Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2

St Symeon the New Theologian, 6. Σύντομος βιογραφία

ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ
ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΣΥΜΕΩΝ
ΤΟΥ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ

Συμεὼν ὁ Ἁγιώτατος Πατὴρ ἡμῶν, ὁ διὰ τὴν θεόθεν αὐτῷ δωρηθεῖσαν τῆς Θεολογίας χάριν νέος ἐπικληθεὶς Θεολόγος, ἦν ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Πορφυρογενήτου, περίπου τὸ χιλιοστὸν ἀπὸ Χριστοῦ ἔτος· μαθητὴς δὲ χρηματίσας Συμεὼν τοῦ ἐπικαλουμένου Εὐλαβοῦς, καὶ ὑπ᾽ αὐτὸν τοῖς ἀσκητικοῖς ἀγῶσιν ἐγγυμνασάμενος, ἐπὶ τοσοῦτον ἀρετῆς καὶ ἀπαθείας ὕψος ἀνήχθη, καὶ οὕτω πλουσίως τῆς θείας χάριτος ἠξιώθη, ὥστε τὰ κατ᾽ αὐτὸν γραφῇ παραδοῦναι, μικροῦ δεῖν τῶν ἀδυνάτων ἐστίν, ὡς ἡ κατ᾽ αὐτὸν βιογραφία, πολύστιχος εἴπερ τις ἄλλη γε οὖσα, διεξοδικώτατα καθιστορεῖ. Ὅλην γάρ, ὡς εἰπεῖν, τὴν τοῦ Παρακλήτου δύναμιν ἐν ἑαυτῷ εἰσδεξάμενος, καὶ δοχεῖον τῶν αὐτοῦ ἐλλάμψεων χρηματίσας, Θεολογίας ἐδείχθη πηγή, θείου φωτισμοῦ καταγώγιον, μυστηρίων ἀλαλήτων τερπνότατον ἐνδιαίτημα, καὶ συνόλως εἰπεῖν, πνευματικῆς σοφίας, καὶ θείας γνώσεως οἰκητήριον· ᾗ τινι καὶ φωτιζόμενος, παντοδαπῆς ἰδέας συγγράμματα στιχηρά τε καὶ λογογραφικὰ συνηρμόσατο, μονονουχὶ ἀριθμὸν νικῶντα, καὶ πλείστης ὅσης ὠφελείας ἀνάπλεα· ὧν μόνα τὰ παρόντα, καὶ τὰ ἐν τῷ τέλει ἐπὶ τὸ ἁπλούστερον μεταπεφρασμένα διὰ τὴν τῶν πολλῶν ὠφέλειαν, ἀπολεξάμενοι, ἐν τῇ δε τῇ βίβλῳ συνεταξάμεθα· πολλὴ γάρ τις καὶ ἄφθονος ἡ ἐξ αὐτῶν ἀναστομοῦται τοῖς ἀναγινώσκουσιν ὄνησις.

· Contents ·