦ ἁψάμενος εἶναι νόμιζε· καὶ μὴ ἐξ ἐπιπολῆς ἔστω σοι τοῦτο, ἀλλ᾽ ὡς ἐμπεφυτευμένον διαπαντὸς ὃν καὶ κεκυρωμένον τῇ διανοίᾳ σου.

Ὥς πέρ τις φιλόπλουτος, κἂν μυρία συναγαγὼν χρήματα ᾖ, οὕπω διακορὴς γίνεται, ἀλλὰ τὸ καθ᾽ ἡμέραν προστιθέμενον, αὔξησιν ποιεῖται μᾶλλον τῆς ἐπιθυμίας τοῦ πλείονος· ἢ, καθάπερ τις ποταμὸς ἡδυτάτου πρὸ τοῦ κόρου διασπασθείς, τὴν δίψαν μᾶλλον ἐξέκαυσεν· οὕτω δὴ καὶ ἡ τοῦ Θεοῦ γεῦσις παντὸς οὐκ οἰδε κόρον δηλονότι, ἢ τέλος· ἀλλὰ καὶ ὅσῳ πλουτεῖ τις τουτονὶ τὸν πλοῦτον, πένητα ἑαυτὸν εἶναι κατανοεῖ. Οἱ δὲ Χριστιανοί, οὐκ ἔχουσι παρ᾽ ἑαυτοῖς τιμίαν τὴν ἰδίαν ψυχήν, ἀλλ᾽ ὡς τινες τῶν ἀκριβῶς ἐξουδενωμένων μᾶλλον παρὰ Θεῷ διάκεινται, δούλους τε πάντων ἀνθρώπων ἑαυτοὺς εἶναι λογίζονται. Ἐπὶ ταύτῃ πολλὰ χαίρει ὁ Θεός, καὶ ἐπαναπαύεται τῇ ψυχῇ, διὰ τὴν ἑαυτῆς ταπείνωσιν, εἰ οὖν καὶ ἔχει τίς τι ἢ καὶ πεπλούτηκε, μὴ παρὰ τοῦτο οἰηθῇ, εἶναί τι, ἢ ἔχειν τι. ἡ γὰρ οἴησις βδέλυγμα Κυρίῳ· καὶ αὐτὴ ἀπ᾽ ἀρχῆς ἐκβέβληκε τοῦ Παραδείσου τὸν ἄνθρωπον, ἀκούσαντα ὅτι, ὡς θεοὶ ἔσεσθε, καὶ τῇ ἐλπίδι ταύτῃ τῇ ματαίᾳ ἐπιθαρρήσαντα κατάμαθε πῶς ὁ Θεός σου καὶ βασιλεύς, ἀλλὰ καὶ Θεοῦ Υἱός, ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών; πῶς ἐπτώχευσε, πῶς τοῖς ἀτίμοις συνελογίσθη, πῶς πέπονθεν; εἰ δὲ καὶ ὁ Θεὸς οὕτως, ὁ αἴματι, καὶ σαρκὶ συνεστηκὼς ἄνθρωπος, ὁ γῆ, καὶ σποδός, οἴμοι, καὶ τὸ παράπαν ἀγαθοῦ μὴ μεταλαβών, ἀλλ᾽ ἀκαθαρσία ὢν, μέγα φρονεῖς καὶ ἀλαζονεύῃ; σὺ δὲ ἀλλ᾽ εἴπερ εἰ συνετός, καὶ ὑπὲρ αὐτοῦ τούτου μᾶλλον, οὖπερ εἴληφας ἐκ Θεοῦ, οὐκ ἐμὸν λέγε τὸ χρῆμα· παρ᾽ ἑτέρου τοῦτο ἔχω λαβών· καὶ δόξαν αὐτῷ, πάντως ἀφαιρεῖται τὸ δοθὲν ἀπ᾽ ἐμοῦ· οὕτω μὲν πᾶν ἀγαθὸν τῷ Κυρίῳ, τὸ δὲ κακὸν τῇ σεαυτοῦ ἐπίγραφε ἀσθενείᾳ.

Ὅν περ φησὶν ὁ Ἀπόστολος θησαυρὸν ἐν ὀστρακίνοις ἡμᾶς ἔχειν τοῖς σκεύεσι, τὴν ἁγιαστικὴν οἴου τοῦ Πνεύματος δύναμιν, ἣν ἔτι τῇ σαρκὶ περιών, ἄξιος κατέστη λαβεῖν· καὶ γάρ που πάλιν φησὶν ὁ αὐτός· ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις· ὁ γοῦν εὑρὼν καὶ παρ᾽ ἑαυτῷ σχὼν τὸν ἐπουράνιον τοῦτον τοῦ Πνεύματος θησαυρόν, πᾶσαν δικαιοσύνην ἐντολῶν, πᾶσαν τὴν τῶν ἐντολῶν ἐργασίαν οὐ καθαρῶς μόνον καὶ ἀμωμήτως, ἀλλὰ καὶ πόνων ἐκτὸς, καὶ καμάτων ἀνύειν δύναται, ὅπερ ἀπονητὶ πρότερον, πολλοῦ γε καὶ ἔδει ποιεῖν, καὶ γὰρ οὐδὲ δύναταί τις, κἂν βούληται, τὸν καρπὸν τοῦ πνεύματος ἀληθῶς γεωργῆσαι, πρὸ τῆς τοῦ ἀγαθοῦ πνεύματος μεταλήψεως, πλὴν, ἀλλὰ καὶ βιαζέσθω πᾶς τις ἑαυτὸν ἑκάστοτε δ᾽ ὑπομονῆς τρέχων καὶ πίστεως, καὶ θερμῶς τοῦ Χριστοῦ δεέσθω, ὥστε τοῦ θησαυροῦ τοῦδε τοῦ ἐπουρανίου ἐπιτυχεῖν· καὶ τὸ πᾶσαν δικαιοσύνην, καθάπερ εἴρηται, ἐν αὐτῷ τε καὶ δι᾽ αὐτοῦ ποιεῖν δύναται καθαρῶς, καὶ τελείως, ἀμόχθως τε φημί, καὶ ἀταλαιπώρως.

Οἱ τὸν θεῖον πλοῦτον τοῦ Πνεύματος ἐν ἑαυτοῖς ἔχοντες, ἐπειδάν τισι κοινωνῶσι λόγων πνευματικῶν, τοῦ ἰδίου ὥσπερ ἐκβάλλοντες θησαυροῦ τοῖς οἷς ὁμιλοῦσι μεταδιδόασιν· ὅσοι δὲ τουτονὶ τὸν πλοῦτον ἐν μυχοῖς καρδίας οὐκ ἐθησαύρισαν, ἐξ οὖ θείων ἐνθυμημάτων καὶ μυστηρίων, λόγων τε ὑπερβαινόντων βρύει ἀγαθοσύνη· ἀλλ᾽ ἀπανθησάμενοί τινα μόνον ἐξ ἑκατέρας γραφῆς, ἐπ᾽ ἄκρας τῆς γλώσσης φέρουσιν, ἢ καὶ ἀνδρῶν πνευματικῶν ἀκουστοὶ γενόμενοι, τοῖς τούτων λόγοις ἐπικομπάζουσιν, ὡς ἴδια τὰ ἐκείνων προτείνοντες, καὶ πρὸς ἀλλοτρίους τόκους ὑποβαλλόμενοι· οὗτοι, τοῖς μὲν ἄλλοις, ἄπονον παρέχον τῶν εἰρημένων ἀπόλαυσιν· αὐτοὶ δὲ, μετὰ τὴν διάλεξιν, πτωχοῖς εὑρέθησαν ἐοικότες· ἅτε τῶν μὲν λόγων ἑκάστου, καθαπερεὶ πρὸς τὰ ἴδια, τῶν ἀφ᾽ ὧν ἐλήφθη ἐπανελθόντος· ἐκείνων δὲ μὴ κεκτημένων ἴδιον θησαυρόν, ἀφ᾽ οὗ περ δυνατῶς εἶχον πρώτους τε ἑαυτοὺς εὐφραίνειν, καὶ τοὺς ἄλλους κατὰ μετάδοσιν ὠφελεῖν, διὰ τοῦτο ζητητέον πρῶτον παρὰ Θεοῦ τὸν πλοῦτον τοῦτον τὸν ἀληθινὸν εἰσοικίσασθαι· καὶ τότε ῥάδιον ἡμῖν ἔσται, καὶ ἑτέρους δύνασθαι ὠφελεῖν, καὶ λόγων πνευματικῶν, καὶ μυστηρίων θείων αὐτοῖς μεταδιδόναι· οὕτω γὰρ ηὐδόκησεν ἡ τοῦ Θεοῦ ἀγαθότης παντὶ τῷ πιστεύοντι ἐγκατοικῆσαι, καὶ γὰρ, ὁ ἀγαπῶν με, φησὶν, ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου· καὶ ἐγὼ ἀγαπήσω αὐτόν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν· καὶ ἐν ἄλλοις· ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν.

Οἱ τέκνα γενέσθαι Θεοῦ καταξιωθέντες, καὶ τὸν Χριστὸν ἐν ἑαυτοῖς ἐλλάμποντα ἔχοντες, ἐν ποικίλοις, καὶ διαφόροις τοῦ Πνεύματος διέπονται τρόποις, καὶ ἐν τῷ ἀφανεῖ τῆς καρδίας ὑπὸ τῆς χάριτος περιθάλπονται· οὐδὲν δὲ οἷον, καί τινας τῶν κατὰ κόσμον φαινομένων ἀπολαύσεων εἰς μέσον παραγαγεῖν πρὸς εἰκασίαν τῶν ἐν τῇ ψυχῇ θείων διαγωγῶν τῆς χάριτος· ἔστι γὰρ ὅτε γίνονται, καθάπερ ἔν τινι βασιλικῷ δείπνῳ ἐνευφραινόμενοι, καὶ ἀγαλλιῶντες, ἄφραστόν τινα, καὶ ἄφατον ἀγαλλίασιν· καὶ νῦν μὲν, ὡς νύμφη τῷ νυμφίῳ πνευματικῶς συνηδόμενοι· νῦν δὲ ὡς ἀσώματοί τινες Ἀγγελοι ἐπὶ τοσαύτῃ τοῦ σώματος ἐλαφρίᾳ τε καὶ κουφότητι ὡς μηδὲ νομίζειν σῶμα περιβεβλῆσθαι· καὶ ἄλλοτε μὲν, ὥς πέρ τινι τόπῳ ἐνευφραινόμενοι, καὶ μεθύοντες, μέθην ἄφραστον τῶν μυστηρίων τοῦ Πνεύματος· ἄλλοτε δὲ, κλαυθμός, καὶ ὀδυρμὸς αὐτοὺς ἔχει, τῆς τῶν ἀνθρώπων ἕνεκα σωτηρίας ποτνιωμένους· ὑπὸ γὰρ τῆς θείας ἀγάπης τοῦ πνεύματος, τῶν ἀνθρώπων πάντων περικαιόμενοι, ὅλου τοῦ Ἀδὰμ τὸ πένθος ἀναλαμβάνουσι· καὶ ποτὲ μὲν πρὸς τοσαύτην ἀγάπην μεθ᾽ ἡδονῆς, οὐ λόγῳ ῥητῆς, ὑπὸ τοῦ πνεύματος ἐξεκαύθησαν, ὡς, εἴγε δυνατὸν ὅλως ἦν, πάντα ἄνθρωπον τοῖς σπλάγχνοις ἐγκολπώσασθαι τοῖς ἰδίοις, κακοῦ διαφορὰν τὸ παράπαν ἀπὸ τοῦ ἀγαθοῦ μὴ ποιούμενοι· ποτὲ δὲ τοσοῦτον ἑαυτοὺς ἐξουδένωσαν, ὡς μηδένα εἶναι τὸν μετ᾽ αὐτοὺς οἴεσθαι· ἀλλὰ πάντων ἐσχάτους ἑαυτοὺς λογίζεσθαι· καὶ νῦν μὲν ἀνεκλαλήτῳ τινὶ χαρᾷ τοῦ πνεύματος κατεπόθησαν· νῦν δὲ καθάπερ τις τῶν ἰσχυρῶν βασιλικὴν λαβὼν πανοπλίαν καὶ πρὸς πόλεμον κατελθών, τοὺς ἐναντίους κατετροπώσατο, τὸν ἴσον καὶ οὗτοι τρόπον ὅπλοις φραξάμενοι τοῖς τοῦ πνεύματος, πρὸς τοὺς ἀφανεῖς κατῆλθον ἐχθρούς, καὶ τούτους τοῖς ποσὶν ὑπέθεντο τοῖς ἰδίοις· ἄρτι μὲν πολλή τις γαλήνη αὐτοὺς περιβάλλει καὶ ἡσυχία, εἰρήνη τε περιθάλπει καὶ ἡδονῇ κάτοχοι γίνονται θαυμασίᾳ· ἄρτι δὲ συνέσει καὶ σοφίᾳ θείᾳ καὶ γνώσει πνεύματος ἀνεξερευνήτῳ· καὶ ἁπλῶς, τοιαῦτα πρὸς τῆς τοῦ Χριστοῦ σοφίζονται χάριτος, ἃ μηδεμιᾷ γλώσσῃ δύναμις ἐξειπεῖν· ἔστι δ᾽ ὅτε καὶ ὡς ἕνα τῶν πάντων αὐτοὺς ἀνθρώπων, ὄψει φαινομένους· οὕτως ἡ θεία χάρις πολυτρόπως ἑαυτὴν ἐν τούτοις ἐξαλλάττουσα καὶ ποικίλλουσα. παιδοτριβεῖν ὥσπερ καὶ γυμνάζειν βούλεται τὴν ψυχήν, ἵνα τελείαν αὐτὴν καὶ ἄμωμον καὶ καθαρωτάτην τῷ ἐπουρανίῳ παραστήσῃ Πατρί.

Τὰ εἰρημένα ταυτὶ τοῦ πνεύματος ἐνεργήματα μεγάλων μέτρων εἰσί καὶ τῶν ἐγγυτάτῳ τῆς τελειότητος· αὖται γὰρ αἰ ποικίλαι τῆς χάριτος παρακλήσεις, διαφόρων μὲν, ἀλλ᾽ οὖν γε ἀδιαλείπτως ἐν αὐτοῖς ἀπὸ τοῦ πνεύματος ἐνεργοῦνται, ἐνεργείας ἐνέργειαν πνεύματος διαδεχομένης· ὁπότε γὰρ εἰς τὴν τελειότητά τις τοῦ πνεύματος καταντήσειε, πάντων ἀκριβῶς τῶν παθῶν ἀποκαθαρθεὶς, καὶ ὅλως τῷ Παρακλήτῳ Πνεύματι διὰ τῆς ἀρρήτου κοινωνίας ἑνωθεὶς, καὶ ἀνακραθεὶς, ἐπειδὰν καὶ αὐτή γε ἡ ψυχὴ καταξιωθείη πνεῦμα γενέσθαι ὡς συγκραθεῖσα τῷ πνεύματι, τότε ὅλον φῶς, ὅλον πνεῦμα, ὅλον χαρά, ὅλον ἀνάπαυσις, ὅλον ἀγαλλίασις, ὅλον ἀγάπη, ὅλον σπλάγχνα, ὅλον ἀγαθότης καί χρηστότης γίνεται· καὶ οἱονεὶ καταπέποται εἰς τὰς ἀρετὰς τῆς δυνάμεως τοῦ ἀγαθοῦ πνεύματος, ὡς ἐν ἀβύσσῳ θαλάσσης λίθος ὕδατι πανταχόθεν περιεχόμενος· ταύτῃ τοιγαροῦν οἱ τοιοίδε κατὰ πάντα τρόπον τῷ τοῦ Θεοῦ Πνεύματι συναφθέντες αὐτῷ τῷ Χριστῷ ἀφωμοίωνται, τὰς ἀρετὰς τοῦ πνεύματος ἀτρέπτους παρ᾽ ἑαυτοῖς ἔχοντες, καὶ καρποὺς τοιούτους τοῖς πᾶσιν ἐπιδεικνύμενοι· ἐπεὶ γὰρ ἔνδον ἄμωμοί τε καὶ καθαροὶ τῇ καρδίᾳ διὰ τοῦ πνεύματος ἀπηρτίσθησαν, ἀμήχανον ἔξω καρποὺς κακίας προσενεγκεῖν· ἀλλὰ πάντοτε διὰ πάντων οἱ καρποὶ τοῦ πνεύματος ἐν ἑαυτοῖς διαλάμπουσιν· αὕτη ἐστιν ἡ προκοπὴ τῆς πνευματικῆς τελειότητος, τοῦ πληρώματος τοῦ Χριστοῦ, εἰς ἣν φθάσαι ἡμᾶς ὁ Ἀπόστολος παραινεῖ λέγων· ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Χριστοῦ· καὶ πάλιν· μέχρι καταντήσωμεν οἱ πάντες εἰς ἄνδρα τέλειον· εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.

Ἔστιν ὅτε, φησίν, εἰσέρχεταί τις κλίναι γόνυ, καὶ τούτῳ ἡ καρδία μεστὴ θείας ἐνεργείας γίνεται, καὶ ἡ ψυχή, συνευφραίνεται τῷ Κυρίῳ, καθάπερ ἤδη δεδήλωται, νύμφης τρόπον μετὰ τοῦ νυμφίου· ὁ μέγας τοῦτό φησιν Ἡσαίας· ὃν γὰρ τρόπον εὐφραίνεται νυμφίος ἐπὶ νύμφῃ οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί· ἔστι δ᾽ ὅτε συνέβη μὲν ἀσχολεῖσθαι τὸν τοιοῦτον δι᾽ ὅλης ἡμέρας· κατὰ δὲ μίαν ὥραν εἰς εὐχὴν ἑαυτὸν ἐπιτρέψαντα, ἁρπάζεται παρ᾽ αὐτῇ ὁ ἔσω ἄνθρωπος, καὶ κάτοχος ἀπείρῳ βάθει τοῦ αἰῶνος ἐκείνου γίνεται· ἔχει δὲ αὐτὸν ἀπόρρητός τις καὶ ἄμετρος ἡδονή, ὡς ἐκπλήττεσθαι μὲν τὸν νοῦν μετέωρον ὅλον ὄντα καὶ ἡρπαγμένον, λήθην δὲ ταῖς φρεσὶν ἐγγίνεσθαι κατ᾽ ἐκεῖνο καιροῦ παντὸς τοῦ ἐπιγείου τοῦδε φρονήματος· ἅτε μεστωθέντων αὐτῷ τῶν λογισμῶν, ὥσπερ εἴρηται, καὶ εἰς ἀπέραντά τε καὶ ἀκατάληπτα πράγματα αἰχμαλώτων αὐτῷ ἀπαχθέντων, ὡς ἐν ἐκείνῃ τῇ ὥρᾳ δι᾽ εὐχῆς τῷ ἀνθρώπῳ γίνεσθαι συναπελθεῖν ἅμα τῇ εὐχῇ, καὶ τὴν ψυχήν.

Πρός δέ γε τὸν ἐρωτῶντά, φησιν, εἰ πάντοτε δυνατὸν τῷ ἀνθρώπῳ τῇ τοιαύτῃ διαρκεῖν καταστάσει; ταῦτα λεκτέον· ὡς ἡ μὲν χάρις οὐκ ἔστιν ὅτε μὴ σύνεστι, καὶ ἐρρίζωται, καὶ ὡς φυσικόν τι πεπηγὸς ἐγγίνεται τῷ ἀνθρώπῳ, ᾧ σύνεστι· μία δὲ οὖσα αὕτη πολυτρόπως, ὡς θέλει, πρὸς τὸ τοῦ ἀνθρώπου συμφέρον, οἰκονομεῖ· ποτὲ μὲν γάρ, πλέον αὐτῷ τὸ πῦρ· ποτὲ δὲ ἀμβλύτερον ἀνακαίει· καὶ τὸ φῶς, ἔστι μὲν ὅτε, μᾶλλον ἐκλάμπει· ἔστι δ᾽ ὅτε, καὶ συστέλλεται, καὶ ἐπιστυγνάζει κατὰ θείαν πάντως οἰκονομίαν· καίτοι γε τῆς λαμπάδος ἄσβεστα καιομένης· ὅταν δὲ φαιδρυνθῇ πλέον, τότε καθάπερ ἐν μέθῃ πλείονι τῆς τοῦ Θεοῦ ἀγάπης, καὶ ὁ ἄνθρωπος ἐξετάζεται· ἔστι δ᾽ ὅτε, καὶ αὐτὸ τὸ φῶς τὸ ἀδιαλείπτως φαῖνον ἐν τῇ καρδίᾳ, τῷ ἐνδοτέρῳ δήπου καὶ βαθυτέρῳ διανοίγει φωτί, ὥστε ὅλον τὸν ἄνθρωπον τῇ γλυκύτητι ἐκείνῃ, καὶ θεωρίᾳ καταποθέντα, μηκέτι ἐν ἑαυτῷ εἶνε ἀλλ᾽ ὡς μωρόν τε καὶ βάρβαρον ὑπεῖναι τῷ κόσμῳ διὰ τὴν ὑπερβάλλουσαν καὶ ἡπλωμένην ἐν τῇ ψυχῇ ἀγάπην, καὶ ἡδονήν, καὶ τὸ βάθος ὧν ἠξιοῦται κοινωνεῖν μυστηρίων· καὶ συμβαίνει πολλάκις, κατ᾽ ἐκεῖνον μὲν τὸν καιρὸν τῶν τελείων αὐτὸν ἐπιβῆναι μέτρων, καὶ εἶναι πάσης ἁμαρτίας ἐλεύθερόν τε καὶ ἀνεπίληπτον· μετὰ δὲ ταῦτα συσταλῆναι τρόπον τινὰ τῆν χάριν, καὶ τὸ κάλυμμα τῆς ἐναντίας ἐπιστῆναι δυνάμεως.

Οἴου μοι, φησίν, οὕτως τὰ τῆς χάριτος ἔχειν· ὑποκείσθω γάρ σοι πρὸς δωδέκατον βαθμὸν ἀνιέναι τὴν τελειότητα· εἶναι μὲν οὖν, ὅτε καὶ τουτὶ τὸ μέτρον ἐφικτὸν γίνεται· πλήν, ἀλλ᾽ ἐνδίδωσι πάλιν ἡ χάρις, καὶ ἕνα ὑποβᾶσα βαθμόν, εἰς τὸν ἑνδέκατον, ὡς εἰπεῖν, ἵσταται· ἐδείχθη ἐκεῖνα δὴ τὰ θαυμάσια, καὶ ὧν πεῖραν ὁ ἄνθρωπος ἔσχεν ἐκεῖνος· εἰ τὸν ἴσον αὐτῷ τρόπον εἶχε ταῦτα διὰ παντός, οὐκ ἂν οὐδὲ δυνατὸν αὐτῷ ἣν, τὴν οἰκονομίαν, καὶ τὸ βάρος ὑπιέναι τοῦ λόγου· οὔτε μὴν ἀκούειν τι, ἢ λέγειν, ἢ καὶ περί του κἂν τὸ βραχύτατον, μεριμνᾶν, ὅτι μὴ κεῖσθαι μόνον, μιᾶς γωνίας ἐπειλημμένον, μετέωρον, καὶ μεμεθυμένον· ταύτῃτοι καὶ τὸ τέλειον αὐτῷ μέτρον οὐ παρεσχέθη· ἵνα καὶ τῇ τῶν ἀδελφῶν προνοίᾳ καὶ τῇ τοῦ λόγου διακονίᾳ καιρὸν ἔχῃ σχολάζειν.

Ἀκούοντές, φησι, τοῦ λόγου τῆς βασιλείας, καὶ πρὸς δάκρυα καταγόμενοι, μὴ τοῖς ἡμετέροις τούτοις ἐναπομείνωμεν δάκρυσι, μηδὲ τῇ ἡμῶν ἀκοῇ ὡς καλῶς ἀκούσαντες, μηδὲ τοῖς ὀφθαλμοῖς ὡς καλῶς ἰδόντες, καὶ ἀρκούντως ἔχειν ἑαυτοῖς λογισώμεθα· καὶ γάρ εἰσιν ἕτερα ὦτα, καὶ ἕτεροι ὀφθαλμοί, καί κλαυθμοὶ ἕτεροι, ὡς δὲ καὶ διάνοια, καὶ ψυχὴ ἑτέρα· ὅπερ ἐστὶν αὐτὸ τὸ θεϊκὸν Πνεῦμα καὶ ἐπουράνιον, τὸ ἀκοῦόν τε, καὶ κλαῖον, εὐχόμενόν τε καὶ γινῶσκον, καὶ τὸ τοῦ Θεοῦ θέλημα ἐν ἀληθείᾳ ποιοῦν· ἐπεὶ καὶ τοῖς Ἀποστόλοις ὁ Κύριος τὴν μεγίστην ἐπαγγελλόμενος τοῦ Πνεύματος δωρεάν· ὑπάγω, ἔλεγεν, ὁ δὲ Παράκλητος τὸ Πνεῦμα τὸ Ἁγιον, ὁ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα· καὶ πάλιν ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν· ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν· ἐκεῖνος οὖν προσεύξεται, καὶ ἐκεῖνος κλαύσεται· τὸ γὰρ τί προσευξόμεθα, φησὶν ὁ θεῖος Ἀπόστολος, καθ᾽ ὃ δεῖ, οὐκ οἴδαμεν· ἀλλ᾽ αὐτὸ τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις· αὐτῷ γὰρ τῷ Πνεύματι μόνῳ, τὸ τοῦ Θεοῦ θέλημα δῆλόν ἐστι· τὰ γὰρ τοῦ Θεοῦ, φησίν, οὐδεὶς οἶδεν, εἰμὴ τὸ Πνεῦμα τοῦ Θεοῦ· ἐπεὶ καὶ κατὰ τὴν ἐπαγγελίαν ἐν τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς, τοῦ Παρακλήτου ἐπιφοιτήσαντος, καὶ τῆς δυνάμεως τοῦ ἀγαθοῦ Πνεύματος ταῖς ψυχαῖς τῶν Ἀποστόλων ἐνσκηνωσάσης, τὸ μὲν τὴς κακίας κάλυμμα εἰσάπαν αὐτῶν ἀφηρέθη, τὰ πάθη δὲ κατηργήθη, καὶ τὰ τῆς καρδίας αὐτῶν ἀπεκαλύφθησαν ὄμματα· καὶ τότε λοιπὸν σοφίας πλησθέντες, καὶ τέλειοι κατασταθέντες ὑπὸ τοῦ Πνεύματος, δι᾽ ἐκείνου μὲν καὶ τὸ τοῦ Θεοῦ θέλημα ποιεῖν ἔγνωσαν, δι᾽ ἐκείνου δὲ καὶ πρὸς πᾶσαν ἀλήθειαν ἐχειραγωγήθησαν, ἡγεμονεύσαντός τε, καὶ βασιλεύσαντος αὐτοῖς τῶν ψυχῶν· ὅταν οὖν καὶ ἡμῖν, ἐπακούουσι τοῦ λόγου τοῦ Θεοῦ, κλαίειν ἐπέρχηται, δεηθῶμεν Χριστοῦ, πίστει ἀνεπιδοιάστῳ ἐλεύσεσθαι πρὸς ἡμᾶς, ἐλπίσαντες, τὸ ἀληθῶς ἀκοῦον καὶ προσευχόμενον Πνεῦμα κατὰ τὸ τοῦ Θεοῦ θέλημα καὶ τὴν βούλησιν.

Τὸ πρᾶγμα οὕτως ἔχειν οἴου, φησίν, ἐπίκειταί τις οἷα γνοφώδης δύναμις ἐπικαλύπτουσα ἐλαφρῶς τὸν νοῦν, ὡς ἀήρ τις λεπτός· καίτοι δὲ τῆς λαμπάδος, ἀείποτε καιομένης, καὶ φαινούσης, καθάπερ εἴρηται, ἀλλὰ τῷ φωτὶ ἐκείνῳ ὡς κάλυμμά τι ἐπίκειται ταύτῃ τοι, οὐδὲ ἔξαρνός ἐστιν ὁ τοιοῦτος, μὴ εἶναι τέλειος, μηδὲ τὸ ὅλον ἐλεύθερος ἐκ τῆς ἁμαρτίας ἀλλ᾽ οἶον εἰπεῖν, ἐλεύθερός τε, καὶ οὐκ ἐλεύθερος· τοῦτο δὲ οὐκ ἀθεεὶ πάντως· ἀλλὰ κατ᾽ οἰκονομίαν γίνεται θείαν· καὶ ποτὲ μὲν διαλύεταί τε, καὶ θραύεται ἐκεῖνο τὸ μεσότοιχον τοῦ φραγμοῦ· ποτὲ δὲ τὸ σύμπαν οὐ διαλύεται, οὐδὲ διὰ παντὸς ἐπίσης ἔχει τὰ τῆς εὐχῆς· ἀλλ᾽ ἔστι μὲν ὅτε, πλέον ἡ χάρις ἀνάπτεται καὶ παρακαλεῖ καὶ διαναπαύει· ἔστι δ᾽ ὅτε, στυγνοτέρα καὶ ὑφειμένη γίνεται, καθὼς αὐτὴ ἡ χάρις πρὸς τὸ συμφέρον τῷ ἀνθρώπῳ οἰκονομεῖ· ὅμως εἰσῆλθον εἰς τὸ τέλειον μέτρον ἔν τισι καιροῖς, καὶ ἐγευσάμην, καὶ πεῖραν ἔσχον ἐκείνου τοῦ αἰῶνος· οὕπω δὲ οὐδένα εἶδον Χριστιανὸν τέλειον, ἢ καθάπαξ ἐλεύθερον· ἀλλὰ καὶ διαναπαύεταί τις ἐν τῇ χάριτι, καὶ μυστηρίων καὶ ἀποκαλύψεων ἀξιοῦται, καὶ κοινωνὸς γίνεται, καὶ εἰς ἡδύτητα πολλὴν τῆς χάριτος εἴσεισι· καὶ ἡ ἁμαρτία πάλιν ἔνδον αὐτῷ σύνεστιν· οἱ δὲ τοιοῦτοι, διὰ τὴν ὑπερβάλλουσαν χάριν, καὶ τὸ ἐλλάμπον αὐτοῖς φῶς, κατά γε ἀπειρίαν φημί, τέλειοί τε, καὶ ἐλεύθεροι ἔδοξαν εἶναι· ἐγὼ δὲ ὡς εἴρηται, οὕτω οὐδένα εἶδον ἀκριβῶς ἐλεύθερον· ἐπειδὴ κἀμοὶ μερικῶς ἐν καιροῖς τισιν ἐξεγένετο εἰς ἐκεῖνο τὸ μέτρον, ᾗ λέλεκται, εἰσελθεῖν, καὶ οἶδα καταμαθὼν ὁποῖός τις ὃ τέλειος ἄνθρωπός ἐστιν.

Ἐπειδὰν ἀκοῦσαί σοι γένοιτο περὶ κοινωνίας νυμφίου τε καὶ νύμφης, καὶ χορῶν, καὶ ἤχων, καὶ ἑορτῶν, μηδὲν ὑλικόν, μηδὲ πρόσγειον ἐννοήσῃς· καὶ γὰρ εἰς ὑπόδειγμα μόνον συγκαταβατικῶς ταῦτα παραλαμβάνεται· ἐπεὶ ἐκεῖνα ἄρρητά τέ ἐστι, καὶ πνευματικά, καὶ ὀφθαλμοῖς τοῖς σαρκικοῖς ἄψαυστα· ψυχαῖς δὲ ἁγίαις, καὶ πισταῖς, πρὸς κατάληψιν ἔρχεται ταῦτα· αὕτη τε ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος, καὶ οἱ ἐπουράνιοι θησαυροί, οἱ χοροί τε καὶ ἑορταὶ τῶν Ἁγίων Ἀγγέλων, τῷ πείρᾳ λαβόντι μόνῳ, καταφανῆ γίνονται, ἀμυήτῳ δὲ οὐδὲ ἐννοῆσαι δυνατὸν τὸ παράπαν· εὐλαβῶς οὖν περὶ αὐτῶν ἄκουε, μέχρις ἂν καὶ σοὶ γένοιτο, πιστεύοντι, καταξιωθῆναι τῶν τοιούτων τυχεῖν· καὶ τότε εἴσῃ αὐτῇ, πείρᾳ τῶν ὀφθαλμῶν τῆς ψυχῆς, οἵων ἀγαθῶν τε καὶ μυστηρίων ψυχαὶ Χριστιανῶν κἀνταῦθα κοινωνεῖν δύναται· ἐν γὰρ τῇ ἀναστάσει, καὶ αὐτὸ τὸ σῶμα τῶν τοιούτων τυχεῖν ἀξιωθήσεται, βλέπειν τε αὐτά, καὶ οἱονοὶ κρατεῖν, ὁπόταν καὶ αὐτὸ γένηται πνεῦμα.

Τὰ ἴδια τῆς ψυχῆς ἡμῶν κάλλη, καὶ οἱ ἀγαθοὶ καρποί, ἤτοι εὐχή, ἀγάπη, πίστις τε καὶ ἀγρυπνία καὶ νηστεία καὶ τ ἄλλα τῶν ἀρετῶν ἐπιτηδεύματα, ἐπειδὰν μιγοίη, καὶ κοινωνήσοι τῆς τοῦ Πνεύματος κοινωνίας, τότε καὶ αὐτὰ καθαπερεὶ θυμίαμά τι πυρὶ βληθέν, πλουσίαν ἀποδίδωσι τὴν εὐωδίαν· ἀλλὰ καὶ ἡμῖν γίνεται ῥάδιον ἀκολούθως τῷ θελήματι πολιτεύεσθαι τοῦ Θεοῦ· ὡς ἄνευ Πνεύματος τοῦ Ἁγίου, καθάπερ ἤδη καὶ πρότερον εἴρηται, μηδενὶ δυνατὸν ὃν συνιέναι τὸ τοῦ Θεοῦ θέλημα, ὥσπερ γὰρ ἀνδρὶ πρὸς γάμον συνοῦσα γυνή, πρότερον μὲν ἢ συναφθῆναι, γνώμῃ τῇ ἰδίᾳ στοιχεῖ, καὶ θελήμασι τοῖς ἑαυτῆς κέχρηται, ἐπειδὰν δὲ συνέλθῃ καθ᾽ ἓν, ὑπ᾽ ἐκείνῳ ἡγεμόνι τὸ σύνολον ζῇ, τοῦ πρὸς ἑαυτὴν ὁρᾶν ἀφειμένη, τὸν αὐτὸν δὴ τρόπον καὶ ψυχή, ἔχει μὲν ἴδιόν τι θέλημα, καὶ ἰδίους νόμους, καὶ ἔργα ἴδια· ἐπειδὰν δὲ ἀξία γένηται τῷ ἐπουρανίῳ ἀνδρὶ Χριστῷ συνελθεῖν, ὑποτάσσεται τῷ νόμῳ τοῦ ἀνδρός, οὐκ ἔτι τῷ ταύτης θελήματι, ἀλλὰ τῷ τοῦ ταύτης νυμφίῳ ἑπομένῃ Χριστοῦ.

Τὸ τοῦ γάμου ἔνδυμα, περὶ οὖ τὰ θεῖα Χριστοῦ διαλαμβάνει λόγια, τὴν τοῦ Ἀγίου Πνεύματος εἶναι χάριν ἡγοῦ, ἣν, ὁ μὴ ἐνδύναι γεγονὼς ἄξιος, τοῦ ἐπουρανίου γάμου καὶ τοῦ δείπνου ἐκείνου τοῦ πνευματικοῦ κοινωνὸς οὐκ ἔσται.

Θῶμεν σπουδὴν τοῦ πνευματικοῦ καὶ θείου ποιεῖν οἴνου, καὶ μεθυσθῆναι μέθην νηφάλιον· ἵν᾽ ὡς περ οἱ οἴνου διακορεῖς λαλίστεροι γίνωνται, οὕτω καὶ ἡμεῖς τοῦ πνευματικοῦ τούτου διάπλεῳ γεγονότες οἴνου, μυστηρίων θείων λαλήσωμεν διηγήματα· καὶ τὸ ποτήριον γάρ σου, φησὶν ὁ θεῖος Δαβὶδ, μεθύσκον με, ὡσεὶ κράτιστον.

Αὕτη ἐστὶν ἡ πτωχὴ τῷ πνεύματι ψυχή, ἥτις ἐπιγινώσκει μὲν τὸ περιέχον αὐτὴν τῶν παθῶν σκότος, καὶ τὴν ἀπὸ Κυρίου διαπαντὸς ἐπιζητεῖ λύτρωσιν, ἢ φέρει μὲν πόνους· ἐπ᾽ οὐδενὶ δὲ τῶν ἐπὶ γῆς ἀγαθῶν χαίρει· ἀλλὰ τὸν καλὸν μόνον ἰατρὸν ἐκζητεῖ, καὶ τῇ αὐτοῦ πέποιθε θεραπείᾳ, πῶς οὖν ἡ τετραυματισμένη αὕτη ψυχή, καλὴ καὶ εὐπρόσωπος ἔσται, καὶ πρὸς συμβίωσιν ἁρμόζουσα τῷ Χριστῷ; πῶς ἄλλως, ἢ κατὰ τὴν ἀρχαίαν αὐτῆς κτίσιν, καὶ τὴν σαφῆ τῶν οἰκείων τραυμάτων, καὶ τῆς πτωχείας ἐπίγνωσιν· εἰ γὰρ οἷς ἔχει τραυμασί τε καὶ μώλωψι τῶν παθῶν μὴ συνήδεται, μηδὲ συνηγορεῖ τοῖς σφάλμασιν, οὐ λογίζεται αὐτῇ τὴν ἀφορμὴν ὁ Κύριος, ἀλλ᾽ ἐλθὼν ἰᾶται, καὶ θεραπεύει, καὶ ἀπαθὲς αὐτῇ, καὶ ἄφθορόν τι κάλλος ἀποκαθίστησι· μόνον αὐτή, προαιρέσει, μὴ κοινωνείτω τοῖς πραττομένοις, καθάπερ εἴρηται, μηδὲ τοῖς ἐνεργουμένοις συνευδοκείτω πάθεσιν· ἀλλ᾽ ὅλῃ δυνάμει πρὸς Κύριον ἐκβοάτω, ἵνα διὰ τοῦ ἀγαθοῦ Πνεύματος αὐτοῦ, τῆς ἐλευθερίας πάντων ἀξιωθῇ τῶν παθῶν, αὕτη μὲν οὖν ἡ ψυχή, μακαρία, οὐαὶ δὲ τῇ μὴ συναίσθησιν δεχομένη τραυμάτων, μηδὲ ἔχειν τι κακίας, καὶ πώρωσιν· ταύτην γὰρ οὐδὲ ὁ ἀγαθὸς ἐπισκέπτεται ἰατρός, οὐδὲ θεραπεύει ὅτι μηδὲ ἐπιζητεῖ αὐτόν, μηδὲ μέλει αὐτῇ τῶν τραυμάτων, ἅτε καλῶς ἔχειν καὶ ὑγιῶς ἡγουμένῃ· οὐ γὰρ χρείαν ἔχουσί, φησιν, οἱ ὑγιαίνοντες ἰατροῦ· ἀλλ᾽ οἱ κακῶς ἔχοντες.

Μακάριοι τῳόντι, καὶ ζηλωτοὶ τοῦ βίου καὶ τῆς ὑπερφυοῦς ἀπολαύσεως, ὅσοι διὰ θερμῆς πίστεως, καὶ φιλαρέτου διαγωγῆς τῶν ἐπουρανίων τοῦ Πνεύματος μυστηρίων, πείρα καὶ αἰσθήσει τὴν γνῶσιν εἰλήφασι, καὶ τὸ πολίτευμα ἐν οὐρανοῖς ἔχουσιν· οὗτοι καὶ συμπάντων κρείττους ἀνθρώπων εἰσί· καὶ φανερὰ ἡ ἀπόδειξις· τίνι γὰρ τῶν δυνατῶν, ἢ σοφῶν, ἢ φρονίμων ἀνελθεῖν εἰς τὸν οὐρανὸν ὑπῆρξεν, ἔτι στρεφομένῳ περὶ τὴν γῆν; ἐκεῖτε ἐργάσασθαι ἔργα πνευματικά, καὶ τὰ κάλλη τοῦ Πνεύματος κατοπτεῦσαι; νυνὶ δὲ πένης τις τὸ φαινόμενον, πένης ἄκρως, καὶ ἐξουδενωμένος, καὶ οὐδὲ τοῖς ἐν γειτόνων μικροῦ γνώριμος, προσπίπτων ἐπὶ πρόσωπον αὐτοῦ τῷ Κυρίῳ, ἄνεσιν εἰς τὸν οὐρανὸν ὑπὸ πνεύματος ὁδηγούμενος, καὶ ἐν πληροφορίᾳ τῆς ἑαυτοῦ ψυχῆς, τῷ ἑαυτῷ λογισμῷ τῶν ἐκεῖ θαυμασίων κατατρυφᾶ, ἐκεῖ τε ἐργάζεται, ἐκεῖ διαιτᾶται, ἐκεῖ τὸ πολίτευμα ἔχει, κατὰ τὸν θεῖον Ἀπόστολον, ἡμῶν γὰρ τὸ πολίτευμα, φησίν, ἐν οὐρανοῖς ὑπάρχει, καὶ πάλιν· ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· εἶτα ἐπάγει· ἡμῖν δὲ ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ· οὗτοί εἰσιν οἱ ἐν ἀληθείᾳ σοφοί, οἱ δυνατοί, οὗτοι, καὶ εὐγενεῖς, καὶ φρόνιμοι.

Καὶ χωρίς φησι, τῶν οὐρανίων ἐκείνων, ἀπὸ τῶν παρόντων κρίνων τοὺς ἁγίους, οὐκ ἐπιδοιάσεις πάντων ὑψηλοτέρους εἰπεῖν, κρινέσθω δὲ οὕτως· Ναβουχοδονόσορ ὁ Βαβυλῶνος ἄρξας, ὁπότε τὰ ἔθνη αὐτῷ πάντα εἰς προσκύνησιν, ἧς ἔτυχε κατασκευάσας εἰκόνος ἠθροίζετο, τῷ δὲ Θεῷ τοῦτο πάντως πανσόφως ᾠκονομεῖτο, ἵνα καὶ ἡ τῶν Παίδων ἀρετὴ πᾶσι γνώριμος καταστῇ, καὶ μάθωσι πάντες, ὅτι Θεὸς ἀληθὴς εἶς, ὃς τοὺς οὐρανοὺς κατοικεῖ, τρεῖς Παῖδες, καὶ αὐτοὶ αἰχμάλωτοι καὶ τὴν ἐλευθερίαν ἀφῃρημένοι, ἐπαρρησιάσαντο πρὸς αὐτὸν, καὶ πάντων, πολλῷ δέει, προσκυνούντων, καὶ μηδόλως, εἰ μὴ πείθεσθαι, τολμώντων, ἀλλὰ σχεδὸν ἀφώνων, ἴσα καὶ τοῖς κτήνεσιν, ἑλκομένων ἀπὸ τῆς ῥινός, αὐτοί, τοσοῦτον ἀπέσχον τοῦ τὰ ὅμοια τοῖς ἄλλοις παθεῖν, ὡς μηδ᾽ εὐσεβοῦντας ἀγνοεῖσθαι βούλεσθαι, μηδ᾽ ὑπομένειν λαθεῖν, ἀλλ᾽ εἰς ἀκοὴν πάντων λέγειν· τοῖς Θεοῖς σου, Βασιλεῦ, οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν, τούτους εἰς τιμωρίας λόγον καὶ ἡ φοβερὰ ἐκείνη παραλαβοῦσα κάμινος, οὐ κάμινος ἦν, οὐδὲ τὴν ἑαυτῆς ἐνέργειαν ἐπεδείξατο, ἀλλ ὥς περ γοῦν καὶ αὐτὴ διευλαβηθεῖσα, τούτους, ἀπαθεῖς κακῶν διεφύλαξε, καὶ πάντες, καὶ Βασιλεὺς αὐτὸς τὸν ἀληθῆ δι᾽ ἐκείνων Θεὸν ἐπέγνωσαν, ἐκείνους, οὐχ οἱ ἐν γῇ μόνον, ἀλλὰ καὶ οἱ ἐν οὐρανοῖς χοροὶ κατεπλάγησαν· καὶ γὰρ εἰς τὰς τῶν Ἀγίων ἀνδραγαθίας, οὐδὲ τοὺς ἐν οὐρανοῖς ἀπεῖναι, ἀλλὰ συμφοιτᾶν κἀκείνους, ὁ θεῖος ἀπόστολος ὑποφαίνει, θέατρον γάρ, φησιν, ἐγενήθημεν καὶ Ἀγγέλοις καὶ ἀνθρώποις· ἔχεις τοιαῦτα καὶ ἐπὶ Ἡλίαν ὁρᾶν; ὃς εἷς ἄνθρωπος ὢν, πρὸς πλείστους ἴσχυσε διὰ τῆς τοῦ οὐρανίου πυρὸς καταγωγῆς· ἀλλὰ καὶ Μωυσῆς ὅλης Αἰγύπτου καὶ Φαραὼ τοῦ τυράννου περιεγένετο· τοῦτο καὶ ἐπὶ Λώτ, τοῦτο καὶ ἐπὶ Νῶε, τοῦτο καὶ ἐπὶ πολλῶν ἴδοις ἑτέρων, οἵτινες τῷ φαινομένῳ πολλὴν εὐτέλειαν ὑπερχόμενοι, πολλῶν ἐκράτουν ἐπισήμων καὶ δυνατῶν.

Ἑκάστῳ τῶν φαινομένων ἣν μὴ καὶ ἑτέρα τις ξένη φύσις πρὸς βοήθειαν ἐπιγένοιτο, τὸ ὅσον καθ᾽ ἑαυτὸ ἀνέργαστόν ἐστι, καὶ ἀκόσμητον· καὶ γὰρ ἡ τοῦ Θεοῦ ἄφραστος σοφία, μυστήρια καὶ τύπους διὰ τῶν ὁρωμένων δείκνυσιν, ὅτι περ ἡ ἀνθρωπίνη φύσις καθ᾽ ἑαυτὴν οὖσα τὴν ἐντελῆ τῶν ἀρετῶν διακόσμησιν, καὶ τὴν πνευματικήν εὐπρέπειαν τῆς ἁγιωσύνης, ἐκτὸς εἰμὴ καὶ τῆς θείας ἀπολαύσοι χειρός, ἀδύνατός ἐστιν ἐπιδείξασθαι· οἷον ἡ γῆ καθ᾽ ἑαυτὴν μένουσα εἰ μὴ μετάσχοι τῆς διὰ τῶν γηπόνων ἐπιμελείας. εἶτα καὶ τὴν ἐκ τῶν ὄμβρων καὶ τοῦ ἡλίου παραδέξηται συνεργείαν ἀνεπιτήδειός ἐστι, καὶ ἥκιστα διαρκὴς πρὸς καρπογονίαν· καὶ οἶκος δὲ πᾶς, τοῦ ἡλιακοῦ τοῦδε δεῖται φωτός, ὅπερ οὐκ ἔστι τῆς αὐτῆς ἐκείνῳ φύσεως, ἐπεὶ σκότους ἂν εἴη πεπληρωμένος· καὶ ἕτερα δὲ τούτοις ὁμοίως ἔχοντα ὄψει· τὸν αὐτὸν οὖν τρόπον καὶ ἡ ἀνθρωπίνη φύσις, ἀδυνάτως καθ᾽ ἑαυτὴν ἔχουσα τοὺς καρποὺς τῶν ἀρετῶν, τελείους ἀποδιδόναι, δεῖται τοῦ πνευματικοῦ γηπόνου τῶν ἡμετέρων ψυχῶν, τουτέστι τοῦ Πνεύματος τοῦ Χριστοῦ· ὅπερ καὶ αὐτὸ ξένον ἐστὶ τῆς ἡμετέρας ἀτεχνῶς φύσεως· κτίσμα γὰρ ἡμεῖς· τὸ δὲ ἄκτιστον ἵνα καὶ τῇ ἰδίᾳ τέχνῃ γεωργῆσαν τῶν πιστῶν, φημί, τὰς καρδίας, τὰς ὅλῳ θελήματι ἑαυτὰς τῷ πνευματικῷ γεωργῷ παραδούσας, τελείους τοὺς καρποὺς τοῦ Πνεύματος ἀποδοῦναι παρασκευάσῃ, λάμψῃ τε τὸ ἑαυτοῦ φῶς ἐν τῇ ἐσκοτισμένῃ τοῖς πάθεσιν τῆς ψυχῆς ἡμῶν οἰκίᾳ.

Διπλοῦς ἐστι τοῖς Χριστιανοῖς ὁ πόλεμος, καὶ διπλῆ ἡ πάλη· πρός τε τὰ ὁρώμενα τῷ ὀφθαλμῷ τούτῳ· ὑπερεθίζει γὰρ ταῦτα καὶ διαγαργαλίζει, καὶ παρακαλεῖ τὴν ψυχὴν προσπάσχειν αὐτοῖς, καὶ συνήδεσθαι· εἶτα καὶ πρὸς τὰς τοῦ δεινοῦ κοσμοκράτορος ἀρχάς, καὶ τὰς ἐξουσίας.

Ἡ δόξα Μωσέως, ἣν ἐπὶ τοῦ προσώπου εἶχε, τύπος τῆς ἀληθοῦς δόξης τοῦ Παναγίου Πνεύματος ἦν· ὃν γὰρ τρόπον ἐκεῖ, πᾶς ὅς τις ἀτενίσαι ἤθελεν ἀδύνατος ἦν, οὕτω καὶ νῦν ταύτην τὴν δόξαν τὴν ψυχαῖς Χριστιανῶν ἐπιλάμπουσαν τὸ τῶν παθῶν σκότος οὐχ ὑπομένει, ἀλλ᾽ ὑπὸ τῆς αὐγῆς ταύτης ἀποδιωκόμενον φυγαδεύεται.

Τῷ φιλαλήθει καὶ φιλοθέῳ Χριστιανῷ, καὶ τῆς τοῦ ἐπουρανίου γλυκύτητος γευσαμένῳ, ἔμφυτόν τε καὶ κεκραμένην ἐν τῇ ψυχῇ κεκτημένῳ τὴν χάριν, καὶ ὅλως ἑαυτὸν τοῖς θελήμασι τῆς χάριτος ἐπιτρέψαντι, πάντα τὰ τοῦ αἰῶνος τοῦ δε διὰ μίσους ἐστί· κρείττων γὰρ οὗτος τῶν τοῦ κόσμου κατέστη πάντων· κἂν χρυσὸν εἴπῃς, κἂν ἄργυρον, κἂν τιμὰς καὶ δόξας, κἂν μακαρισμούς, καὶ ἐπαίνους ὑπ᾽ οὐδενὸς ἁλῶναι τῶν τοιούτων δύναται· καθότι πλούτου ἄλλου, καὶ τιμῆς ἄλλης, ἑτέρας τε δόξης εἰς πεῖραν ἀφῖκται, καὶ ἡδονῇ ἀφθάρτῳ τρέφεται τὴν ψυχήν, καὶ αἴσθησιν ἔχει, καὶ πληροφορίαν πᾶσαν διὰ τῆς κοινωνίας τοῦ Πνεύματος.

Οὕτος, ὁπόση τῷ λογικῷ ποιμένι διαφορὰ πρὸς τὰ ἄλογα θρέμματα, τοσοῦτον ἐν συνέσει τε, καὶ γνώσει, καὶ διακρίσει, τῶν ἀνθρώπων διαφέρων ἐστί· καὶ γὰρ ἄλλου Πνεύματος, καὶ ἄλλου νοός, ἄλλης τε συνέσεως, καὶ σοφίας παρὰ τὴν τοῦ κόσμου τούτου μετέχει σοφίαν· σοφίαν γάρ φησι, λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν σοφίαν Θεοῦ, ἐν μυστηρίῳ· διὰ ταῦτα καὶ πάντων τῶν ἀνθρώπων τὸ τοῦ κόσμου πνεῦμα ἐχόντων, καθάπερ εἴρηται, εἴτε φρονίμων, εἴτε σοφῶν, ὁ τοιός δε τοῖς ὅλοις διενήνοχε· καὶ πάντας μὲν ἀνθρώπους ἀνακρίνει κατὰ τὸ γεγραμμένον· ὁ τοιοῦτος γινώσκει τε ἕκαστον πόθεν τε λέγει, καὶ ποῦ ἔστηκε, καὶ ἐν ποίοις ἐστίν· αὐτὸν δὲ, οὐδενὶ τῶν ἐχόντων τὸ τοῦ κόσμου πνεῦμα διαγινώσκειν τε καὶ ἀνακρίνειν δύναμις, ὅτι μὴ ἐκείνῳ, ᾧ τὸ ὅμοιόν ἐστι τῆς θεότητος Πνεῦμα· κατὰ τὸν θεῖον Ἀπόστολον· πνευματικοῖς πνευματικὰ συγκρίνοντες· ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστί· ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα· αὐτὸς δὲ ὑπ᾽ οὐδενὸς ἀνακρίνεται.

Τοῦ Παναγίου δέ φησι τούτου Πνεύματος, ἀμήχανον ἄλλως τυχεῖν, εἰ μὴ πάντων τις τῶν τοῦ αἰῶνος τούτου ξένος γενόμενος, πρὸς τὴν ζήτησιν τῆς τοῦ Χριστοῦ ἀγάπης ἑαυτὸν ἀποτάξειεν· ἵνα πασῶν τῶν κατὰ τὴν ὕλην μεριμνῶν ἀνεθεὶς ὁ νοῦς, περὶ τὸν ἕνα τοῦτον σκοπὸν ἀπασχολῆται μόνον καὶ οὕτω καταξιωθείη μετὰ Χριστοῦ εἰς ἓν Πνεῦμα γενέσθαι, ὥς φησιν ὁ Ἀπόστολος· ὁ κολλώμενος τῷ Κυρίῳ ἔσται εἰς ἓν Πνεῦμα· ψυχῇ δὲ τῇ ὅλως τινὶ τῶν τοῦ αἰῶνος τούτου συνδεδεμένῃ, καὶ πρὸς αὐτὸ ἐχούσῃ ἐπιρρεπῶς· οἷον πλούτῳ, ἢ δόξῃ, ἢ φιλίᾳ τῇ κατὰ κόσμον, οὐκ ἔσται δυνατὸν φυγεῖν, καὶ διαπεράσαι τὸ σκότος τῶν πονηρῶν δυνάμεων.

Αἱ φιλαλήθεις ψυχαὶ καὶ φιλόθεοι, οὐ δὲ τὴν βραχεῖαν ὕφεσιν τοῦ πρὸς τὸν Κύριον ἔρωτος ὑπομένουσιν· ἀλλ᾽ ὅλαι δι᾽ ὅλου τῷ Σταυρῷ τούτου προσηλωμέναι, τὴν τῆς πνευματικῆς προκοπῆς αἴσθησιν ἐν ἑαυταῖς γινομένην ἐπιγινώσκουσι· τετρωμέναι γοῦν τούτῳ πόθῳ, καὶ ὡς εἰπεῖν, ἔκπεινοι οὖσαι περὶ τὴν δικαιοσύνην τῶν ἀρετῶν καὶ τὴν τοῦ ἀγαθοῦ Πνεύματος ἔλλαμψιν, κἂν μυστηρίων ἄξιαι θείων, κἂν εὐφροσύνης ἐπουρανίου, καὶ χάριτος μέτοχοι γένωνται, οὐ πεποίθασι παρ᾽ ἑαυταῖς, οὐδὲ εἶναί τι οἴονται· ἀλλ᾽ ὅσῳ χαρισμάτων ἀξιοῦνται πνευματικῶν, τοσούτῳ μᾶλλον ἀπλήστως ἔχουσαι τῶν οὐρανίων φιλοπονώτερον ἐκζητοῦσι· καὶ ὅσῳ πνευματικῆς αἰσθάνονται προκοπῆς, τοσούτῳ δὴ καὶ λιχνότεραι πρὸς τὴν μετάληψιν τούτων γίνονται· καὶ πνευματικῶς πλουτοῦσαι, τό γε παρ᾽ ἑαυταῖς πενομέναις ἐοίκασι, κατὰ τὴν θείαν γραφήν· οἱ τρώγοντές με, φησιν, ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με, ἔτι διψήσουσιν.

Αἱ τοιαῦται ψυχαὶ καὶ τῆς τῶν παθῶν ἐλευθερίας παντάπασιν ἀξιοῦνται, καὶ τὴν τοῦ θείου Πνεύματος ἔλλαμψιν τε καὶ κοινωνίαν ἐν πληρώματι τῆς χάριτος τελείως κομίζονται· ὅσαι δὲ ὀκνηραί τε, καὶ ἀφερέπονοι, καὶ μὴ ζητοῦσαι τὸν τῆς καρδίας ἁγιασμόν, (ἐντεῦθεν, ὡς ἐν σαρκὶ ἔτι τυγχάνουσιν), οὐκ ἐκ μέρους ἀλλ᾽ ὁλοκλήρως δι᾽ ὑπομονῆς δέξασθαι καὶ μακροθυμίας, μηδὲ κοινωνῆσαι τῷ Παρακλήτῳ Πνεύματι κατὰ πᾶσαν αἴσθησιν καὶ πληροφορίαν ἠλπίκασι, καὶ δι᾽ ἐκείνου τῶν παθῶν τὴς κακίας ἀπαλλαγῆναι· αὗται, κἂν χάριτος θείας ἀξιωθῶσιν, ἀλλ᾽ ὑπὸ τῆς κακίας κλεπτόμεναι, πάσης φροντίδος ἑαυτὰς ἀνῆκαν· ἅτε λαβοῦσαι τὴν χάριν, καὶ τῆς ἐξ αὐτῆς τυγχάνουσαι παρακλήσεως, καὶ πνευματικῆς γλυκύτητος ἀπολαύουσαι· ταύτῃ τοι καὶ ῥάδιαί εἰσιν οἰηθῆναι, συντριβόμεναι τὴν καρδίαν, μηδὲ τῷ φρονήματι ταπεινούμεναι μηδὲ ἔκδιψοι οὖσαι, καὶ πρὸς τὸ τέλειον μέτρον τῆς ἀπαθείας, κατατεινόμεναι δὲ τῇ ὀλίγη ταύτῃ τῆς χάριτος παρακλήσει, καὶ εἰς ἔπαρσιν, οὐκ εἰς ταπείνωσιν προκόψασαι μᾶλλον, καὶ οὗ περ ἠξιώθησαν χαρίσματος ἔστιν ὅτε ἀπογυμνοῦνται· ψυχὴ γὰρ, ἡ ἀληθῶς φιλόθεος, ὡς ὁ λόγος ἔφθη δηλώσας, κἂν μυρίας μετέλθῃ δικαιοσύνας, κἂν ἄκραις νηστείαις καὶ ἀγρυπνίαις ἐκτρίψῃ τὸ σῶμα, κἂν χαρισμάτων τοῦ Πνεύματος διαφόρων, ἀποκαλύψεών τε καὶ μυστηρίων ἀξιωθείη, οὕτως ἔχει μετρίως, ὡς μήπω τῆς κατὰ Θεὸν ἀγωγῆς ἠργμένη, μηδὲ κτησαμένη τί τῶν δεξιωτέρων, ἐρωτικῶς, καὶ ἀπλήστως πρὸς τὴν κατὰ Χριστὸν θείαν ἀγάπην διακειμένη.

Εἰς τὰ μέτρα δὲ ἐφικέσθαι ταῦτα, οὔτε ἀθρόως, οὔτε ῥαδίως ἐφικτὸν οὐδενί· ἀλλὰ πολλῶν πόνων, καὶ ἀγώνων ἡγησαμένων, χρόνων τε καὶ σπουδῆς, μετὰ δοκιμασίας καὶ πειρασμῶν ποικίλων, ἄχρι καὶ τοῦ τελείου, φημί, τῆς ἀπαθείας μέτρου· οὕτω γὰρ πρὸς πάντα πόνον, καὶ κόπον ἐξετασθεὶς καὶ ὅλους τοὺς πειρασμοὺς τοὺς ὑπὸ τῆς κακίας ἐπαγομένους, εὐψύχως ὑπενεγκών, τότε καὶ τῶν μεγάλων τιμῶν καὶ χαρισμάτων τοῦ Πνεύματος, καὶ τοῦ θείου πλούτου, καταξιοῦται· εἴτα καὶ κληρονόμος τῆς οὐρανίου γίνεται Βασιλείας.

Ψυχὴ δὲ ἡ οὐκ ἔχουσα μὲν τὴν εἰρημένην τῆς πολιτείας ἀκρίβειαν, μήπω δὲ τοῦ ἁγιασμοῦ τοῦ ἐν καρδίᾳ τὴν αἴσθησιν δεξαμένη, πενθείτω, καὶ ζητείτω παρὰ Κυρίου θερμῶς, ἵνα τοῦ ἀγαθοῦ τούτου, καὶ τῆς ἐνεργείας τοῦ Πνεύματος, τῆς ἐν νῷ δι᾽ ἀρρήτων θεωριῶν γινομένης ἐπιτύχῃ ὥς περ δὲ κατὰ τὸν ἐκκλησιαστικὸν νόμον, οἱ σωματικοῖς ἁλόντες ἁμαρτήμασιν, ἀφορίζονται μὲν παρὰ τοῦ Ἱερέως τὸ πρότερον· εἶτα τὴν κατὰ λόγον μετάνοιαν ἐπιδεδεικνυμένοι, καὶ τῆς κοινωνίας καταξιοῦνται· ὅσοι δὲ ἀπτώτως, καὶ καθαρῶς βεβιώκασι, προκόπτουσί τε πρὸς Ἱερωσύνην, καὶ ἀπὸ τοῦ ἐξωτέρου τόπου τὴν εἴσω τοῦ Θυσιαστηρίου μετάστασίν τε, καὶ τάξιν ἀπολαμβάνουσιν, ἵνα λειτουργοί, καὶ πάρεδροι τῷ Κυρίῳ διατελῶσιν· οὕτω δὴ σκοπῶμεν καὶ περὶ τῆς μυστικῆς τοῦ Πνεύματος κοινωνίας, περὶ ἧς τῷ Ἀποστόλῳ εἴρηται, ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρός, καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος· ὄψει σωζομένην ἀκολουθίαν· ἐνοικεῖ μὲν γὰρ ἡ θεία Τριὰς ἐν τῇ καθαρῶς ἐχούσῃ ψυχῇ, τῆς θείας χρηστότητος συνεφαπτομένης· ἐνοικεῖ δὲ οὐ καθ᾽ ὅ ἐστιν, ἀχώρητος γὰρ, καὶ αὐτῇ πάσῃ τῇ κτίσει, ἀλλὰ καθ᾽ ὅσον ἂν ἐπιτηδείως ἔχῃ καὶ δεκτικῶς ὁ ἄνθρωπος· ἐπειδὰν δέ τι παρατραπῇ τῆς τῷ Θεῷ κατὰ γνώμην διαγωγῆς, καὶ τὸ θεῖον Πνεῦμα λυπήσειεν, ἐκβάλλεται, καὶ ἀφορίζεται τῆς πνευματικῆς εὐφροσύνης ὁ νοῦς· τῆς μὲν θείας χάριτος καὶ τῆς ἀγάπης καὶ πάσης τῆς ἀγαθῆς τοῦ Πνεύματος ἐνεργείας συστελλομένης· ἐκείνου δέ, θλίψεσί τε καὶ πειρασμοῖς καὶ πονηροῖς πνεύμασι παραδιδομένου· μέχρις ἂν πάλιν ὀρθοποδίσειεν ἡ ψυχὴ πρὸς τὴν τοῦ Πνεύματος εὐαρέστησιν· εἶτα διὰ πάσης ἐξομολογήσεώς τε, καὶ ταπεινώσεως τὴν μετάνοιαν ἐπιδειξαμένη, τότε καὶ αὖθις τῆς ἐπισκοπῆς ἀξιοῦται τῆς χάριτος, καὶ τὴν οὐράνιον εὐφροσύνην, πλέον ἢ κατὰ πρῶτον ἀπολαμβάνει· εἰ δὲ πρὸς μηδὲν τὸ Πνεῦμα λυπήσειεν, ἀλλ᾽ εἴη ζῶσά τε εὐαρέστως, καὶ λογισμοῖς μὲν πᾶσι πονηροῖς ἀντιταττομένη, τῷ Κυρίῳ δὲ κωλλομένη διὰ παντός, ἡ τοιαύτη δικαίως ἄρα καὶ ἀκολούθως προκόπτει ψυχή, καὶ δωρεῶν ἀφάτων ἀξιοῦται, ἀπὸ δόξης τε εἰς δόξαν, καὶ ἀπὸ ἀναπαύσεως εἰς τελειοτέραν ἀνάπαυσιν μετατίθεται· εἴτα καὶ εἰς τὸ τέλειον τοῦ Χριστιανισμοῦ μέτρον ἀφικομένη τοῖς τελείοις ἐργάταις, καὶ τοῖς ἀμώμοις τοῦ Χριστοῦ λειτουργοῖς κατὰ τὴν αἰώνιον αὐτοῦ συνταγήσεται βασιλείαν.

Τὰ φαινόμενα ταῦτα, τύπους οἴου μοι, καὶ σκιὰς τῶν κρυφίων εἶναι· τὸν ναὸν τὸν ὁρώμενον, τοῦ τῆς καρδίας ναοῦ· τὸν Ἱερέα, τοῦ ἀληθινοῦ Ἱερέως τῆς τοῦ Χριστοῦ χάριτος· καὶ ἐφ᾽ ἑξῆς οὕτως· ὥσπερ οὖν κατὰ τὴν δε τὴν ὁρατὴν ἐκκλησίαν, ἂν μὴ πρότερον αἱ ἀναγνώσεις, αἱ ψαλμῳδίαι τε καὶ ὅση τίς ἐστιν ἀκολουθία τοῦ ἐκκλησιαστικοῦ θεσμοῦ, προχωρήσειεν, αὐτὸ τὸ θεῖον μυστήριον τοῦ σώματός τε καὶ αἵματος τοῦ Χριστοῦ τὸν Ἱερέα ἐπιτελεῖν οὐκ ἀκόλουθον· εἶτα κἂν πᾶς μὲν ὁ ἐκκλησιαστικὸς κανὼν ἐπιτελεσθείη, ἡ μυστικὴ δὲ τῆς προσφορᾶς ὑπὸ τοῦ Ἱερέως εὐχαριστία, καὶ ἡ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ μὴ γένηται, οὔτε ὁ ἐκκλησιαστικὸς ἐτελεσιουργήθη θεσμός, καὶ ἐλλιπής ἐστιν ἡ λατρεία τοῦ μυστηρίου· οὕτω μοι καὶ τὰ τοῦ Χριστιανοῦ νόει· ἂν γὰρ νηστείαν μὲν καὶ ἀγρυπνίαν, καὶ ψαλμῳδίαν, ὅλην τε ἄσκησιν, καὶ ἀρετὴν πᾶσαν κατορθωκὼς εἴη· ἡ μυστικὴ δὲ τοῦ Πνεύματος ἐνέργεια τῷ θυσιαστηρίῳ τῆς αὐτοῦ καρδίας ὑπὸ τῆς χάριτος κατ᾽ αἴσθησιν πᾶσαν, καὶ πνευματικὴν ἀνάπαυσιν μὴ ἐπιτελεῖτο. ἀτελὴς ἡ τοιάδε πᾶσα τῆς ἀσκήσεως ἀκολουθία, καὶ σχεδὸν ἀργή, οὐκ ἔχουσα τὴν τοῦ Πνεύματος ἀγαλλίασιν μυστικῶς ἐν τῇ καρδίᾳ ἐνεργουμένην.

Καλὸν ἡ νηστεία, καλὸν ἡ ἀγρυπνία, καλὸν ὁμοίως ἡ ἄσκησις καὶ ἡ ἐπὶ ξένης διαγωγή· ἀλλὰ ταῦτα πάντως, ἀρχή τις ἐστί, καὶ προοίμια πολιτείας θεοφιλοῦς· ὥστε ἀλόγιστον ἀτεχνῶς τὸ ἁπλῶς τοῖς τοιούτοις ἐπιθαρρεῖν· ἔστι γὰρ ὅτε, καὶ χάριτός τινος ἐν μετοχῇ καθιστάμεθα· καὶ ἡ κακία ἔνδον ὑποκαθημένη, καθάπερ ἐν τοῖς ἄνω λέλεκται, σοφίζεται, καὶ ὑποχωρεῖ ἑκοῦσα, καὶ οὐ πράττει τὰ ἑαυτῆς· ἀλλὰ ποιεῖ νομίσαι τὸν ἄνθρωπον, ὅτι διακεκάθαρται τὸν νοῦν· καὶ τὸ λοιπὸν ἐξάγει πρὸς οἴησιν τελειότητος· εἶτα ληστρικῶς ἐπιτίθεται· καὶ ἄχρι τῶν κατωτάτων τῆς γῆς καταφέρει· εἰ γὰρ ἄνθρωποι πολλάκις εἴκοσιν ἔτη γενόμενοι λησταί τινες, ἢ στρατιῶται τὸ ἐπιτήδευμα, μηχανάς τε κατὰ τῶν πολεμίων ἐπίστανται, ὑποκάθηνταί τε, καὶ ἐνέδρας ἐπινοοῦσι, καὶ τὰ τῶν ἐχθρῶν λαμβάνουσι νῶτα, καὶ κτείνουσιν ἀνελπίστως περιβαλόντες· πόσῳ γε μᾶλλον ἡ κακία τοσαύτας χιλιάδας ἐτῶν γεγενημένη, καὶ τοῦτο ἔργον ἑαυτῆς τιθεμένη τὸ σπουδαιότατον, τὸ ἀπολλύειν ψυχάς, ἐνέδρας εἶδε τοιαύτας ἐν ἀποκρύφῳ τῆς καρδίας ἐπινοεῖν, καὶ κατὰ καιροὺς ἀτρεμεῖν ἐπίτηδες, καὶ μὴ ἐνεργεῖν· ὥστε τὴν ψυχὴν ἑλκύσαι πρὸς οἴησιν τελειότητος· ὁ μέντοι θεμέλιος τοῦ χριστιανισμοῦ, κἂν πάσας τις μετέλθῃ δικαιοσύνας, μὴ ἐπαναπαύεσθαι ταύταις, μηδὲ ἐπιθαρρεῖν, μηδὲ μέγα τι πεποιηκέναι λογίζεσθαι· κἂν μέτοχος χάριτος καταστῇ, μὴ νομίσαι κατειληφέναι τι, μηδὲ κατακόρως ἔχειν· ἀλλὰ πεινᾶν τότε, καὶ διψᾶν μᾶλλον, πενθεῖν τε, καὶ κλαίειν, καὶ συντετριμμένην ὅλως τὴν καρδίαν ἔχειν.

Νόει μοι τὴν πνευματικὴν κατάστασιν οὕτως ἔχειν· ὑπόθου τινὰ εἶναι βασιλικὸν οἶκον· τούτῳ δὲ, αὐλὰς ὑπεῖναι διαφόρους, καὶ πρόθυρά τινα, καὶ οἰκίας ἄλλας ἐξωτέρας· καὶ οὕτω πάλιν κατὰ τὸ ἀκόλουθον ἐνδοτέρας, ἐν αἷς τὴν πορφύραν, καὶ τοὺς θησαυροὺς εἰκὸς ἀποκεῖσθαι· εἶτα καὶ τὴν τούτων αὖθις ἐσωτέραν, ὅπου τὴν βασιλικὴν εἶναι διαγωγὴν ἐπιτήδιον· ὥς περ οὖν εἴ τις εἰς τὰς ἐξωτέρας αὐλάς τε καὶ μονὰς ἀπαντήσας, εἰδόξει τοὺς ἔνδον οἴκους κατειληφέναι, πεπλάνηται· οὕτω δὴ καὶ κατὰ τὸ πνευματικὸν ἀκολούθως, οἱ πρὸς γαστέρα καὶ ὕπνον διαμαχόμενοι, ψαλμοῖς τε, καὶ εὐχαῖς διηνεκῶς προσκείμενοι, μὴ νομιζέτωσαν ἤδη τοῦ τέλους, καὶ τῆς καταπαύσεως ἐπιβῆναί ποθεν· ἔτι γὰρ αὐτοῖς περὶ τὰ πρόθυρα καὶ τὰς αὐλὰς ἡ ἀναστροφή· οὐχ ὅπου δὲ ἡ πορφύρα καὶ οἱ θησαυροὶ ἀπόκεινται οἱ βασιλικοί, ὑπάρχει· κἂν χάριτός τινος πνευματικῆς ἠξιώθησαν, μηδὲ τοῦτο πάλιν αὐτοὺς ἀπατάτω, τοῦ τέλους ἐπιτυχεῖν· ἐρευνᾶν οὖν προσῆκεν, εἰ εὗρεν ἐν τῷ ὀστρακίνῳ τούτῳ σκεύει τὸν θησαυρόν· εἰ ἐνεδύσατο τοῦ Πνεύματος τὴν πορφύραν· εἰ τὸν βασιλέα εἶδε, καὶ ἀνεπαύσατο· καὶ γὰρ οἴου μοι πάλιν τὴν μὲν ψυχὴν βάθος τι ἔχειν, καὶ μέλη πολλά· τὴν δὲ ἁμαρτίαν ὑπεισελθοῦσαν τὰ μέλη πάντα, καὶ τὰ νοήματα τῆς καρδίας καταλαβεῖν· εἶτα ἐπιζητήσαντος τοῦ ἀνθρώπου τοῦ πνεύματος τὴν χάριν, ἐλθεῖν, καὶ δύω τυχὸν τῆς ψυχῆς μέρη περιλαβεῖν, τὸν οὖν ἀπείρως ἔχοντα, πρὸς τῆς χάριτος ταύτης παρακαλούμενον, δόκησις ἔχει, πάντα τὰ μέλη τῆς ψυχῆς κατειλῆφθαι, καὶ τὴν ἁμαρτίαν ὅλως ἐξερριζῶσθαι, μὴ εἰδότα, ὅτι τὸ πλεῖστον μέρος αὐτῆς ἔτι κατάσχετον ὑπ᾽ ἐκείνης ἐστίν· ἐνὸν γὰρ, ὡς πολλάκις δεδήλωται, καὶ τὴν χάριν ἀδιαλείπτως ἐνεργεῖν, ὃν τρόπον ὀφθαλμὸν ἐν τῷ σώματι, καὶ συνεῖναι τὴν κακίαν ὁμοίως ὑποκλέπτουσαν τὴν διάνοιαν· ὁ τοίνυν μὴ διακρίνειν εἰδώς, ὡς μέγα τι κατειληφὼς ἤδη μέγα τι περὶ ἑαυτοῦ οἴεται, καὶ ὡς τὴν ἐσχάτην κάθαρσιν ἐσχηκὼς τετύφωται· ἔχειν δὲ καὶ τὴν ἀλήθειαν συνηγοροῦσαν αὐτῷ, πολλοῦ γε καὶ δεῖ· ὡς γὰρ ὁ λόγος φθάσας ἐδήλωσε, ὅτι τέχνη τῷ σατανᾷ καὶ αὐτή· κατά τινας χρόνους ἑκόντα παραχωρεῖν, καὶ τὰ εἰωθότα μὴ ἐνεργεῖν, κατὰ σκοπὸν πάντως, τοῦ οἴησιν τῆς τελειότητος τοῖς ἀσκουμένοις ὑποβαλεῖν, ἀλλὰ μὴ ὁ φυτεύων ἀμπελῶνα παραπόδας λαμβάνει καὶ τὸν καρπόν; ἢ ὁ σπείρων τὰ σπέρματα ἐν τῇ γῇ, καὶ τὴν συγκομιδὴν εὐθὺς ἐποιήσατο; τί δὲ; τὸ ἀρτιγενὲς παιδίον ἥψατο παραχρῆμα τῆς τελειότητος; ἀπόβλεψον εἰς τὸν Ἰησοῦν· ἐκ ποίας δόξης Υἱὸς Θεοῦ καὶ Θεὸς ὢν ὁ Χριστός, εἰς οἷα πάθη, καὶ ἀτιμίαν, καὶ σταυρὸν κατέβη, καὶ θάνατον· καὶ πάλιν ὅπως διὰ ταύτην αὐτοῦ τὴν ταπείνωσιν ὑπερήρθη, καὶ ἐν δεξιᾷ τοῦ Πατρὸς ἐκάθισεν· ὁ δέ γε πονηρὸς ὄφις, ἐκ πρώτης τῷ Ἀδὰμ ὑποσπείρας, θεότητος ἐπιθυμίαν, εἰς οἴαν αὐτὸν κατήγαγεν ἀτιμίαν, διὰ ταύτης δὴ τῆς οἰήσεως, ταῦτα τοίνυν αὐτὸς ἐννοῶν ἀσφάλιζε σεαυτόν, ὅση δύναμις, καὶ σπούδαζε ταπεινὴν ἀεὶ τὴν καρδίαν, καὶ συντετριμμένην ἔχειν.

Τοῦ αὐτοῦ περὶ ἐλευθερίας νοός.

Ὅταν ἀκούσῃς, ὅτι περ κατελθὼν ὁ Χριστὸς εἰς ἅδου, τὰς κατόχους ἐκεῖ ψυχὰς ἐνερρύσατο, μὴ μακρὰν εἶναι ταῦτα καὶ τῶν νῦν τελουμένων νόμιζε· οἴου μοι γὰρ μνημεῖον εἶναι τὴν καρδίαν, κἀκεῖ τοὺς λογισμοὺς καὶ τὸν νοῦν κατωρύχθαι βαρεῖ σκότει κατειλημμένους, ἔρχεται τοιγαροῦν ὁ Κύριος εἰς τὰς ἐν ἅδου ἐπιβοωμένας αὐτὸν ψυχάς, εἰς τὸ βάθος δηλαδὴ τῆς καρδίας, κἀκεῖ τῷ θανάτῳ ἐγκελευόμενος, ἀνάπεμπε, λέγει, τὰς ἐγκεκλεισμένας ψυχάς, τὰς ἐμὲ τὸν ῥύσασθαι δυνάμενον ἐκζητούσας, εἶτα τὸν βαρὺν λίθον διάρας, τὸν τῇ ψυχῇ ἐπικείμενον, τόν τε τάφον ἀνοίγει, καὶ τὸν ἐν ἀληθείᾳ νεκρὸν ἀνιστᾷ, καὶ τῆς ἀφεγγοῦς φυλακῆς τὴν ἐγκεκλεισμένην ψυχὴν ἀπαλλάττει.

Συμβαίνει, φησί, πολλάκις διαλέγεσθαί σοι κατ᾽ ἐπιβολὴν ἐν τῇ καρδίᾳ τὸν σατανᾶν, καὶ σύνες ὅσα σοι εἴργασται πονηρά, λέγειν· ἀναπέπλησταί σοι ἀνομιῶν ἡ ψυχή, βεβάρησαι πολλαῖς, καὶ χαλεπωτάταις ἁμαρτίαις· μὴ λανθανέτω γοῦν σε τοῦτο ποιῶν, καὶ προσχήματι ταπεινώσεως εἰς ἀπόγνωσιν συνωθῶν· ἀφ᾽ οὖ γὰρ διὰ τῆς παραβάσεως εἰσέφρησεν ἡ κακία, πάροδον ἔσχε διαλέγεσθαι καθεκάστην τρόπον τινὰ τῇ ψυχῇ ὡς ἄνθρωπός τις ἀνθρώπῳ, καὶ ὑποτιθέναι τὰ ἄτοπα· ἀπόκρισαι τοιγαροῦν αὐτῷ σύ· ἀλλ᾽ ἔχω τὰς τοῦ Θεοῦ διαβεβαιώσεις ἐγγράφους· οὐ βούλομαι, λέγοντος, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι διὰ μετανοίας, καὶ ζῇν αὐτόν· τί γὰρ καὶ ἐβούλετο αὐτῷ ἡ κάθοδος, εἴγε μὴ τοὺς ἁμαρτωλοὺς σώσει; καὶ τοὺς ἐν σκότει φωτίσει, καὶ ζωοποιήσει τοὺς τεθανατωμένους.

Ὥς περ ἡ ἐναντία δύναμις, οὕτω δὴ καὶ ἡ θεία χάρις προτρεπτική, οὐκ ἀναγκαστικὴ δείκνυται οὖσα, ἵν᾽ οὕτως ἡμῖν τὸ ἐλεύθερόν τε καὶ αὐτεξούσιον περισώζοιτο· ταύτῃ τοι καὶ ἐφ᾽ οἷς ὁ ἄνθρωπος ἐργάσῃται κακοῖς πρὸς τοῦ σατανᾶ ὑπαγόμενος, οὐχ ὁ σατανᾶς μᾶλλον, ἀλλ᾽ αὐτὸς ὁ ἄνθρωπος τὴν τιμωρίαν εἰσπράττεται, ὡς μὴ βίᾳ συνελαθείς, ἀλλ᾽ ἰδίῳ θελήματι πεισθεὶς τῇ κακίᾳ, παραπλησίως δὲ κἂν τῷ ἀγαθῷ· οὐκ ἐπιγράφει τὸ γεγονὸς ἑαυτῇ, ἀλλὰ τῷ ἀνθρώπῳ, ἡ χάρις, καὶ διὰ τοῦτο δόξαν αὐτῷ περιτίθησιν, ὅτι αὐτὸς ἑαυτῷ τοῦ ἀγαθοῦ γέγονεν αἴτιος, οὐδὲ γὰρ ἀναγκαστικῇ δυνάμει, ὡς εἴρηται, συνδεσμοῦσα αὐτοῦ τὸ θέλημα, ποιεῖ ἄτρεπτον ἡ χάρις ἀλλὰ καίτοι συνοῦσα, τῷ αὐτεξουσίῳ παραχωρεῖ, ἵνα δῆλον εἴη τὸ τοῦ ἀνθρώπου θέλημα, ὅπως ἔχει πρὸς ἀρετὴν ἢ κακίαν, κεῖται γὰρ, οὐ τῇ φύσει νόμος, ἀλλὰ τῷ αὐτεξουσίῳ τῆς προαιρέσεως, τραπῆναι δυναμένῳ, πρὸς τὸ ἀγαθὸν καὶ κακόν.

Φυλάττειν δεῖ τὴν ψυχήν, καὶ ἀνομίλητον συντηρεῖν βεβήλων καὶ πονηρῶν λογισμῶν· ὥς περ γὰρ τὸ σῶμα σώματι συνελθὸν ἑτέρῳ, πρὸς ἀκαθαρσίαν μιαίνεται· οὕτω δὴ καὶ ψυχὴ φθείρεται πονηροῖς συνδυάζουσα καὶ μιαροῖς λογισμοῖς, συνάδουσά τε αὐτοῖς καὶ συντιθεμένη· οὐχὶ δὲ τοῖς τῆς πονηρίας καὶ τῆς πορνείας μόνον ἀλλὰ καὶ ἑκάστης κακίας· οἷον, ἀπιστίας, δόλου, κενοδοξίας, ὀργῆς, καὶ φθόνου, καὶ ἔριδος· καὶ τοῦτό ἐστι τὸ καθαίρειν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκός, καὶ πνεύματος· εἰναι γὰρ οἴου καὶ φθοράν, καὶ πορνείαν ἐν τῷ ἀφανεῖ τῆς ψυχῆς, διὰ λογισμῶν ἀτόπων ἐνεργουμένην· καὶ ὥσπερ τὸν φθείροντα τὸν ναὸν τοῦ Θεοῦ, κατὰ τὸν μέγαν Ἀπόστολον, φθερεῖ τοῦτον ὁ Θεός. ὅπερ τὸ σῶμά ἐστιν· οὕτω δὴ καὶ ὁ φθείρων ψυχήν τε, καὶ νοῦν, τῷ συναινεῖν καὶ συντίθεσθαι τοῖς ἀτόποις. τιμωρίας ἐστὶν ὑπεύθυνος· φυλάττειν τοιγαροῦν προσήκει καθάπερ τὸ σῶμα τοῦ ὁρατοῦ ἁμαρτήματος, οὕτω καὶ τὴν ψυχὴν λογισμῶν ἀτόπων, ὅτι νύμφη Χριστοῦ ἐστίν· ἡρμοσάμην γὰρ ὑμᾶς, φησίν, ἑνὶ ἀνδρὶ παρθένον ἁγνήν παραστῆσαι τῷ Χριστῷ· καὶ πάσῃ φυλακῇ τήρει τὴν καρδίαν, τῆς γραφῆς ἄκουε λεγούσης· ἐκ γὰρ τούτων ἔξοδος ζωῆς· καὶ σκολιοὺς δὲ λογισμοὺς χωρίζειν ἀπὸ Θεοῦ, τῆς θείας διδασκούσης γραφῆς, μάνθανε.

Λόγον ἀπαιτείτω τὴν ἑαυτοῦ ψυχὴν ἕκαστος ἀνακρίνων, καὶ βασανίζων, τίσι πρόσκειται; καὶ εἰ μὴ συμφωνοῦσαν συμβαίνει τοῖς τοῦ Θεοῦ νόμοις τήν καρδίαν ὁρᾶν, πάσῃ δυνάμει, καθάπερ τὸ σῶμα, οὕτω δὴ καὶ τὸν νοῦν, διατηρεῖν ἄφθορον σπουδαζέτω, καὶ τοῖς πονηροῖς ἀσύνθετον λογισμοῖς, εἴγε δὴ βούλοιτο, κατὰ τὴν ὑπόσχεσιν, τὸν καθαρὸν εἰσοικίσασθαι· ἐνοικῆσαι, γὰρ καὶ ἐμπεριπατῆσαι ταῖς καθαραῖς πάντως καὶ φιλοκάλοις ψυχαῖς ἐπήγγελται·

Ὥσπερ ὁ τῆς ἰδίας γῆς ἐπιμελέστατος γεωργός, ἀνανεοῖ ταύτην πρότερον, καὶ τὰς ἀκάνθας περιαιρεῖ· εἶθ᾽ οὕτω καταβάλλει τὰ σπέρματα· οὕτω καὶ τὸν παρὰ Θεοῦ προσδοκῶντα τὸν τῆς χάριτος σπόρον λαβεῖν, καθαίρειν πρότερον χρὴ τῆς ἐαυτοῦ καρδίας τὴν γῆν, ἵν᾽ ὁ σπόρος πεσὼν τοῦ Πνεύματος, ἐντελεῖς καὶ πολλαπλασίους ἀποδῷ τοὺς καρπούς· ὡς εἰμὴ τοῦτο γένηται πρότερον, καὶ καθάρῃ τις ἑαυτὸν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, σάρξ ἐστιν ἔτι, καὶ αἷμα, καὶ μακράν ἀφέστηκε τῆς ζωῆς.

Πανταχόθεν τὰς τοῦ ἐχθροῦ μαγγανείας, τοὺς δούλους τε, καὶ τὰς κακουργίας, ὀξύτατα περισκοπεῖν δεῖ· καὶ γὰρ ὡς τὸ Πνεῦμα τὸ Ἅγιον διὰ Παύλου τοῖς πᾶσι τὰ πάντα γενέσθαι, φησίν, ἵνα τοὺς πάντας κερδήσῃ· οὕτω δὴ καὶ τῇ κακίᾳ γίνεσθαι πάντα διὰ σπουδῆς, ὥστε τούς πάντας παραπέμψαι τῇ ἀπωλείᾳ, ἀμέλει τοῖς εὐχομένοις. ὡς συνευχόμενος ὑποκρίνεται, κατὰ σκοπὸν τοῦ προφάσει εὐχῆς ἐμβαλόντα πρὸς οἴησιν ἀπατῆσαι· τοῖς νηστεύουσι συννηστεύειν, τῇ τῆς νηστείας αὐτοὺς οἰήσει φενακίσαι βουλόμενος· τοῖς ἔχουσι γνῶσιν γραφῶν, ἐπιτηδεύει τὰ ὅμοια, προσχήματι γνώσεως ἐπιποθῶν αὐτοὺς παρακρούσασθαι· τοῖς ἀποκαλύψεως φωτὸς καταξιωθεῖσι παραπλησίως ἔχειν δοκεῖ· μετασχηματίζεται γάρ, φησιν, ὁ σατανᾶς εἰς ἄγγελον φωτός, ἵνα τῇ δοκήσει τοῦ καταλλήλου φωτὸς ἀπατήσας εἰς ἑαυτὸν ἐπαγάγηται· καὶ ἁπλῶς οὕτω πρὸς πάντα ποικίλλεται, καὶ τοῖς πᾶσιν εἰκάζεται, ἵνα τῷ ὁμοίῳ χειρούμενος, εὐλογοφανεῖ προφάσει προξενῇ τὴν ἀπώλειαν· λογισμούς, φησι καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· ὅρα μέχρι, καὶ τίνων ὁ ἀλαζὼν ἐκτείνει τὸ τόλμημα, τῷ βούλεσθαι καὶ τοὺς ἤδη τὸ θεῖον κατ᾽ ἐπίγνωσιν ἀληθείας ἔχοντα, κατενεγκεῖν· ὥστε πάσῃ φυλακῇ χρὴ τηρεῖν τὴν ἑαυτοῦ καρδίαν ἕκαστον, πολλήν τε παρὰ Θεοῦ τὴν σύνεσιν αἰτεῖν, ἵνα δῷ ἡμῖν τὰς τῆς κακίας τέχνας ἐφορᾶν, ἐργάζεσθαι δὲ καὶ ἐκπονεῖν τὸν νοῦν ἐν συνέσει, καὶ τοὺς λογισμοὺς προσήκει διηνεκῶς, καὶ πρὸς τὸ τοῦ Θεοῦ θέλημα καταρτίζειν ἑαυτοὺς οὐκ ἔστι γὰρ τοῦτο μεῖζον ἔργον, ἢ τιμιώτερον· ἐξομολόγησις γάρ φησι, καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ.

Ἔθος τῇ φιλοθέῳ ψυχῇ, κἂν πάντα τὰ τῆς ἀρετῆς ἀγαθὰ πράξειεν, οὐδὲν ἑαυτῇ, ἀλλὰ τῷ Θεῷ ἕκαστα ἐπιγράφειν· ταύτῃτοι καὶ ὁ Θεὸς πάλιν τῇ ὑγιεῖ ταύτης, καὶ ὀρθῇ συνέσει καὶ γνώσει προσχών, τοὐναντίον ἐκείνῃ πάντα λογίζεται· καὶ ὡς αὐτῆς καμούσης καὶ παρ᾽ ἑαυτῆς τὸ ὅλον ἐργασαμένης, τὰς ἀντιδόσεις ἐπιμετρεῖ· καί τοι δόξαν αὐτῷ πρὸς κρίσιν ἡμῖν ἐλθεῖν, οὐδὲν πρὸς ἀλήθειαν τῷ ἀνθρώπῳ δίκαιον εὑρεθήσεται· ἐπεὶ καὶ τὰ χρήματα, καὶ τὰ δοκοῦντα πάντα ταυτὶ ἀγαθά, δι᾽ ὧν καὶ εὐποιεῖν ἕκαστος δύναται, ἐκείνου εἰσίν, ἡ γῆ καὶ πάντα τὰ ἐν αὐτῇ· αὐτὸ τὸ σῶμα καὶ αὐτὴ ἡ ψυχή· οὐ μὴν, ἀλλὰ καὶ αὐτὸ τὸ εἶναι ἄνθρωπος, κατὰ χάριν ἔχει· τί τοίνυν αὐτῷ λείπεται ἴδιον, ἐφ᾽ ᾧ τὸ οἰηθῆναι, ἢ δικαιωθῆναι κατὰ λόγον ἔξει; πλήν, ἀλλὰ ταύτην ὁ Θεὸς μεγίστην ἐξ ἀνθρώπων δέχεται χάριν, καὶ τοῦτο τῶν προσφερομένων ἐκείνῳ τὸ χαριέστατον, τὸ τὴν ψυχὴν καλῶς ἐπιγνοῦσαν, ὅπως ἔχει τὰ ὄντα, πάντα ὅσαπερ ἂν ποιῇ ἀγαθά, καὶ ὅσα κάμνει διὰ Θεόν, ὅσα τε συνίησι, καὶ γινώσκει, αὐτῷ μόνῳ λογίζεσθαι, καὶ αὐτῷ τὸ σύμπαν ἀνατιθέναι.

Ὥσπερ ὁπόταν ἀνδρὶ πρὸς συμβίωσίν τε καὶ κοινωνίαν συνέλθῃ γυνή, κοινὰ πάντα τὰ ἑκατέρου γίνεται· καὶ οἶκος εἰς, καὶ οὐσία μία καὶ ὕπαρξις, καὶ οὐ τῶν ὄντων αὐτῷ μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ σώματος, κυριεύειν ἡ γυνὴ δύναται· ὁ γὰρ ἀνήρ, φησιν ὁ θεῖος Ἀπόστολος, τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾽ ἡ γυνή, οὕτω δὴ καὶ ἡ ἀληθὴς καὶ ἀπόρρητος κοινωνία τῆς ψυχῆς, πρὸς Χριστὸν ἔχει, καὶ εἰς ἓν αὐτῷ συνέρχεται πνεῦμα· ἕπεται οὖν ἀναγκαίως, καὶ τῶν ἀφράστων αὐτοῦ θησαυρῶν, ὡσπερεὶ δέσποιναν εἶναι, ἅτε δὴ νύμφην αὐτοῦ γεγενημένην· ἐπειδὰν γὰρ ὁ Θεὸς γένοιτο ταύτης, σαφές, ὅτι τὰ αὐτοῦ πάντα, ἐκείνης ἐστίν, εἴτε κόσμος, εἴτε ζωή, εἴτε θάνατος, εἴτε ἄγγελοι, εἴτε ἀρχαί, εἴτε ἑνεστῶτα, εἴτε μέλλοντα.

Ὥσπερ ὁ Ἰσραὴλ ἔως μὲν εὐαρέστως εἶχε πρὸς τὸν δεσπότην καίτοιγε οὐδέποτε μέν, ὡς ἐχρῆν, πλὴν ἀλλ᾽ οὖν, ἕως ἐδόκει ὑγιῆ τινα ποσῶς πρὸς αὐτὸν ἔχειν τὴν πίστιν, στύλος πυρός καὶ νεφέλη αὐτοῦ προηγεῖτο, θάλασσά τε αὐτῷ ὑπερεχώρει, καί μυρίων ἄλλων ἀπέλαυε θαυμασίων· ὁπότε δὲ τῆς πρὸς Θεὸν εὐνοίας ἀφίστατο, τότε καὶ τοῖς ἐχθροῖς παρεδίδοτο, καὶ δουλείαις πικραῖς κατειργάζετο· οὕτω μοι νόει καὶ ἐπὶ τῆς ψυχῆς· ἡ, διὰ τῆς χάριτος, τὸν Θεὸν ἐπέγνω, καὶ ἀπὸ ῥύπων μὲν ἐκαθάρθη πολλῶν τὸ πρότερον, εἴτα καὶ χαρίτων ἀξία γέγονε, τὴν προσήκουσαν δὲ οὐ φυλάξασα τῷ οὐρανίῳ ἀνδρὶ διὰ τέλους εὔνοιαν, ἐξέπεσε τῆς ζωῆς, ἧς μέτοχος ἐγεγόνει· δυνατὸν γὰρ τῷ ἀντικειμένῳ, καὶ τῶν εἰς τὰ τοιαῦτα φθασάντων κατεπαίρεσθαι μέτρα· ὥστε ἀγωνιστέον. ὁπόση δύναμις, καὶ μετὰ φόβου καὶ τρόμου τῆς ἑαυτῶν ζωῆς ἐπιμελητέον, μάλιστα τοῖς ὅσοι τοῦ πνεύματος τοῦ Χριστοῦ γεγόνασι μέτοχοι, τοῦτο μηδὲ μικρόν, ἢ μέγα δι᾽ ὁλιγωρίαν ποιεῖν καὶ δι᾽ αὐτὸ τοῦτο, τὸ τοῦ Κυρίου πνεῦμα λυπεῖν· ὥσπερ γὰρ χαρὰ γίνεται ἐν τῷ οὐρανῷ, καθά φησιν ἡ ἀλήθεια, ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι· οὕτω καὶ λύπη πάλιν ἐπὶ μιᾷ ψυχῇ τῆς αἰωνίου ζωῆς ἐκπιπτούσῃ.

Ὅταν ψυχὴ τῆς χάριτος καταξιωθῇ τότε δὴ καὶ χρήσιμα ταύτῃ μάλιστα Θεὸς δίδωσι, γνῶσιν, σύνεσιν, καὶ διάκρισιν· ἅπερ γοῦν καὶ αὐτὰ Θεὸς δίδωσιν ἐκείνης αἰτούσης, ὥστε εὐαρέστως αὐτὴν διακονῆσαι τῷ πνεύματι, ὃ καὶ κατηξιώθη λαβεῖν, μὴ κλεπτομένην ὑπὸ κακίας, μὴ σφαλλομένην δι᾽ ἀγνωσίαν, μὴ τῷ ἀμελεῖν καὶ ἀφόβως ζῆν παρατρεπομένην καὶ παρὰ τὸ δεσποτικόν τι διαπραττομένην θέλημα.

Ὥς περ ἡ ἐνέργεια τῶν παθῶν, ὅπερ ἐστὶ τὸ ἐγκόσμιον πνεῦμα τῆς πλάνης, τοῦ σκότους, τῆς ἁμαρτίας, ἀνθρώπῳ τοιούτῳ ἂν ἐνοικήσειεν, ὃς διάπλεώς ἐστι φρονήματος σαρκικοῦ· οὕτω πάλιν ἡ ἐνέργειά τε καὶ δύναμις τοῦ φωτεινοῦ πνεύματος ἀνθρώπῳ τῷ ἁγιασθέντι ἐγκατοικεῖ, κατὰ τὸν εἰπόντα, εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ· καὶ αὖθις, ζῶ δὲ οὐκ ἔτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· καὶ ὅσοι δὲ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· καὶ ὁ Κύριος· ἐλευσόμεθα ἐγώ τε καὶ ὁ πατήρ μου καὶ μονήν παρ᾽ αὐτῷ ποιήσομεν· ταῦτα οὐκ ἀδήλως, οὐδ᾽ ἀνεργήτως, ἀλλ᾽ ἐν δυνάμει καὶ ἀληθείᾳ τοῖς καταξιουμένοις ἐγγίνεται· ὁ μὲν γὰρ νόμος τὸ πρότερον λόγῳ ἀνυποστάτῳ ἐπέστρεφε τοὺς ἀνθρώπους, βαρὺν αὐτοῖς καὶ δυσφόρητον ἐπιτιθεὶς τὸν ζυγὸν καὶ μηδεμίαν εἰδὼς ὀρέγειν βοήθειαν, τοῦτο δὲ παρὰ τὸ μὴ δυνατῶς ἔχειν τὴν τοῦ πνεύματος δύναμιν παρέχειν, τὸ γὰρ ἀδύνατον, φησι, τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς καὶ τὰ ἑξῆς· ἀπὸ δὲ τῆς τοῦ Χριστοῦ παρουσίας ἡ θύρα τῆς χάριτος τοῖς ἐν ἀληθείᾳ πιστεύσασι διηνοίχθη, δύναμίς τε Θεοῦ καὶ ἐνέργεια Πνεύματος Ἁγίου αὐτοῖς χορηγεῖται.

Χριστοῦ τῆς πρώτης καὶ φυσικῆς ἀγαθότητος τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος τοῖς θείοις διαπέμψαντος μαθηταῖς, ἐκεῖθεν ἅπασι τοῖς πιστεύουσιν ἡ θεία δύναμις ἐκείνη ἐπισκιάζουσα καὶ ταῖς ἐκείνων ἐγκατοικοῦσα ψυχαῖς, ἰᾶτο μὲν τῶν παθῶν τῆς ἁμαρτίας, τοῦ σκότους δὲ καὶ τῆς νεκρώσεως αὐτοὺς ἀπήλλαττε· καὶ γὰρ μέχρι τότε τετραυμάτιστό τε καὶ πεφυλάκιστο ἡ ψυχὴ καὶ τῷ ζόφῳ τῆς ἁμαρτίας κάτοχος ἦν· ἀμέλει καὶ νῦν ψυχὴ μήπω σύνοικον ἔχειν ἀξιωθεῖσα τὸν Κύριον, μηδὲ τὴν τοῦ ἀγαθοῦ Πνεύματος δύναμιν ἐνεργητικῶς αὐτῇ καὶ κατὰ πᾶσαν δύναμιν καὶ πληροφορίαν ἐπισκηνώσασαν, ἐν τῷ σκότει ἔτι ἐστίν· οἷς δὲ ἡ τοῦ θείου Πνεύματος ἐπεφοίτησε χάρις καὶ τοῖς βαθυτάτοις τοῦ νοὸς αὐτῶν ἐγκατώκησε, τούτοις δὴ καὶ ὁ Κύριος ὡς ψυχὴ γίνεται· ὁ γὰρ κολλώμενος τῷ Κυρίῳ, ὁ θεῖός φησιν Ἀπόστολος, εἰς ἓν Πνεῦμα ἔσται· καὶ αὐτὸς δὲ ὁ Κύριος, ὥς περ ἐγὼ καὶ σὺ ἓν ἐσμέν, ἵνα καὶ οὗτοι ἐν ἡμῖν ἓν ὦσιν· ὦ τῆς εὐδοκίας καὶ ἀγαθότητος ἧς ἔτυχεν ἡ οὕτω πρὸς τῆς κακίας ταπεινωθεῖσα τῶν ἀνθρώπων φύσις· πλὴν ἀλλ᾽ ἐπεὶ καὶ τῇ μοχθηρίᾳ τῶν παθῶν ἡ ψυχὴ συνοῦσα, ἓν ὥσπερ μετ᾽ αὐτῆς ἦν, κἂν ἴδιον εἶχε θέλημα, ἀλλὰ τὸ δοκοῦν αὐτῇ ποιεῖν οὐκ ἠδύνατο· ὃ καὶ Παῦλός φησιν, οὐ γὰρ ὃ θέλω τοῦτο ποιῶ· πόσῳ γε μᾶλλον τῆς τοῦ Θεοῦ δυνάμεως τῇ ἁγιασθείσῃ καὶ ἀξία τούτου γεγενημένῃ ψυχῇ συνελθούσης, τίς ἓν αὐτῷ ἔσται τὸ τούτου θέλημα· γίνεται γὰρ ἡ ψυχὴ τότε πρὸς ἀλήθειαν, ὡς ψυχὴ τοῦ Κυρίου· τῷ ἑκοντὶ καὶ κατὰ γνώμην ὑπὸ τῆς τοῦ ἀγαθοῦ Πνεύματος δυνάμεως βασιλεύεσθαι καὶ θελήματι ἰδίῳ μηκέτι αὐτὴν πορεύεσθαι· τίς γάρ, φησιν, ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; τουτέστι τῆς ἑνωθείσης ψυχῆς τῷ Πνεύματι τῷ Ἁγίῳ;

Τῷ βουλομένῳ μιμητῇ οὖν γενέσθαι Χριστοῦ, ἵνα καὶ αὐτῷ γένοιτο υἱῷ Θεοῦ προσαγορευθῆναι, γεννηθέντι ἐκ Πνεύματος, πρὸ τῶν ἄλλων προσήκει τὰς ἀπαντώσας θλίψεις, ἤτοι σωματικὰς νόσους ἢ τὰς ἐξ ἀνθρώπων ὕβρεις, καὶ τὰ ὀνείδη, πρὸς δὲ καὶ τὰς ἐκ τῶν ἀοράτων ἐπιβουλάς. εὐψύχως καὶ καρτερικῶς ὑποφέρειν· κατ᾽ οἰκονομίαν γὰρ Θεοῦ τὸ δοκίμιον ταῖς ψυχαῖς τῶν διαφόρων παραχωρεῖται θλίψεων, ἵνα φανεραὶ γένοιντο πάντως. αἱ γνησίως ἀγαπῶσαι τὸν Κύριον· σημεῖον δὲ τοῖς ἐκ παντὸς αἰῶνος Πατριάρχαις τε καὶ Προφήταις καὶ Ἀποστόλοις καὶ Μάρτυσι, οὐκ ἄλλως, ἀλλ᾽ ἢ διὰ τῆς ὁδοῦ τῆς στενοπόρου τῶν πειρασμῶν καὶ τῶν θλίψεων διελθεῖν ὑπῆρξε, καὶ οὕτως εὐαρεστῆσαι τῷ Θεῷ· τέκνον, γάρ, φησιν ἡ γραφή. ἐὰν προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν, εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον· καὶ ἀλλαχοῦ δέ· τὰ ἐπιφερόμενά σοι πάντα, ὡς ἀγαθὰ πρόσδεξαι· εἰδώς, ὅτι ἄτερ Θεοῦ οὐδὲν γίνεται· τῆς ὑπομονῆς τοίνυν καὶ τῆς ἐλπίδος πρὸ παντὸς ἄλλου ψυχῇ τῇ εὐαρεστῆσαι Θεῷ βουλομένῃ ἀντιληπτέον· μία γὰρ καὶ αὕτη τῆς κακίας τέχνη, ἀκηδίαν ἡμῖν ἐμβάλλειν ἐν καιρῷ θλίψεως, ἵνα τῆς πρὸς τὸν Κύριον ἀποστήσῃ ἐλπίδος· οὐδέποτε δὲ Θεὸς ἀφῆκε ψυχὴν τὴν ἐπ᾽ ἐκείνῳ ἐλπίζουσαν, καταπονηθῆναι τοῖς πειρασμοῖς, ὥστε καὶ ἐξαπορηθῆναι· πιστὸς γάρ, ὁ Ἀπόστολός φησιν, ὁ Θεός, ὅς οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε· ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν· καὶ ὁ πονηρὸς δέ, οὐχ ὅσον ἐκείνῳ θέλησις λυπεῖ τὴν ψυχήν, ἀλλ᾽ ὅσον αὐτῷ ἐφεῖται. παρὰ τοῦ Θεοῦ· εἰ γὰρ ἀνθρώποις οὐκ ἄδηλον πόσον ἂν ἡμιόνῳ βάρος, πόσον δὲ ὄνῳ, πόσον δὲ καμήλῳ ἀγώγιμον εἴη, ἀλλὰ τὸν φορητὸν ἑκάστῳ φόρτον ἐπιτιθέασι· καὶ τῷ κεραμεῖ δὲ δῆλον, πόσον τῷ πυρὶ χρὴ τὰ σκεύη παραδοῦναι χρόνον, ἵνα μὴ τὸ πλέον ἐμμείναντα διαρραγῇ, μήτε πάλιν πρὸ τῆς ἀρκούσης πυρώσεως ἐκβληθέντα ἄχρηστα ἦ· εἰ τοσαύτη περὶ τὸν ἄνθρωπον σύνεσις, οὐχὶ πολλῷ πλέον, καὶ ἀπείρως πλέον, ἡ τοῦ Θεοῦ σύνεσις οἶδε, πόσον ἑκάστῃ ψυχῇ τὸν πειρασμὸν δέον ἐπενεχθῆναι, ἵνα δόκιμος γένοιτο, καὶ ἐπιτήδεια πρὸς τὴν τῶν οὐρανῶν Βασιλείαν;

Ὥσπερ τὸ τῆς κανάβεως χρῆμα, εἰ μὴ ἐπὶ πολὺ τυπτόμενον διαμείνῃ, οὐκ ἂν γένοιτο χρήσιμον εἰς λεπτοτάτων νημάτων ἐργασίαν, ἀλλ᾽ ὅσῳ περ ἂν τύπτοιτο, καὶ ὅσον ξαίνοιτο, τοσοῦτον καθαρώτερόν τε, καὶ εὐχρηστότερον γίνεται· καὶ ὃν τρόπον τὸ νεόπλαστον σκεῦος μὴ πυρὶ βληθὲν χρῆσθαι τοῖς ἀνθρώποις ἀνεπιτήδειον· καὶ ὡς τὸ νήπιον ἔτι πρὸς τὰ τοῦ κόσμου ἔργα ἀδόκιμον, οὔτε γὰρ οἰκοδομεῖν, οὔτε φυτεύειν, οὐ σπόρον κατατιθέναι δύναται, οὐχ ἕτερόν τι τῶν τοῦ κόσμου ἔργων ἀνύειν· οὕτω καὶ ψυχαὶ πολλάκις κἂν θείας μετέσχον· χάριτος, καὶ εἶεν ἐμπληροφορούμεναι τῇ γλυκύτητι καὶ τῇ τοῦ Πνεύματος ἀναπαύσει, διὰ τὴν αὐτῶν νηπιότητα τῇ τοῦ Κυρίου χρηστότητι, ἀλλ᾽ οὖν μήπω δοκιμασθεῖσαι μηδ᾽ ὑπὸ τῶν πονηρῶν πνευμάτων διαφόροις ἐξετασθεῖσαι θλίψεσιν, ἔτι τῆς νηπιότητος ἔχονται, καὶ ἵν᾽ οὕτως εἴπω, οὐδέπω πρὸς τὴν τῶν οὐρανῶν Βασιλείαν ἐπιτηδείως ἔχουσιν· εἰ γὰρ χωρὶς ἐστὲ παιδείας, φησὶν ὁ θεῖος Ἀπόστολος, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστέ, καὶ οὐχ υἱοὶ ὥστε καὶ οἱ πειρασμοί, καὶ αἱ θλίψεις κατὰ τὸ λυσιτελές, ἐπάγονται τῷ ἀνθρώπῳ, δοκιμωτέραν οὕτω καὶ στερροτέραν ἐργαζόμεναι τὴν ψυχήν· καὶ εἴπερ εἰς τέλος ὑπομείνοιε μετ᾽ ἐλπίδος τῆς πρὸς τὸν Κύριον, ἀμήχανον ἀποτυχεῖν αὐτὴν τῆς ἐπαγγελίας τοῦ Πνεύματος, καὶ τῆς ἀπολυτρώσεως τῶν τῆς κακίας παθῶν.

Ὥς περ πολλαῖς βασάνοις διωμιληκότες οἱ Μάρτυρες, καὶ θανάτου μέχρι τὰ τῆς καρτερίας ἐπιδειξάμενοι, στεφάνων οὕτω καὶ τῆς δόξης γεγόνασιν ἄξιοι· καὶ ὅσῳ πλείοσι καὶ χαλεπωτέροις τοῖς ἐπιπόνοις ἐχρήσαντο, πλείονα καὶ τὴν δόξαν καὶ τὴν πρὸς Θεὸν ἐκτήσαντο παρρησίαν· τὸν αὐτὸν δὴ τρόπον καὶ ψυχαὶ διαφόροις παραδοθεῖσαι θλίψεσιν ἢ τῷ φαινομένῳ ταῖς ἐξ ἀνθρώπων ἐπερχομέναις ἢ τῷ νοουμένῳ λογισμοῖς ἀτόποις ἐγγιγνομέναις ἢ νόσοις σωματικαῖς ἀποτικτομέναις, εἰ μέχρι τέλους τὴν ὑπομονὴν διενέγκωσι τῶν αὐτῶν τοῖς Μάρτυσι στεφάνων καὶ τῆς αὐτῆς ἐκείνοις ἐπιτεύξονται παρρησίας· ἐπεὶ καὶ τὸ Μαρτύριον τῶν θλίψεων, ὅπερ ἐκεῖνοι δι᾽ ἀνθρώπων, οὗτοι διὰ τῶν τῆς πονηρίας πνευμάτων τῶν ἐκείνοις ἐνεργησάντων ὑπομεμενηκότες εἰσί· καὶ ὅσῳ πλείους καὶ οὗτοι τοῦ ἀντικειμένου θλίψεις ὑπήνεγκαν, τοσούτῳ καὶ πλείονα τὴν δόξαν οὐκ εἰς τὸ μέλλον μόνον ἐκ Θεοῦ κομιοῦνται, ἀλλὰ κἀνταῦθα τῆς τοῦ ἀγαθοῦ Πνεύματος ἀξιωθήσονται παρακλήσεως.

Ἐπεὶ τοιαύτη ὡμολόγηται ἡ πρὸς τὴν ἄνω ζωὴν φέρουσα τρίβος· στενή τε σφόδρα καὶ τεθλιμμένη, καὶ διὰ τοῦτο, καὶ ὀλίγους ἔχει τοὺς ταύτην διερχομένους, πᾶσαν τοῦ πονηροῦ πεῖραν διὰ τὴν ἐν οὐρανοῖς ἀποκειμένην ἐλπίδα στερρῶς ὑπομονετέον· ὅσας γὰρ ἂν καὶ ὑπενέγκωμεν θλίψεις, τί ἀντάξιον, ἢ πρὸς τὴν μέλλουσαν ἐπαγγελίαν, ἢ πρὸς τὴν ἐντεῦθεν ἐγγιγνομένην ταῖς ψυχαῖς ὑπὸ τοῦ ἀγαθοῦ Πνεύματος παράκλησιν, ἢ πρὸς τὴν ἀπολύτρωσιν τοῦ σκότους τῶν παθῶν τῆς κακίας, ἢ πρὸς τὸ τῶν χρεῶν πλῆθος τῶν ἡμετέρων ἁμαρτιῶν, εἰσοίσομεν; οὐ γὰρ ἄξιά φησι· τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τῆν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς· πάντα τοίνυν, ὡς εἴρηται, καρτερητέον διὰ τὸν Κύριον δεῖ, οἷα γενναίως στρατιώτας, τοῦ Βασιλέως ἡμῶν ὑπεραποθνήσκοντας· διατὶ γὰρ ὅτε τῷ κόσμῳ καὶ τοῖς βιωτικοῖς προσείχομεν πράγμασιν, οὐ λυπηροῖς τοιούτοις περιεπίπτομεν· ἀλλὰ νῦν, ἐπεὶ προσήλθομεν δουλεῦσαι Θεῷ, τοὺς πολυτρόπους· τούτους πειρασμοὺς ὑπομένομεν; ὁρᾶς ὅτι διὰ τὸν Χριστὸν αἱ θλίψεις, φθονοῦντος ἡμῖν τοῦ ἀντικειμένου τῆς τῶν ἐλπιζομένων ἀναποδόσεως, χαύνωσίν τε καὶ ῥαθυμίαν ἐνθεῖναι ταῖς ἡμετέραις βουλομένου ψυχαῖς, ἵνα μὴ εὐαρέστως ζήσαντες τούτων ἀξιωθῶμεν; ὅσῳ τοίνυν ὁ πονηρὸς ὁπλίζεται καθ᾽ ἡμῶν, ἂν ἡμεῖς εὐψύχως τὰς προσβολὰς ὑποφέρομεν πᾶσαι αἱ καθ᾽ ἡμῶν ἐκείνου μηχαναὶ λύονται, τῇ τοῦ Χριστοῦ συμμαχίᾳ· καὶ γὰρ ἔχομεν τὸν ὑπερασπιστὴν ἡμῶν, καὶ ὑπέρμαχον Ἰησοῦν· ἐνθυμηθῶμεν, ὅτι καὶ αὐτὸς τὸν αἰῶνα τοῦτον οὕτω διώδευσεν, ὀνειδιζόμενος, διωκόμενος, ἐμπαιζόμενος, τέλος, καὶ ἀτίμῳ θανάτῳ διὰ Σταυροῦ τελειούμενος.

Εἴπερ βουλοίμεθα θλίψιν ἅπασαν καὶ τοὺς πειρασμοὺς ὑπομένειν ῥαδίως, ὁ διὰ Χριστὸν θάνατος ἐπιθυμητὸς ἡμῖν ἔστω, καὶ πρὸ ὀμμάτων διαπαντός· τοιοῦτον γὰρ ἡμῖν καὶ ἐπίταγμα, τὸν Σταυρὸν αἴροντας αὐτῷ ἀκολουθεῖν· ὅπερ ἐστίν, εὐτρεπεῖς εἴναι, καὶ ἑτοίμους πρὸς τὸ ἀποθανεῖν· ἂν οὕτω διακείμενοι ὦμεν, πᾶσαν ὡς εἴρηται, θλίψιν ἀφανῆ τε, καὶ δήλην, κατὰ πολὺ τὸ ῥᾷον ὑπομενοῦμεν, ὁ γὰρ καὶ ἀποθανεῖν ὑπὲρ Χριστοῦ δι᾽ ἐπιθυμίας ἔχων, σχολῇ γ᾽ ἂν πρὸς τὰ ἐπίπονα καὶ λυπηρὰ δυσχεράνοι παρὰ τοῦτο γὰρ καὶ βαρείας εἶναι τὰς θλίψεις ἡγούμεθα, παρὰ τὸ μὴ τὸν ὑπὲρ Χριστοῦ θάνατον καταθύμιον ἔχειν, μηδὲ πάντοτε Χριστῷ τὴν διάνοιαν ἀναρτᾶν· ὁ δὲ ἐκεῖνον κληρονομῆσαι ἐπιθυμῶν, καὶ τὰ αὐτοῦ πάθη ζηλοῦν, ὁμοίως ἐπιθυμείτω· ὥστε οἱ τὸν Κύριον ἀγαπᾶν λέγοντες, ἐν τούτῳ φανεροὶ γίνονται, ἐν τῷ πᾶσαν θλίψιν ἐπερχομένην οὐ γενναίως μονον ἀλλὰ καὶ προθύμως διὰ τὴν εἰς αὐτὸν φέρειν ἐλπίδα.

Χρὴ πρότερον τὸν τῷ Χριστῷ προσεληλυθότα, καὶ πρὸς βίαν πρὸς τὸ ἀγαθὸν ἕλκειν ἑαυτόν, καὶ οὐκ ἐθελούσης ἡμῶν τῆς καρδίας· βιαστὴ γάρ, φησιν ὁ ἀψευδὴς Κύριος, ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν, καὶ ἀγωνίζεσθε· πάλιν ὁ αὐτός φησιν, εἰσελθεῖν διὰ τῆς στενῆς θύρας· χρῆ τοίνυν, ὡς εἴρηται, καὶ κατὰ τὸ ἀβούλητον ἑαυτοὺς πρὸς τὴν ἀρετὴν συνωθεῖν, πρὸς ἀγάπην, μὴ ἔχοντας ἀγάπην, πρὸς πρᾳότητα, ταύτης ὄντας ἐν ἀπορίᾳ, πρὸς τὸ συμπαθῆ καὶ φιλάνθρωπον τὴν καρδίαν ἔχειν, πρὸς τὸ ἀνέχεσθαι ἀτιμίας καὶ παροράσεως, καὶ τοῖς ἐξουθενημένοις ἐγκαρτερεῖν, οὔπω ταύτην ἐσχηκότας τὴν ἕξιν, πρὸς εὐχήν, μήπω πνεύματος εὐχὴν κεκτημένους, ἂν οὕτως ἀγωνιζομένους ὁ Θεὸς ἴδῃ, καὶ βιαίως ἑαυτούς, καί περ ἀντιπραττούσης, ὡς περ ἡμῶν τῆς καρδίας, πρὸς τὸ ἀγαθὸν ἕλκοντας, δίδωσιν εὐχὴν ἀληθινήν, δίδωσι σπλάγχνα οἰκτιρμῶν, ὑπομονήν, μακροθυμίαν, καὶ ἁπαξαπλῶς πληροῖ πάντων ἡμᾶς τῶν καρπῶν τοῦ Πνεύματος, εἰδέ τις καὶ τῶν ἄλλων ἀρετῶν ἐπιδεὴς ὢν, πρὸς μὲν εὐχὴν μόνην, εἰ τύχοι, καὶ παραβιάζοιτο ἑαυτόν, ὥστε σχεῖν εὐχῆς χάρισμα, πρὸς δέ γε πραότητα, πρὸς ταπεινοφροσύνην τε καὶ ἀγάπην καὶ πᾶν τὸ εὐγενὲς φῦλον τῶν ἀρετῶν, ἔτι καὶ πρὸς τὸ βέβαιον εἶναι τὴν πίστιν καὶ τὴν πεποίθησιν εἰς τὸν Χριστόν, καὶ μὴ ὀλιγώρως ἔχειν καὶ ἀμερίμνως, τῷ τοιούτῳ, ἐνίοτε μὲν, εὐχὴ δίδοται χάριτος ἐκ μέρους ἐν εὐφροσύνῃ καὶ ἀναπαύσει κατὰ τὴν ἐκείνου ζήτησιν παρὰ τοῦ ἀγαθοῦ πνεύματος· ἔρημος δὲ τῶν ἄλλων πάντων μένει καλῶν, τῷ μὴ καὶ πρὸς τὴν ἐκείνων κτῆσιν ἀποβιάσασθαι ἑαυτόν, ὥς περ εἴρηται, μηδὲ δεηθῆναι Χριστοῦ· χρὴ γὰρ μὴ πρὸς τὰ εἰρημένα μόνον ἑαυτὸν καὶ ἄκοντα συνωθεῖν, καὶ παρὰ Θεοῦ αἰτεῖν τοῦ λαβεῖν, ἀλλὰ καὶ πρὸς τὸ τὰ μὴ χρήσιμα τῶν ῥημάτων, καὶ ὅλως ἀργά, μηδὲ γλώττης ἄξια κρίνειν· διαμελετᾶν δὲ ἀεὶ καὶ στόματι καὶ καρδίᾳ τὰ τοῦ Θεοῦ λόγια· ἔτι πρὸς τὸ μὴ θυμοῦσθαι μηδὲ κραυγῇ χρῆσθαι· πᾶσα γάρ φησι, πικρία καὶ ὀργὴ καὶ κραυγὴ ἀρθήτω ἀφ᾽ ὑμῶν· πρὸς τὸ μὴ καταλαλεῖν τινός, μὴ κρίνειν, μὴ φυσιοῦσθαι, ἵν᾽ οὕτως ἰδὼν ὁ Κύριος ἑαυτὸν ὡς εἴρηται ἄγχοντα, καὶ πρὸς βίαν συνέλκοντα, παράσχῃ πάντως τὸ ἀπονητὶ καὶ ῥαδίως ποιεῖν, ἃ πρότερον οὐδὲ μετὰ βίας, διὰ τὴν σύνοικον πονηρίαν, ἐνεργεῖν ἐνῆν· καὶ τότε γίνεται αὐτῷ πάντα ταῦτα τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα, ὥς περ φύσις, ἐπεὶ καὶ τὸ λοιπὸν ὁ Κύριος κατὰ τὴν ἐπαγγελίαν ἐλθὼν καὶ γενόμενος ἐν αὐτῷ, καὶ αὐτὸς ὁμοίως ἐν τῷ Κυρίῳ, αὐτὸς ἐν ἐκείνῳ μετὰ πολλῆς εὐπετείας τὰς ἐντολὰς ἐκπληροῖ.

Ὁ εἰς εὐχὴν μόνην ἀποβιασάμενος ἑαυτόν, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, πρὸς ταῦτα δὲ, πρὸς ταπεινοφροσύνην, πρὸς ἀγάπην, πρὸς πραότητα καὶ τὸν τῶν ἄλλων ἀρετῶν ὁρμαθὸν μὴ ἐκπονῶν ἑαυτόν, μηδὲ βιαζόμενος, τοιούτῳ πέρατι καταντᾷ· ἐνίοτε γὰρ αὐτῷ δεομένῳ καὶ θεῖα χάρις ἐπιφοιτᾷ· ἐπεὶ καὶ ἀγαθὸς ὢν ὁ Θεὸς ὀρέγει τοῖς αἰτοῦσι φιλανθρωπότερον τὰ αἰτήματα· μὴ συνεθίσας δὲ ἑαυτόν, μηδὲ ἐντριβῆ καὶ γεγυμνασμένον πρὸς τὰς ἀρετάς, ἃς ἔφημεν, καταστήσας, ἢ ἐκπίπτει τῆς χάριτος ἣν ἔλαβε, καὶ ὑψηλοφρονήσας πίπτει, ἢ ἐν αὐτῇ ταύτῃ οὐκ ἐπιδίδωσιν, οὐδὲ αὔξει· ὡς γὰρ φάναι, τὸ κατοικητήριόν τε καὶ ἡ ἀνάπαυσις τοῦ ἀγαθοῦ πνεύματος, ἡ ταπεινοφροσύνη ἐστίν, ἡ ἀγάπη τε, καὶ ἡ πραότης, καὶ ἀκολούθως αἱ ἅγιαι τοῦ Χριστοῦ ἐντολαί· ὁ τοίνυν βουλόμενος διὰ πασῶν τούτων εἰς αὔξησιν, καὶ τελείωσιν προελθεῖν, τὴν μὲν πρώτην εἰσοικιζέσθω ἑαυτῷ, καὶ βιαζέσθω φιλεῖν, ὥσπερ εἴρηται, καὶ φιλονεικοῦσαν ἑαυτοῦ τὴν καρδίαν, καὶ ἀντερίζουσαν ἐνδοτικὴν καὶ πειθήνιον τῷ Θεῷ ποιεῖν σπουδαζέτω· τῷ γὰρ οὕτω βιασαμένῳ πρότερον, καὶ τὸ ἀντιτεῖνον τῆς ψυχῆς ὅλον οἱονεὶ χειρόηθες καταστήσαντι ἔθει τε χρηστῷ κατήκοον ἐκείνῳ ποιησαμένῳ, καὶ μεθ᾽ οὕτως ἐχούσης ψυχῆς αἰτοῦντι καὶ δεομένῳ, αὔξει καὶ θάλλει ἐν αὐτῷ τὸ δοθὲν ὑπὸ τοῦ Πνεύματος τῆς εὐχῆς χάρισμα, τῷ μετρίῳ τοῦ φρονήματος ἐπαναπαυόμενον· ὃ πρὸς τῇ ἀγάπῃ, καὶ τῇ ἀγαπητικῇ πραότητι ἐπεζήτησε· καὶ τότε χαρίζεται αὐτῷ καὶ αὐτὰ τὸ πνεῦμα, καὶ διδάσκει ταπεινοφροσύνην τε ἀληθῆ, καὶ ἀγάπην ἀψευδῆ, καὶ πραότητα, ἃ καὶ προβιασάμενος ἐπεζήτησε· οὕτως οὖν αὐξήσας καὶ τελειωθεὶς κατὰ Κύριον, τῆς βασιλείας ἄξιος ἀποδείκνυται· ὁ γὰρ ταπεινὸς οὐδέποτε πίπτει· ποῦ γὰρ καὶ πεσεῖται, ὁ ὑποκάτω πάντων, τόγε· ἑαυτοῦ ὤν; ὥστε μεγάλη μὲν ὑψηλοφροσύνη ταπείνωσις, μεγάλη δὲ τοὐναντίον ὕψωσις καὶ ἀσφαλὲς ἀξίωμα ἡ ταπεινοφροσύνη.

Οἱ πρὸς ἀλήθειαν τὸν Θεὸν ἀγαπήσαντες οὔτε διὰ τὴν βασιλείαν αὐτῷ δουλεύειν προήρηνται, καθάπερ ἐμπορίας χάριν καὶ κέρδους· οὔτε μὴν διὰ τὴν ἀποκειμένην τοῖς ἁμαρτωλοῖς κόλασιν· ἀλλ᾽ ἅτε Θεὸν μόνον αὐτόν, καὶ δημιουργὸν ἴδιον ἠγαπηκότες, καὶ ἀκολουθίᾳ τάξεως ἐπιγνόντες, ὅτι δεσπότῃ καὶ κτίστῃ δούλους εὐαρεστεῖν ὀφειλόμενον· οἱ καὶ πολλῇ τῇ συνέσει πρὸς τὰ παραπίπτοντα χρῶνται· πολλὰ γὰρ τὰ ἐμπόδια τῆς πρὸς Θεὸν τυγχάνει εὐαρεστήσεως· ἐπεὶ μηδὲ πενία μόνον καὶ ἀδοξία, ἀλλὰ καὶ πλοῦτος, καὶ τιμὴ ὁμοίως πειρασμοὶ καθίστανται τῇ ψυχῇ· ἐν μέρει δέ πως καὶ ἡ παράκλησις αὐτή, καὶ ἡ ἄνεσις ἐκείνη, ἡ ὑπὸ τῆς χάριτος καταλαμβάνουσα τὴν ψυχήν, εἰ μὴ αἴσθηται ταύτης ἡ καταξιωθεῖσα, καὶ πολλῷ τῷ μετρίῳ καὶ συνετῷ χρήσηται, πολὺ τὸ εὔκολον ἔχει πρὸς τὸ πειρατήριον αὑτῇ μᾶλλον καὶ κώλυμα καταστῆναι· ἅτε τῆς κακίας προφάσει τῆς δὲ τῆς χάριτος ὑπολύειν αὐτῇ τὸν τόνον, χαυνωσίν τε καὶ ὀλιγωρίαν ἐνιέναι μηχανωμένης· διὸ καὶ αὐτὴ ἡ χάρις εὐλαβοῦς δεῖται πρὸς μετάληψιν, καὶ εὐσυνέτου ψυχῆς· ὥστε καὶ τιμῆσαι ταύτην, καὶ ἀξίους τοὺς καρποὺς ἐπιδείξασθαι· κινδυνεύει τοίνυν οὐ τὰς θλίψεις μόνον, ἀλλὰ καὶ τὰς ἀνέσεις πειρατήριον γίνεσθαι τῇ ψυχῇ· ἐπεὶ καὶ δι᾽ ἀμφοτέρων αἱ ψυχαὶ τῷ κτίσαντι δοκιμάζονται, ἵνα δῆλοι σαφῶς γένωνται, τίνες αἱ μὴ κέρδους αἰτίαν θέμεναι τὴν πρὸς ἐκεῖνον ἀγάπην, ἀλλ᾽ αὐτὸν μόνον τὸν πολλῆς τῷ ὄντι καὶ φιλίας καὶ τιμῆς ἄξιον· ὥσπερ δὲ τῷ ἀμελεῖ, καὶ περὶ τὴν πίστιν ἐνδεεῖ, καὶ τῷ φρονήματι νηπιάζοντι, ἐμπόδιον πρὸς τὴν αἰωνίαν ζωὴν ταῦτα γίνεται, ἤτοι τὰ λυπηρὰ καὶ ἐπίπονα, νόσοι, πενίαι, καὶ ἀδοξίαι· ἢ τοὐναντίον, πλοῦτος, δόξα, καὶ οἱ ἐξ ἀνθρώπων μακαρισμοί· πρὸς δὲ καὶ ὁ ἐν τῷ ἀφανεῖ πλήττων τοῦ πονηροῦ πόλεμος· οὕτω πάλιν ἀντιστρέφων εὐρήσεις, ὅτι τῷ πιστῷ, καὶ συνετῷ, καὶ γενναίῳ, συνεργὰ μᾶλλον πρὸς τὴν τοῦ Θεοῦ καθίσταται βασιλείαν· τοῖς γὰρ τὸν Θεὸν ἀγαπῶσι, κατὰ τὸν θεῖον Ἀπόστολον, πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν· δείκνυται οὖν ἐντεῦθεν, ὅτι τὰ ἐν τῷ κόσμῳ πάντα ἐμπόδιον εἶναι νομιζόμενα, διαρρήξας, καὶ νικήσας καὶ ὑπερβὰς ὁ ἀληθῶς φιλόθεος, τοῦ θείου μόνου περιέχεται φίλτρου· σχοινία γὰρ ἁμαρτωλῶν περιεπλάνησάν μοι, ὁ θεῖος φησὶ Προφήτης, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμεθα.

Ὁ θεῖος Ἀπόστολος Παῦλος ἀκριβέστερόν τε καὶ τηλαυγέστερον τὸ ἐντελὲς τοῦ Χριστιανισμοῦ μυστήριον ἑκάστῃ πιστευούσῃ ψυχῇ δεδήλωκε, δι᾽ ἐνεργείας θείας εἰς πεῖραν ἰέναι· ὅπερ ἐστίν, ἡ ἐπουρανίου φωτὸς ἐν ἀποκαλύψει καὶ δυνάμει τοῦ Πνεύματος ἔλλαμψις· ἵνα μή τις τὸν διὰ γνώσεως νοημάτων φωτισμὸν τοῦ Πνεύματος μόνον εἶναι νομίσας, κινδυνεύσῃ δι᾽ ἄγνοιάν τε καὶ ῥαθυμίαν τοῦ τελείου τῆς χάριτος ἀποτυχεῖν μυστηρίου· διὰ τοῦτο καὶ τὸ ὑπόδειγμα τῆς τῷ προσώπῳ Μωσέως περικειμένης τοῦ Πνεύματος δόξης, εἰς παράστασιν ὡμολογημένην τῆς γνώσεως ἤνεγκε· φησὶ γοῦν· εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις, ἐγεννήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ ἀτενίσαι εἰς πρόσωπον Μωσέως διά τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην· πόσῳ μᾶλλον ἡ διακονία τοῦ Πνεύματος ἔσται ἐν δόξῃ; εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύσει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ· καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης· εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ· καταργούμενον εἴρηκε διὰ τὸ θνητῷ σώματι Μωυσέως περικεῖσθαι τὴν τοῦ φωτὸς δόξαν· καὶ ἐπάγει· ἔχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παρρησίᾳ χρώμεθα· καὶ προβὰς μικρόν, ἔδειξε τὴν ἀδιάρρευστον καὶ ἀθάνατον ἐκείνην τοῦ Πνεύματος ἐν ἀποκαλύψει δόξαν, νῦν ἐν τῷ ἀθανάτῳ τοῦ ἔσω ἀνθρώπου τοῖς ἀξίοις ἀθανάτως τε καὶ ἀκαταργήτως ἐλλάμπεσθαι· φησὶ γοῦν· ἡμεῖς δὲ πάντες, τουτέστιν, οἱ κατὰ τελείαν πίστιν ἐκ τοῦ Πνεύματος γεννηθέντες, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα, τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος· ἀνακεκαλυμμένῳ προσώπῳ τῷ τῆς ψυχῆς δηλαδή· καὶ ἡνίκα δὲ ἐπιστρέψῃ τίς πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστι· φανερῶς οὖν διὰ τούτων ἀπέδειξε, κάλυμμα σκότους ἐπιβλῆσθαι τῇ ψυχῇ· ὅπερ ἀπὸ τῆς τοῦ Ἀδὰμ παραβάσεως, χώραν ἔσχεν εἰς τήν ἀνθρωπότητα παραδύναι· νυνὶ δὲ ἀπὸ τῆς τοῦ Πνεύματος ἐλλάμψεως περιαιρεῖσθαι τοῦτο πιστεύομεν ἐκ τῶν πιστῶν καὶ ἀξίων τῷ ὄντι ψυχῶν· δι᾽ ἣν αἰτίαν καί ἡ ἔλευσις ἡ τοῦ Χριστοῦ γεγένηται· καὶ εἰς τοιαῦτα μέτρα ἁγιότητος φθάσαι τοὺς ἐπ ἀληθείας πιστεύοντας ηὐδόκησεν ὁ Θεός.

Ἡ τοιαύτη, φησί, τοῦ Πνεύματος ἔλλαμψις, οὐχ οἷον νοημάτων μόνον ἀποκάλυψίς ἐστι, καὶ φωτισμὸς χάριτος, ὥσπερ εἴρηται, ἀλλ᾽ ὑποστατικοῦ φωτὸς ἐν ταῖς ψυχαῖς βεβαία καὶ διηνεκής ἔλλαμψις· ὁ γὰρ εἰπὼν ἐκ σκότους φῶς λάμψαι· ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Χριστοῦ· καὶ τὸ, φώτισον τοὺς ὀφθαλμοὺς μου μήποτε ὑπνώσω εἰς θάνατον τουτέστιν· ἵνα μὴ, λυομένης τῆς σαρκός, ἡ ψυχὴ ἐπισκοπῆται τῷ τοῦ θανάτου τῆς κακίας καλύμματι· πρὸς δὲ καὶ τό· ἀποκάλυψον τοὺς ὀφθαλμούς μου ἔτι καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου· καὶ τό· ἐξαπόστειλον τό φῶς σου καί τὴν ἀλήθειάν σου· αὐτά με ὁδηγήσουσι, καὶ ἄξουσιν εἰς ὄρος ἅγιόν σου, καὶ εἰς τὰ σκηνώματά σου· ἀλλὰ μὴν καὶ τό· ἐσημειώθη ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου Κύριε, καὶ τὰ λοιπά, τὴν αὐτὴν ἀκολουθίαν τοῦ σκοποῦ παρίστησιν.

Καὶ τῷ Μακαρίῳ δέ φησι Παύλῳ τὸ ἐλλάμψαν ἐν τῇ ὁδῷ φῶς, δι᾽ οὖ καὶ εἰς τρίτον οὐρανὸν ἦρται, καὶ μυστηρίων ἀλαλήτων ἀκουστὴς ἐγένετο, οὐ νοημάτων τις, καὶ γνώσεως φωτισμὸς ἦν, ἀλλὰ δυνάμεως τοῦ ἀγαθοῦ Πνεύματος καθ᾽ ὑπόστασιν ἐν τῇ ψυχῇ ἔλλαμψις, οὖ τὴν ὑπερβολὴν τῆς λαμπρότητος οἱ τῆς σαρκὸς ὀφθαλμοὶ μὴ διενεγκόντες ἀπετυφλώθησαν, δι᾽ οὗ πᾶσά τε γνῶσις ἀποκαλύπτεται, καὶ Θεὸς πρὸς ἀλήθειαν τῇ ἀξίᾳ, καὶ φιλουμένῃ ψυχῇ γνωρίζεται.

Πᾶσα ψυχὴ διὰ τῆς οἰκείας σπουδῆς τε καὶ πίστεως, τέλεον ἐνδύσασθαι τὸν Χριστὸν ἐντεῦθεν κατὰ δύναμίν τε, καὶ πληροφορίαν χάριτος καταξιωθεῖσα, καὶ τῷ ἐπουρανίῳ τῆς ἀφθάρτου εἰκόνος φωτὶ ἑνωθεῖσα, καὶ νῦν μὲν μυστηρίων οὐρανίων γνῶσιν ἐν ὑποστάσει μυεῖται πάντων· ἐν δέ γε τῇ μεγάλῃ τῆς ἀναστάσεως ἡμέρᾳ, τῇ αὐτῇ ἐπουρανίῳ τῆς δόξης εἰκόνι, καὶ τὸ σῶμα ταύτης συνδοξασθέν, καὶ ὑπὸ τοῦ Πνεύματος, κατὰ τὸ γεγραμμένον, εἰς οὐρανοὺς ἁρπαγέν, καὶ σύμμορφον γενέσθαι τῷ σώματι τῆς δόξης αὐτοῦ καταξιωθέν, καὶ τὴν βασιλείαν αἰώνιόν τε καὶ ἀδιάδοχον, καὶ τῷ Χριστῷ σύγκληρον ἕξει.

Ὁπόσον τις ἰδίᾳ σπουδῇ, καὶ πίστει Πνεύματος Ἁγίου δόξης κεκοινώνηκεν οὐρανίου, ἔργοις τε ἀγαθοῖς τὴν ψυχὴν διεσκόσμησε, τοσοῦτον ἐκείνης τῆς ἡμέρας ἄξιον αὐτοῦ γενήσεται καὶ τὸ σῶμα συνδοξασθῆναι· ὃ γάρ τις ἔνδον ἀπεθησαύρισε νῦν, τοῦτο πρόεισιν ἔξω τότε· καθάπερ ὁ εἴσω τῶν ξύλων ἐν χειμῶνι καρπὸς, ἔξω κατὰ τὸν ἔαρος καιρὸν γίνεται· ὥς περ δὴ καὶ πρότερον ἐδηλώθη· τῶν μὲν οὖν Ἁγίων ἡ θεοειδὴς τοῦ Πνεύματος εἰκὼν ἀπὸ τοῦ νῦν ἔνδον ὥς περ ἐντυπωθεῖσα, καὶ τὸ σῶμα θεοειδὲς ἕξω καὶ οὐράνιον ἀπεργάσεται, τῶν βεβήλων δέ, καὶ ἁμαρτωλῶν, οἴμοι, τὸ τοῦ κοσμικοῦ πνεύματος ἀφεγγὲς κάλυμμα περιβαλὸν τὴν ψυχήν, καὶ τῇ τῶν παθῶν εἰδεχθείᾳ σκοτεινὸν τὸν νοῦν, καὶ ἀσχήμονα καταστῆσαν, σκοτεινὸν ἅμα καὶ τὸ σῶμα, καὶ αἰσχύνης ἔμπλεων πάσης ἔξωθεν ἀποδείξεται.

Ὥσπερ μετὰ τὴν παράβασιν τοῦ Ἀδὰμ θάνατον αὐτοῦ καταψηφησαμένης τῆς τοῦ Θεοῦ ἀγαθότητος, τοῦτο πρῶτον μὲν ὑπέστη κατὰ ψυχήν, τῶν νοερῶν αὐτῆς καὶ ἀθανάτων αἰσθητηρίων, τῇ στερήσει τῆς ἐπουρανίου, καὶ πνευματικῆς ἀπολαύσεως ἀπεσβηχότων αὐτῷ, καὶ νεκρῶν ὥσπερ γεγενημένων, ὕστερον δὲ καὶ ὁ τοῦ σώματος θάνατος μετά γε τριάκοντα ἔτη πρὸς τοῖς ἐννεακοσίοις ἐπεγένετο· οὕτω καὶ νῦν διὰ Σταυροῦ καὶ θανάτου τοῦ Σωτῆρος τῇ ἀνθρωπότητι καταλλαγεὶς ὁ Θεός, ἀποκαθίστησι τὴν πιστεύσασαν ἐν ἀληθείᾳ ψυχὴν ἔτι ἐν σαρκὶ οὖσαν εἰς τὴν τῶν οὐρανίων φώτων καὶ μυστηρίων ἀπόλαυσιν, καὶ τὰ νοερὰ αὐτῆς αἰσθητήρια τῷ θείῳ πάλιν φωτὶ τῆς χάριτος ὀμματοῖ· ὕστερον δέ, καὶ αὐτῷ τῷ σώματι ἀθάνατόν τε, καὶ ἄφθαρτον περιβαλεῖ δόξαν.

Οἱ τοῦ κόσμου τοῦδε μακρὰν γενόμενοι καὶ σεμνῶς μὲν καὶ φιλαρέτως πολιτευόμενοι, ἔτι δὲ καλύμματι τῶν παθῶν ὑποκείμενοι ᾧ διὰ τῆς τοῦ πρωτοπλάστου παρακοῆς ἔνοχοι κατέστημεν πάντες, τὸ σαρκικόν φημι φρόνημα, ὃ καὶ τῷ Ἀποστόλῳ θάνατος οἰκείως ἐκλήθη, τὸ φρόνημα γάρ φησι τῆς σαρκός, θάνατος· οὗτοι παραπλήσιοί εἰσιν ἀνθρώποις, νυκτὸς μὲν βαδίζουσιν ὑπὸ δὲ τῶν ἄστρων, ἄπερ εἰσὶν αἰ ἅγιαι τοῦ Θεοῦ ἐντολαί, καταυγαζομένοις, οὕπω γὰρ εἰς τέλος τοῦ σκότους ἀπαλλαγεῖσι, καλῶς ἅπαντα κατοπτεύειν αὐτοῖς ἀδύνατον· οἷς καὶ προσῆκον ἐστι, πόνῳ, καὶ πίστει πολλῇ τῆς ἀρετῆς ἐπιμελομένοις, δεηθῆναι Χριστὸν τὸν ἥλιον δικαιοσύνης ἐπιλάμψαι ταῖς καρδίαις αὐτῶν, ὥστε δυνηθῆναι πάντα πρὸς ἀκρίβειαν ἐπιδεῖν, τήν τε τῶν νοητῶν θηρίων καθ᾽ ἡμῶν ἐπίθεσιν ποικίλην καὶ παντοδαπὴν οὖσαν, καὶ τὰ τοῦ ἀφθάρτου κόσμου ἄρρητα τὴν ὄψιν καὶ τὴν ἡδονὴν, ἀπόρρητα κάλλη, ὅν γε δὴ τρόπον καὶ τοῖς ἄκροις τὴν ἀρετήν, καὶ ὧν ἐνεργῶς τὸ νοερὸν φῶς ἐν ταῖς καρδίαις ἔλαμψεν, ἐπίδηλα ταῦτα καὶ καταφανῆ γίνεται· πλείων γὰρ, ὡς ὁ μακάριός φησι Παῦλος, ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια ἐγγεγυμνασμένων πρὸς τὴν τοῦ καλοῦ τε καὶ κακοῦ διάκρισιν· ἀλλὰ καὶ ὁ θεῖος Πέτρος φησί· καὶ ὑμεῖς ἔχοντες τὸν Προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες, ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὖ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν· οἱ δὲ πολλοί, οὐδὲν ὅλως διενηνόχασιν ἐκείνων τῶν ἐν νυκτὶ φωτὸς παντάπασιν ἀπόρων περιπατούντων, καὶ μηδὲ βραχείας ἀπολαυόντων αὐγῆς, ὅπερ ἐστι θεῖος λόγος ταῖς ψυχαῖς αὐτῶν ἐπιλάμπειν δυνάμενος, ὡς σχεδόν, μὴ ἀνομοίους εἶναι τυφλοῖς· οὗτοί εἰσιν οἱ ταῖς ὑλικαῖς τὸ ὅλον περιπλοκαῖς καὶ τοῖς βιωτικοῖς ὄμμασι καταδεδεμένοι, καὶ μήτε θείῳ φόβῳ διακρατούμενοι, μήτε τινὰς τῶν ἀγαθοεργιῶν μετερχόμενοι· καὶ γὰρ ὅσοι τῶν βιωτικῶν ἀνδρῶν, ὥσπερ λέλεκται, ὑπὸ τῶν ἁγίων ἐντολῶν ὡς ὑπὸ ἄστρων τινῶν διαυγάζονται, πίστει, καὶ φόβῳ τῷ τοῦ Θεοῦ προσέχοντες· οὗτοι οὐχὶ καθάπαξ τῷ σκότει περιλαμβάνονται· παρ᾽ ὃ καὶ ἐλπίδα σωτηρίας ἔχειν δύνανται.

Ὥσπερ ἐκ διαφόρων, φημί, ἀφορμῶν τε καὶ ἐπιτηδευμάτων ὁ ἐν τῷ κόσμῳ τοῖς ἀνθρώποις συλλέγεται πλοῦτος· ὁ μὲν ἐξ ἀρχοντικῶν ἀξιωμάτων· ὁ δέ, ἐξ ἐμπορίας· ὁ δέ, ἐκ φιλοπονίας δή που, καὶ γεωργίας, καὶ ἄλλος ἀλλως· τὴν αὐτὴν οἴου μοι καὶ τοῖς πνευματικοῖς εἶναι διάταξιν· οἱ μὲν γὰρ ἐκ διαφόρων χαρισμάτων, ὡς τὸ τοῦ Ἀποστόλου δηλοῖ, ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσαν ὑμῖν διάφορα· οἱ δέ, ἐκ διαφόρων ἀσκήσεων, διαφόρων τε δικαιωμάτων καὶ ἀρετῶν, διὰ μόνον Θεὸν γινομένων, τὸν ἐπουράνιον ἀθροίζουσι πλοῦτον· οὖ χάριτι ἀπείρηται τὸ τὸν πλησίον κρίνειν, ἢ ἐξουθενεῖν, ἢ ὑπὸ κατάγνωσιν ἄγειν· πλὴν ἀλλ᾽ οὐκ ἄδηλοι καὶ οἱ τὸν χρυσὸν ἀνορύττοντες· οἱ διὰ μακροθυμίας καὶ ὑπομονῆς δηλαδὴ τρέχοντες, καὶ κατὰ μέρος πλουτοῦντες τέως τῆς ἀγαθῆς αὐτοὺς ἐλπίδος ὑπερειδούσης· οὐκ ἄδηλοι δὲ καὶ οἱ καθαπερεὶ μίσθιοι, βλάκες ὄντες καὶ νωγελεῖς, οἱ εὐθέως τὸ ἐμπίπτον ὥσπερ ἐσθίοντες, καὶ μὴ μεθ᾽ ὑπομονῆς τὰ μετὰ χεῖρας ἀνύοντες, ἀεὶ γυμνοί τε καὶ πένητες καθορῶνται, καὶ περιέρχονται· καὶ γὰρ οὖτοι πρὸς μὲν τὸ λαβεῖν τὴν χάριν, ἑτοίμως ἄγαν, καὶ θερμῶς ἔχοντες, πρὸς δὲ τὸ ποιεῖν τε καὶ ἐπικτᾶσθαι, ῥάθυμοι ὄντες καὶ ἀφερέποινοι, εὐμετάβλητοι καὶ ἅμα τοῦ ἅψασθαι κορεννύμενοι, ἀψίκοροί τε καὶ ναρκώδεις περὶ τὸ πονεῖν γνωριζόμενοι, καὶ ἧς ἔτυχον ἀξιωθέντες χάριτος ἀφαιροῦνται· ἀείποτε γὰρ ἡ νωθεία, καὶ ὀκνηρά, καὶ ἀμβλεῖα, καὶ ἡμελημένη προαίρεσις, ἀσύμφωνος μὲν τῇ χάριτι, ἔρημος δὲ ἀγαθῶν πράξεων, ἀδόκιμός τε παρὰ Θεῷ καὶ ἄδοξος, καὶ νῦν ἔγνωσται, καὶ ἐν ἐκείνῳ τῷ αἰῶνι εὐρεθήσεται.

Παραβάντι τῷ ἀνθρώπῳ τὴν ἐντολὴν τοῦ Θεοῦ, καὶ τῆς τοῦ Παραδείσου διαγωγῆς ἐκπεσόντι, δυσὶν ὡς περ ἁλύσει δεδέσθαι συνηκολούθησε· μιᾷ μὲν τῶν βιωτικῶν πραγμάτων καὶ σαρκικῶν ἡδονῶν, πλούτου, δόξης, φιλίας, γυναικός, τέκνων, συγγενείας, πατρίδος, κτημάτων, καὶ ἁπλῶς πάντων τῶν φαινομένων ἀφ᾽ ὧν ὁ τοῦ Θεοῦ λόγος κατ᾽ οἰκείαν ἡμᾶς προαίρεσιν ἀπολύεσθαι κελεύει· ἑτέρα δὲ ἀδήλῳ καὶ ἀφανεῖ· καὶ γὰρ δέδεταί τινι δεσμῷ σκότους ἡ ψυχὴ πρὸς αὐτῶν τῶν τῆς πονηρίας πνευμάτων, παρ᾽ ὃ μηδὲ δυνατὸν αὐτῇ μήτ᾽ ἀγαπῆσαι Θεόν, μήτε πιστεῦσαι, μήτε προσευχῇ χρήσασθαι καθάπερ ἔχει θελήματος· πάντων γὰρ ἡ ἐναντιότης ἔν τε τοῖς φανεροῖς, ἔν τε τοῖς ἀδήλοις, ἀπὸ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου πάντας ἡμᾶς μέτεισιν· ἐπειδὰν οὖν τις ὑπήκοον οὖς τῷ λόγῳ τοῦ Θεοῦ παραχόμενος, ἀποστῇ μὲν τῶν βιωτικῶν πραγμάτων, ἀποτάξεται δὲ πάσαις ταῖς σαρκικαῖς ἡδοναῖς· τότε δὴ τῷ Θεῷ προσεδρεύων καὶ κατὰ σχολὴν αὐτῷ συγγιγνόμενος, δύναμιν λαμβάνει πρὸς τὸ μαθεῖν· ὅτι κέκρυπταί τις ἐν ἀδύτοις καρδίας ἄλλη πάλη καὶ ἄλλος λογισμῶν πόλεμος· καὶ οὕτω παραμένων καὶ τῶν τοῦ Χριστοῦ δεόμενος οἰκτιρμῶν, πίστεως αὐτῷ πολλῆς μετάγε τοῦ ὑπομένειν συνεπομένης· οὐ μὴν ἀλλὰ καὶ τῆς τοῦ Θεοῦ ῥοπῆς συνεφαπτομένης, δύναται τῶν ἔνδεν ἀπαλλαγῆναι δεσμῶν τε καὶ φραγμῶν ἐκείνων καὶ τοῦ σκότους τῶν πνευμάτων τῆς πονηρίας, ἅπέρ εἰσὶν αἱ τῶν κεκρυμμένων παθῶν ἐνέργειαι· τοῦτον δὲ τὸν πόλεμον διὰ μὲν χάριτος τοῦ Χριστοῦ καὶ δυνάμεως δυνατοὶ γινόμεθα καταργεῖν· ἀθεεὶ δὲ καὶ δι᾽ ἑαυτοῦ ῥύσασθαί τινα ἑαυτὸν μέχρι τοῦ, καὶ τῆς ἐκ τῶν λογισμῶν ἀπηλλάχθαι πάλης, ἀδύνατον παντελῶς· τὸ δὲ ἀντιλέγειν μόνον καὶ μὴ συνήδεσθαι δυνατόν.

Εἴ τις τοῖς πράγμασι τοῦ κόσμου τούτου καὶ τοῖς ποικίλοις ἑνέχοιτο δεσμοῖς, τοῖς τῆς κακίας τε συναπάγοιτο πάθεσι, πολλοῦγε καὶ δεῖ γινώσκειν, ὥσπερ καὶ φθάσαντες ἔφημεν, εἶναί τινα πάλην ἄλλην καὶ πόλεμον ἐν τῷ ἀφανεῖ ἕτερον· ἀγαπητὸν γὰρ, ἵνα λύσας τις ἑαυτὸν πάντων τῶν φαινομένων καὶ τῶν σαρκικῶν ἡδονῶν ἀποστήσας, τῷ Κυρίῳ τε προσεδρεύειν ἀρξάμενος, ἐπιγνῶναι δυνηθῇ τὴν ἔνδον οἰκουροῦσαν τῶν παθῶν πάλην καὶ τὸν ἐν ἡμῖν κρυπτὸν πόλεμον· εἰ μὴ γὰρ, ὡς ἔφημεν, ταῦτα γένηται παρ᾽ ὅλης ἡμῶν τῆς ψυχῆς καὶ ὅλος ἐξ ὅλου τις προσεδρεύειν τῷ Θεῷ στέρξειεν, οὐδ᾽ ἐπιγινώσκει τὰ ἀπόρρητα ταῦτα τῆς κακίας πάθη, καὶ τοὺς ἔσω δεσμούς· ἀλλὰ κινδυνεύει τραύματα ἔχων, καὶ ἀφανῆ πάθη περιθάλπων, ὑγιαίνειν οἴεσθαι, καὶ μὴ νοσεῖν· τῷ δέ γε ἐπιθυμίας καὶ δόξης ὑπεριδόντι, πρῶτα μὲν ἐπιγνῶναι ταῦτα δυνατὸν γίνεται, ἔπειτα δὲ δεηθέντι Χριστοῦ μετὰ πίστεως, καὶ ὅπλα λαβόντι ἐξ οὐρανοῦ τὰ τοῦ πνεύματος, τὸν θώρακα τῆς δικαιοσύνης, τὴν περικεφαλαίαν τοῦ σωτηρίου, τὸν θυρεὸν τῆς πίστεως, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ταῦτα καταπαλαῖσαι.

Μυρία μὲν τῷ ἀντικειμένῳ πεπραγμάτευται, τῆς ἐλπίδος ἡμᾶς ἀποσπᾶν, καὶ τῆς εἰς Χριστὸν ἀγάπης μηχανωμένῳ· ἡ γὰρ ἔνδον, θλίψεις διὰ τῶν τῆς πονηρίας πνευμάτων τῇ ψυχῇ ἐπάγει, ἢ λογισμοὺς μιαρούς τε καὶ ἀθεμίτους ταύτης κατασκευάζει τῶν προτέρων ἁμαρτημάτων τὴν μνήμην ἀνασκαλεύων, ἅτε χαύνωσιν αὐτῇ ἐνθεῖναι βουλόμενος, καὶ λογισμοὺς ἀπογνώσεως αὐτῇ ἐμβαλεῖν, ὅτι τε οὐ δυνατὸν αὐτῇ σωτηρίας τυχεῖν· καὶ ὡς τοὺς λογισμοὺς τούτους παρ᾽ ἑαυτῆς ὅλως τῆς ψυχῆς γεννώσης, καὶ οὐχὶ πνεύματος ἀλλοτρίου κακῶς αὐτοὺς ὑποσπείροντος καὶ βουλομένου λανθάνειν, ἢ τοίνυν ἐκεῖνα ποιεῖ, ἢ πόνους σωματικοὺς ἐπάγει, ἢ ὀνειδισμοὺς καὶ θλίψεις τὰς ἐξ ἀνθρώπων ἐπινοεῖ· ἀλλ᾽ ὅσον ὁ πονηρὸς τὰ πεπυρωμένα ταῦτα βέλη καθ᾽ ἡμῶν ἀφίησι, τοσοῦτον ἡμᾶς προσήκει τῆς πρὸς Θεὸν ἐλπίδος μᾶλλον ἐξῆφθαι εἰδέναι τε ἀκριβῶς ὅτι τοῦτο αὐτῷ θέλημα· τὸ τὰς ἐρωτικῶς, ἐχούσας αὐτοῦ εἰς δοκίμιον δοῦναι ψυχάς, εἰ ἐξ ἀληθείας αὐτὸν ἠγαπήκασι.

Χίλια ἔτη τοῦ αἰῶνος τούτου, τῷ ἁφθάρτῳ κόσμῳ καὶ αἰωνίῳ· παραβαλλόμενα, τοιοῦτον εἰσιν, ὡς εἴ τες ψάμμαν μίαν τῆς θαλάττης λάβοι· σκέψαι δέ μοι, καὶ τὸν τρόπον τοῦτον· ἔστω γὰρ ἐξεῖναί σοι· μόνῳ μὲν γενέσθαι βασιλεῖ πάσης τῆς γῆς· μόνῳ δὲ τῶν θησαυρῶν ἁπάντων δεσπόσαι τῆς οἰκουμένης· θῶμεν δὲ τὴν ἀρχὴν τῆς τῶν ἀνθρώπων εἰς τὸ εἶναι παραγωγῆς, ἀρχὴν καί σοι γενέσθαι τῆς βασιλείας· ὅρον; δὲ ταύτης εἶναι τὴν τῶν φαινομένων τούτων καὶ τοῦ κόσμου παντὸς ἀλλοίωσίν τε, καὶ μεταποίησιν· τί οὖν; αἱρέσεώς σοι δοθείσης, ἤμειψας ἂν αὐτὴν τῆς ἀληθινῆς καὶ βεβαίας, καὶ οὐδὲν οὐδόλως ἐχούσης παροδικόν, καὶ λυόμενον; οὐκ ἂν ἔγωγε φαίην, εἴσοι τὸ κρίνον ὑγιῶς εἶχε, καὶ καλῶς ἐσχέπτου περὶ τῶν σῶν· τί γὰρ κέρδος, φησί, τῷ ἀνθρώπῳ, εἰ τὸν κόσμον ὅλον κερδήσας, ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ, ἧς οὐδ᾽ εἶναί τι ἀντάλλαγμα μεμαθήκαμεν· ἐπεὶ καὶ παντὸς τοῦ κόσμου, καὶ τῆς κατ᾽ αὐτὸν βασιλείας, αὐτὴ μόνη καθ᾽ ἑαυτὴν ἡ ψυχὴ τιμιωτέρα πολλῷ, μήτοιγε ἡ τῶν οὐρανῶν βασιλεία· τιμιωτέραν δὲ κατὰ τοῦτο τὴν ψυχὴν εἶναι φαμέν, καθ᾽ ὃ μὴ ἐπ᾽ οὐδενὶ ἄλλῳ τῶν ὄντων ηὐδόκησεν ὁ Θεὸς, τοῦ Πνεύματος τῆς ἰδίας φύσεως ἕνωσιν θέσθαι καὶ κοινωνίαν· οὐκ οὐρανῷ, οὐχ ἡλίῳ, οὐ σελήνῃ, οὐκ ἄστροις, οὐ θαλάττῃ, οὐ γῇ, οὐχ ἑτέρα τινὶ κτίσει τῶν ὁρωμένων, ὅτι μὴ τῷ ἀνθρώπῳ μόνῳ, ὃ καὶ τῶν κτισμάτων αὐτὸς ἠγάπησε τῶν οἰκείων· εἰ οὖν τὰ μεγάλα ταυτὶ τοῦ κόσμου, πλοῦτόν, φημι, τόσόν δε, καὶ βασιλείαν τῆς γῆς ἁπάσης, οὐκ ἂν ὀρθῶς κρίναντες τῆς αἰωνίου ἠλλάξαμεν βασιλείας, τί παθόντες οἱ πλείους φαύλους αὐτήν, καὶ τῶν τυχόντων τιμῶνται πραγμάτων; οἶον ἐπιθυμίας τινός, δόξης ὀλίγης, κέρδους μετρίου, καὶ τῶν τοιούτων; ὅπερ γάρ τις τοῦ αἰῶνος τούτου φιλεῖ, καὶ ᾧ δέδεται, ἐκεῖνο πάντως καὶ τῆς τῶν οὐρανῶν ἀλλάττεται βασιλείας· καὶ τὸ χαλεπώτατον, ὅτι καὶ Θεὸν ἡγεῖται τοῦτο· καθὼς που λέλεκται, ὅτι ᾧ τις ἥττηται, τούτῳ καὶ δεδούλωται· χρὴ οὖν ὅλον δι᾽ ὅλου τῷ Θεῷ προσδραμεῖν, ἀναρτῆσαί τε ἑαυτόν, καὶ σταυρῶσαι ψυχῇ καὶ σώματι διὰ πασῶν πορευόμενον τῶν ἐντολῶν αὐτοῦ τῶν ἁγίων.

Εἶεν· ἄρα δέ σοι καὶ δίκαιον εἶναι δοκεῖ, τὴν μὲν φθαρτὴν αὐτὴν δόξαν, καὶ τὴν ἐφήμερον βασιλείαν καὶ ἄλλα ὅσα τοιαῦτα τῶν ἐπικαίρων, μετὰ πόνων καὶ ἱδρώτων πολλῶν, τοῖς ὀρεγομένοις αὐτῶν περιγίνεσθαι; τὸ δὲ σὺν Χριστῷ ἀπέραντα βασιλεύειν, καὶ τὸ τῶν ἀνεκλαλήτων ἐκείνων ἐπιτυχεῖν ἀγαθῶν, τοῦτο δὲ οὕτως εὔωνόν τι καὶ ῥάδιον εἶναι, ὡς πόνων ἐκτὸς καὶ καμάτων κατορθοῦσθαι τῷ βουλομένῳ;

Τίς ἡ οἰκονομία τῆς τοῦ Χριστοῦ παρουσίας; ἡ τῆς ἡμῶν φύσεως πρὸς ἑαυτὴν ἐπάνοδος, καὶ ἀποκατάστασις· ἀπέδωκε γὰρ τῇ ἀνθρωπίνῃ φύσει τὸ τοῦ Πρωτοπλάστου Ἀδὰμ ἀξίωμα, πρὸς δὲ, καὶ κληρονομίαν αὐτῇ οὐρανίαν, ὦ θείας καὶ μεγάλης τῳόντι χάριτος, τοῦ ἀγαθοῦ Πνεύματος ἐδωρήσατο, ἐξαγαγών τε αὐτὴν ἐκ τῆς φυλακῆς τοῦ σκότους, ὁδὸν ζωῆς, καὶ θύραν ἐπέδειξε, δι᾽ ἧς ἐλθόντι, καὶ ἐφ᾽ ἧς κρούσαντι, δυνατὸν ἐντὸς γενέσθαι τῆς βασιλείας· αἰτεῖτε γάρ, φησιν, καὶ δοθήσεται ὑμῖν· κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· διὰ ταύτης τῆς θύρας οὐδενὶ τῶν βουλομένων ἄπορον τὴν ἐλευθερίαν τῆς ἑαυτοῦ ψυχῆς ἐφευρεῖν ἐκείνην τε τοὺς ἰδίους ἀπολαβεῖν λογισμοὺς καὶ πλουτῆσαι Χριστὸν σύνοικον καὶ ὡς νυμφίῳ αὐτῷ κατὰ τὴν κοινωνίαν τοῦ ἀγαθοῦ Πνεύματος χρήσασθαι· ἴδε ἀγάπην ἄρρητον δεσπότου πρὸς τὸν ὑπ᾽ αὐτοῦ γενόμενον κατὰ τὴν εἰκόνα τὴν ἑαυτοῦ ἄνθρωπον.

· Contents ·