Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2

St Symeon the New Theologian, Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν τοῦ νέου Θεολόγου, κεφάλαια…

ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΣΥΜΕΩΝ
ΤΟΥ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ
ΚΕΦΑΛΑΙΑ ΠΡΑΚΤΙΚΑ ΚΑΙ ΘΕΟΛΟΓΙΚΑ ΡΜΕ΄.

Πίστις ἐστί, τὸ διὰ Χριστὸν ὑπὲρ τῆς αὐτοῦ ἐντολῆς ἀποθανεῖν· καὶ τὸν θάνατον τοῦτον, ζωῆς πρόξενον εἶναι πιστεύειν, τὴν πτωχείαν ὡς πλοῦτον λογίζεσθαι, τὴν εὐτέλειαν καὶ ἐξουδένωσιν ὡς δόξαν τῷ ὄντι καὶ περιφάνειαν· καὶ ἐν τῷ μηδὲν ἔχειν, τὰ πάντα κατέχειν πιστεύειν· μᾶλλον δὲ κεκτῆσθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τῆς ἐπιγνώσεως τοῦ Χριστοῦ, καὶ πηλὸν ἢ καπνὸν ἅπαντα τὰ ὁρώμενα καθορᾶν.

Ἡ εἰς Χριστὸν πίστις ἐστί, τὸ μὴ μόνον καταφρονῆσαι ἐν τῷ βίῳ τερπνῶν, ἀλλὰ καὶ τὸ καρτερῆσαι καὶ τὸ ὑπομεῖναι πάντα πειρασμὸν ἐπερχόμενον, ἐν λύπαις, καὶ θλίψεσι, καὶ συμφοραῖς, ἕως ἂν θελήσῃ, καὶ ἐπισκέψηται ἡμᾶς ὁ Θεός· ὑπομένων γάρ, φησιν, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.

Οἱ τοὺς ἑαυτῶν γονεῖς ἔν τινι προτιμῶντες τῆς τοῦ Θεοῦ ἐντολῆς, πίστιν οὐ κέκτηνται πρὸς Χριστόν· πάντως γὰρ ὑπὸ τῆς ἰδίας κρίνονται συνειδήσεως· εἴγε καὶ συνείδησιν ζῶσαν ἔχουσι περὶ τῆς ἀπιστίας αὐτῶν· πιστῶν γὰρ τοῦτό ἐστι, τὸ ἐν μηδενὶ μηδαμῶς τοῦ μεγάλου Θεοῦ, καὶ σωτῆρος ἡμῶν Χριστοῦ παραβαίνειν τὴν ἐντολήν.

Πίστις ἡ εἰς Χριστὸν τὸν ἀληθινὸν Θεόν, ἐπιθυμίαν καλῶν ἔτεκεν, καὶ φόβον κολάσεων· ἡ δὲ τῶν κρειττόνων ἐπιθυμία, καὶ ὁ φόβος τῶν κολάσεων, τήρησιν ἀκριβῆ τῶν ἐντολῶν κατειργάσατο· ἡ δὲ ἀκριβὴς τῶν ἐντολῶν τήρησις, τὴν ἰδίαν τοὺς ἀνθρώπους ἐκδιδάσκει ἀσθένειαν· ἡ δὲ κατανόησις τῆς ἀληθοῦς ἀσθενείας ἡμῶν, θανάτου μνήμην ἐγέννησεν· ὁ δὲ σύνοικον ταύτην κτησάμενος, αὐτὸς μαθεῖν ἐμπόνως ζητήσει, ὁποῖα ἔσται αὐτῷ μετὰ τὴν ἔξοδον τοῦ βίου τούτου καὶ ἀναχώρησιν· ὁ δέ γε περὶ τῶν μελλόντων γνῶναι σπουδάζων, πρῶτον πάντων ἑαυτὸν ἀποστερῆσαι τῶν παρόντων ὀφείλει ὁ γὰρ ἐν τούτοις καὶ μέχρις εὐτελοῦς τινος ὑπὸ προσπαθείας κρατούμενος. ἐκείνων τὴν γνῶσιν τελείαν οὐ δύναται κτήσασθαι· εἰ δὲ καὶ ταύτης γεύσεται κατ᾽ οἰκονομίαν τὴν τοῦ Θεοῦ, εἰμὴ τάχιον ἐάσῃ τὰ ὑφ᾽ ὧν καὶ ἐν οἷς κρατεῖται κατὰ προσπάθειαν, καὶ ὅλως τῆς τοιαύτης γένηται γνώσεως, μηδὲν ταύτης ἕτερον ἔξωθεν ἐννοεῖν ἑκουσίως καταδεχόμενος, καὶ αὐτὴ ἣν δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ᾽ αὐτοῦ.

Ἡ ἀποταγὴ τοῦ κόσμου, καὶ παντελὴς ἀναχώρησις, ξενιτείαν ἀναλαβομένη, πάντων τῶν ἐν βίῳ ὑλῶν καὶ ἠθῶν καὶ γνωμῶν καὶ προσώπων καὶ ἄρνησιν σώματος καὶ θελήματος, μεγάλης ὠφελείας πρόξενος γίνεται, τοῦ οὕτω θερμῶς ἀποταξαμένῳ ἐν βραχεῖ τῷ καιρῷ.

Ὁ φεύγων τὸν κόσμον, ὅρα μὴ δῷς σὴν ψυχὴν εἰς παράκλησιν κατ᾽ ἀρχάς, ἐν αὐτῷ τὰς οἰκήσεις ποιούμενος· εἰ καὶ πάντες σε τοῦτο ποιεῖν συγγενεῖς καὶ φίλοι καταναγκάζουσι· τοῦτο γὰρ αὐτοῖς οἱ δαίμονες ὑποβάλλουσιν, ὅπως τὴν θέρμην ἀποσβέσωσι τῆς καρδίας σου, εἰ γὰρ καὶ μὴ τελείως ἐμποδίσωσι τὴν πρόθεσιν, ἀλλά γε χαυνοτέραν ταύτην πάντως καὶ ἀσθενῆ ἀπεργάζονται.

Ὅταν πρὸς πάντα τὰ τοῦ βίου ἡδέα εὑρεθῇς ἀνδρεῖος καὶ ἀπαράκλητος, τότε εἰς συμπάθειαν δῆθεν οἱ δαίμονες τοὺς συγγενεῖς μεταστρέψαντες, κλαίειν ποιοῦσι, καὶ θρηνεῖν πρὸ προσώπου σου διὰ σέ· καὶ τοῦτο ἀληθὲς εἶναι γνώσῃ, ὅτε σὺ μὲν ἄτρεπτος καὶ ἐν ταύτῃ ἐμμείνῃς τῇ προσβολῇ, κἀκείνους εἰς μανίαν τὴν κατὰ σοῦ, καὶ μῖσος αἴφνης ἐξαφθέντας ἴδῃς, καὶ ὡς ἐχθρὸν ἀποστρεφομένους σε καὶ ὁρᾶν οὐκ ἐθέλοντας.

Τὴν παρὰ τῶν γονέων καὶ ἀδελφῶν, καὶ φίλων σου θλίψιν ὁρῶν διὰ σὲ γινομένην, γέλα ἐπὶ τῷ ὑποβάλλοντι ταῦτα ποικίλως κατὰ σοῦ γίνεσθαι δαίμονι· καὶ μετὰ φόβου, καὶ σπουδῆς πολλῆς ὑποχώρησον καὶ τὸν Θεὸν ἐκτενῶς δυσώπει, τοῦ τάχιον εἰς λιμένα καλοῦ πατρὸς καταντῆσαί σε· ἐν ᾧ τὴν ψυχήν σου κεκοπωμένην, καὶ πεφορτισμένην ὑπάρχουσαν, αὐτὸς ἀναπαύσειε· πολλὰ γὰρ ἔχει τὸ πέλαγος τοῦ βίου πρόξενα κινδύνων καὶ ἀπωλείας ἐσχάτης.

Ὁ μισῆσαι θέλων τὸν κόσμον, ἀγάπην ἐκ βαθέων ψυχῆς ἔχειν ὀφείλει πρὸς τὸν Θεόν, καὶ μνήμην τούτου ἀένναον· οὐδὲν γὰρ ἕτερον ὡς ταῦτα, ἅπαντα μετὰ χαρᾶς καταλιμπάνειν ποιεῖ, καὶ σκυβάλων δίκην ἀποστρέφεσθαι

Μὴ θέλε, δι᾽ εὐλόγους αἰτίας, ἢ ἀλόγους τῷ κόσμῳ προσμεῖναι τὸ σύνολον· ἀλλ ὅτε κληθεὶς συντόμως ὑπάκουσον· ἐν οὐδενὶ γὰρ ἑτέρῳ οὕτω Θεός, ὡς ἐν τῇ ταχύτητι ἡμῶν ἐπευφραίνεται. Ἐπειδὴ καὶ κρείσσων ὑπακοὴ συντόμως μετὰ πενίας, ἢ βραδύτης μετὰ πλήθους χρημάτων.

Εἰ ὁ κόσμος καὶ τὰ ἐν κόσμῳ παρέρχονται πάντα, ὁ δὲ Θεὸς ἄφθαρτος καὶ ἀθάνατος, χαίρετε ὅσοι δι᾽ αὐτὸν τὰ φθαρτὰ κατελείψατε· φθαρτὰ δὲ εἰσὶν οὐ μόνον πλοῦτος καὶ χρήματα, ἀλλὰ καὶ πᾶσα ἡδονὴ καὶ ἀπόλαυσις ἁμαρτίας φθορὰ ἐστί· μόναι δὲ αἱ τοῦ Θεοῦ ἐντολαὶ φῶς εἰσι καὶ ζωή· καὶ τοῦτο παρὰ πάντων καλοῦνται.

Εἰ φλόγα ἔλαβες ἀδελφέ, καὶ δραμὼν παρεγένου ἐν κοινοβίῳ ἢ πνευματικῷ πατρί, διὰ τοῦτο, εἰ προτρέπῃ παρ᾽ αὐτοῦ, ἢ παρὰ τῶν συνασκουμένων σοι ἀδελφῶν, λουτροῖς ἢ βρώμασιν, ἢ ἄλλαις θεραπείαις χρήσασθαι ἀναπαύσεως χάριν, τοῦτο μὴ καταδέξῃ ἀλλ᾽ ἀεὶ παρασκευασμένος ἔσο πρὸς νηστείαν, πρὸς κακοπάθειαν, πρὸς ἐγκράτειαν ἀκροτάτην· ἵνα εἰ μὲν παρὰ τοῦ σοῦ ἐν Κυρίῳ πατρός, προτραπῆς μετασχεῖν παρακλήσεως, εὑρεθῇς ἐκείνῳ μὲν ὑπήκοος, τὸ δὲ ἴδιόν σου θέλημα μηδὲ ἐν τούτῳ ποιῶν· εἰ δὲ μὴ μετὰ χαρᾶς ὑπομένῃς ἅπερ ἐκουσίως ποιῆσαι ἠθέλησας, ψυχικῶς ὠφελούμενος· τοῦτο γὰρ φυλάττων, ἔσῃ διαπαντὸς ἐπὶ πᾶσιν ὡς νηστεύων, καὶ ἐγκρατευόμενος· καὶ τῷ ἰδίῳ θελήματι κατὰ πάντα ἀποταξάμενος, οὐ μόνον δὲ, ἀλλὰ καὶ τὴν ἐνοῦσαν ἐν τῇ καρδίᾳ σου φλόγα ἄσβεστον διατηρήσεις, τὴν πάντων καταφρονεῖν σε βιάζουσαν.

Ὅταν πάντα παρ᾽ ἑαυτῶν οἱ δαίμονες πράξωσι, καὶ τὸν κατὰ Θεὸν ἡμῶν σκοπὸν κατασεῖσαι οὐ δυνηθῶσιν, ἢ ἐμποδίσαι, τότε τοῖς τὴν εὐλάβειαν ὑποκρινομένοις ὑπεισέρχονται, καὶ δι᾽ αὐτῶν τοὺς ἀγωνιζομένους ἐμποδίζειν πειρῶνται· καὶ πρῶτον μὲν ὡς ἐξ ἀγάπης δῆθεν καὶ συμπαθείας κινούμενοι, εἰς σωματικὰς ἀναπαύσεις χωρεῖν παραινοῦσιν αὐτούς· ἵνα μὴ καὶ τὸ σῶμα ἀδυνατήσῃ, φησί, καὶ εἰς ἀκηδίαν ἐμπεσεῖται, ἔπειτα καὶ εἰς συντυχίας ἀνωφελεῖς ἐκκαλούμενοι, τὰς ἡμέρας ἐν ταύταις προσαναλίσκειν αὐτοὺς ποιοῦσιν· εἰ μὲν τις ὑπακούσας τῶν σπουδαίων ὁμοιωθῇ αὐτοῖς, στρέφονται καὶ ἐπιγελῶσι τὴν αὐτοῦ ἀπώλειαν, εἰ δὲ μὴ ὑποταχθῇ τοῖς αὐτῶν λόγοις, ἀλλὰ τηρεῖ ἑαυτὸν ξένον ἐκ πάντων, καὶ σύννουν, καὶ ἀπαρρησίαστον, κινοῦνται εἰς φθόνον, καὶ πάντα ποιοῦσι καὶ πράσσουσι, ἕως οὗ καὶ τῆς μονῆς αὐτὸν ἐκδιώξωσι· οὐ φέρει γὰρ κενοδοξία ἄτιμος, ἐπαινουμένην ταπείνωσιν ὁρᾶν ἀπεναντίας αὐτῆς.

Ἄγχεται κενόδοξος ταπεινόφρονα ὁρῶν προχέοντα δάκρυα, καὶ δισσῶς ὠφελούμενον. Θεὸν ἵλεων δι᾽ αὐτῶν ἐργαζόμενον, καὶ ἀνθρώπους εἰς ἔπαινον ἐπισπώμενον ἀβούλητον.

Ἀφ᾽ οὖ σεαυτὸν ὅλον τῷ πνευματικῷ σου ἀναθήσεις πατρί, ἴσθι ὡς ξένος ἦς ἐπὶ πᾶσιν οἷς ἔξωθεν ἐπιφέρῃ· ἀνθρώποις λέγω, πράγμασί τε, καὶ χρήμασιν· οὐ χωρίς, μηδὲν ἐν αὐτοῖς πρᾶξαι ἢ ποιῆσαι θελήσῃς· ἀλλὰ μηδὲ μικρὸν ἢ μέγα πρᾶγμα αἰτήσῃ παρ᾽ αὐτοῦ· εἰ μήτι αὐτὸς τῇ οἰκείᾳ γνώμῃ, ἢ προστάξει λαβεῖν σε, ἢ αὐτὸς ἐκεῖνος αὐτοχείρως παρέξει σοι.

Μὴ δῷς ἄνευ τοῦ κατὰ Θεόν σου πατρὸς ἐλεημοσύνην, ἐξ ὧν χρημάτων προσήνεγκας· ἀλλὰ μηδὲ διὰ μεσίτου λαβεῖν τινὰ ἐξ αὐτῶν θελήσῃς παρ᾽ ἐκείνου· κρεῖττον γὰρ πτωχόν, καὶ ξένον εἶναι τε, καὶ ἀκούειν σε, ἢ σκορπίζειν χρήματα καὶ διδόναι τοῖς πένησιν, εἰσαγωγικὸν ὄντα· πίστεως δὲ ἀκρεφνοῦς τὰ πάντα, ὡς ἐν χειρὶ Θεοῦ, τῇ τοῦ πνευματικοῦ πατρὸς ἀναθέσθαι βουλήσει.

Μηδὲ λαβεῖν ὕδατος ποτὸν αἰτήσῃ, εἰ καὶ συμβῇ σε φλέγεσθαι, μέχρις ἂν οἴκοθεν κινηθεὶς ὁ πνευματικός σου πατὴρ προτρέψῃ σε· ἄγχε γὰρ σεαυτόν, καὶ βιάζου ἐν πᾶσι, πείθων καὶ λέγων τῷ λογισμῷ, εἰ θέλει ὁ Θεός, καὶ ἦς ἄξιος τοῦ πιεῖν, ἀποκαλύπτει πάντως τῷ πατρί σου καὶ λέγει σοι, πίε, καὶ τηνικαῦτα πίεσαι μετὰ καθαροῦ συνειδότος, εἰ καὶ παρὰ τὸν καιρὸν ἡ ὥρα ἐστίν.

Ὁ πεῖραν ἐσχηκὼς πνευματικῆς ὠφελείας, καὶ ἀνόθευτον πίστιν κτησάμενος, μάρτυρα τῆς ἁληθείας τὸν Θεὸν προβαλλόμενος εἶπεν· ἐθέμην τοιοῦτον ἐν ἐμαυτῷ λογισμόν, ὡς μήτε φαγεῖν, μήτε πιεῖν αἰτήσασθαι ποτὲ τῷ πατρί μου, ἢ πάρεξ αὐτοῦ μεταλαβεῖν τινὸς τὸ καθόλου, ἕως ἂν ὁ Θεὸς πληροφορήσῃ αὐτὸν καὶ προστάξῃ μοι· καὶ οὕτως ἔχων, οὐδέποτε, φησί, τοῦ σκοποῦ μου ἀπέτυχον.

Ὁ πίστιν κτησάμενος ἐναργῆ πρὸς τὸν κατὰ Θεὸν πατέρα αὐτοῦ, βλέπων αὐτόν, βλέπειν αὐτὸν τὸν Χριστὸν λογίζεται· καὶ συνών, ἢ ἀκολουθῶν αὐτῷ, Χριστῷ συνεῖναι καὶ ἀκολουθεῖν βεβαίως πιστεύει, ὁ τοιοῦτος οὐκ ἐπιθυμήσει ἑτέρῳ τινὶ ὁμιλῆσαί ποτε· οὐ προτιμήσει τί τῶν τοῦ κόσμου πραγμάτων, ὑπὲρ τὴν ἐκείνου μνήμην ὁμοῦ καὶ ἀγάπην· τί γὰρ μεῖζον, ἢ καὶ ὠφελιμώτερον ἐν τῇ παρούσῃ, καὶ ἐν τῇ μελλούσῃ ζωῇ, τοῦ συνεῖναι Χριστῷ; τί δὲ ὡραιότερον ἢ γλυκύτερον τῆς θέας αὐτοῦ; εἰ δὲ καὶ ὁμιλίας ἀξιοῦται τῆς παρ αὐτοῦ, πάντως ζωὴν αἰώνιον ἐκ ταύτης ἀρύεται.

Ὁ ἐκ διαθέσεως τοὺς λοιδοροῦντας, ἢ ἀδικοῦντας, καὶ ἀποστεροῦντας αὐτὸν ἀγαπῶν, καὶ ὑπὲρ τούτων εὐχόμενος, εἰς προκοπὴν ἐν ὀλίγῳ μεγάλην ἀνέρχεται· ἐν αἰσθήσει γὰρ καρδίας τοῦτο γινόμενον, εἰς ἄβυσσον ταπεινώσεως, καὶ εἰς δακρύων πηγὰς τὸ λογιζόμενον καταφέρει· ἐν οἷς καταποντίζεται τὸ τριμερὲς τῆς ψυχῆς· ἀνάγει δὲ εἰς οὐρανὸν ἀπαθείας τὸν νοῦν, καὶ θεωρητικὸν ἀπεργάζεται· καὶ τῇ γεύσει τῆς ἐκεῖθεν χρηστότητος, πάντα σκύβαλα τὰ τοῦ παρόντος βίου ἡγεῖσθαι ποιεῖ· καὶ αὐτήν τε τὴν τροφὴν καὶ πόσιν, μὴ ἐνηδόνως ἢ συχνοτέρως προσίεσθαι.

Οὐ πράξεων μόνον πονηρῶν ἀπέχεσθαι δεῖ, ἀλλὰ καὶ λογισμῶν, καὶ ἐννοιῶν ἐναντίων, σπουδάζειν χρὴ τὸν ἀσκητὴν, ἐλεύθερον εἶναι· ἐνδιατρίβειν δὲ ἀεὶ ταῖς ψυχωφελέσι καὶ πνευματικαῖς ἐνθυμήσεσι· ἵνα οὕτως ἀμέριμνος ἀπὸ τῶν βιωτικῶν διαμένῃ.

Ὥσπερ ὁ ὅλον ἑαυτοῦ ἀπογυμνώσας τὸ σῶμα, ἐὰν καλύμματι τινὶ κεκαλυμμένους ἔχῃ τοὺς ὀφθαλμούς, καὶ οὐ θελήσῃ ἄραι καὶ ἀποσείσασθαι αὐτὸ, οὐ δύναται ἀπὸ μόνης τῆς γυμνότητος τοῦ λοιποῦ σώματος ἰδεῖν τὸ φῶς, οὕτω καὶ ὁ πάντων τῶν ἄλλων πραγμάτων ὁμοῦ καὶ χρημάτων καταφρονήσας καὶ ἀπαλλαγεὶς αὐτῶν τῶν παθῶν, εἰ μὴ καὶ τῶν βιωτικῶν ἐνθυμήσεων, καὶ τῶν πονηρῶν ἐννοιῶν ἐλευθερώσει τὸν τῆς ψυχῆς ὀφθαλμόν, οὐκ ὄψεται ποτὲ τὸ νοητὸν φῶς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ Θεόν.

Ὥσπερ κάλυμμα ἐν ὀφθαλμοῖς ἐπιτεθέν, οὕτω λογισμοὶ κοσμικοί, καὶ βιωτικαὶ ἐνθυμήσεις ἐν διανοίᾳ, ἤγουν ἐν ὀφθαλμῷ ψυχῆς γίνονται· καθ᾽ ὅσον οὖν ἐαθῶσι χρόνον οὐ βλέψομεν· ἐπὰν δὲ ἐξαρθῶσι τῇ τοῦ θανάτου μνήμῃ, τότε τρανῶς ἴδωμεν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον εἰς τὸν ἄνω κόσμον ἐρχόμενον.

Ὁ ἐκ γενετῆς ὢν τυφλός, οὐ γνώσεται οὐδὲ πιστεύσει τῶν γραφομένων τὴν δύναμιν· ὁ δὲ καταξιωθείς ποτε βλέψαι, συμμαρτυρήσει εἶναι ἀληθῆ τὰ λεγόμενα.

Ὁ βλέπων τοῖς αἰσθητοῖς ὀφθαλμοῖς, οἶδε πότε νὺξ, πότε ἡμέρα ἐστίν· ὁ δὲ τυφλός, τὰ ἀμφότερα ἀγνοεῖ· καὶ ὁ πνευματικῶς ἀναβλέψας, καὶ τοῖς νοεροῖς ὁρῶν ὀφθαλμοῖς, θεασάμενος τὸ ἀληθινὸν καὶ ἄδυτον φῶς, ὅταν ἐκ ῥαθυμίας εἰς τὴν προτέραν ἀποστραφῇ τύφλωσιν, καὶ τοῦ φωτὸς ἀποστερηθῇ, εὐαισθήτως ἐπαισθάνεται τῆς τούτου στερήσεως· καὶ πόθεν αὕτη συνέβη γενέσθαι, οὐκ ἀγνοεῖ· ὁ δέ γε μένων τυφλὸς ἐκ γενετῆς, οὐδὲν οὔτε τῇ πείρᾳ, οὔτε τῇ ἐνεργείᾳ τούτων ἐπίσταται· εἰ μή τι ἐξ ἀκοῆς ἀκούσῃ, καὶ μάθῃ, περὶ ὧν οὔποτε ἐθεάσατο, καὶ διηγήσηται ἄλλοις ἅπερ ἀκήκοεν, αὐτοῦ καὶ τῶν ἀκουόντων, περὶ ποίων πραγμάτων ἀλλήλοις προδιαλέγονται, μὴ εἰδότων.

Ἀδύνατον καὶ τὴν σάρκα τῷ κόρῳ τῶν βρωμάτων κατεμπιπλᾶν, καὶ πνευματικῶς τῆς νοερᾶς καὶ θείας ἐπαπολαύειν χρηστότητος· ὅσῳ γὰρ τὴν γαστέρα τίς θεραπεύσει, κατὰ τοσοῦτον ἐκείνης ἑαυτὸν ἀποστερήσει· καθ᾽ ὅσον δὲ τὸ σῶμα ὑπωπιάσει, ἀναλόγως καὶ τῆς πνευματικῆς τροφῆς τε καὶ παρακλήσεως ἐμπλησθήσεται.

Καταλείψωμεν πάντα τὰ ἐπὶ τῆς γῆς μὴ πλοῦτον μόνον καὶ χρυσόν, καὶ τὰς ἄλλας ὕλας τοῦ βίου, ἀλλὰ καὶ τὴν ἐπιθυμίαν τὴν πρὸς αὐτά, τέλειον ἀπὸ τῶν ψυχῶν ἡμῶν ἀπελάσωμεν· μισήσωμεν μὴ μόνον τὰς ἡδονὰς τοῦ σώματος ἀλλὰ καὶ τὰς ἀλόγους κινήσεις αὐτοῦ, καὶ νεκρῶσαι τοῦτο διὰ πόνων σπουδάσωμεν· διὰ τοῦτο γὰρ ἐνεργοῦνται τὰ τῆς ἐπιθυμίας, καὶ εἰς ἔργον ἐξάγονται· καὶ ζῶντος αὐτοῦ, ἀνάγκη πᾶσα τὴν ψυχὴν ἡμῶν νεκρὰν εἶναι, καὶ δυσκίνητον πρὸς πᾶσαν θείαν ἐντολήν, ἢ καὶ παντελῶς ἀκίνητον.

Καθάπερ ἡ φλὸξ τοῦ πυρὸς εἷς ὕψος ἀεὶ αἴρεται, καὶ μᾶλλον ἐὰν στρέψῃς τὴν ὕλην ἀφ᾽ ἧς ἀνάπτεται, οὕτω καὶ ἡ τοῦ κενοδόξου καρδία, ταπεινωθῆναι οὐ δύναται, ἀλλ ὡς ἂν εἴπῃς αὐτῷ τὰ τῆς ὠφελείας αὐτοῦ, μᾶλλον καὶ μᾶλλον ἐπαίρεται· ἐλεγχόμενος γὰρ ἢ καὶ νουθετούμενος, ἀντιλέγει σφοδρῶς· ἐπαινούμενος δὲ ἢ καὶ παρακαλούμενος, ἀνυψοῦται κακῶς.

Ἀνθρωπος μεμελετηκὼς ἀντιλέγειν ἑαυτῷ δίστομος ἐστὶ μάχαιρα, ἀναιρῶν ἀγνώστως τὴν ἰδίαν ψυχήν, καὶ τῆς αἰωνίου ζωῆς ἀλλότριον αὐτὴν ἐργαζόμενος.

Ὁ ἀντιλέγων, ὅμοιος ἐστὶ τῷ ἑκουσίως ἔκδοτον ἑαυτὸν ποιοῦντι τοῖς ὑπεναντίοις τοῦ βασιλέως ἐχθροῖς· ἡ γὰρ ἀντιλογία, ἁρπάγιον ἐστι, δέλεαρ ἔχον τὴν δικαιολογίαν, δι᾽ ἧς ἀπατώμενοι, τὸ ἄγκιστρον καταπίνομεν τῆς ἁμαρτίας· ὑφ᾽ οὖ καὶ ἁρπάζεσθαι εἴωθεν ἡ ἀθλία ψυχή, ἀπὸ τῆς γλώττης καὶ τοῦ λαιμοῦ ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας· καὶ ποτὲ μὲν εἰς ὕψος ὑπερηφανείας ἀνάγεσθαι· ποτὲ δὲ εἰς χάος ἀβύσσου ἁμαρτίας καταβυθίζεσθαι, καὶ μετὰ τῶν ἐξ οὐρανοῦ ἐκπεπτωκότων καταδικάζεσθαι.

Ὁ ἀτιμαζόμενος ἡ ὑβριζόμενος, καὶ σφόδρα ἀλγῶν τὴν καρδίαν, γινωσκέτω ἐκ τούτου ὅτι τὸν παλαιὸν ὄφιν περιφέρει ἐγκόλπιον· εἰμὲν οὖν μετὰ σιωπῆς ὑπομείνῃ, ἢ μετὰ πολλῆς ταπεινώσεως ἀποκριθήσεται, ἀσθενῆ τοῦτον καὶ ἐκλελυμένον εἰργάσατο· εἰ δὲ μετὰ πικρίας ἀντείπῃ, ἢ καὶ λαλήσει μετά θρασύτητος, δέδωκεν ἰσχὺν τῷ ὄφει τὸν ἰὸν ἐκχέαι ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ ἀνημέρως κατεσθίειν τὰ ἐντὸς αὐτοῦ· ὡς ἐντεῦθεν καθ᾽ ἑκάστην ἐνδυναμούμενον αὐτόν, κατάβρωμα ποιεῖσθαι τὴν ἐπ᾽ ἀγαθοῖς διόρθωσιν, καὶ ἰσχὺν τῆς ἀθλίας αὐτοῦ ψυχῆς· καὶ ζῇν μὲν αὐτὸν ἔκτοτε τῇ ἁμαρτίᾳ, νεκρὸν δὲ παντελῶς εἶναι τῇ δικαιοσύνῃ.

Ἐὰν ἀποτάξασθαι βουληθῇς, καὶ τὴν Εὐαγγελικὴν πολιτείαν ἐκδιδαχθῆναι, μὴ ἀπείρῳ, μηδὲ ἐμπαθεῖ διδασκάλῳ ἑαυτὸν ἐκδῶς· ἵνα μὴ ἀντὶ Εὐαγγελικῆς, διαβολικὴν πολιτείαν ἐκδιδαχθῇς· ἐπειδὴ καλῶν διδασκάλων, καλὰ τὰ μαθήματα· κακῶν δέ, κακά· καὶ σπερμάτων πονηρῶν, πάντως πονηρὰ τὰ γεώργια.

Εὐχαῖς καὶ δάκρυσι τὸν Θεὸν καθικέτευσον, πέμψαι σοι ὁδηγὸν ἀπαθῆ τε, καὶ ἅγιον· ἐρευνᾷ δὲ καὶ αὐτὸς τὰς θείας γραφάς, καὶ μάλιστα τὰς τῶν Ἁγίων Πατέρων πρακτικὰς συγγραφάς· ἵνα ταύταις ἀντιπαρατιθεὶς τὰ παρὰ τοῦ διδασκάλου καὶ προεστῶτός σοι διδασκόμενα καὶ πραττόμενα, ὡς ἐν κατόπτρῳ δύνασαι βλέπειν ταῦτα, καὶ καταμανθάνειν· καὶ τὰ μὲν συνάδοντα ταῖς γραφαῖς, ἐγκολποῦσθαι καὶ κατέχειν τῇ διανοίᾳ· τὰ δὲ νόθα καὶ ἀλλότρια, διακρίνειν καὶ ἀποπέμπεσθαι, ἵνα μὴ πλανηθῇς, πολλοὶ γάρ, ἴσθι, πλάνοι καὶ ψευδοδιδάσκαλοι ἐν ταῖς ἡμέραις ταύταις γεγόνασιν.

Πᾶς ὁ μὴ βλέπων, ἄλλους δὲ ὁδηγεῖν ὑπισχνούμενος, πλάνος ἐστί· καὶ τοὺς ἑπομένους αὐτῷ, εἰς βυθὸν ἀπωλείας ἐντίθησιν κατὰ τὴν τοῦ Κυρίου φωνήν· τυφλὸς τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται.

Ὁ τυφλὸς πρὸς τὸ ἓν, τυφλὸς ὅλος πρὸς πάντα ἐστίν, ὁ δὲ βλέπων ἐν τῷ ἑνί, ἐν θεωρίᾳ τῶν πάντων ἐστί· τῆς θεωρίας τε τῶν πάντων γίνεται, καὶ τῶν θεωρουμένων ἔξω ἐστίν, ἐν τῷ ἑνὶ οὕτως ὢν, τὰ πάντα ὁρᾷ· καὶ ἐν πᾶσιν ὢν, οὐδὲν τῶν πάντων ὁρᾷ ὁ βλέπων ἐν τῷ ἑνί, διὰ τοῦ ἑνὸς καὶ ἑαυτόν, καὶ ἅπαντα, καὶ πάντας καθορᾷ· καὶ κεκρυμμένος ὢν ἐν αὐτῷ, οὐδὲν τῶν ἀπάντων ὁρᾷ.

Ὁ μὴ τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἐπουρανίου ἀνθρώπου τε καὶ Θεοῦ, ἐν τῷ λογικῷ καὶ νοερῷ ἀνθρώπῳ, εὐαισθήτως, καὶ γνωστῶς ἐνδυσάμενος, αἷμα μόνον ἐστὶ καὶ σάρξ, πνευματικῆς δόξης αἴσθησιν μὴ δυνάμενος διὰ τοῦ λόγου λαβεῖν· καθάπερ καὶ οἱ ἐκ γενετῆς τυφλοί, διὰ τοῦ λόγου μόνου, τὸ τοῦ ἡλίου φῶς γνῶναι οὐ δύνανται.

Ὁ ἀκούων οὕτως καὶ βλέπων καὶ αἰσθανόμενος, οἶδε τῶν λεγομένων τὴν δύναμιν· ὡς ἤδη τὴν εἰκόνα φορέσας τοῦ ἐπουρανίου, καὶ εἰς ἄνδρα τέλειον ἐλθὼν τοῦ πληρώματος τοῦ Χριστοῦ· καὶ οὕτως ἔχων δύναται καὶ καλῶς ὁδηγεῖν ἐν τῇ ὁδῷ τῶν τοῦ Θεοῦ ἐντολῶν τὸ ποίμνιον τοῦ Θεοῦ· ὁ δὲ μὴ εἰδώς, καὶ ἄλλως ἔχων, πρόδηλός ἐστιν, ὅτι οὐδὲ τὰ αἰσθητήρια τῆς ψυχῆς τετρανωμένα καὶ ὑγιῆ ἐπιφέρεται· ᾧ καὶ μᾶλλον καλῶς ἕξει, τὸ ἄγεσθαι, ἢ τὸ ἄγειν ἐπικινδύνως.

Ὁ τῷ διδασκάλῳ καὶ ὁδηγῷ αὐτοῦ, ὡς Θεῷ ἀτενίζων, ἀντιλέγειν οὐ δύναται· εἰ δὲ οἴεται καὶ λέγει ἀμφότερα ἔχειν, ἴστω, πεπλάνηται· ὁποίαν γὰρ οἱ τοῦ Θεοῦ πρὸς τὸν Θεὸν ἔχουσι τὴν διάθεσιν, ἀγνοεῖ.

Ὁ πιστεύων ἐν τῇ χειρὶ τοῦ ποιμένος αὐτοῦ, τὴν ἑαυτοῦ ὑπάρχειν ζωὴν καὶ τὸν θάνατον, οὐκ ἀντείποι ποτέ· ἡ δὲ τούτων ἄγνοια, ἀντιλογίαν γεννᾷ, τὴν πρόξενον τοῦ νοητοῦ καὶ αἰωνίου θανάτου.

Πρὸ τοῦ λαβεῖν τὴν ἀπόφασιν τὸν κατάδικον, τόπος δίδοται ἀπολογίας αὐτῷ, τῷ δικαστῇ λαλεῖν περὶ ὧν ἔπραξε· μετὰ δὲ τὴν τῶν πρακτέων φανέρωσιν, καὶ τὴν τοῦ δικαστοῦ ἀπόφασιν, οὐδέν, ἢ μικρόν, ἢ μέγα τοῖς βασανίζουσιν ἀντιλέγει.

Πρὸ τοῦ εἰσελθεῖν εἰς τοῦτο τὸ δικαστήριον τὸν Μοναχόν, καὶ φανερῶσαι αὐτοῦ τὰ ἐγκάρδια, ἴσως ἀντιλέγειν ἔξεστιν αὐτῷ· τὰ μὲν κατὰ ἄγνοιαν, τὰ δὲ καὶ ὡς οἰομένῳ κρύπτειν τὰ ἑαυτοῦ· μετὰ δὲ τὴν τῶν λογισμῶν ἀποκάλυψιν, καὶ εἰλικρινῆ ἐξαγόρευσιν, οὐκ ἔξεστιν ἀντιλέγειν τῷ μετὰ Θεὸν δικαστῇ, καὶ ἐξουσιάσῃ αὐτοῦ, μέχρι θανάτου ποτέ· ὁ γὰρ Μοναχὸς ἐν τούτῳ κατ᾽ ἀρχὰς εἰσελθὼν τῷ δικαστηρίῳ, καὶ ἀπογυμνώσας τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ, πέπεισται ἐκ προοιμίων, εἴγε καὶ ὁποσοῦν γνῶσιν κέκτηται, ὅτι μυρίων ὑπάρχει θανάτων ἄξιος· καὶ διὰ τῆς ὑπακοῆς αὐτοῦ καὶ ταπεινώσεως, πάσης τιμωρίας καὶ κολάσεως λυτρωθῆναι πιστεύει· εἰ ὡς ἀληθῶς ἄρα τὸν τρόπον τοῦ μυστηρίου ἐπίσταται.

Ὁ ἀνεξάλειπτα ταῦτα φυλάττων ἐν τῇ ἑαυτοῦ διανοίᾳ, τὴν καρδίαν οὐδέποτε κινηθήσεται, παιδευόμενος, ἢ νουθετούμενος, ἢ ἐλεγχόμενος· ἐπειδὴ ὁ ἐμπίπτων τοῖς τοιούτοις κακοῖς, λέγω δὴ τῇ ἀντιλογίᾳ καὶ ἀπιστίᾳ, τῇ πρὸς τὸν πνευματικὸν πατέρα αὐτοῦ καὶ διδάσκαλον, εἰς πέταυρον καὶ βυθὸν ἅδου, ἔτι ζῶν ἐλεεινῶς καταφέρεται· καὶ οἶκος τοῦ σατανᾶ, καὶ πάσης αὐτοῦ τῆς ἀκαθάρτου δυνάμεως γίνεται, ὡς ἀπειθής, καὶ ἀπωλείας υἱός.

Παρακαλῶ σε τὸν τῆς ὑπακοῆς, ἵνα ταῦτα στρέφῃς συνεχῶς ἐν τῇ διανοίᾳ σου· καὶ πάσῃ σπουδῇ ἀγωνίσασθαι, τοῦ μὴ κατελθεῖν ἐν τοῖς εἰρημένοις τοῦ ἅδου κακοῖς, ἀλλ᾽ οὕτω δέεσθαι θερμῶς τοῦ Θεοῦ καθ᾽ ἑκάστην, καὶ λέγειν· Θεὲ καὶ Κύριε τῶν ἁπάντων, ὁ πάσης πνοῆς καὶ ψυχῆς ἔχων τὴν ἐξουσίαν ὁ μόνος ἰάσασθαί με δυνάμενος, ἐπάκουσον μου τῆς δεήσεως τοῦ ταλαιπώρου, καὶ τὸν ἐν ἐμοὶ ἐμφωλεύοντα δράκοντα, τῇ τοῦ Παναγίου σου Πνεύματος ἐπιφοιτήσει θανατώσας ἀφάνισον· κἀμὲ πτωχὸν καὶ γυμνὸν πάσης ἀρετῆς ὑπάρχοντα, τοῖς τοῦ ἁγίου μου πατρὸς ποσί, μετὰ δακρύων προσπεσεῖν ἀξίωσον· καὶ τὴν ἁγίαν αὐτοῦ ψυχὴν εἰς συμπάθειαν τοῦ ἐλεῆσαί με ἕλκυσον· καὶ δὸς Κύριε ταπείνωσιν τῇ καρδίᾳ μου, καὶ λογισμοὺς πρέποντας ἁμαρτωλῷ συνθεμένῳ σοι μετανοεῖν· καὶ μὴ εἰς τέλος ἐγκαταλείψῃς ψυχὴν ἅπαξ συνταξαμένην καὶ ὁμολογήσασαν καὶ ἀντὶ παντὸς τοῦ κόσμου ἐκλεξαμένην καὶ προτιμησαμένην σε· οἶδας γὰρ, Κύριε, ὅτι θέλω σωθῆναι, εἰ καὶ ἡ πονηρά μου συνήθεια ἐμπόδιόν μου καθίσταται· ἀλλὰ δυνατά σοι, δέσποτα, πάντα ὅσα παρὰ ἀνθρώποις ἀδύνατα.

Οἱ καλὸν τὸν θεμέλιον τῆς πίστεως καὶ ἐλπίδος, ἐν τῇ αὐλῇ τῆς εὐσεβείας, μετὰ φόβου και τρόμου, καὶ ἐπὶ τὴν πέτραν τῆς ὑπακοῆς τῶν πνευματικῶν πατέρων, τοὺς πόδας ἀσαλεύτους ἐρείσαντες, καὶ ὡς ἐκ Θεοῦ στόματος τὰ παρ᾽ ἐκείνων ἐντελλόμενα ἀκούοντες, καὶ τῷ θεμελίῳ τούτῳ τῆς ὑπακοῆς ἀδιστάκτως ἐποικοδομοῦντες, αὐτὰ ἐν ταπεινώσει ψυχῆς, εὐθὺς κατορθοῦσι· καὶ κατορθοῦται αὐτοῖς τὸ μέγα τοῦτο καὶ πρῶτον κατόρθωμα, τὸ ἑαυτοὺς ἀπαρνήσασθαι· τὸ γὰρ πληροῦν ἀλλότριον θέλημα καὶ μὴ τὸ ἑαυτοῦ, οὐ μόνον ἀπάρνησιν τῆς ἰδίας ψυχῆς, ἀλλὰ καὶ νέκρωσιν τὴν πρὸς τὸν κόσμον ἅταντα ἐμποιεῖ.

Τῷ τῷ ἑαυτοῦ πατρὶ ἀντιλέγοντι, συγχαίρουσι δαίμονες· τὸν δὲ μέχρι θανάτου ταπεινούμενον, θαυμάζουσιν Ἀγγελοι· ἔργον γὰρ Θεοῦ ὁ τοιοῦτος ἐργάζεται, ἐξομοιούμενος τῷ Υἱῷ τοῦ Θεοῦ, τῷ τὴν ὑπακοὴν πεπληρωκότι τῷ ἰδίῳ πατρὶ μέχρι θανάτου, θανάτου δὲ Σταυροῦ.

Ὁ πολὺς καὶ ἄκαιρος συντριμμὸς τῆς καρδίας, σκοτίζει καὶ θολοῖ τὴν διάνοιαν· καὶ τὴν μὲν καθαρὰν εὐχὴν καὶ κατάνυξιν ἀπὸ τῆς ψυχῆς ἐξαφανίζει· πόνον δὲ καρδιακὸν ἐμποιεῖ· ἐντεῦθεν δὲ σκληρότητα καὶ καὶ πώρωσιν ἀπειρον· διὰ δὲ τούτων τοῖς πνευματικοῖς οἱ δαίμονες τὴν ἀπόγνωσιν πραγματεύονται.

Ὁπηνίκα σοι ταῦτα ὑπαντήσουσι Μοναχέ, εὕρῃς δὲ ζῆλον καὶ πόθον τελειότητος ἐν τῇ ψυχῇ σου πολύν, ὡς ἐπιθυμῆσαι πᾶσαν μὲν ἐντολὴν πληρῶσαι Θεοῦ, καὶ μηδὲ μέχρις ἀργοῦ λόγου παραπίπτειν καὶ ἁμαρτάνειν· μηδενὸς δὲ τῶν πάλαι ἀπολειφθῆναι ἁγίων κατὰ πρᾶξιν καὶ γνῶσιν καὶ θεωρίαν· ὁρᾶς δὲ κωλυόμενον σαυτὸν παρὰ τοῦ ὑποσπείροντος τὰ τῆς ἀθυμίας ζιζάνια, καὶ μὴ ἐῶντός σε εἰς τοσοῦτον ὕψος ἁγιωσύνης ἐλάσαι ἐν τῷ ὑποβάλλειν αὐτὸν λογισμοὺς ἀθυμίας καὶ λέγειν· ἀδύνατόν σοι μέσον τοῦ κόσμου σωθῆναι, καὶ φυλάξαι πάσας τὰς ἐντολὰς ἀνελλειπῶς τοῦ Θεοῦ· τότε σὺ ἐν μιᾶ καθίσας καταμόνας γωνίᾳ, σύστειλον σεαυτόν, καὶ ἐπισύναξόν σου τὸν λογισμὸν καὶ δὸς ἀγαθὴν βουλὴν τῇ σῇ ψυχῇ καὶ εἰπέ· ἵνα τί περίλυπος εἶ ἡ ψυχή μου; καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεόν ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου, οὐχὶ τὰ ἔργα μου, ἀλλ᾽ ὁ Θεός μου ἐστί· τίς γὰρ καὶ ἐξ ἔργων νόμου δικαιωθήσεται; οὐ δικαιωθήσεται γὰρ ἐνώπιόν σου πᾶς ζῶν· ἀλλ᾽ ἐκ πίστεως τῆς εἰς αὐτὸν τὸν Θεόν μου, ἐλπίζω σωθῆναι διὰ τῆς ἀφάτου εὐσπλαγχνίας αὐτοῦ δωρεάν· ὕπαγε ὀπίσω μου σατανᾶ. Κυρίῳ τῷ Θεῷ μου προσκυνῶ, καὶ αὐτῷ ἐκ νεότητός μου λατρεύω, τῷ δυναμένῳ με σῶσαι ἐν μόνῳ τῷ ἐλέει αὐτοῦ· ἀπόστηθι οὖν ἀπ᾽ ἐμοῦ· ὁ Θεὸς ὁ ποιήσας με κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν αὐτοῦ καταργήσει σε.

Ὁ Θεὸς ἐξ ἡμῶν οὐδὲν ἕτερον ἐπιζητεῖ τῶν ἀνθρώπων, ἀλλ᾽ ἢ τὸ μὴ ἁμαρτάνειν καὶ μόνον· τοῦτο δὲ οὐκ ἔστιν ἔργον νόμου, ἀλλὰ φυλακὴ ἀπαράβατος τῆς εἰκόνος καὶ τοῦ ἄνωθεν ἀξιώματος· ἐν οἷς κατὰ φύσιν ἑστῶτες, καὶ τὸν χιτῶνα φοροῦντες λελαμπρυσμένον τοῦ Πνεύματος, ἐν τῷ Θεῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν· θέσει Θεοὶ καὶ υἱοὶ Θεοῦ χρηματίζοντες, ἐν τῷ φωτὶ τῆς γνώσεως τοῦ Θεοῦ σημειούμενοι.

Ἀκηδία καὶ βάρος τοῦ σώματος, ἐξ ὀκνηρίας καὶ ἀμελείας προσγινόμενα τῇ ψυχῇ, τοῦ συνήθους ἀφιστῶσι κανόνος, καὶ σκότωσιν τῇ διανοίᾳ προξενοῦσι καὶ ἀθυμίαν· ὡς ἐντεῦθεν δειλίας καὶ βλασφημίας λογισμοὺς ἐπιπολάζειν ἐν τῇ καρδίᾳ· καὶ μηδὲ ἐν τῷ συνήθει τόπῳ τῆς προσευχῆς εἰσελθεῖν, τὸν ὑπὸ τοῦ δαίμονος τῆς ἀκηδίας πειραζόμενον δύνασθαι, ἀλλὰ καὶ ὀκνεῖν αὐτόν· καὶ κατὰ τοῦ ποιητοῦ τῶν ἁπάντων ἐνθυμεῖσθαι παράλογα· γνοὺς οὖν τὴν αἰτίαν, καὶ πόθεν σοι ταῦτα ἐπῆλθον, σπουδαίως εἴσελθε εἰς τὸν συνήθη τόπον τῆς προσευχῆς σου, καὶ τῷ φιλανθρώπῳ Θεῷ προσπεσών, δεήθητι μετὰ στεναγμῶν τῆς καρδίας, ἐν ὀδύνῃ καὶ δάκρυσι, τὴν ἀπαλλαγὴν τοῦ βάρους τῆς ἀκηδίας, καὶ τῶν πονηρῶν λογισμῶν ἐξαιτούμενος, καὶ δοθήσεταί σοι, ἐμπόνως κρούοντι καὶ ἐπιμένοντι, ἡ τούτων ἐν τάχει ἐλευθερίᾳ.

Ὁ καθαρὰν τὴν καρδίαν κτησάμενος, οὗτος δειλίαν ἐνίκησεν· ὁ δὲ ἀκμὴν καθαιρόμενος, ποτὲ μὲν βάλλει αὐτήν, ποτὲ δὲ βάλλεται ὑπ᾽ αὐτῆς, ὁ δὲ μηδόλως ἀγωνιζόμενος, ἢ παντελῶς ἀναισθητεῖ, καὶ ἐν τῷ φίλος εἶναι παθῶν καὶ δαιμόνων, ὃς πρὸς τῇ κενοδοξίᾳ καὶ οἴησιν νοσεῖ, δοκῶν εἶναι τί, μηδὲν ὢν, ἢ δειλίας δοῦλος ὑπάρχει καὶ ὑποχείριος, τρέμων ὡς τῷ φρονήματι νήπιος, καὶ φοβούμενος φόβον ἐχεῖ, ἔνθα οὐκ ἔστι φόβος, οὐδὲ δειλία τοῖς φοβουμένοις τὸν Κύριον.

Ὁ φοβούμενος τὸν Κύριον, δαιμόνων ὁρμὰς οὐ φοβεῖται, οὐδὲ τὰς ἀσθενεῖς ἐφόδους αὐτῶν· ἀλλ᾽ οὐδὲ ἀνθρώπων πονηρῶν ἀπειλάς· ὥς περ δέ τις φλὸξ, ἢ φλέγων πῦρ, ὅλως ὢν, ἐν ἀδύτοις τόποις καὶ ἀφεγγέσι, νυκτὸς καὶ ἡμέρας περιζών, φυγαδεύει τοὺς δαίμονας· φεύγοντας μᾶλλον αὐτόν ἤπερ αὐτοὺς ἐκεῖνος, μὴ ἐμπρησθῆναι ὑπὸ τῆς ἐκπεμπομένης ἐξ αὐτοῦ φλογοειδοῦς ἀκτῖνος τοῦ θείου πυρός.

Ὁς τῷ φόβῳ τοῦ Θεοῦ στοιχεῖ, οὕτος μέσον ἀνδρῶν ἀναστρεφόμενος πονηρῶν οὐ φοβεῖται· τὸν φόβον αὐτοῦ ἔνδον ἔχων καὶ φέρων τὸ ἀκαταμάχητον ὅπλον τῆς πίστεως· μεθ᾽ οὖ ἰσχύει καὶ δύναται πάντα δρᾶν, καὶ αὐτὰ τὰ δοκοῦντα δυσχερῆ τοῖς πολλοῖς καὶ ἀδύνατα· ἀλλ᾽ ὥς περ τίς γίγας ἐν μέσῳ πιθήκων, ἢ λέων βρυχόμενος, ἐν μέσῳ κυνῶν καὶ ἀλωπέκων διάγων, πεποιθὼς ἐστὶν ἐπὶ Κύριον· καὶ τῷ στερρῷ· τοῦ φρονήματος καταπλήττει αὐτούς, καὶ ἐκδειματεῖ τὰς φρένας αὐτῶν, ὡς ῥάβδον σιδηρᾶν, τὸν ἐν σοφίᾳ λόγον ἐπιφερόμενος.

Οὐχ ὁ ἡσυχάζων μόνος, ἢ ὁ ὑποτασσόμενος, ἀλλὰ καὶ ὁ ἡγουμενεύων, καὶ ὁ πολλῶν προϊστάμενος, καὶ αὐτὸς ὁ διακονῶν, ἀμέριμνος ὀφείλει εἶναι· ἤγουν ἐλεύθερος ἀπὸ πάντων τῶν βιωτικῶν πραγμάτων ἀναμφιβόλως· εἰ γὰρ μεριμνῶμεν, παραβάται τῆς τοῦ Θεοῦ ἐντολῆς εὑρισκόμεθα, τῆς λεγούσης μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν τί φάγητε, ἢ τί πίητε, ἢ τί ἐνδύσησθε· ταῦτα γὰρ πάντα τὰ ἔθνη ἐπιζητεῖ· καὶ πάλιν· βλέπετε μήποτε βαρυνθῶσιν αἱ καρδίαι ὑμῶν ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς.

Ὁ ἐν τοῖς βιωτικοῖς πράγμασι τὸν λογισμὸν ἔχων μεριμνῶντα, οὐκ ἔστιν ἐλεύθερος· ὑπὸ γὰρ τῆς τούτων μερίμνης κατέχεται καὶ δουλοῦται· κἂν ὑπὲρ ἑαυτοῦ μεριμνᾶ ταῦτα, κἂν δι᾽ ἐτέρους ὁ δὲ ὑπὸ τούτων ἐλεύθερος, οὔτε δι᾽ ἑαυτόν, οὔτε δι᾽ ἑτέρους μεριμνήσει βιωτικῶς· κἂν Ἐπίσκοπος κἂν Διάκονος, κἂν Ἡγούμενος εἶναι τύχῃ· ἀλλ᾽ οὐδὲ ἀργήσει ποτέ, ἢ τινὸς καταφρονήσει τῶν εὐτελεστάτων καὶ μικροτάτων· θεαρέστως δὲ ἅπαντα ποιῶν καὶ πράττων ἀμέριμνος ἐν πᾶσι διατελέσει, καὶ ἐν τῷ βίῳ παντί.

Μὴ καταλύσῃς σου τὴν οἰκίαν, ἐν τῷ βούλεσθαί σε τὴν τοῦ πλησίον οἰκοδομῆσαι· ὅρα γὰρ ὡς χαλεπὸν τὸ ἔργον καὶ δύσκολον· μήποτε προαιρούμενος τοῦτο, καὶ τὴν σὴν καθαιρήσῃς, καὶ ἀνοικοδομῆσαι τὴν ἐκείνου ἰσχύσῃ οὐδόλως.

Ἐὰν μὴ τελείαν ἀπροσπάθειαν τῶν πραγμάτων καὶ τῶν χρημάτων κτήσῃ τοῦ βίου, μὴ θελήσῃς οἰκονομίαν ἐγχρισθῆναι πραγμάτων, ἵνα μὴ ἁλούς ἐν τούτοις, ἀντὶ τοῦ λήψασθαι μισθὸν διακονίας, κλέπτου καὶ ἱεροσύλου καταδίκην ὑφέξης· εἰ δὲ ὑπὸ τοῦ προεστῶτος πρὸς τοῦτο ἐκβιασθῇς, ὡς πῦρ μεταχειριζόμενος, φλέγων διάκεισο· καὶ τὴν προσβολὴν τοῦ λογισμοῦ, δι᾽ ἐξαγορεύσεως καὶ μετανοίας ἀπείργων, ἀβλαβὴς τῇ τοῦ προεστῶτος εὐχῇ διατηρηθήσῃ.

Ὁ μὴ γεγονώς ἀπαθὴς, οὐδὲ ὅτι ἔστιν ἀπάθεια οἶδεν· ἀλλ᾽ οὐδὲ πιστεύει εἴναι τινὰ τοιοῦτον ἐπὶ τῆς γῆς· πῶς γὰρ ὁ μὴ ἑαυτὸν ἀρνησάμενος πρῶτον, καὶ τὸ αἶμα κενώσας προθύμως αὐτοῦ ὑπὲρ τῆς Μακαρίας ταύτης τῷ ὄντι ζωῆς, ἄλλον ὑπονοήσῃ ταῦτα πεποιηκέναι εἰς τὸ κτήσασθαι τὴν ἀπάθειαν; οὕτω δὲ καὶ ὁ δοκῶν Πνεῦμα ἔχειν Ἅγιον, μηδὲν ἔχων, οὐ πιστεύει πώποτε τὰς ἐνεργείας αὐτοῦ γινωσκομένας ἀκούων, ἐν τοῖς τὸ Πνεῦμα τὸ Ἅγιον ἔχουσι· καὶ ὅτι ἔστι τὶς κατὰ τὴν γενεὰν ταύτην ἐπίσης τοῖς Ἀποστόλοις Χριστοῦ, καὶ τοῖς ἀπ᾽ αἰῶνος Ἁγίοις, θείῳ ἐνεργούμενος, καὶ κινούμενος Πνεύματι· ἢ ἐν ὀπτασίᾳ τούτου γνωστῶς καὶ ἐν αἰσθήσει γινόμενος· ἕκαστος γὰρ ἐκ τῆς οἰκείας καταστάσεως, καὶ τὰ τῶν πλησίων κρίνει, ὡς ἔχει, εἴτε ἀρετῆς εἰπεῖν, εἴτε κακίας.

Ἄλλο ἀπάθεια ψυχῆς, καὶ ἄλλο ἀπάθεια σώματος· ἡ μὲν γὰρ καὶ τὸ σῶμα καθαγιάζει, τῇ οἰκείᾳ λαμπρότητι καὶ τῇ φωτοχυσίᾳ τοῦ Πνεύματος· ἡ δὲ αὐτὴ μόνη καθ᾽ ἑαυτήν, εἰς οὐδὲν τὸν κτησάμενον ὠφελεῖν δύναται.

Καθάπερ ὁ ἀπὸ πτωχείας ἐσχάτης, ὑπὸ τοῦ Βασιλέως εἰς πλοῦτον ἀνενεχθείς, καὶ περιφανὲς ἀξίωμα, στολήν τε παρ᾽ αὐτοῦ λαμπρὰν ἐνδυθείς, καὶ πρὸ προσώπου αὐτοῦ ἵστασθαι κελευθείς, αὐτόν τε τὸν Βασιλέα μετὰ πόθου ὁρᾷ, καὶ ὡς εὐεργέτην ὑπεραγαπᾷ, καὶ τὴν στολὴν ἣν ἐνεδύσατο τρανῶς κατανοεῖ, καὶ τὸ ἀξίωμα ἐπιγινώσκει, καὶ τὸν δοθέντα αὐτῷ πλοῦτον ἐπίσταται, οὕτω καὶ ὁ Μοναχός, ὁ ἀληθῶς ἀπὸ τοῦ κόσμου, καὶ τῶν ἐν αὐτῷ πραγμάτων ἀναχωρήσας, καὶ προσελθὼν τῷ Χριστῷ, ἀνακληθείς τε εὐαισθήτως, καὶ πρὸς ὕψος πνευματικῆς θεωρίας, διὰ τῆς τῶν ἐντολῶν ἐργασίας ἀνενεχθείς, αὐτόν τε τὸν Θεὸν ἀπλανῶς ὁρᾷ, καὶ τὴν γενομένην εἰς αὐτὸν ἀλλοίωσιν τρανῶς κατανοεῖ· βλέπει γὰρ ἀεὶ τὴν χάριν τοῦ Πνεύματος τὴν περιλάμπουσαν αὐτόν· ἥτις καὶ ἔνδυμα καλεῖται, καὶ βασίλειος ἀλουργίς· μᾶλλον δὲ ὅπερ αὐτὸς ἐστὶ Χριστὸς ὁ Κύριος· εἴπερ αὐτὸν οἱ εἰς αὐτὸν πιστεύοντες ἐπενδύονται.

Πολλοὶ μὲν ἀναγινώσκουσι τὰς θείας γραφάς· οἱ δὲ καὶ ἀναγινωσκομένας ἀκούουσιν· ὀλίγοι δὲ οἱ τῶν ἀναγινωσκομένων τὴν δύναμιν, καὶ τὴν ἔννοιαν ὀρθῶς εἰδέναι δυνάμενοι· οἳ ποτὲ μὲν ἀδύνατα εἶναι τὰ ὑπὸ τῶν θείων γραφῶν ἀποφαίνονται· ποτὲ δὲ καὶ ἄπιστα παντελῶς ἡγοῦνται· ἢ καὶ ἀλληγοροῦσι ταῦτα κακῶς· καὶ τὰ μὲν κατὰ τὸν ἐνεστῶτα χρόνον λεγόμενα, ὡς πρὸς μέλλοντα ἐκβῆναι κρίνουσι· τὰ δὲ περὶ τῶν μελλόντων εἰρημένα, ὡς ἤδη γεγονότα καὶ καθ᾽ ἑκάστην γινόμενα ἐκλαμβάνονται· καὶ οὕτως οὐκ ἔστι κρίσις ὀρθὴ ἐν αὐτοῖς, οὐδὲ διάγνωσις ἀληθὴς ἐν θείοις καὶ ἀνθρωτίνοις πράγμασιν.

Πάντας τοὺς πιστούς, ὡς ἕνα βλέπειν ὀφείλομεν οἱ πιστοί, καὶ ἐπὶ ἑνὶ ἑκάστῳ αὐτῶν, εἶναι λογίζεσθαι τὸν Χριστόν· καὶ οὕτω τῇ πρὸς αὐτὸν ἀγάπῃ διακεῖσθαι, ὡς ἑτοίμους εἶναι ὑπὲρ αὐτοῦ τιθέναι τὰς ἰδίας ψυχάς· οὐδὲ γὰρ τὸ καθόλου λέγειν, ἢ νομίζειν ὀφείλομεν, τινὰ πονηρόν· ἀλλὰ πάντας ὡς ἀγαθοὺς ὁρᾶν, ὥσπερ εἴπομεν· κἂν γὰρ ὑπὸ παθῶν ὀχλούμενον ἴδῃς, τινά, μὴ τὸν ἀδελφόν, ἀλλὰ τὰ πάθη μίσησον τὰ πολεμοῦντα αὐτόν· κἂν ὑπὸ ἐπιθυμιῶν καὶ προλήψεων τυραννούμενον, ἐπὶ πλεῖον εὐσπλαχνίσθητι· μήποτε καὶ αὐτὸς πειραθῇς, ὡς ὑπὸ τροπὴν ὢν ὕλης εὐπεριστάτου.

Εἴτις κίβδηλος ἐξ ὑποκρίσεως, ἢ ἐξ ἔργων ἐπίμωμος, ἢ πρὸς βραχὺ τεθραυσμένος ἐξ ἑνὸς πάθους, ἢ μικρὸν ἐλλιπὴς ἐξ ἀμελείας ἐν μέρει τυγχάνει, οὐ συγκαταριθμεῖται τοῖς ὁλοκλήροις· ἀλλ᾽ ὡς ἄχρηστος καὶ ἀδόκιμος ἀποβάλλεται· ἵνα μὴ ἐν καιρῷ τάσεως, διαρραγῆναι ποιήσῃ τὸν σύνδεσμον τῆς ἁλύσεως· καὶ διάστασιν ἐν ἀδιαστάτοις, καὶ λύπας ἐν ἀμφοτέροις ἐργάσηται· τῶν μὲν ἔμπροσθεν, ὑπὲρ τῶν ὑστέρων· τῶν δὲ ὑπὲρ τοῦ χωρισμοῦ τῶν προαγόντων ἀλγεινομένων.

Ὁν τρόπον ἐν φλογὶ καιομένης καμίνου, χοῦν ἐπιβαλὼν τὶς ταύτην σβεννύει, τὸν αὐτὸν τρόπον καὶ αἱ βιωτικαὶ μέριμναι, καὶ πᾶς προσπαθείας τρόπος εὐτελοῦς καὶ σμικροτάτου πράγματος, τὴν ἀναφθεῖσαν ἐν ἀρχαῖς θέρμην τῆς καρδίας ἐξαφανίζει.

Πᾶσαν βρῶσιν καὶ πόσιν καὶ καλλωπισμὸν ἐνδυμάτων, ὁ τὸν φόβον ἐγκυμονῶν τοῦ θανάτου βδελύξεται· καὶ ἐνηδόνως οὐ φάγεται ἄρτον· οὐ πίεται ὕδωρ· παρέξει δὲ μόνον τὴν χρείαν τῷ σώματι, ὅσον μόνον αὔταρκες πρὸς τὸ ζῆν· πᾶν θέλημα ἑαυτοῦ ἀπαρνήσεται· καὶ δοῦλος πάντων ἐν διακρίσει τῶν ἐπιταττομένων γενήσεται.

Ὁ δοῦλον ἑαυτὸν δοὺς τοῖς κατὰ Θεὸν πατράσιν αὐτοῦ, διὰ τὸν φόβον τῆς κολάσεως, οὐ τὰ κουφίζοντα τὸν τῆς καρδίας αὐτοῦ πόνον, ἐπιτασσόμενα ἕλοιτο· οὐ τὰ λύοντα τὸν τοῦ φόβου δεσμόν· οὐδὲ τοῖς ἐπὶ τὰ τοιαῦτα φιλικῶς, ἢ κολακευτικῶς, ἢ προστακτικῶς ἐνάγουσιν ὑπακούσεται· ἀλλὰ μᾶλλον τὰ αὐξάνοντα αὐτὸν προτιμήσει, καὶ τὰ τὸν δεσμὸν ἐπισφίγγοντα θελήσει, καὶ τὸν δήμιον ἐνισχύοντα ἀγαπήσει· καὶ ἐν τούτοις ἐμμείνει, ὡς μὴ προσδοκῶν ποτὲ ἐλευθερίαν λήψεσθαι ὅλως ἐξ αὐτῶν· ἡ γὰρ ἐλπὶς τῆς ἀπαλλαγῆς, κουφότερον τὸν πόνον ἐργάζεται· ὅπερ ἐστὶν ἀλυσιτελὲς τῷ μετανοοῦντι θερμῶς.

Παντὶ τῷ κατὰ θεὸν βιοῦν ἀρχομένῳ, ἐπωφελὴς ὁ τῆς κολάσεως φόβος, καὶ ὁ πόνος ὁ τικτόμενος ἐξ αὐτοῦ· ὁ δὲ τοῦ τοιούτου πόνου, καὶ δεσμοῦ χωρὶς ἀρχὴν βαλεῖν φανταζόμενος, οὐκ ἐπὶ ψάμμου μόνον τῶν ἑαυτοῦ πράξεων τὸν θεμέλιον καταβάλλεται, ἀλλὰ καὶ εἰς ἀέρα οἴεται δίχα θεμελίων συνιστάνειν οἰκίαν· ὅπερ πάντῃ ἀδύνατον· ὁ γὰρ πόνος οὕτος, ὅσον οὔπω πᾶσαν χαρὰν ἀποτίκτει· καὶ ὁ δεσμὸς οὗτος, πάντων ἁμαρτημάτων καὶ παθῶν τὰ δεσμὰ διαρρήσσει· καὶ ὁ δήμιος οὗτος, οὐχὶ θάνατον, ἀλλὰ ζωὴν αἰώνιον προξενεῖ.

Ὁς ἂν μὴ θελήσῃ ἀποσκιρτῆσαι καὶ ἐκφυγεῖν τὸν τικτόμενον πόνον, ἀπὸ τοῦ φόβου τῆς αἰωνίου κολάσεως, ἀλλὰ προθέσει καρδίας ἀκολουθήσῃ αὐτῷ, καὶ ἐπισφίγξῃ πλέον τὰ τούτου δεσμὰ ἑαυτῷ ἀναλόγως, συντομωτέρως ὁδεύσει· καὶ πρὸ προσώπου τοῦ βασιλέως τῶν βασιλευόντων παραστήσει αὐτόν· τούτου δὲ γεγονότος, ἅμα τῷ θεάσασθαι αὐτὸν ἀμυδρῶς πρὸς τὴν δόξαν αὐτοῦ, εὐθέως λυθήσονται μὲν τὰ δεσμά· ὁ δὲ δήμιος φόβος, φεύξεται μακρὰν ἀπ᾽ αὐτοῦ· καὶ ὁ ἐν τῇ καρδίᾳ αὐτοῦ πόνος, τραπήσεται εἰς χαράν· καὶ πηγὴ γενήσεται βρύουσα· αἰσθητῶς μὲν δάκρυα ποταμηδὸν ἀεννάως· νοητῶς δὲ γαλήνην, πραότητα, καὶ ἄφραστον γλυκασμόν· ἔτι δὲ ἀνδρείαν, καὶ τὸ πρὸς πᾶσαν ὑπακοήν, ἐλευθερίως, καὶ ἀνεμποδίστως τρέχειν τῶν ἐντολῶν τοῦ Θεοῦ· ὃ τέως τοῖς εἰσαγωγικοῖς ἀδύνατον· τῶν δὲ πρὸς τὸ μέσον κατὰ προκοπὴν ἀνελθόντων, καὶ ἴδιον· τοῖς δέγε τελειουμένοις, φῶς ἡ πηγὴ αὕτη, τῆς καρδίας αἴφνης ἀλλοιουμένης καὶ μεταβαλλομένης γίνεται.

Ὁ ἔνδον αὐτοῦ τὸ φῶς τοῦ Παναγίου Πνεύματος ἔχων, μὴ φέρων τοῦτο ὁρᾶν, εἰς γῆν πρηνὴς πίπτει. κράζει τε καὶ βοᾷ ἐν ἐκπλήξει τε καὶ φόβῳ πολλῷ· ὡς ὑπὲρ φύσιν, ὑπὲρ λόγον, ὑπὲρ ἔννοιαν πρᾶγμα ἰδὼν καὶ παθών· καὶ γίνεται ὅμοιος ἀνθρώπῳ ποθὲν ἀναφθέντι τὰ σπλάγχνα ὑπὸ πυρός· ὑφ᾽ οὖ φλεγόμενος, καὶ τῆς φλογὸς τὸν ἐμπρησμὸν μὴ δυνάμενος φέρειν, ὑπάρχει ὥς περ ἐξεστηκώς· καὶ μηδὲ ἑαυτοῦ γενέσθαι ὅλως ἰσχύων· τοῖς δάκρυσι δὲ καταντλούμενος ἀεννάως, καὶ ὑπὸ τούτων καταψυχόμενος, τὸ πῦρ ἐξάπτει τοῦ πόθου σφοδρότερον· ἐντεῦθεν δὲ τὰ δάκρυα προχέει πλειόνως· καὶ τῇ τούτων ἐκχύσει πλυνόμενος, λαμπρότερον ἀπαστράπτει· ὅτε δὲ ὅλως ἐκπυρωθείς, ὡς φῶς γένηται, τότε πληροῦται τὸ φάσκον, Θεὸν Θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενος, καὶ τοσοῦτον ἴσως, ὅσον ἤδη τοῖς συναφθεῖσιν ἡνώθη, καὶ τοῖς ἐγνωκόσιν ἀπεκαλύφθη.

Πρὸ τοῦ πένθους καὶ τῶν δακρύων, μηδεὶς ἡμᾶς κενοῖς ἀπατάτῳ λόγοις, μηδὲ πλανῶμεν ἑαυτούς· οὐκ ἔστιν ἐν ἡμῖν μετάνοια, οὐδὲ ἀληθὴς μεταμέλεια, οὐδὲ φόβος Θεοῦ ἐν ταῖς καρδίαις ἡμῶν, οὐδὲ κατέγνωμεν ἑαυτῶν, οὐδὲ ἐν αἰσθήσει τῆς μελλούσης κρίσεως καὶ τῶν αἰωνίων βασάνων ἐγένετο ἡ ψυχὴ ἡμῶν· εἰ γὰρ κατέγνωμεν ἑαυτῶν, καὶ ἐκτησάμεθα ταῦτα, καὶ ἐν τούτοις ἐγενόμεθα, εὐθὺς καὶ δάκρυα κατηγάγωμεν ἄν· τούτων γὰρ χωρίς, οὔτε ἡ σκληροκαρδία ἡμῶν ἀπαλυνθῆναι ποτὲ δύναται· οὔτε ἡ ψυχὴ ἡμῶν πνευματικὴν ταπείνωσιν κτήσεται οὔτε ταπεινοὶ γενέσθαι ἰσχύσωμεν· ὁ δὲ μὴ οὕτω γενόμενος, ἑνωθῆναι τῷ Πνεύματι τῷ Ἁγίῳ οὐ δύναται· ὁ δὲ μὴ τούτῳ δι᾽ ἐκκαθάρσεως ἑνωθείς, οὔτε ἐν θεωρίᾳ καὶ γνώσει Θεοῦ γενέσθαι δύναται, οὔτε ἄξιος ἐστὶ τὰς τῆς ταπεινώσεως ἀρετὰς μυστικῶς ἐκδιδάσκεσθαι.

Τοὺς ὑποκρινομένους τὴν ἀρετήν, καὶ τῷ μὲν κωδίῳ τοῦ σχήματος, ἄλλο φαινομένους, ἄλλο δὲ ὄντας κατὰ τὸν ἔσω ἄνθρωπον, πάσης τάχα πεπληρωμένους ἀδικίας, μεστοὺς ζήλου, καὶ ἐριθείας καὶ ἡδονῶν δυσωδίας, ὡς ἀπαθεῖς οἱ πλείους καὶ ὡς ἁγίους τιμῶσι· μὴ κεκαθαρμένον ἔχοντες τὸν τῆς ψυχῆς ὀφθαλμόν, μηδὲ ἐπιγνῶναι αὐτοὺς δυνάμενοι ἐκ τῶν καρπῶν αὐτῶν· τοὺς δὲ ἐν εὐλαβείᾳ καὶ ἀρετῇ, καὶ ἀφελότητι καρδίας διάγοντας, καὶ ἁγίους ὄντας τῷ ὄντι, ὡς τοὺς λοιποὺς τῶν ἀνθρώπων παραλογίζονται· καὶ καταφρονοῦντες αὐτῶν παρατρέχουσι, καὶ ὡς οὐδὲν λογίζονται.

Τὸν λάλον καὶ ἐπιδεικτικόν, διδακτικὸν μᾶλλον, καὶ πνευματικὸν οἱ τοιοῦτοι εἶναι λογίζονται· τὸν δὲ σιωπηλὸν, καὶ περὶ ἀργολογίαν ἀκριβαζόμενον, ἀγροῖκον καὶ ἄφωνον ἀποφαίνονται.

Τὸν ἐν Πνεύματι Ἁγίῳ φθεγγόμενον, οἱ ὑψηλόφρονες, καὶ τὴν ὑπερηφανίαν νοσοῦντες τοῦ διαβόλου, ὡς ὑψηλόφρονα καὶ ὑπερήφανον ἀποστρέφονται, τοῖς λόγοις αὐτοῦ πληττόμενοι μᾶλλον ἦ κατανυσσόμενοι· τὸν δὲ ἀπὸ κοιλίας, ἢ μαθημάτων τορνολογοῦντα, καὶ τῆς αὐτοῦ σωτηρίας καταψευδόμενον, ὑπερεπαινοῦσι καὶ ἀποδέχονται, καὶ οὕτως οὐδεὶς ἐν τοῖς τοιούτοις ἐστὶν ὁ καλῶς καὶ ὡς ἔχει τὸ πρᾶγμα διακρῖναι, καὶ ἰδεῖν δυνάμενος.

Μακάριοι, φησὶν ὁ Θεός, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· καθαρὰν δὲ καρδίαν, οὐχὶ μία ἀρετή, οὐδὲ δύω, οὐδὲ δέκα πεφύκασιν ἐκτελεῖν· ἀλλὰ πᾶσαι ὁμοῦ ὡς εἰπεῖν, οἱονεὶ μία τίς οὖσα, καὶ εἰς ἄκρον κατορθωθεῖσα· καὶ οὐδὲ οὕτω καθαρὰν τὴν καρδίαν μόναι ποιῆσαι δύνανται, δίχα τῆς ἐνεργείας, καὶ παρουσίας τοῦ Ἁγίου Πνεύματος· καθάπερ γὰρ ὁ χαλκεύς, τὴν μὲν τέχνην διὰ τῶν ἐργαλείων αὐτοῦ ἐπιδείκνυται· δίχα δὲ τῆς τοῦ πυρὸς ἐνεργείας, οὐδὲν ὅλως κατασκευάσαι εἰς ἔργον δύναται· οὕτω δὴ καὶ ὁ ἄνθρωπος, πάντα μὲν ποιεῖ, καὶ ὡς ἐργαλεῖα χρῆται ταῖς ἀρεταῖς, ἄνευ δὲ τῆς τοῦ πνευματικοῦ πυρὸς παρουσίας, ἀνενέργητα μένει καὶ ἀνωφελῆ· τὸν ῥύπον καὶ τὸν ἰχῶρα μὴ καθαίροντα τῆς ψυχῆς.

Ἀπὸ μὲν τοῦ θείου Βαπτίσματος, τὴν τῶν ἡμαρτημένων λαμβάνομεν ἄφεσιν, καὶ τῆς πρὶν κατάρας ἐλευθερούμεθα, καὶ τῇ παρουσίᾳ τοῦ Ἁγίου Πνεύματος ἁγιαζόμεθα· τὴν δὲ τελείαν χάριν, κατὰ τὸ ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, οὐ τότε· τοῦτο γὰρ τῶν βεβαιοπίστων, καὶ ἐκ τῶν ἔργων ταύτην ἐπιδεικνύντων ἐστί· μετὰ γὰρ τὸ βαπτισθῆναι ἡμᾶς, πρὸς πονηρὰς καὶ αἰσχρὰς πράξεις ἐκκλίνοντες, καὶ αὐτὸν τὸν ἁγιασμὸν εἰς ἅπαν ἀποβαλλόμεθα· μετανοίᾳ δὲ καὶ ἐξομολογήσει καὶ δάκρυσι, κατὰ ἀναλογίαν τὴν ἄφεσιν πρότερον τῶν ἡμαρτημένων λαμβάνομεν· καὶ οὕτω τὸν ἁγιασμὸν μετὰ τῆς ἄνωθεν χάριτος.

Ἀπὸ μὲν τῆς μετανοίας, ἔκπλυσις τοῦ μολυσμοῦ τῶν αἰσχρῶν πράξεων γίνεται· μετὰ δὲ ταύτην, μετοχῆ Πνεύματος Ἁγίου οὐχ ἁπλῶς δὲ ἀλλὰ κατὰ τὴν πίστιν καὶ τὴν διάθεσιν καὶ τὴν ταπείνωσιν τῶν ἐξ ὅλης μετανοούντων ψυχῆς· οὐ μόνον δὲ ἀλλὰ καὶ μετὰ τὸ τελείαν τὴν ἄφεσιν τῶν ἡμαρτημένων, παρὰ τοῦ πατρὸς καὶ ἀναδόχου λαβεῖν· διὰ τοῦτο καλὸν καθ᾽ ἑκάστην μετανοεῖν, διὰ τὴν κελεύουσαν ἐντολήν· τὸ γὰρ μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν, ἀόριστον ἡμῖν ὑπεμφαίνει τὴν ἐργασίαν.

Ἡ χάρις τοῦ Παναγίου Πνεύματος, ταῖς τῷ Χριστῷ νυμφευομέναις ψυχαῖς, ὡς ἀρραβὼν δίδοται· καὶ καθάπερ ἀρραβῶνος χωρίς, οὐκ ἔχει ἀσφάλειαν ἡ γυνὴ τὴν μετὰ τοῦ ἀνδρὸς συνάφειαν μέλλειν ποτὲ βεβαίως γενήσεσθαι, οὕτως οὐδὲ ψυχὴ βεβαίαν λαμβάνει πληροφορίαν ποτὲ τοῦ μετὰ τοῦ δεσπότου αὐτῆς καὶ Θεοῦ εἰς αἰῶνας συνέσεσθαι, ἢ μυστικῶς καὶ ἀνεκφράστως αὐτῷ συνάπτεσθαι, καὶ τοῦ ἀπροσίτου κάλλους ἐπαπολαύειν αὐτοῦ, εἰ μὴ τῆς χάριτος αὐτοῦ τὸν ἀρραβῶνα λάβει, καὶ γνωστῶς αὐτὸν ἐν ἑαυτῇ κτήσηται.

Ὁν τρόπον οἱ γραφόμενοι συμβολικοὶ χάρται, εἰ μὴ ὑπογραφὰς ἀξιοπίστων μαρτύρων δέξωνται, οὐκ ἔστι ὁ ἀρραβὼν βέβαιος, οὕτως οὐδὲ πρὸ τῆς ἐργασίας τῶν ἐντολῶν, καὶ τῆς τῶν ἀρετῶν κτήσεως, ἀσφαλὴς ἡ τῆς χάριτος ἔλλαμψις γίνεται· ὅπερ γὰρ ἐν τοῖς συμφώνοις οἱ μάρτυρες, τοῦτο ἐπὶ τοῦ πνευματικοῦ ἀρραβῶνος, ἡ τῶν ἐντολῶν ἐργασία, καὶ αἱ ἀρεταὶ καθεστήκασι, τελείαν γὰρ διὰ τούτων λαμβάνει τὴν τοῦ ἀρραβῶνος κατάσχεσιν, ἕκαστος τῶν μελλόντων σωθήσεσθαι.

Πρῶτον οἱονεὶ τὰ σύμφωνα γράφονται διὰ τῆς ἐργασίας τῶν ἐντολῶν, εἶτα ὑπὸ τῶν ἀρετῶν ἐπισφραγίζονται καὶ ὑπογράφονται· καὶ τηνικαῦτα ἐπιδίδωσι τὸν δακτύλιον ὁ νυμφίος Χριστὸς τῇ νύμφῃ ψυχῇ, ἤγουν τὸν ἀρραβῶνα τοῦ πνεύματος.

Ὥσπερ ἡ νύμφη πρὸ τοῦ γάμου τὸν ἀρραβῶνα μόνον παρὰ τοῦ νυμφίου λαμβάνει τὴν δὲ συμφωνηθεῖσαν προῖκα, καὶ τὰς ἐν αὐτῇ ὑποσχεθείσας δωρεὰς, μετὰ τὸν γάμον λαβεῖν ἀπεκδέχεται· οὕτω δὴ καὶ ἡ νύμφη τῶν πιστῶν Ἐκκλησία, καὶ ἡ ψυχὴ ἑνὸς ἑκάστου ἡμῶν· πρῶτον ὑπὸ τοῦ νυμφίου Χριστοῦ τὸν ἀρραβῶνα μόνον λαμβάνει τοῦ Πνεύματος· τὰ δὲ αἰώνια ἀγαθά, καὶ τὴν οὐράνιον βασιλείαν, μετὰ τὴν ἐνθένδε ἀποδημίαν λαβεῖν ἀπεκδέχεται, πληροφορουμένη διὰ τοῦ ἀρραβῶνος· ὑποδεικνύοντος, ὡς ἐν ἐσόπτρῳ, ταῦτα αὐτῇ καὶ βεβαιοῦντος τὰ συμπεφωνημένα μετὰ τοῦ δεσπότου αὐτῆς καὶ Θεοῦ.

Καθάπερ βραδύνοντος τοῦ νυμφίου ἐν ἀποδημίᾳ, ἢ ἀπασχολουμένου ἐν ἑτέραις τισὶν ὑποθέσεσι, καὶ τὸν γάμον τέως ὑπερτιθεμένου ποιῆσαι, ἐὰν ὀργισθεῖσα ἡ νύμφη, τῆς ἐκείνου ἀγάπης καταφρονήσῃ, καὶ τὸν ἀρραβωνικὸν χάρτην, ἢ ἀπαλείψει, ἢ διαρρήξει, ἐκπίπτει τῶν πρὸς τὸν νυμφίον ἐλπίδων εὐθύς· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς πέφυκε γίνεσθαι· ἐπὰν γὰρ εἴπῃ τίς τῶν ἀγωνιζομένων, ἕως πότε κακοπαθεῖν ὀφείλω; καὶ τῶν ἀσκητικῶν πόνων τε καὶ ἀγώνων κατολιγορήσῃ, καὶ διὰ τῆς ἀμελείας τῶν ἐντολῶν, καὶ καταλείψεως τῆς διηνεκοῦς μετανοίας, οἱονεὶ ἀπαλείψῃ καὶ διαρρήξῃ τὰ σύμφωνα, εὐθὺς ἐκπίπτει καὶ τοῦ ἀρραβῶνος, καὶ τῆς πρὸς Θεὸν ἐλπίδος τελείως.

Ὥσπερ ἡ νύμφη ἐὰν πρὸς ἕτερον τὴν ἀγάπην τοῦ ἁρμοσθέντος αὐτῇ νυμφίου μετάθηται καὶ συγκοιτασθῇ αὐτῷ φανερῶς ἢ λαθραίως, οὐ μόνον οὐδὲν ἐκ τῶν ὑποσχεθέντων αὐτῇ παρὰ τοῦ νυμφίου λαμβάνει, ἀλλὰ καὶ τιμωρίαν καὶ μέμψιν τὴν ἐκ τοῦ νόμου προσδοκήσει ἀξίως· οὕτω δὴ καὶ ἐπὶ ἡμῶν γίνεσθαι πέφυκεν· ἐὰν γὰρ μετάθηταί τις τὴν ἀγάπην τοῦ νυμφίου Χριστοῦ, πρὸς ἄλλου τινὸς πράγματος ἐπιθυμίαν, φανερῶς ἢ λαθραίως, καὶ κρατηθῇ ἡ καρδία αὐτοῦ ἐν αὐτῷ, μισητὴ ἐστὶ τῷ νυμφίῳ, καὶ βδελυκτή, καὶ ἀναξία τῆς συναφείας αὐτοῦ· εἴρηκε γάρ, ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ.

Δέον ἕκαστον ἐκ τῶν τοιούτων σημείων κατανοεῖν, εἰ τὸν ἀρραβῶνα τοῦ Πνεύματος, ἐκ τοῦ νυμφίου καὶ δεσπότου Χριστοῦ, εἴληφεν· καὶ εἰ μὲν ἔλαβε, σπουδαζέτω τοῦτον κατέχειν· εἰ δὲ μήπω τοῦτον λαβεῖν ἠξιώθη, σπουδασάτω διὰ τῶν ἔργων τῶν ἀγαθῶν, καὶ πράξεων, καὶ θερμοτάτης μετανοίας αὖθις λαβεῖν, καὶ φυλάξαι αὐτὸν διὰ τῆς ἐργασίας τῶν ἐντολῶν, καὶ τῆς τῶν ἀρετῶν ἐπικτήσεως.

Καθάπερ ἡ στέγη πάσης οἰκίας, διὰ τῶν θεμελίων καὶ τῆς λοιπῆς κτίσεως ἵσταται· ὡσαύτως δὲ καὶ τὰ θεμέλια, διὰ τὸ τὴν στέγην βαστάζειν καταβάλλονται, ὡς ἀναγκαῖα καὶ χρήσιμα· καὶ οὔτε στέγη δίχα θεμελίων συνίστασθαι πέφυκεν, οὔτε θεμέλιοι ἄνευ στέγης τῷ βίῳ χρειώδεις, ἢ ὅλως ὡφέλιμοί εἰσιν· οὕτω καὶ ἡ τοῦ Πνεύματος χάρις συντηρεῖται διὰ τῆς ἐργασίας τῶν ἐντολῶν· καὶ αἱ πράξεις τῶν ἐντολῶν, διὰ τὴν τοῦ Θεοῦ δωρεάν, ὡς θεμέλιοι καταβάλλονται· καὶ οὔτε ἡ χάρις τοῦ Πνεύματος παραμένειν ἡμῖν πέφυκεν, ἄνευ τῆς τῶν ἐντολῶν ἐργασίας· οὔτε ἡ τῶν ἐντολῶν ἐργασία, ἄνευ τῆς χάριτος τοῦ Θεοῦ, χρήσιμος καὶ ὠφέλιμός ἐστιν.

Ὁν τρόπον ἡ ἄστεγος οἰκία, ἡ ἀπὸ ἀμελείας τοῦ κτίσαντος οὕτως ἐαθεῖσα, οὐ μόνον ἄχρηστός ἐστιν, ἀλλὰ καὶ καταγελᾶσθαι τῷ κτίσαντι προξενεῖ· οὕτω καὶ ὁ τοὺς θεμελίους τῆς ἐργασίας τῶν ἐντολῶν καταβαλλόμενος, καὶ τοίχους ὑψηλῶν ἀρετῶν ἀναστήσας, ἐὰν μὴ καὶ τὴν χάριν τοῦ Ἁγίου Πνεύματος, ἐν θεωρίᾳ καὶ γνώσει ψυχῆς λήψεται, ἀτελής ἐστι, καὶ παρὰ τῶν τελείων κατελεούμενος· ἐκ γὰρ τῶν δύω τούτων αἰτιῶν, ταύτης πάντως ἐστέρηται, ἦ γὰρ τῆς μετανοίας ἡμέλησεν· ἢ πρὸς τὴν τῶν ἀρετῶν συλλογήν, ὡς πρὸς ἄπειρον ὕλην ἀπειρηκὼς ἐνέλειψε τινά, τῶν δοκούντων μὲν ἡμῖν ἐλαχίστων, ἀναγκαίων δὲ ὄντων πρὸς τὸν ἀπαρτισμὸν τοῦ οἴκου τῶν ἀρετῶν· ὡς μὴ δύνασθαι ἄνευ ἐκείνων, διὰ τῆς τοῦ Πνεύματος χάριτος, στεγασθῆναι αὐτόν.

Εἰ διὰ τοῦτο ἐπὶ τῆς γῆς ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς κατῆλθεν, ἵνα δι᾽ ἑαυτοῦ καταλλάξῃ ἡμᾶς, ἐχθροὺς ὄντας, τῷ ἰδίῳ Πατρί, καὶ συνάψῃ γνωστῶς ἡμᾶς ἑαυτῷ, διὰ τοῦ Ἁγίου καὶ ὁμοουσίου Πνεύματος αὐτοῦ, ὁ ταύτης ἐκπίπτων τῆς χάριτος, ἄλλης ποίας τεύξεται; πάντως οὐδὲ κατηλλάγη αὐτῷ· οὐδὲ τὴν μετ᾽ αὐτοῦ ἕνωσιν, διὰ τῆς μετουσίας τοῦ Πνεύματος ἔσχηκεν.

Τῶν μὲν ἐμπαθῶν ἐπιθυμιῶν καὶ ἡδονῶν, ὁ μετασχὼν τοῦ θείου Πνεύματος, ἀπαλλάττεται· τῶν δὲ τῆς φύσεως σωματικῶν ἀναγκῶν, οὐ χωρίζεται· καὶ ὡς μὲν ἐλευθερωθεὶς τῶν δεσμῶν τῆς ἐμπαθοῦς ὀρέξεως, καὶ συναφθεὶς τῇ ἀθανάτῳ δόξῃ τε καὶ γλυκύτητι, ἀδιαλείπτως ἄνω τε βιάζεται εἶναι, καὶ σὺν Θεῷ διάγειν· καὶ μηδὲ πρὸς βραχὺ τῆς ἐκείνου θεωρίας ἀφίστασθαι καὶ ἀκορέστου τρυφῆς· ὡς δὲ τῷ σώματι καὶ τῇ φθορᾷ ἐμπεδούμενος, ὑπ᾽ αὐτοῦ κατασπᾶται καὶ σύρεται, καὶ πρὸς τὰ γήϊνα ἐπιστρέφεται· καὶ τοσαύτην τηνικαῦτα ὑπὲρ τούτων τὴν λύπην ἔχει, ὅσην, οἶμαι, ἁμαρτωλοῦ ψυχὴν, χωριζομένην ἔχειν ἀπὸ τοῦ σώματος.

Ὥσπερ τῷ φιλοσωμάτῳ καὶ φιλοζώῳ, τῷ φιληδόνῳ καὶ φιλοκόσμῳ, ὁ χωρισμὸς τῶν τοιούτων θάνατος ἐστίν, οὕτω τῷ φιλάγνῳ καὶ φιλοθέῳ, τῷ φιλαύλῳ καὶ φιλαρέτῳ, θάνατος τῷ ὄντι ἐστὶν ἐκ τῶν τοιούτων ἡ μικρὰ τῆς διανοίας διάστασις· εἰ γὰρ ὁ τὸ φῶς ὁρῶν τὸ αἰσθητόν, ἐὰν μικρὸν μύσῃ τοὺς ὀφθαλμοὺς, ἢ κατακαλυφθῇ τούτους ὑφ᾽ ἑτέρου, ἄχθεται καὶ λυπεῖται καὶ φέρειν ὅλως τοῦτο οὐ δύναται· καὶ μάλιστα ἐὰν ἀναγκαῖά τινα, καὶ παράδοξα ἦν ὁρῶν· πόσῳ μᾶλλον ὁ ἐν Ἁγίῳ φωτιζόμενος Πνεύματι, καὶ τὰ ἀγαθὰ ἐκεῖνα ὁρῶν ὕπαρ καὶ νοερῶς, ἐγρηγορῶν καὶ καθεύδων, ἃ ὀφθαλμὸς οὐκ οἶδε, καὶ οὖς οὐκ ἤκσυσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, εἰς ἃ παρακύψαι καὶ Ἀγγελοι ἐπιθυμοῦσιν· ἐὰν ἀποσπασθῇ ἐκ τῆς τῶν τοιούτων θεωρίας ὑπό τινος, λυπηθήσεται καὶ θλιβήσεται· θάνατος γὰρ αὐτῷ δοκεῖ τοῦτο, καὶ ἀλλοτρίωσις εἰκότως τῆς αἰωνίου ζωῆς.

Πολλοὶ μὲν τὸν ἐρημικόν, ἄλλοι δὲ τὸν μιγάδα, ἤγουν τὸν κοινοβιακὸν ἐμακάρισαν βίον· ἕτεροι δὲ τὸ προίστασθαι λαοῦ, νουθετεῖν τε καὶ διδάσκειν καὶ συνιστᾶν Ἐκκλησίας· ἐξ ὧν διάφοροι σωματικῶς τε καὶ ψυχικῶς πεφύκασι διατρέφεσθαι· ἐγὼ δέ, οὐδέτερον τούτων τοῦ ἑτέρου προκρίναιμι· οὐδέ, τὸν μὲν ἐπαίνου, τὸν δὲ ψόγου ἄξιον εἴποιμι ἄν· ἀλλ᾽ ἐν παντὶ καὶ ἐν πᾶσιν ἔργοις καὶ πράξεσιν, ὁ διὰ Θεόν, καὶ κατὰ Θεὸν βίος, παμμακάριστος.

Καθάπερ ἐκ διαφόρων τοῦ βίου ἐπιστημῶν καὶ τεχνῶν, ὁ τῶν ἀνθρώπων βίος συνίσταται, ἄλλου ἄλλην ἐργαζομένου δηλονότι καὶ συνεισφέροντος, καὶ ἀλλήλοις οὕτω μεταδιδόντες, καὶ ἐξ ἀλλήλων μεταλαμβάνοντες ζῶσιν οἱ ἄνθρωποι, τὰς σωματικάς χρείας τῇ φύσει παρέχοντες· οὕτως ἐστὶν ἰδεῖν καὶ ἐπὶ τῶν πνευματικῶν· ἄλλου ἄλλην ἀρετὴν μετιόντος, καὶ ἑτέρου ἑτέραν, βίου ὁδὸν διανύοντος εἰς ἕνα σκοπὸν ἐξ ἀμφοτέρων πάντων τούτων, οἱ πάντες συντρέχουσιν.

Σκοπὸς πάντων τῶν κατὰ Θεὸν πολιτευομένων ἐστί, τὸ εὐαρεστῆσαι Χριστῷ τῷ Θεῷ ἡμῶν καὶ τὴν καταλλαγὴν διὰ τῆς τοῦ Πνεύματος μετουσίας πρὸς τὸν Πατέρα λαβεῖν, καὶ τὴν ἑαυτῶν σωτηρίαν διὰ τοῦτο πορίσασθαι· τοῦτο γὰρ πάσης ψυχῆς σωτηρία ἐστίν· οὖ, μὴ γινομένου, κενὸς ὁ κόπος καὶ ματαία ἡ ἐργασία ἡμῶν· ἀνόνητός τε πᾶσα βίου ὁδὸς ἡ μὴ πρὸς τοῦτο τὸν ἐν αὐτῇ τρέχοντα φέρουσα.

Ἔοικεν ὁ τὸν κόσμον ἅπαντα καταλείψας, πρὸς τὸ ὄρος δὲ, ὡς πρὸς ἡσυχίαν ἀναχωρήσας, κἀκεῖθεν ἐπιδεικτικῶς γράφων πρὸς τοὺς ἐν τῷ κόσμῳ καὶ τοὺς μὲν μακαρίζων, τοὺς δὲ κολακεύων καὶ ἐπαινῶν, τῷ γυναικὸς πόρνης δυσείμονός τε καὶ παγκάκου διαζευχθέντι, καὶ εἰς χώραν μακρὰν ἀποδημήσαντι, πρὸς τὸ ἀπαλλαγῆναι καὶ τῆς μνήμης αὐτῆς, εἶτα, ἐπιλαθομένῳ τὸν σκοπόν· δι᾽ ὃν τὸ ὅρος κατείληφε, καὶ πρὸς τοὺς τῇ πόρνῃ ἐκείνῃ συναναστρεφομένους, ἵν᾽ εἴπω, καὶ συμμιαινομένους, γράφειν ὀρεγομένῳ, καὶ αὐτοὺς μακαρίζοντι· ὃς εἰ καὶ μὴ τῷ σώματι, ἀλλὰ τῇ καρδίᾳ πάντως καὶ τῷ νοὶ συμπάσχει, ἐκ προθέσεως τοὺς τοιούτους ἀποδεχόμενος, οἱονεὶ τῆς μετ᾽ ἐκείνης αὐτῶν συμπλοκῆς.

Ὅσῳ οἱ ἐν μέσῳ τοῦ κόσμου στρεφόμενοι, καὶ καθαρεύοντες τὰς αἰσθήσεις καὶ τὰς καρδίας ἀπὸ πάσης πονηρᾶς ἐπιθυμίας, ἐπαινετοὶ καὶ μακάριοι, τοσούτῳ οἱ ἐν ὄρεσι καὶ σπηλαίοις ἐνδιαιτώμενοι, οἱ τῶν ἐπαίνων καὶ μακαρισμῶν ἐφίενται τῶν ἀνθρώπων, ψεκτοὶ καὶ ἀπόβλητοι· ὡς γὰρ μοιχεύοντες παρὰ τῷ τὰς καρδίας ἡμῶν ἔρευ νῶντι Θεῷ ἔσονται· ὁ γὰρ ἐπιθυμῶν ἀκουσθῆναι τὸν βίον αὐτοῦ, καὶ τὸ ὄνομα, καὶ τὴν πολιτείαν ἐν τῷ κόσμῳ, ἐκπορνεύει, κατὰ τὸν πάλαι τῶν Ἰουδαίων λαὸν ἀπὸ Θεοῦ, ὡς φησὶν ὁ Δαβίδ.

Ὁ πίστει τῇ πρὸς τὸν Θεὸν ἀδιστάκτῳ τῷ κόσμῳ καὶ τοῖς ἐν κόσμῳ ἀποταξάμενος καὶ πιστεύων ὅτι ἐλεήμων ἐστὶ καὶ οἰκτίρμων ὁ Κύριος, καὶ προσδέχεται τοὺς ἐν μετανοίᾳ προσερχομένους αὐτῷ, εἰδὼς δι ἀτιμίας τιμᾶν τοὺς δούλους αὐτοῦ, καὶ διὰ πτωχείας ἄκρας, πλουτίζειν αὐτοὺς καὶ δι᾽ ὕβρεων καὶ ἐξουδενώσεων δοξάζειν αὐ τούς· καὶ διὰ θανάτου, τῆς αἰωνίου ζωῆς μετόχους αὐτοὺς καὶ κληρονόμους ἀποκαθιστᾶν, κατεπείγεται, ὡς ἔλαφος διψῶσα ἐπὶ τὴν ἀθάνατον πηγὴν δι᾽ αὐτῶν· καὶ πρὸς τὸ ἄναντες ἐν αὐτοῖς ὡς ἐν κλίμακι βαίνειν, δι᾽ ἧς Ἄγγελοι μὲν ἀναβαίνουσι καὶ κατέρχονται, πρὸς βοήθειαν τῶν ἀνερχομένων, Θεὸς δὲ ἄνωθεν, τὴν κατὰ δύναμιν ἡμῶν πρόθεσιν καὶ σπουδὴν ἀναμένων κάθηται· οὐχ ὅτι πονοῦντας ἡμᾶς τέρπεται ὁρᾶν, ἀλλ᾽ ὡς ὄφλημα θέλων τοὺς μισθοὺς διδόναι ἡμῖν, ὁ φιλάνθρωπος.

Τοὺς ἀδιστάκτως αὐτῷ προσερχομένους, οὐκ ἐᾷ ὅλως καταπεσεῖν ὁ Θεός· ἀλλὰ ἀδυνατοῦντας βλέπων αὐτούς, συνεργεῖ καὶ βοηθεῖ, ὀρέγων αὐτοῖς χεῖρα δυνάμεως ἄνωθεν, καὶ πρὸς ἑαυτὸν ἐπανάγει, συνεργεῖ τε φανερῶς ἅμα καὶ ἀφανῶς· ἀγνώστως καὶ γνωστῶς, μέχρις οὖ, πᾶσαν ἀνελθόντες τὴν κλίμακα, αὐτῷ προσεγγίσωσι, καὶ ὅλοι ὅλῳ ἑνωθῶσι, καὶ ἁπάντων ἐπιλάθωνται τῶν ἐπιγείων συνόντες αὐτῷ ἐκεῖσε, εἴτε ἐν σώματι, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα· καὶ συμπολιτευόμενοι, καὶ τῶν ἀπορρήτων ἐπαπολαύοντες ἀγαθῶν.

Δίκαιον ἐστὶ τῇ ζεύγῃ πρῶτον τῶν ἐντολῶν ὑποτιθέναι τοῦ Χριστοῦ τοὺς αὐχένας ἡμῶν, καὶ μὴ παροιστρεῖν, μὴ δ᾽ ὀπισθοποδεῖν· ἀλλ᾽ ὀρθῶς καὶ προθύμως μέχρι θανάτου βαίνειν ἐν αὐταῖς, καὶ ἑαυτοὺς ἡμᾶς νεουργεῖν, τὸν νέον ὄντως Θεοῦ Παράδεισον· μέχρις οὗ μετὰ Πατρὸς ὁ Υἱὸς διὰ τοῦ Ἁγίου, εἰσέλθῃ καὶ κατοικήσῃ Πνεύματος ἐν ἡμῖν· καὶ τηνικαῦτα ὅταν ὅλον αὐτὸν κτησώμεθα ἔνοικον καὶ διδάσκαλον, ᾧ τινι ἂν ἐξ ἡμῶν προστάξῃ, καὶ οἵαν ἐμπιστοσύνῃ διακονίαν, ταύτην ἐγχειρισθήσεται· καὶ κατὰ τὸ ἐκείνῳ δοκοῦν ποιήσει προθύμως· οὐκ ἔξεστι δὲ πρὸ καιροῦ ταύτην ἐπιζητεῖν· ἀλλ᾽ οὐδὲ διδομένην ἐξ ἀνθρώπων λαβεῖν καταδέχεσθαι· ἀλλ᾽ ἐμμένειν ταῖς ἐντολαῖς τοῦ δεσπότου ἡμῶν καὶ Θεοῦ· καὶ τὸ πρόσταγμα αὐτοῦ ἀπεκδέχεσθαι.

Μετὰ τὸ ἐγχειρισθῆναι ἡμᾶς διακονίαν θείων πραγμάτων, καὶ ἐν αὐτῇ διαπρέψαι, εἰ ἐπιτραπῶμεν ὑπὸ τοῦ πνεύματος, πρὸς ἑτέραν μεταβῆναι διακονίαν, ἢ ἐργασίαν ἢ πρᾶξιν, μὴ ἀντιτείνωμεν, ὁ γὰρ Θεός, οὔτε ἀργοὺς ἡμᾶς εἶναι, οὔτε ἐν μιᾷ καὶ τῇ αὐτῇ ἐργασίᾳ ἐν ῇ ἠρξάμεθα, μέχρι τέλους ἐμμένειν βούλεται, ἀλλὰ προκόπτοντας καὶ ἀεικινήτους εἴναι πρὸς τὴν τῶν κρειττόνων ἐπιτυχίαν, τῷ θείῳ δηλαδή, καὶ μὴ τῷ οἰκείῳ στοιχοῦντες θελήματι.

Ὁ τὸ ἴδιον θέλημα ἀπονεκρῶσαι σπουδάζων, τὸ τοῦ Θεοῦ ποιεῖν θέλημα ὀφείλει, καὶ ἀντὶ τοῦ οἰκείου θελήματος, τὸ τοῦ Θεοῦ ἀντεισάγειν ἐν ἑαυτῷ, καὶ ἐμφυτεύειν καὶ ἐγκεντρίζειν τοῦτο ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ πρὸς τούτοις σκοπεῖν ἀκριβῶς, εἰ τὰ φυτευόμενα καὶ ἐγκεντριζόμενα, τὰ μὲν εἰς βάθος ποῦ ῥιζωθέντα φύει· τὰ δὲ καὶ συνουλωθέντα καὶ ἐνωθέντα εἰς δένδρον ἐγένοντο ἕν· εἰ ηὐξήθησαν, καὶ ἐξήνθησαν, καὶ καρπὸν ὡραῖον καὶ γλυκὺν πεποιήκασιν· ὥστε ἀγνοηθῆναι παρ᾽ αὐτοῦ καὶ τὴν προϋποδεξαμένην τὸν σπόρον γῆν, καὶ τὴν ῥίζαν ἐφ᾽ ἣν ἐνεκεντρίσθη τὸ ἀκατανόητον καὶ ἄφραστον ἐκεῖνο, καὶ ζωηφόρον φυτόν.

Ὁ ἐκκόπτων τὸ ἴδιον θέλημα διὰ τὸν τοῦ Θεοῦ φόβον, ἀγνώστως οὕτως, ὡς οὐκ οἶδεν, ὁ Θεὸς χαρίζεται αὐτῷ τὸ ἑαυτοῦ θέλημα· καὶ ἀνεξάλειπτον αὐτὸ διατηρεῖ ἐν τῇ καρδίᾳ αὐτοῦ· καὶ διανοίγει τοὺς ὀφθαλμοὺς τῆς διανοίας αὐτοῦ τοῦ ἐπιγινώσκειν αὐτό· καὶ ἰσχὺν δίδωσι τοῦ ἐκπληροῦν αὐτό· ταῦτα δὲ ἡ χάρις τοῦ Ἁγίου Πνεύματος ἐνεργεῖ· καὶ χωρὶς αὐτῆς γίνεται οὐδέν.

Εἰ πάντων σου τῶν ἁμαρτημάτων τὴν ἄφεσιν ἔλαβες, εἴτε δι᾽ ἐξαγορεύσεως, εἴτε διὰ τῆς ἀμφιέσεως τοῦ Ἁγίου καὶ Ἀγγελικοῦ σχήματος, πόσης σοι τοῦτο ἔσται ἀγάπης καὶ εὐχαριστίας καὶ ταπεινώσεως αἴτιον; ὅτι μυρίων ὑπάρχων τιμωριῶν ἄξιος, οὐ μόνον τούτων ἀπηλλάγης, ἀλλὰ καὶ υἱοθεσίας, καὶ δόξης, καὶ οὐρανῶν ἀξιοῦσαι βασιλείας· ταῦτα στρέφων ἐν διανοίᾳ, καὶ διαπαντὸς ἐνθυμούμενος, ἕτοιμος ἔσο, καὶ προπαρασκευάζου μὴ ἀτιμάσαι τὸν σὲ ποιήσαντα καὶ τιμήσαντα, καὶ τὰ μυρία συγχωρήσαντα πταίσματα· ἀλλὰ πᾶσί σου ἔργοις δοξάσαι καὶ τιμῆσαι αὐτόν· ἵνα καὶ αὐτός σε μειζόνως ἀντιδοξάσῃ· ὃν τετίμηκεν ὑπὲρ ἅπασαν τὴν ὁρωμένην κτίσιν, καὶ φίλον αὐτοῦ ὀνομάσει σε γνήσιον.

Ὅσῳ ψυχὴ τιμιωτέρα τοῦ σώματος τυγχάνει, τοσοῦτο ὁ λογικὸς ἄνθρωπος κρείσσων τοῦ παντὸς κόσμου ἐστίν· μὴ γὰρ τὰ μεγέθη τῶν ἐν αὐτῷ κτισμάτων κατανοῶν, καὶ διὰ τοῦτο τιμιώτερά σοι ταῦτα εἶναι νόμιζε ἄνθρωπε· ἀλλὰ πρὸς τὴν δοθεῖσάν σοι χάριν ἀποβλέψας, καὶ τῆς νοερᾶς καὶ λογικῆς σου ψυχῆς τὴν ἀξίαν καταμαθών, ἀνύμνει τὸν ὑπὲρ τὰ ὁρώμενα ἅπαντα τιμήσαντά σε Θεόν.

Σκοπήσωμεν πῶς δοξάσωμεν τὸν Θεόν· δοξάζεται δὲ παρ᾽ ἡμῶν οὐκ ἄλλως, ἢ ὡς παρὰ τοῦ Υἱοῦ ἐδοξάσθη· δι᾽ ὧν γὰρ ἐκεῖνος τὸν ἑαυτοῦ Πατέρα ἐδόξασεν, ἐδοξάσθη καὶ ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς δι᾽ αὐτῶν, κἀκεῖνα καὶ ἡμεῖς σπουδῇ πράξωμεν· ἵνα διὰ τούτων δοξάσωμεν τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς κληθῆναι καταδεξάμενον, καὶ δοξασθῶμεν παρ᾽ αὐτοῦ τῇ δόξῃ τοῦ Υἱοῦ, ᾗ εἶχε πρὸ τοῦ τὸν κόσμον εἶναι παρ᾽ αὐτοῦ· τὰ δὲ εἰσὶν ὁ σταυρός, ἤγουν ἡ νέκρωσις τοῦ κόσμου παντός· αἱ θλίψεις· οἱ πειρασμοὶ καὶ εἴτι ἕτερον τῶν παθημάτων Χριστοῦ· ἃ ὑποφέροντες ἐν ὑπομονῇ πολλῇ, μιμούμεθα τοῦ Χριστοῦ τὰ παθήματα· δοξάζομεν δὲ δι᾽ αὐτῶν τὸν Πατέρα ἡμῶν καὶ Θεόν, ὡς υἱοὶ αὐτοῦ χάριτι, καὶ συγκληρονόμοι Χριστοῦ.

Ψυχὴ ἡ μὴ τελείως τῆς σχέσεως καὶ προσπαθείας τῶν ὁρωμένων εὐαισθήτως ἀπαλλαγεῖσα, τὰ ἐπισυμβαίνοντα αὐτῇ λυπηρά, καὶ τὰς ἐπερχομένας αὐτῇ ἐπηρείας παρὰ δαιμόνων καὶ ἀνθρώπων, ἀλύπως φέρειν οὐ δύναται· ἀλλ᾽ οἱονεὶ συνδέσμῳ δεδεμένη τῇ προσπαθείᾳ τῶν ἀνθρωπίνων πραγμάτων, ζημίαις δάκνεται χρημάτων, καὶ ἀποστερήσεσιν ἀχθεται πραγμάτων, καὶ πληγαῖς ἐπιφερομέναις αὐτῆς τῷ σώματι, σφοδρῶς ὀδυνᾶται.

Εἴτις, σχέσεως καὶ ἐπιθυμίας τῶν αἰσθητῶν, ἀπέρρηξε τὴν ψυχὴν αὐτοῦ καὶ τῷ Θεῷ ταύτην συνέδησεν, οὐ μόνον τῶν περὶ αὐτὸν χρημάτων καὶ κτημάτων καταφρονήσει καὶ ὡς ἐπὶ ἀλλοτρίοις καὶ ξένοις ὑστερούμενος ἀλύπως διατεθῇ, ἀλλὰ καὶ τὰ ἐπιφερόμενα τῷ σώματι αὐτοῦ ἀνιαρά, μετὰ χαρᾶς καὶ τῆς προσηκούσης εὐχαριστίας ὑπομενεῖ, βλέπων ἀεὶ κατὰ τὸν θεῖον Ἀπόστολον, τὸν μὲν ἔξω, φθειρόμενον, ἄνθρωπον· τὸν δὲ ἐντός, ἡμέρᾳ καὶ ἡμέρα ἀνακαινούμενον· ἄλλως δὲ οὐκ ἔνι τὰς κατὰ Θεὸν θλίψεις ὑπενεγκεῖν μετὰ χαρᾶς· γνώσεως γάρ τελείας ἐν τούτοις χρεία, καὶ σοφίας πνευματικῆς· ὁ δὲ τούτων ἐστερημένος, ἐν σκότει ἀνελπιστίας καὶ ἀγνωστίας ἀεὶ πορεύεται, μὴ δυνάμενος τὸ φῶς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως ὅλως θεάσασθαι.

Πᾶς δοκήσει φρονῶν, ἐκ μαθηματικῆς ὢν ἐπιστήμης, εἰς μυστήρια Θεοῦ παρακύψαι καὶ ἰδεῖν οὐκ ἀξιωθήσεται ποτέ· ἕως ἂν ταπεινωθῆναι πρῶτον θελήσῃ, καὶ μωρὸς γένηται, σὺν τῇ οἰήσει, καὶ ἣν κέκτηται γνῶσιν ἀποβαλών· ὁ γὰρ τοῦτο ποιῶν, καὶ σοφοῖς τὰ θεῖα ἐν ἀδιστάκτῳ πίστει ἀκολουθῶν, καὶ ὑπὸ τούτων χειραγωγούμενος, συνεισέρχεται μετ᾽ αὐτῶν ἐν πόλει ζῶντος Θεοῦ· καὶ ὑπὸ τοῦ Θείου Πνεύματος ὁδηγούμενός τε καὶ φωτιζόμενος, ὁρᾶ καὶ διδάσκεται, ἅπερ οὐδεὶς τῶν ἄλλων ἀνθρώπων ἰδεῖν καὶ μαθεῖν ποτὲ δύναται· καὶ τηνικαῦτα γίνεται Θεοῦ διδακτός.

Τοὺς διδακτοὺς Θεοῦ, οἱ μαθηταὶ τῶν σοφῶν τοῦ αἰῶνος τούτου ἀνθρώπων, ἡγοῦνται μωρούς. αὐτοὶ ὄντες ἐν ἀληθείᾳ μωροί, ἐκμεμωραμένης σοφίας στομωθέντες· τῆς θύραθεν· ἣν ἐμώρανεν ὁ Θεός, κατὰ τὸν Ἀπόστολον· καὶ ἣν ἡ θεολόγος φωνὴ ἐπίγειον οἶδε, ψυχικήν, δαιμονιώδη, μεστὴν ἐριθείας καὶ φθόνου· ἔξω γὰρ ὄντες οἱ τοιοῦτοι τοῦ θείου φωτός, τὰ ἐν αὐτῷ ἰδεῖν μὴ δυνάμενοι θαύματα, τοὺς αὐλιζομένους ἐν τῷ φωτί, καὶ τὰ ἐν αὐτῷ βλέποντας καὶ διδάσκοντας, ὡς πεπλανημένους λογίζονται· πεπλανημένοι ὄντες αὐτοὶ καὶ ἄγευστοι τῶν ἀπορρήτων τοῦ Θεοῦ ἀγαθῶν.

Ὅτι καὶ νῦν εἰσὶν ἀπαθεῖς καὶ ἅγιοι καὶ πεπληρωμένοι τοῦ θείου φωτός, ἀναστρεφόμενοι ἐν μέσῳ ἡμῶν, τοσοῦτον τὰ μέλη νεκρώσαντες ἑαυτῶν τὰ ἐπὶ τῆς γῆς, ἐκ πάσης ἀκαθαρσίας καὶ ἐμπαθεστάτης ἐπιθυμίας, ὡς μὴ μόνον ἀφ᾽ ἑαυτῶν ποτὲ λογίζεσθαι ἢ ποιῆσαι τί τῶν κακῶν, ἀλλὰ μηδὲ ὑφ᾽ ἑτέρου πρὸς τοῦτο ἑλκομένους, ἀλλοίωσίν τινα τῆς προσούσης αὐτοῖς ἀπαθείας ὑφίστασθαι· εἴδεσαν γὰρ ἂν τούτους εἴπερ εἰδότες ἦσαν τὰ καθ᾽ ἑκάστην ἀναγινωσκόμενα θεῖα λόγια, καὶ ψαλλόμενα παρ᾽ αὐτῶν, οἱ τοῖς τοιούτοις τὴν ἀδιαφορίαν ἐπιφημίζοντες καὶ διαπιστοῦντες τοῖς περὶ θείων πραγμάτων, διδάσκουσιν ἐν σοφίᾳ τοῦ Πνεύματος· εἰ γὰρ ἐν γνώσει τελείᾳ ἐγένοντο τῆς θείας γραφῆς, ἐπίστευον ἂν τοῖς ὑπὸ Θεοῦ λαληθεῖσι καὶ δωρηθεῖσιν ἡμῖν ἀγαθοῖς· ἐπεὶ δὲ ἀμέτοχοι τῶν τοιούτων, ἐξ οἰήσεως καὶ ἀμελείας, εἰσὶ καλῶν, καὶ τοὺς μετεσχηκότας, καὶ περὶ τῶν τοιούτων διδάσκοντας, ἀπιστοῦντες ἐνδιαβάλλουσιν.

Διὰ τοῦτο μόνον παραβάλλειν καὶ βλέπειν τοὺς ἐν τῷ κόσμῳ θέλουσιν οἱ χάριτος πεπληρωμένοι Θεοῦ καὶ τετελειωμένοι τῇ γνώσει καὶ σοφίᾳ τῇ ἄνωθεν· ἵνα μισθὸν τινα προξενήσωσιν αὐτοῖς, διὰ ὑπομνήσεως τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ δι᾽ ἀγαθοεργίας, εἰ ἄραγε ἀκούσουσιν· εἰ ἄραγε συνήσουσι καὶ πεισθήσονται· ἐπειδὴ οἱ μὴ τῷ τοῦ Θεοῦ ἀγόμενοι πνεύματι, ἐν τῇ σκοτίᾳ περιπατοῦσι· καὶ οὐκ οἴδασιν οὔτε ποῦ ὑπάγουσιν, οὔτε ἐν τίσι προκόπτουσιν ἐντολαῖς· τάχα γὰρ ποτὲ ἀνασφήλαντες, ἐκ τῆς περιεχούσης αὐτοὺς οἰήσεως, δέξονται τὴν τοῦ Ἁγίου Πνεύματος ἀληθῆ διδασκαλίαν καὶ τὸ τοῦ Θεοῦ θέλημα, ἀνοθεύτως καὶ ἀκαπηλεύτως ἀκούσαντες μετανοήσουσι· καὶ ποιήσαντες αὐτὸ μεταλάβωσι τινὸς χαρίσματος πνευματικοῦ, εἰ δὲ μὴ τοιαύτης ὡφελείας γενέσθαι δυνηθῶσιν αὐτοῖς πρόξενοι, θρηνοῦντες τὴν πώρωσιν τῆς καρδίας αὐτῶν, ὑποστρέφουσιν εἰς τὰς κέλλας αὐτῶν, νυκτὸς καὶ ἡμέρας εὐχόμενοι ὑπὲρ τῆς σωτηρίας αὐτῶν, ὑπὲρ γὰρ ἄλλου τινὸς οὐδέποτε λυπηθήσονται οἱ τῷ Θεῷ ἀδιαλείττως συνόντες καὶ ὑπερεμπιπλάμενον παντὸς ἀγαθοῦ.

Τίς ὁ σκοπὸς τῆς ἐνσάρκου οἰκονομίας τοῦ Θεοῦ Λόγου, ὁ ἐν πάσῃ τῇ θείᾳ γραφῆ ἀνακηρυττόμενος, καὶ παρ᾽ ἡμῶν μὲν ἀναγινωσκόμενος, μὴ ἐπιγινωσκόμενος δέ; ἢ πάντως, ἵνα μετεσχηκὼς τῶν ἡμετέρων, κοινωνοὺς τῶν ἐκείνου ποιήσῃ ἡμᾶς· ὁ γὰρ Υἱὸς τοῦ Θεοῦ, διὰ τοῦτο υἱὸς τοῦ ἀνθρώπου ἐγένετο, ἵνα υἱοὺς Θεοῦ ποιήσῃ τοὺς ἀνθρώπους ἡμᾶς, ὅπερ ἐστὶ κατὰ φύσιν ἐκεῖνος, ἀνάγων κατὰ χάριν. τὸ γένος ἡμῶν· γεννῶν ἡμᾶς ἄνωθεν, ἐν Πνεύματι Ἁγίῳ· καὶ εὐθὺς εἰσάγων ἡμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· μᾶλλον δὲ ἡμῶν ἐντὸς τὴν τῶν οὐρανῶν βασιλείαν ἔχειν ἡμῖν χαριζόμενος· ὡς μὴ ἐν ἐλπίσιν εἰναι τοῦ εἰσελθεῖν ἡμᾶς ἐν αὐτῇ. ἀλλ᾽ ἐν κατασχέσει ταύτης ὄντας βοᾶν· ἡμῶν δὲ ἡ ζωὴ κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.

Τὸ αὐτεξούσιον καὶ αὐτοπροαίρετον ἡμῶν, οὐκ ἀφαιρεῖται τὸ Βάπτισμα· ἀλλὰ ἐλευθερίαν ἡμῖν χαρίζεται, τοῦ μηκέτι καὶ ἄκοντας ἡμᾶς τυραννεῖσθαι ὑπὸ τοῦ διαβόλου· ἐφ᾽ ἡμῖν δὲ ἐστὶ μετὰ τὸ Βάπτισμα, ἢ ταῖς ἐντολαῖς ἐμμένειν αὐτοθελῶς τοῦ εἰς ὃν ἐβαπτίσθημεν Χριστοῦ τοῦ δεσπότου Θεοῦ, καὶ τῇ ὁδῷ πορεύεσθαι τῶν προσταγμάτων αὐτοῦ, ἢ ἐκκλίνειν τῆς εὐθείας ὁδοῦ ταύτης, πρὸς τὸν ἀντίπαλον δὲ καὶ ἐχθρὸν ἡμῶν διάβολον, παλινδρομεῖν.

Οἱ μετὰ τὸ Ἅγιον Βάπτισμα, τοῖς τοῦ πονηροῦ θελήμασιν εἴκοντες, καὶ τὰ ἐκείνῳ βεβουλευμένα διαπραττόμενοι, ἑαυτοὺς τῆς τοῦ Ἁγίου Βαπτίσματος ἁγίας μήτρας ἀπαλλοτριοῦσι, κατὰ τὸ ὑπὸ τοῦ Δαβὶδ εἰρημένον· οὐδὲ γὰρ ἀλλοιοῦται ἡμῶν ἕκαστος, ἢ τῆς καθ᾽ ὅ ἔκτισται μεθίσταται φύσεως· ἀλλ᾽ ἀγαθὸς κτισθεὶς ὑπὸ τοῦ Θεοῦ· (κακὸν γὰρ ὁ Θεὸς οὐκ ἐποίησεν), ἄτρεπτος τῇ φύσει, καθ᾽ ἃ ἔκτισται, καὶ τῇ οὐσίᾳ ὢν, οἷα ἐξ ἑκουσίου γνώμης προαιρεῖται καὶ θέλει, ταῦτα καὶ πράττει, εἴτε ἀγαθά, εἴτε κακά· ὥς περ γὰρ τὴν μάχαιραν, κἂν ἐπὶ κακῷ τίς αὐτῇ, κἂν ἐπὶ καλῷ χρήσηται, τῆς ἰδίας ἐκείνης οὐ μεθίσταται φύσεως, ἀλλὰ μένει σίδηρος ὢν, οὕτω καὶ ὁ ἄνθρωπος, ἐνεργεῖ μὲν καὶ πράττει, ὡς εἴρηται, ἅπερ βούλεται, τῆς δὲ οἰκείας οὐκ ἐξίσταται φύσεως.

Οὐ τὸ ἕνα ἐλεῆσαι σώζει, ἀλλὰ τὸ ἑνὸς καταφρονῆσαι τῷ πυρὶ παραπέμπει· τὸ γὰρ ἐπείνασα, καὶ ἐδίψησα, οὐ πρὸς ἅπαξ εἴρηται πάντως, οὐδὲ τὰ ἐν μιᾶ ἡμέρᾳ· ἀλλὰ τὸ διὰ βίου παντὸς δηλοῖ· οὐ τὸ τραφῆναι Χριστόν, ποτισθῆναί τε ἐνδυθῆναι, καὶ εἴτι ἕτερον τούτοις συνέπεται οὐ πρὸς ἅπαξ, ἀλλὰ διὰ παντὸς καὶ ἐν πᾶσιν, ὑπὸ τῶν αὐτοῦ δούλων ταῦτα δέχεσθαι ὁ Κύριος ἡμῶν καὶ Θεὸς ὡμολόγησεν.

Ὁ τοῖς ἑκατὸν δοὺς ἐλεημοσύνην, δυνάμενος δὲ καὶ ἑτέροις δοῦναι, ποτίσαι τε καὶ θρέψαι πολλούς, παρακαλοῦντας αὐτὸν καὶ βοῶντας, ἀποπεμψάμενος, ὡς μὴ θρέψας Χριστὸν κριθήσεται παρ᾽ αὐτοῦ· ἐπειδὴ καὶ ἐν ἐκείνοις πᾶσιν αὐτὸς ἐστίν, ὁ καὶ ἐφ᾽ ἑνὶ ἑκάστῳ τῶν ἐλαχίστων τρεφόμενος παρ᾽ ἡμῶν.

Ὁ πᾶσι μὲν πάντα τὰ πρὸς χρείαν τοῦ σώματος παρασχὼν σήμερον· αὔριον δὲ δυνάμενος τοῦτο ποιῆσαι, ἀμελήσῃ τινῶν ἀδελφῶν, καὶ λιμῷ καὶ δίψει καὶ ψύχει ἐάσῃ διαφθαρῆναι, αὐτὸν ὑπερεῖδεν ἀποθανεῖν, καὶ αὐτοῦ κατεφρόνησε τοῦ εἰπόντος ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.

Ἐν τούτῳ, τὸ ἑκάστου πένητος πρόσωπον ἀναλαβεῖν κατεδέξατο· καὶ παντὶ πένητι ἑαυτὸν ἐξωμοίωσεν, ἵνα μηδεὶς τῶν εἰς αὐτὸν πιστευόντων τοῦ ἀδελφοῦ κατεπαίρηται· ἀλλ᾽ ἕκαστος βλέπων τὸν αὐτοῦ ἀδελφὸν καὶ τὸν πλησίον, ὡς τὸν Θεὸν αὐτοῦ, ἐλάχιστον ἑαυτὸν μᾶλλον τοῦ ἀδελφοῦ, ὡς τοῦ πεποιηκότος αὐτόν, λογίζοιτο, καὶ ὡς αὐτὸν ἁποδέχοιτο καὶ τιμᾷ, καὶ πάντα κενοῖ τὰ ὑπάρχοντα πρὸς θεραπείαν αὐτοῦ· ὡς ὁ Χριστὸς καὶ ἡμῶν ἐκένωσε τὸ ἴδιον αἷμα, διὰ τὴν ἡμῶν σωτηρίαν.

Ὁ τὸν πλησίον ἔχειν ὡς ἑαυτὸν κελευσθείς, οὐ μίαν πάντως ἡμέραν, ἀλλὰ διὰ βίου παντὸς τοῦτον ἔχειν οὕτως ὀφείλει· καὶ ὁ παντὶ τῷ αἰτοῦντι διδόναι προσταττόμενος, τοῦτο ποιεῖν προστάττεται ἐν πάσῃ τῇ ζωῇ αὐτοῦ· καὶ ὁ θέλων ἵνα ποιῶσιν εἰς αὐτὸν ἄλλοι, ἃ βούλεται ἀγαθά, ταῦτα καὶ αὐτὸς ποιοῖν ἄλλοις ἀπαιτηθήσεται.

Ὥσπερ οὖν ὁ ἔχων τὸν πλησίον ὡς ἑαυτόν, οὐδὲν ἔχειν πλέον τοῦ πλησίον ἀνέχεται, ἐὰν δὲ ἔχῃ καὶ μὴ μεταδίδωσιν ἀφθόνως, ἕως ἂν καὶ αὐτὸς πτωχὸς γένηται, καὶ τοῖς πλησίον αὐτοῦ ἐξομοιωθῇ, τῆς ἐντολῆς τοῦ δεσπότου ἐκπληρωτὴς οὐχ εὑρίσκεται· οὐδὲ ὁ τοῖς αἰτοῦσι πᾶσι διδόναι θέλων, ἐὰν μέχρις ὀβολοῦ, ἢ κλάσματος ἄρτου κεκτημένος, ἀποστρέψῃ τινὰ τῶν αἰτούντων αὐτόν· οὐδὲ ὁ μὴ ποιῶν τὸν πλησίον ὅσα θέλει ἵνα ἕτερος ποιήσῃ πρὸς αὐτόν· οὕτω καὶ ὁ πάντα μὲν πένητα καὶ ἐλάχιστον θρέψας, ποτίσας, ἐνδύσας, καὶ τὰ ἄλλα πάντα εἰς αὐτὸν ἐργασάμενος, ἑνὸς δὲ μόνον καταφρονήσας, καὶ αὐτὸν παριδών, ὡς Χριστὸν τὸν Θεὸν παριδὼν πεινῶντα καὶ διψῶντα καὶ αὐτὸς λογισθήσεται.

Φορτικὰ ταῦτα τοῖς πᾶσιν ἴσως φανήσεται· διὸ καὶ δόξουσιν εὐλόγως λέγειν ἐν ἑαυτοῖς· τίς ἄρα ταῦτα πάντα ποιῆσαι δύναται, ὥστε πάντας θεραπεῦσαι καὶ θρέψαι, καὶ μηδόλως τούτων τινὰ παριδεῖν; ἀλλ᾽ ἀκούσωσι Παύλου διαρρήδην βοῶντος· ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο· ὅτι, εἰ εἶς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον.

Καθάπερ αἱ περιεκτικαὶ ἐντολαί, συμπεριέχουσι πάσας ἐν ἑαυταῖς τὰς μερικὰς ἐντολάς, οὕτω καὶ αἱ περιεκτικαὶ ἀρεταί, τὰς μερικὰς ἐν ἑαυταῖς συμπεριλαμβάνουσιν ἀρετάς· ὁ γὰρ πωλήσας τὰ ὑπάρχοντα αὐτοῦ, καὶ διασκορπίσας αὐτὰ τοῖς πτωχοῖς, καὶ πένης ἐφάπαξ γενόμενος, πάντα ὑφ᾽ ἓν τὰ τῶν μερικῶν ἐντολῶν ἐξεπλήρωσεν· οὐκ ἔτι γὰρ χρείαν ἔχει τῷ αἰτοῦντι διδόναι, ἢ μὴ ἀποστραφῆναι τὸν θέλοντα δανείσασθαι ἀπ᾽ αὐτοῦ· οὕτω καὶ ὁ ἀδιαλείπτως εὐχόμενος, ἐν τούτῳ πάντα συνέκλεισε· καὶ οὐκ ἔτι ἑπτάκις αἰνεῖν τῆς ἡμέρας τὸν Κύριον, ἢ ἑσπέρας, καὶ πρωὶ καὶ μεσημβρίας ὑπ᾽ ἀνάγκην ἐστίν, ὡς ἤδη πάντα πεπληρωκώς, ὅσα ἂν κανονικῶς καὶ ἐν ἀφωρισμένοις καιροῖς καὶ ὥραις εὐχόμεθά τε, καὶ ψάλλομεν οὕτω καὶ ὁ τὸν διδόντα γνῶσιν ἀνθρώποις Θεόν, ἐν ἑαυτῷ γνωστῶς κτησάμενος, πᾶσαν ἁγίαν διῆλθε γραφήν· καὶ πᾶσαν τὴν ἐκ τῆς ἀναγνώσεως ὠφέλειαν ἐκαρπώσατο· καὶ οὐκ ἔτι βιβλίων ἀναγνώσεως δεηθήσεται, πῶς γάρ; ὁ τὸν ἐμπνεύσαντα τοῖς τὰς θείας γραφὰς γεγραφόσι συνόμιλον κεκτημένος, καὶ παρ᾽ ἐκείνου μυούμενος τὰ τῶν ἀποκεκρυμμένων μυστηρίων ἀπόρρητα; ἀλλὰ βίβλος οὗτος τοῖς ἀλλοις θεόπνευστος ἔσται καινά τε καὶ παλαιὰ μυστήρια φέρουσα γεγραμμένα δακτύλῳ Θεοῦ ἐν αὐτῷ· ὡς πάντα τελέσας καὶ καταπαύσας ἐν Θεῷ τῇ ἀρχικῇ τελειότητι ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ.

Ἡ καθ᾽ ὕπνους ῥεῦσις, ἐκ πολλῶν ὑποθέσεων εἴωθε γίνεσθαι· ἐκ γαστριμαργίας ἐκ κενοδοξίας καὶ ἐκ φθόνου τῶν δαιμόνων· γίνεται δὲ ἐκ πολλῆς ἀγρυπνίας, εἰς ὕπνον χαυνουμένου τοῦ σώματος, καὶ ἀπὸ δέους τοῦ μὴ τοῦτο παθεῖν· ἢ διὰ τὴν θείαν λειτουργίαν Ἱερέως τινὸς ὄντος, ἢ καὶ διὰ τὴν κοινωνίαν, καὶ τοῖς λογισμοῖς συνδυάζων τούτοις τῆς δειλίας ἐν τῇ κλίνῃ, τοῦ μήπως παθεῖν, κοιμηθεὶς τοῦτο πέπονθεν· ὃ καὶ αὐτὸ φθόνου δαιμόνων ὑπάρχει· καὶ ἄλλως δέ· ἑωρακὼς τίς εὔοπτον πρόσωπον ἐν τῇ ἡμέρα, εἶτα ἀνιστορῶν κατὰ διάνοιαν, συνυπνώσει τοῖς πορνικοῖς λογισμοῖς, διὰ χαυνότητα μὴ ἀπωσάμενος αὐτούς, πίπτει καθ ὕπνους, ἴσως καὶ ἐγρηγορὼς κείμενος ἐν τῇ κοίτῃ· καὶ ἄλλως δέ· εἰσὶ τινὲς ῥάθυμοι κατ᾽ ἐμέ, καθεζόμενοι, καὶ περὶ ἐμπαθῶν ὁμιλοῦντες πραγμάτων, ἢ καὶ ἐμπαθῶς, ἢ καὶ οὔ· εἶτα ἐν τῇ κοίτῃ ἐρχόμενοι, καὶ ταῦτα κατὰ νοῦν ἀναστρέφοντες, καὶ τῇ τούτων συνδυάσει ἐναποκοιμώμενοι, καθ᾽ ὕπνους ὑφίστανται· ἴσως δὲ καὶ κατ᾽ αὐτὴν τὴν ὁμιλίαν, τοῦ θατέρου ἀνθρώπου θάτερος τὴν βλάβην ἐδέξατο· διὰ τοῦτο προσέχειν δεῖ ἑαυτοὺς πάντοτε, καὶ τὸ τοῦ Προφήτου μελετᾶν· προωρώμην τὸν Κύριον ἐνώπιον μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μου ἐστὶν ἵνα μὴ σαλευθῶ· καὶ τὰς ἀκοὰς ἀποφράττειν τοῖς τοιούτοις λόγοις· πολλάκις καὶ τῆς εὐχῆς τινὲς ἀπασχολήσαντες, εἰς κινήσεις σαρκικὰς συνωθήσθησαν· καθὸ καὶ ἐν τῷ τῆς ψυχῆς κεφαλαίῳ ἐδηλώσαμεν.

Ἀδελφέ, ἐν τῇ ἀρχῇ τῆς ἀποταγῆς, σπούδασον καλὰς ἀρετὰς ἐν σεαυτῷ φυτεῦσαι· ὅτως καὶ τῷ κοινῷ γένῃ χρήσιμος, καὶ σὲ μεγαλύνει ἐπ᾽ ἐσχάτων ὁ Κύριος, μὴ κτήσῃ παρρησίαν μετὰ Ἡγουμένου ποτέ, καθὰ καὶ ἄλλοτε εἴπομεν, μηδὲ ζήτει παρ αὐτοῦ τιμήν· μὴ κτήσῃ φιλίαν μετὰ τῶν προεχόντων, μηδὲ τὰς αὐτῶν κέλλας κύχλευε· γινώσκων ὡς ἐν τούτῳ, οὐ μόνος τὸ τῆς κενοδοξίας πάθος ῥιζοῦν ἄρχεται ἐν σοὶ ἀλλὰ καὶ μισητὸς παρὰ τοῦ προεστῶτος γενήσῃ· τὸ δὲ πῶς, ὁ νοῶν νοείτω· καθέζου δὲ ἐν τῷ κελλίῳ σου, οἶον δ᾽ ἂν ἐστίν, ἐν εἰρήνῃ· καὶ τῷ θέλοντί σοι συντυχεῖν μὴ ἀποστραφῇς, ἕνεκεν εὐλαβείας· ἀλλὰ γνώμῃ πατρικῇ τούτῳ συντυχών, οὐ βλαβήσῃ, εἰ καὶ ἐκ τῶν ἐναντίων ἐστίν· εἰ δὲ οὐχ ὁρᾶς συμφέρον τοῦτο, τῷ σκοπῷ τοῦ ὡφελουμένου δεῖ ἐξακολουθεῖν.

Δεῖ δὲ διὰ παντὸς τὸν τοῦ Θεοῦ φόβον ἔχειν, καὶ καθ᾽ ἑκάστην ἑαυτὸν ἀνακρίνειν, τί μὲν ἀγαθόν, τί δὲ τῶν φαύλων πέπρακταί σοι· καὶ τῶν μὲν ἀγαθῶν λήθην ποιεῖσθαι, μήπως τῷ τῆς κενοδοξίας πάθει περιπέσῃς· ἐπὶ δὲ τοῖς ἐναντίοις δάκρυσι κεχρῆσθαι μετ᾽ ἐξομολογήσεως καὶ προσευχῆς συντόνου· ἔστω δὲ ἡ ἀνάκρισις οὕτω· τελεσθείσης τῆς ἡμέρας καὶ τῆς ἑσπέρας καταλαβούσης, ἐν ἑαυτῷ διαλογίζεσθαι· ἄραγε πῶς, τῇ βοηθείᾳ τοῦ Θεοῦ, τὴν ἡμέραν παρῆλον; μὴ τινὰ κατέκρινα, ἢ ἐλοιδόρησα, ἢ ἐσκανδάλισα, ἢ εἰς τινὸς ὄψιν ἐμπαθῶς προσέβλεψα, ἢ τοῦ ἐπιστατοῦντος ἐν τῇ διακονίᾳ παρήκουσα καὶ αὐτῆς ἠμέλησα, ἢ ὠργίσθην τινί, ἢ ἐν τῇ συνάξει ἐστῶτός μου, τὸν νοῦν εἰς ἀνωφελῆ ἀπησχόλησα, ἢ ῥαθυμίᾳ βαρυνθείς, τῆς Ἐκκλησίας καὶ τοῦ κανόνος ἀπέστην; ὅταν δὲ ἐν τούτοις πᾶσι σεαυτὸν ἀνεύθυνον εὕρῃς, (ὅπερ ἀδύνατον) οὐδεὶς γὰρ καθαρὸς ἀπὸ ῥύπου οὐδ᾽ ἐν μιᾷ ἡμέρᾳ τῆς ζωῆς αὐτοῦ· καὶ οὐδεὶς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν· τότε πρὸς τὸν Θεὸν μετὰ πολλῶν δακρύων βόησον· Κύριε συγχώρησόν μοι, ὅσα ἐν ἔργῳ τε καὶ λόγῳ καὶ γνώσει καὶ ἀγνοίᾳ ἥμαρτον· πολλὰ γὰρ πταίομεν καὶ οὐ γινώσκομεν.

Δεῖ δὲ καθ᾽ ἑκάστην ἐξαγορεύειν πάντα λογισμὸν τρὸς τὸν πνευματικὸν πατέρα· καὶ τὸ παρ᾽ αὐτοῦ σοι λεγόμενον, ὡς ἐκ θείου στόματος δέχεσθαι ἐν πάσῃ πληροφορίᾳ· καὶ μὴ πρὸς ἕτερόν τινα ταῦτα προφέρειν· ὡς ὅτι τὸ καὶ τὸ ἐρωτήσαντός μου τὸν πατέρα, τόδε μοι ἀπεφθέγξατο· καὶ εἰ ἄρα καλῶς ἀπεφήνατο ἢ οὔ· καὶ τί ἄρα ὀφείλω πράξαι πρὸς θεραπείαν· ταῦτα γὰρ τὰ ῥήματα ἀπιστίας μεστὰ πρὸς τὸν πατέρα καὶ ψυχοβλαβῆ· ὡς ἐπὶ τὸ πλεῖστον δὲ συμβαίνειν εἴωθε τοῖς ἀρχαρίοις.

Δεῖ δὲ πάντας τοὺς ἐν κοινοβίῳ ὡς ἁγίους βλέπειν καὶ μόνον ἑαυτὸν ἁμαρτωλὸν καὶ ἔσχατον ἐννοούμενον· ὅτι πάντων σωζομένων, αὐτὸς μόνος κολασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἐν τῇ συνάξει δὲ ἱστάμενος ταῦτα ἐννοῶν, μὴ παύσῃ ἐν κατανύξει κλαίειν θερμῶς· μὴ ποιούμενος λόγον τῶν εἰς τοῦτο σκανδαλιζομένων ἢ καὶ σκωπτόντων· εἰ δὲ ὁρᾶς σεαυτὸν ἐκ τούτου, εἰς κενοδοξίαν ὁλισθαίνοντα, ἐξερχόμενος τῆς Ἐκκλησίας, ἐν κρυπτῷ, τοῦτο ποίει, αὖθις ταχέως πρὸς τὸν ἴδιον τόπον ἀποκαθιστάμενος· τοῦτο γὰρ πρὸς τοὺς ἀρχαρίους μάλα ἐστὶ καλόν· μᾶλλον ἐν τῷ ἐξαψάλμῳ, καὶ τῇ στιχολογίᾳ, καὶ τῇ ἀναγνώσει, καὶ τῇ θείᾳ λειτουργίᾳ· πρόσεχε δὲ τοῦ μὴ κατακρῖναι τινά· ἀλλὰ τοῦτο θοῦ ἐν νῷ, ὅτι ὅσοι βλέπουσί με οὕτως ὀλοφυρόμενον, ἐννοοῦντες πολυαμάρτητον εἶναί με, ὑπερεύχονται τῆς ἐμῆς σωτηρίας· καὶ πάντως τοῦτο ἀεὶ ἐννοούμενος, καὶ ἀδιαλείπτως ἐκτελῶν, μεγάλως ὡφεληθήσῃ, καὶ τὴν τοῦ Θεοῦ χάριν ἐπισπάσῃ, καὶ τοῦ θείου μακαρισμοῦ μέτοχος γενήσῃ.

Μὴ παραβάλῃς δὲ κελλίῳ τινός, ἐκτὸς τοῦ Ἡγουμένου, καὶ τούτου σπανίως· ἀλλ᾽ εἰ καὶ περὶ λογισμοῦ τινὸς αὐτὸν ἐρωτῆσαι βούλει, ἐν τῇ Ἐκκλησία τοῦτο ποίει· ἀπὸ δὲ τῆς συνάξεως, εὐθὺς ἐν τῷ κελλίῳ ὑποχώρει· εἰθ᾽ οὕτως ἐν τῇ διακονίᾳ· μετὰ δὲ τὰ ἀπόδειπνα, ἔξωθεν τοῦ Ἡγουμένου βαλῶν μετάνοιαν, καὶ αἰτῶν εὐχήν, πάλιν κεκυφὼς μετὰ σιωπῆς εἰς τὸ κελλίον ἀπότρεχε· κρεῖττον γὰρ ἓν τρισάγιον μετὰ προσοχῆς εἰς τὸ καθευδῆσαι, ἢ ἀγρυπνία τεσσάρων ὡρῶν ἐν ὁμιλίαις ἀνωφελέσιν· ὅμως ὅπου κατάνυξις καὶ πένθος πνευματικόν, ἐκεῖ καὶ ἔλλαμψις θεία· ταύτης δὲ τῇ ἐπιφοιτήσει, ἀπελήλαται ἀκηδία καὶ νόσος.

Ἀγάπην δὲ ἰδικὴν μετὰ οἱουδήποτε προσώπου μὴ κτήσῃ, μάλιστα μετὰ ἀρχαρίσυ· εἰ καὶ δόξει σοι βίον ἄριστον ἔχειν, μήτοι γε ὕποπτον· καὶ γὰρ ἐκ πνευματικῆς μετεκεντρίζεταί σε εἰς ἐμπαθῆ ὡς τὰ πολλά, καὶ ἐμπίπτεις εἰς θλίψεις ἀνωφελεῖς· τοῦτο γὰρ μάλιστα εἴωθε τοῖς ἀγωνιζομένοις συμβαίνειν· ὅμως ἡ ταπείνωσις, καὶ ἡ συνεχὴς εὐχὴ τοῦτο διδάξει· οὐ γὰρ ἄγει καιρὸς ἐν λεπτῷ περὶ τούτων λέγειν· ὁ δὲ νοῶν νοείτω.

Δεῖ δὲ ἔχειν σεαυτὸν ἀπὸ παντὸς ἀδελφοῦ τοῦ ἐν τῷ κοινοβίῳ ξένον· πλεῖον δὲ καὶ τῶν κατὰ κόσμον γνωστῶν· πάντας δὲ ἐξ ἴσου ἀγαπᾶν· καὶ τοὺς εὐλαβεῖς καὶ ἀγωνιζομένους, ὡς ἁγίους ὁρᾶν· ὑπὲρ δὲ τῶν κατ᾽ ἐμὲ ῥαθύμων ἐκτενῶς προσεύχεσθαι· ὅμως ὡς ἀνωτέρω δεδηλώκαμεν, πάντας ἁγίους ἐννοῶν, σπεῦδε διὰ πένθους τῶν παθῶν καθαρθῆναι, ὅπως, ἐλλαμφθεὶς ὑπὸ τῆς χάριτος, πάντας ἐξίσου κατανοεῖν, καὶ τοῦ μακαρισμοῦ τῶν καθαρῶν τῇ καρδίᾳ ἐπιτεύξῃ.

Ταύτην δὲ ἡγοῦ, ἀδελφέ, λέγεσθαι ἀναχώρησιν τελείαν κόσμου, τὴν παντελῶς τοῦ ἰδίου θελήματος ἀπονέκρωσιν· ἔπειτα τὴν τῶν γονέων, οἰκείων τε καὶ φίλων ἀπροσπάθειαν καὶ ἀπάρνησιν.

Εἶθ᾽ οὕτως καὶ τὸ τῶν προσόντων πάντων γυμνωθῆναι, διανείμαντα τοῖς πένησι· κατὰ τὸν εἰπόντα· πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς· λήθην τε ποιῆσαι πάντων ὧν σχετικῶς ἠγάπας προσώπων, εἴτε σωματικῶς, εἴτε πνευματικῶς.

Ἐξαγόρευσίν τε τῶν τῆς καρδίας κρυπτῶν ἁπάντων τῶν ἀπὸ βρέφους καὶ μέχρις αὐτῆς τῆς ὥρας παρὰ σοῦ πραχθέντων, πρὸς τὸν πνευματικὸν πατέρα, ἢ πρὸς τὸν Ἡγούμενον, ὡς πρὸς αὐτὸν τὸν Θεὸν τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς· εἰδὼς ὡς Ἰωάννης ἐβάπτιζε βάπτισμα μετανοίας, καὶ πάντες ἤρχοντο πρὸς αὐτὸν ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν· καὶ γὰρ ἐκ τούτου μεγάλη χαρὰ τῇ ψυχῇ, καὶ κουφισμὸς τῷ συνειδότι προσγίνεται· κατὰ τὸν Προφητικὸν λόγον· λέγε σὺ πρῶτον τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς.

Θέσθαι δὲ τῷ λογισμῷ τοιαύτην πληροφορίαν, μετὰ τὴν εἰς τὸ κοινόβιον εἴσοδον, τεθνάναι πάντας γονεῖς τε καὶ φίλους· καὶ μόνον ἡγεῖσθαι Πατέρα τε καὶ Μητέρα, τὸν Θεὸν καὶ τὸν προεστῶτα· καὶ μήποτε χάριν σωματικῆς χρείας παρ᾽ αὐτῶν τί αἰτήσασθαι εἰ δὲ καὶ ἐκ προνοίας παρ᾽ αὐτῶν τί σοι ἀποσταλῇ, δέξαι, καὶ ὑπέρευξαι τῆς αὐτῶν κηδεμονίας, παράσχου δὲ τὸ σταλὲν εἰς τὸ ξενοδοχεῖον, ἢ εἰς τὸ νοσοκομεῖον· καὶ τοῦτο ποίησον ἐν ταπεινώσει· οὐ γὰρ τῶν τελείων ἐστί, ἀλλὰ τῶν ἐλαχίστων.

Ποιεῖν δὲ πᾶν πρᾶγμα, ὅπερ ἐστὶ καλόν, μετὰ ταπεινώσεως, ἐννοούμενον τὸν εἰπόντα· ὅταν πάντα ποιήσητε, λέγετε ὅτι ἀχρεῖοι δοῦλοι ἐσμέν, ὃ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν.

Φυλάττειν δὲ καὶ τοῦ μήποτε κοινωνίαν δέξασθαι, ἔχοντός σου κατά τινος, μέχρι καὶ προσβολῆς λογισμοῦ· ἕως ὅτου διὰ μετανοίας τὴν καταλλαγὴν ἐργάσῃ· πλὴν καὶ τοῦτο ἀπὸ τῆς εὐχῆς μαθήσῃ.

Ἕτοιμον δὲ εἶναι καθ᾽ ἑκάστην ἡμέραν πρὸς ὑποδοχὴν πάσης θλίψεως· ἐννοούμενον ἀπαλλαγὴν ταύτας τῶν πολλῶν ὀφλημάτων εἶναι, καὶ εὐχαριστεῖν τῷ Ἁγίῳ Θεῷ· ἐκ γὰρ τούτων κτᾶταί τις παρρησίαν ἀκαταίσχυντον, κατὰ τὸν μέγαν Ἀπόστολον, ἡ γὰρ θλίψις, ὑπομονὴν κατεργάζεται· ἡ δὲ ὑπομονή, δοκιμήν· ἡ δὲ δοκιμή, ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει· καὶ γὰρ ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ταῦτα ἐστὶ κατὰ τὴν ἀψευδῆ ἐπαγγελίαν τοῖς διὰ θλίψεων τὴν ὑπομονήν, συνεργούσης τῆς χάριτος, ἐπιδεικνυμένοις· ἄνευ γὰρ χάριτος, οὐ δύναταί τι κατορθωθῆναι.

Μὴ κεκτῆσθαι δὲ τί τῶν ὑλικῶν ἐν τῷ κελλίῳ, μέχρι καὶ ῥαφίδος· ἐκτὸς ψιάθου, κωδίου καὶ παλίου, καὶ ὧν περιβέβληται· εἰ δυνατὸν μὴ δὲ ὑποπόδιον· ἔστι γὰρ καὶ περὶ τούτων τίς λόγος· ὅμως ὁ νοῶν νοείτω.

Μὴ δ᾽ αὖ πάλιν ἀπαιτεῖν σὲ τὸν Ἡγούμενον τί τῶν χρειωδῶν, ἐκτὸς τῶν τετυπωμένων· καὶ ταῦτα ὅτε αὐτὸς καλέσας παρέξῃ· μηδὲ ὅλως τῷ ὑποβάλλοντι πειθόμενος λογισμῷ, ἀντικαταλλάξαι τί τῶν παρεχομένων· ἀλλ᾽ οἷα δ᾽ ἂν εἰσίν, ὡς ἐκ Θεοῦ μετ᾽ εὐχαριστίας λαμβάνειν, καὶ μετ᾽ αὐτῶν διοικεῖσθαι· μὴ ἐξεῖναι δὲ ἐξαγοράζειν ἕτερον· ῥυπουμένου δὲ τοῦ ἱματίου, δὶς τοῦ χρόνου δεῖ τοῦτο πλύνειν· αἰτοῦντα σχήματι πτωχοῦ καὶ ξένου μετὰ πάσης ταπεινώσεως, ἑτέρου ἀδελφοῦ περιβόλαιον, μέχρις ὅτου τὸ ἴδιον πλυθὲν ὑπὸ τοῦ ἡλίου ξηρανθῇ· εἶθ᾽ οὕτως πάλιν μετ᾽ εὐχαριστίας ἀποδιδόναι· ὡσαύτως καὶ παλλίον καὶ εἴτι ἕτερον.

Κοπιᾶν δὲ κατὰ δύναμιν ἐν τῇ διακονίᾳ· ἐν δὲ τῷ κελλίῳ καρτερεῖν ἐν τῇ εὐχῇ μετὰ κατανύξεως καὶ προσοχῆς καὶ συνεχῶν δακρύων· καὶ μὴ τιθέναι ἐν τῇ διανοίᾳ, ὅτι σήμερον ὑπερεκπερισσοῦ ἐκκεκοπιακώς, ὑφέλω τί τῆς εὐχῆς ἕνεκα τοῦ σωματικοῦ κόπου· λέγω σοι γάρ, ὅτι ὅσον ἐάν τις ἑαυτὸν βιάσηται ἐν τῇ διακονίᾳ, στερηθεὶς τῆς εὐχῆς, μέγα τί ἀπωλελωκέναι οἰέσθω· καὶ γὰρ οὕτως ἔχει.

Πρὸ πάντων δέ, ἀπαντᾶν εἰς τὰς ἐκκλησιαστικὰς συνάξεις, καὶ ὕστατον ὑποχωρεῖν· ἐκτὸς ἀνάγκης μεγάλης· μᾶλλον δὲ ἐν τῷ ὄρθρῳ καὶ τῇ λειτουργίᾳ.

Ὑποταγὴν δὲ πᾶσαν κεκτῆσθαι εἰς τὸν κατὰ σὲ Ἡγούμενον, ὑφ᾽ οὗ καὶ ἀπεκάρης· καὶ ἀδιακρίτως τὰ παρ᾽ αὐτοῦ προσταττόμενα ἐκπληροῦν μέχρι θανάτου, εἰ καὶ ἀδύνατά σοι δοκεῖ· ἐν τούτῳ γὰρ μιμῇ τὸν ὑπακούσαντα μέχρι θανάτου, θανάτου δὲ Σταυροῦ· οὐ μόνον δὲ τὸν Ἡγούμενον, ἀλλὰ καὶ πᾶσαν τὴν ἀδελφότητα, καὶ τὸν τὰς διακονίας ἐγκεχειρισμένον, οὐ χρὴ παρακοῦσαι ἔν τινι· ἀλλ᾽ εἰ καὶ ὑπὲρ δύναμιν ῇ τὸ ἐπιταττόμενον, βαλὼν μετάνοιαν, αἴτησαι συγχώρησιν· εἰ δὲ πρὸς τοῦτο ἀνανεύει, τῶν βιαστῶν ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτὴν λογιζόμενον, ἑαυτὸν βιάζεσθαι.

Τὸ μετὰ συντετριμμένης καρδίας προσκυλινδεῖσθαι τοῖς ποσὶ πάσης τῆς ἀδελφότητος, ὡς ἀφανὴς καὶ ἄγνωστος, καὶ ὅλως μὴ ὥν· καὶ γὰρ οὕτως ἐν βίῳ ἀναστρεφόμενος, θαρρῶ εἰπεῖν διορατικὸς γενόμενος, πολλὰ προλέγει, τῆς χάριτος συνεργούσης· ὁ τοιοῦτος καὶ ὑπὲρ ἑτέρων ἐλαττωμάτων θρηνεῖ· ἀπερίσπαστος ἐξ ὑλικῶν προσπαθείας μένων τοῦ πνευματικοῦ καὶ θείου ἔρωτος μὴ ἐῶντος αὐτὸν ἐν τούτοις ὀλισθῆσαι· οὐ θαυμαστὸν δὲ τὸ προλέγειν· πολλάκις δὲ συμβαίνει καὶ ἐκ δαιμόνων προσγίνεσθαι· ὅμως ὁ νοῶν νοήσει· πλὴν ἐὰν ἄρξηταί τις δέχεσθαι ἐξαγορεύσεις, ἴσως καὶ τούτων στερεῖται, ἀπασχολούμενος ἐν τῷ τοὺς ἑτέρων λογισμοὺς ἀνακρίνειν· ἐὰν δὲ πάλιν ἐκ πολλῆς ταπεινώσεως τούτων παύσηται, ἤγουν τοῦ λέγειν καὶ ἀκούειν, πάλιν ἀποκαθίσταται εἰς τὴν προτέραν ἀποκατάστασιν· τὴν δὲ τῶν τοιούτων εἴδησιν, μόνος ὁ Θεὸς ἐπίσταται· ἐγὼ γὰρ φόβῳ συνεχόμενος, περὶ τοιούτων οὐ τολμῶ φθέγξασθαι.

Ἔχειν δὲ τὸν νοῦν πάντοτε πρὸς τὸν Θεόν, ἔν τε ὕπνῳ καὶ ἐγρηγόρσει, ἑστιάσει καὶ ὁμιλίᾳ, ἐργοχείρῳ τε καὶ πάσῃ ἄλλῃ πράξει κατὰ τὸ προφητικὸν λόγιον· προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός· ἡγοῦ δὲ ἑαυτὸν ἁμαρτωλότερον παντὸς ἀνθρώπου· χρονιζούσης γὰρ ταύτης τῆς μνήμης, πέφυκεν ἐγγίνεσθαι τῇ διανοίᾳ ἔλλαμψις δίκην ἀκτῖνος· καὶ ὅσον ταύτην ἐπιζητεῖς, πολλῇ προσοχῇ καὶ ἀπερισπάστῳ διανοίᾳ, κόπῳ τε πολλῷ, καὶ δάκρυσι, τηλαυγέστερον φαίνεται· φαινομένη δέ, ἀγαπᾶται· ἀγαπωμένη δέ, καθαίρει· καθαίρουσα δέ, θεοειδῆ ἀπεργάζεται, φωτίζουσα καὶ διδάσκουσα διακρίνειν τὸ καλὸν ἀπὸ τοῦ χείρονος· πλήν, ἀδελφέ, πολλοῦ δεῖ κόπου, σὺν Θεῷ, τοῦ τελείως ταύτην εἰσοικισθῆναι τῇ σῇ ψυχῇ καὶ ταύτῃ καταυγάσαι, ὥσπερ ἡ σελήνη τὸν τῆς νυκτὸς ζόφον· προσέχειν δὲ δεῖ καὶ τὰς προσβολὰς τῶν λογισμῶν, κενοδοξίας τε καὶ οἰήσεως, καὶ τοῦ μὴ κατακρίνειν τινὰ ὁρῶντα ἀπρεπές τι πράττοντα· οἱ γὰρ δαίμονες βλέποντες τὴν ψυχὴν ἀπὸ τῶν παθῶν καὶ τῶν πειρασμῶν διὰ τῆς ἐνοικήσεως τῆς χάριτος. καὶ τῆς εἰρηνικῆς καταστάσεως ἐλευθερωθεῖσαν, προβάλλουσι τὰ τοιαῦτα, ὅμως ἡ βοήθεια ἐκ Θεοῦ γενέσθω ἐν σοὶ καὶ τὸ πένθος διηνεκές, καὶ κόρος τῶν δακρύων μὴ ἦ· πρόσεχε δὲ μὴ ἐκπαθεῖν τι ἐκ πολλῆς χαρᾶς καὶ κατανύξεως, μὴ δὲ ἐξ ἰδίου κόπου καὶ οὐκ ἐκ τῆς τοῦ Θεοῦ χάριτος ταῦτα λογίσασθαι, καὶ ἀφαιρεθῶσιν ἐκ σοῦ, καὶ πολλὰ ζητήσεις ἐν τῇ εὐχῇ καὶ οὐχ εὑρήσεις· καὶ γνώσῃ οἷον δῶρον ἀπώλεσας· ἀλλὰ μηδέποτε Κύριε στερηθείημεν τῆς σῆς χάριτος· πλήν, ἀδελφέ, ἐὰν καὶ συμβῇ τοῦτο, ἐπίρριψον ἐπὶ Θεὸν τὴν ἀσθένειάν σου, καὶ ἀναστάς, ἐκτείνας δὲ τὰς χεῖρας, εὐξαι λέγων οὕτω· Κύριε ἐλέησόν με τὸν ἁμαρτωλὸν καὶ ἀσθενῆ καὶ ταλαίπωρον, καὶ κατάπεμψον ἐπ᾽ ἐμὲ τῆν χάριν σου, μὴ ἐῶν πειρασθῆναί με ὑπὲρ ὃ δύναμαι· ἴδε Κύριε αἱ πολλαὶ ἁμαρτίαι μου εἰς οἵαν ἀθυμίαν καὶ λογισμούς με ἤγαγον· ἐγὼ Κύριε, εἰ καὶ θελήσω ἐκ δαιμόνων καὶ οἰήσεως τὴν στέρησιν τῆς σῆς παρακλήσεως λογίσασθαι, οὐ δύναμαι· οἶδα γὰρ πρὸς τούτους αὐτοὺς ἀντιπαρατάσσεσθαι, τοὺς τὸ σὸν θέλημα θερμῶς ἐκτελοῦντας· ἐγὼ δὲ τὸ αὐτῶν θέλημα καθ᾽ ἑκάστην ἐκπληρῶν, πῶς ὑπ᾽ αὐτῶν πειρασθήσομαι; πειράζομαι δὲ πάντως ὑπὸ τῶν ἰδίων ἁμαρτιῶν· καὶ νῦν Κύριέ μου, Κύριε· εἰ θέλημα σὸν καὶ ἐμοὶ συμφέρον, εἰσελθέτω πάλιν ἡ χάρις σου εἰς τὸν δοῦλόν σου, ὅπως, βλέπων ταύτην, χαίρω ἐν κατανύξει καὶ κλαυθμῷ, φωτιζόμενος ἐκ τῆς ταύτης ἀειφώτου ἐλλάμψεως· φυλαττόμενος ἀπὸ ῥυπαρῶν λογισμῶν, καὶ παντὸς πονηροῦ πράγματος· καὶ τῶν καθ᾽ ἑκάστην σφαλλομένων μοι ἐν γνώσει καὶ ἀγνοίᾳ ἔργων τε καὶ λόγων· λαμβάνων πληροφορίαν τῆς εἰς σὲ παρρησίας, Κύριε, ἐκ τῶν καθ᾽ ἡμέραν προσπιπτουσῶν θλίψεων τῷ δούλῳ σου, παρά τε δαιμόνων καὶ ἀνθρώπων, καὶ τῆς ἐκκοπῆς τοῦ ἰδίου θελήματος ἐννοούμενος καὶ τὰ μένοντα ἀγαθὰ, τοῖς ἁγαπῶσί σε Κύριε· σὺ γὰρ εἶπας, Κύριε, ὅτι ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται· πρὸς δὲ τούτοις, ἀδελφέ, καὶ ἕτερα ὅσα ἐπιχορηγήσει ὁ Θεὸς ἐν τῇ σῇ διανοίᾳ, ἐπίμεινον παρακαλῶν, μὴ χαυνούμενος ἐξ ἀκηδίας· καὶ ὁ ἀγαθὸς Θεός, οὐ μή σε ἐγκαταλείπει.

Κελλίον δὲ ὃ παρὰ τοῦ προεστῶτος κατ᾽ ἀρχὰς εἴληφας, ἐγκαρτέρησον μέχρι τέλους εἰ δὲ διὰ παλαιότητα, ἢ σύμπτωσιν αὐτοῦ ἀπὸ τοῦ λογισμοῦ ἐνοχλῇ, βαλὼν μετάνοιαν τῷ προεστῶτι, μετὰ ταπεινώσεως ὑπόμνησον· καὶ εἰ μὲν ἐπακούσει σου, χαῖρε· εἰ δ᾽ οὖν, καὶ οὕτως εὐχαρίστησον, ὑπομνησθεὶς τοῦ σοῦ δεσπότου τοῦ μὴ ἔχοντος ποῦ τὴν κεφαλὴν κλίναι· εἰ γὰρ δὶς καὶ τρὶς ἢ τετράκις ὑπὲρ τούτου παρηνώχλησας, τίκτεται παρρησία, εἶθ᾽ οὕτως ἀπιστία, καὶ τέλος καταφρόνησις· εἰ οὖν θέλεις ἤρεμον καὶ ἡσύχιον βίον διάξαι, μὴ ἀπαίτει τὸ σύνολον σωματικὴν θεραπείαν παρὰ τοῦ Καθηγουμένου καὶ γὰρ κατ᾽ ἀρχὰς οὐ τοῦτο ὑπέσχου, ἀλλὰ καὶ ὑπὸ πάντων καταφρονεῖσθαι καὶ ἑξουθενεῖσθαι κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου, καὶ φέρειν γενναίως· εἰ οὖν θέλεις πίστιν καὶ ἀγάπην πρὸς αὐτὸν σώζειν, καὶ ὡς Ἅγιον βλέπειν, τὰ τρία ταῦτα φύλαξον· μὴ ἀπαιτεῖν τὰ πρὸς θεραπείαν, καὶ μὴ παρρησιάζεσθαι, καὶ μὴ συχνάζειν πρὸς αὑτὸν οἷα τινὲς πάσχουσιν, ὡς δῆθεν θεραπευόμενοι παρ᾽ αὐτοῦ, οὐ μόνιμον δὲ τοῦτο, ἀλλ᾽ ἀνθρώπινον· οὐ κατακρίνω δὲ καὶ τὸ μὴ κρύπτειν ἀπ᾽ αὐτοῦ πάντα λογισμὸν ἐπεισερχόμενόν σοι· εἰ γὰρ ταῦτα φυλάξῃς, ἀκυμάντως διέλθῃς τὴν τοῦ βίου θάλασσαν καὶ τὸν πατέρα, οἷς κἂν ἐστίν, ἅγιον ἡγήσῃ· ἐὰν δὲ προσελθὼν ἐπερωτῆσαι ἐν τῇ Ἐκκλησίᾳ τὸν σὸν πατέρα χάριν λογισμοῦ, εὑρήσεις ἕτερον σὲ προλαβόντα, χάριν τῆς αὐτῆς ὑποθέσεως ἦ καὶ ἑτέρας τινός, καὶ ἕνεκεν τούτου σὲ παρεωραμένον πρὸς μικρόν, μὴ δυσχεράνῃς, μήτε τί ἐναντίον λογίσῃ· ἀλλὰ ἰδίως ἵστασο τὰς χεῖρας ἔχων δεδεμένας, μέχρι τῆς αὐτοῦ συμπληρώσεως, καὶ τῆς σῆς προσκλήσεως, εἰώθει γὰρ τοῦτο παρὰ τῶν πατέρων ἴσως καὶ ἑκουσίως πρὸς δοκιμασίαν καὶ ἀπαλλαγὴν τῶν προημαρτημένων ἡμῖν γίνεσθαι.

Νηστεύειν δὲ τὰς τρεῖς τεσσαρακοστάς· τῇ μὲν μεγάλῃ διπλάς, ἄτερ μεγάλης ἑορτῆς, ἐκτὸς σαββάτου καὶ κυριακῆς· ταῖς δὲ δυσὶν ἑτέραις, παρὰ μίαν· τὰς δὲ ὑπολοίπους ἡμέρας τοῦ χρόνου, ἅπαξ τῆς ἡμέρας ἐσθίειν, ἐκτὸς σαββάτου, καὶ κυριακῆς, καὶ ἑορτῆς, ἀλλ᾽ οὐκ εἰς κόρον.

Σπούδασον δὲ τύπον ὠφελείας πάσῃ τῇ ἀδελφότητι γενέσθαι σε, πρὸς πᾶσαν ἀρετήν, ταπείνωσίν τε καὶ πραότητα, ἐλεημοσύνην τε, καὶ ὑπακοὴν μέχρι καὶ τῶν εὐτελεστάτων· ἀοργησίαν τε, καὶ ἀπροσπάθειαν, ἀκτημοσύνην τε καὶ κατάνυξιν, ἀκακίαν τε καὶ ἀπεριέργειαν· ἁπλότητα ἤθους καὶ ξενιτείαν ἐκ παντὸς ἀνθρώπου, ἀσθενούντων ἐπίσκεψιν, θλιβομένων παραμυθίαν· τὸ μή τινα τῶν ὠφελείας τῆς παρὰ σοῦ δεομένων ἀποστραφῆναι, χάριν προσομιλίας Θεοῦ, κρεῖσσον γὰρ εὐχῆς, ἀγάπη· συμπαθῆ τε εἶναί σε πρὸς πάντας, ἀκενόδοξον, ἀπαρρησίαστον, μὴ ἐλεγκτικόν, μὴ ἀπαιτοῦντά τι τὸν προεστῶτα ἢ τινα τῶν διακονητῶν· τὴν πρὸς τοὺς Ἱερεῖς πάντας τιμὴν ἀποσώζοντα· προσοχὴν ἐν τῇ εὐχῇ, καὶ κατάστασιν ἀνεπιτήδευτον, καὶ ἀγάπην πρὸς πάντας ἐπιδείκνυσθαι· μὴ ἕνεκεν δόξης σπουδάζειν περιεργάζεσθαι καὶ ἐρευνᾶν τὰς γραφάς· ἡ γὰρ εὐχὴ ἡ μετὰ δακρύων, καὶ ἡ ἐκ τῆς χάριτος ἔλλαμψις, ταῦτα σε διδάξει· ἐρωτώμενος τοίνυν περί τινος τῶν προσηκόντων, μετὰ πολλῆς ταπεινώσεως ἐκ τοῦ σοῦ βίου, ὡς ἐξ ἄλλου, τὰ τῶν ἐνθέων πράξεων, χορηγούσης τῆς χάριτος δίδασκε, ἀκενοδόξῳ λογισμῷ, ὅς τις ἂν καὶ τύχῃ, ὠφελείας ὀρεγόμενος· καὶ περὶ λογισμοῦ τὸν ζητοῦντα ὡφεληθῆναι ἀπὸ σοῦ, μὴ ἀποστραφῇς· ἀλλ᾽ ἀνάδεξαι τὰ αὐτοῦ σφάλματα οἷα κἂν ὦσιν, ὑπὲρ αὐτοῦ κλαίων καὶ εὐχόμενος· τεκμήριον γὰρ ὑπάρχει καὶ ταῦτα ἀγάπης καὶ τελείας συμπαθείας· καὶ μὴ χάριν τοῦ μὴ βλαβῆναι ὑπὸ τῆς ἀκροάσεως τῶν τοιούτων, ἀπώση τὸν προσελθόντα· τῆς χάριτος γὰρ συνεργούσης, οὐδὲν βλαβήσῃ· πλὴν διὰ τὴν τῶν πολλῶν βλάβην, ἐν τόπῳ ἀποκρύφῳ τοῦτο δεῖ εἰπεῖν· κἂν τάχα καὶ προσβολὴν λογισμοῦ ὡς ἄνθρωπος ὑποστῇς· ἐὰν γὰρ κεχαριτωμένως ἦς, οὐδὲ τοῦτο πείσῃ· καὶ γὰρ διδασκόμεθα μὴ τὸ ἑαυτῶν ζητεῖν, ἀλλὰ τὸ τῶν ἑτέρων, ἵνα σωθῶσι· καθὼς δὲ προείπομεν φυλάττειν σε δεῖ ἀπράγμονα βίον καὶ ἀκτήμονα καὶ ἑαυτὸν τότε λογίσῃ ἐνεργούμενον ὑπὸ τῆς χάριτος, ὅταν ἁμαρτωλότερον πάντων ἀνθρώπων ἐν ἀληθείᾳ ἔχῃς· τοῦτο δὲ ὅπως γίνεται οὐκ ἔχω λέγειν, ὁ Θεὸς οἶδεν.

Τὰς δὲ ὥρας τῆς ἀγρυπνίας, ὀφείλεις ἀναγινώσκειν μὲν ὥρας δύω, καὶ δύω εὔχεσθαι ἐν κατανύξει μετὰ δακρύων, καὶ κανόνα οἷον βούλει, καὶ ψαλμούς, εἱ βούλει, τοὺς δώδεκα, καὶ τὸν ἄμωμον, καὶ τὴν εὐχὴν τοῦ Ἁγίου Εὐστρατίου· ταῦτα ἐν ταῖς μεγάλαις νυξίν· ἐν δὲ ταῖς μικραῖς, συντομοτέραν τὴν ἀκολουθίαν, κατὰ τὴν παρεχομένην σοι παρὰ Θεοῦ δύναμιν· ἄνευ γὰρ αὐτοῦ οὐδὲν τῶν ἀγαθῶν κατορθοῦται· καθὼς φησὶν ὁ Προφήτης· παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται· καὶ αὐτοῦ τοῦ σωτῆρος εἰπόντος, χωρὶς ἐμοῦ οὐ δύνασθαι ποιεῖν οὐδέν· ἄνευ δὲ δακρύων μηδέποτε κοινωνήσῃς.

Ἐσθίειν δὲ τὰ παρατιθέμενά σοι οἴα εἰσίν, ὁμοίως καὶ οἶνον μετὰ ἐγκρατείας ἀγογγύστως· εἰ δὲ καὶ κατὰ μόνας κάθῃ δι᾽ ἀσθένειαν, ὠμὰ λάχανα μετὰ ἐλαίων· ἐὰν δέ τις τῶν ἀδελφῶν βρώσιμόν τι πέμψῃ σοι δέξαι μετ᾽ εὐχαριστίας καὶ ταπεινώσεως ὡς ξένος· καὶ ἐξ αὐτοῦ μετάλαβε, εἴτι δ᾽ ἄν ἐστι· καὶ τὸ περιληφθέν, ἀπόστειλον ἑτέρῳ ἀδελφῷ, πτωχῷ καὶ εὐλαβεῖ· ἐὰν δέ τις καλέσῃ σε εἰς παράκλησιν, ἐκ πάντων τῶν παρατιθεμένων σοι μετάλαβε, πρὸς μικρὸν δέ· κατὰ τὴν ἐντολὴν τὴν ἐγκράτειαν φυλάττων· ἀνιστάμενος δὲ καὶ βαλὼν μετάνοιαν ἐν ἤθει ξένου καὶ πτωχοῦ, τὴν εὐχαριστίαν ἀπόνεμε λέγων· ὁ Θεὸς Πάτερ Ἅγιε τὸν μισθὸν δώῃ σοι· πρόσεχε δὲ μὴ λαλῆσαί τι, κἂν τάχα καὶ ὠφέλιμον εἴη.

Εἰ δὲ καί τις τῶν ἀδελφῶν θλιβείς, ἢ παρὰ τοῦ προεστῶτος, ἢ τοῦ οἰκονόμου, ἢ τινὸς ἑτέρου, ἔλθῃ πρὸς σέ, παραμύθησαι αὐτὸν οὕτως· πίστευσον ἀδελφέ, πρὸς δοκιμήν σοι τοῦτο γέγονε· κἀμοὶ γὰρ διαφόρως τοῦτο συνέβη, καὶ ἐκ μικροψυχίας ἐλυπούμην· ἐπεὶ δὲ ἐπληροφορήθην πρὸς δοκιμὴν ταῦτα εἶναι, φέρω εὐχαρίστως· καὶ σὺ τοίνυν οὕτως ποίει· καὶ μᾶλλον εὐφρανθήσῃ ἐπὶ ταῖς τοιαύταις θλίψεσι· εἰ δὲ καὶ πρὸς λοιδορίας τραπῇ, μηδ᾽ οὕτως ἀποστραφῇς, ἀλλ᾽ ὡς ἂν ἡ χάρις ἐπιχορηγήσῃ σοι, παραμύθησαι αὐτόν· πολλαὶ γάρ εἰσι διακρίσεις, καὶ ὡς νοεῖς τὴν τοῦ ἀδελφοῦ κατάστασιν καὶ τοὺς αὐτοῦ λογισμούς, συνέρχου αὐτῷ, καὶ μὴ ἀφῇς ἀθεράπευτον αὐτὸν ἀπελθεῖν.

Ἀσθενοῦντι δὲ ἀδελφῷ, εἰ συμβῇ σοι, μὴ ἐπισκέψασθαι μέχρι πολλοῦ, δεῖ σοι τί προαποστεῖλαι, δηλῶν καὶ τοῦτο· ὅτι πίστευσον Πάτερ Ἅγιε, σήμερον ἔμαθον περὶ τῆς νόσου, καὶ αἰτοῦμαι συγχώρησιν· εἰ θ᾽ οὕτως ἀπελθὼν μετάνοιάν τε βαλὼν, καὶ εὐχῆς γενομένης, οὕτως εἰπὲ αὐτῷ· πῶς ὁ Θεὸς ἐβοήθησέ σοι Πάτερ Ἅγιε, καὶ καθεσθεὶς δεδεμέναις ταῖς χερσί, σιώπα· εἰ δὲ καὶ ἄλλοι εἰσὶ παραγενόμενοι, ἐπισκέψεως χάριν, πρόσεχε μὴ προσομιλῆσαί τι, ἢ γραφικόν, ἢ φυσιολογικόν, μάλιστα μὴ ἐρωτώμενος· ἵνα μὴ ὕστερον θλιβῇς· τοῦτο γὰρ ἐπὶ τὸ πλεῖστον συμβαίνει τοῖς ἁπλουστέροις τῶν ἀδελφῶν.

Μετ᾽ εὐλαβῶν ἀδελφῶν εἰ συμβῇ ἑστιαθῆναι, τῶν προκειμένων, ἀδιακρίτως χρή σε μεταλαμβάνειν, εἴτι δ᾽ ἂν ὦσιν· ἐὰν δὲ ἐντολὴν τινὸς ἔχῃς, ἢ ἰχθύος ἢ ἑτέρου οἵου μὴ μεταλαβεῖν, εἰσὶ δὲ παρατιθέμενα, εἰ προχείρως ἢ ὁ τὴν ἐντολὴν δούς, ἀπελθὼν πεῖσον αὐτὸν συγχωρῆσαί σοι τοῦ μεταλαβεῖν· εἰ δὲ οὐ πάρεστιν, ἢ καὶ γινώσκεις μὴ συγχωρεῖν σοι, καὶ πάλιν αὐτοὺς οὐ βούλει σκανδαλίσαι, μετὰ τὴν ἑστίασιν, ἀνάθου αὐτῷ τὰ τῆς πράξεως, αἰτῶν συγχώρησιν· εἰ δὲ ἐκ τούτων οὐδέτερον βούλει, κρεῖττόν σοι μὴ ἀπελθεῖν πρὸς αὐτούς· δύω γὰρ κερδανεῖς; καὶ τὸν τῆς κενοδοξίας δαίμονα ἐκφεύξῃ, καὶ αὐτοὺς σκανδάλου καὶ θλίψεως ἀπαλλάξῃς· εἰ δὲ τῶν παχυτέρων εἰσί, φύλαξον τὸν κανόνα· κρεῖσσον δὲ καὶ ἐπὶ αὐτῶν ἐκ πάντων μικρὸν μεταλαβεῖν· ὁμοίως καὶ ἐπὶ παρακλήσεως τινός, κατὰ τὸν Ἀπόστολον νομοθετοῦντα πᾶν τὸ παρατιθέμενον ἐσθίειν, μηδὲν ἀνακρίνοντας διὰ τὴν συνείδησιν.

Ἐὰν ποιοῦντός σου ἐν τῷ κελλίῳ σου τὴν εὐχήν, κρούσῃ τὶς τὴν θύραν, ἄνοιξον αὐτῷ· καὶ καθεσθεὶς ὁμίλησον μετὰ ταπεινώσεως, εἴτι δ᾽ ἂν προβάλλῃ τῶν συντεινόντων εἰς ὠφέλειαν· καὶ ὑπὸ θλίψεως ἐστὶ βεβαρημένος, σπούδασον ἢ ἐν λόγῳ, ἢ ἐν ἔργῳ θεραπεῦσαι αὐτόν· καὶ πάλιν αὐτοῦ ἀναχωροῦντος, κλείσας, ἐπαναλαβόμενος τὴν εὐχὴν ἐπιτέλει· καὶ γὰρ ὁμοίως τῆς καταλλαγῆς ὑπάρχει καὶ ἡ θεραπεία τῶν προσιόντων· οὐκ ἐπὶ κοσμικῶν δὲ οὕτως δεῖ ποιεῖν· ἀλλὰ πληροῦντας τὴν εὐχὴν οὕτως αὐτῷ ὁμιλεῖν.

Εὐχομένου δέ σου, εἰ δειλία τὶς ἢ κτύπος, ἢ ὡς φῶς ἐπιλάμψῃ, ἢ ἄλλο τί γένηται, σὺ μὴ θροηθῇς· ἀλλὰ μᾶλλον ἐκτενέστερον τῇ προσευχῇ καρτέρησον· ταραχὴ γὰρ γίνεται δαιμονική, καὶ φρίκη, καὶ ἔκστασις, ὅπως χαυνωθεὶς τὴν εὐχὴν ἐάσῃς· καὶ λοιπὸν ἐν ἕξει τούτου γενομένου, ὑποχείριόν σε λάβωσι· εἰ δὲ τὴν εὐχὴν ἐκτελοῦντος, ἕτερον φῶς ἐπιλάμψῃ σοι, ὅπερ ἀδυνάτῳ φράσαι, χαρᾶς τε πλήρης ἡ ψυχὴ γένηται, ἐπιθυμία τε τῶν κρειττόνων, καὶ δακρύων ἐπίρροια μετὰ κατανύξεως, γίνωσκε θείαν ἐπισκοπὴν εἶναι καὶ ἀντίληψιν τοῦτο· καὶ εἰ ἐπιμένῃ μέχρι πολλοῦ, διὰ τὸ μή τι πλέον σοι γενέσθαι ἐκ τῆς τῶν δακρύων συνοχῆς, αἰχμαλώτισον τὸν νοῦν σου εἴς τι τῶν σωματικῶν, καὶ ἐν τούτῳ ταπεινωθήσῃ· τὴν δὲ εὐχὴν πρόσεχε μὴ ἐν τῇ τῶν ἐχθρῶν ἐκφοβήσει καταλεῖψαι· ἀλλ᾽ ὥσπερ παῖς ὑπό τινων μορμολυκίων δεδιττόμενος ὑπὸ τὰς ἀγκάλας τῆς μητρὸς ἢ τοῦ πατρὸς προσφεύγων, τὸν τούτων ἀπωθεῖται φόβον, οὕτω καὶ σὺ διὰ τῆς εὐχῆς, πρὸς τὸν Θεὸν ἀναδραμών, τὸν τούτων φόβον διαφεύξει.

Ἐὰν καθεζομένου σου ἐν τῷ κελλίῳ, ἀδελφὸς τίς ἐλθὼν ἐρωτήσῃ σοι περὶ σαρκικοῦ πολέμου, μὴ ἀποστρέψῃς τὸν τοιοῦτον· ἀλλὰ μετὰ κατανύξεως, ἐξ ὧν ἡ τοῦ Θεοῦ χάρις ἐπιχορηγήσει, καὶ ὃ ἐκ πράξεως κέκτησαι, ὡφέλησον αὐτόν, καὶ οὕτως ἀπώλυσον· ἐξερχομένου δὲ βαλὼν μετάνοιαν πρὸς αὐτόν, εἰπέ· πίστευσον ἀδελφέ, ἐλπίζω εἰς τὴν φιλανθρωπίαν τοῦ Θεοῦ, ὅτι φεύξεται ἀπὸ σοῦ ὁ τοιοῦτος πόλεμος, μόνον μὴ ὑπενδώσῃς ἢ χαυνωθῇς· ἐξελθόντος δὲ αὐτοῦ, ἀναστὰς καὶ ἀνατυπωσάμενος τὸν αὐτοῦ πόλεμον, ἐπάρας τὰς χεῖρας μετὰ δακρύων πρὸς τὸν Θεὸν ἐν στεναγμοῖς ὑπὲρ τοῦ ἀδελφοῦ δεήθητι λέγων· Κύριε ὁ Θεός, ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς οἶδας καὶ συμφέρει τῷ ἀδελφῷ τούτῳ οἰκονόμησον· καὶ ὁ Θεὸς ὁ γινώσκων αὐτοῦ τὴν πρὸς σὲ πίστιν, τὴν δὲ σὴν ἐξ ἀγάπης συμπάθειαν καὶ εἰλικρινῆ ὑπὲρ αὐτοῦ εὐχήν, κουφίζει τὸν τούτου πόλεμον.

Ταῦτα δὲ πάντα, ἐπιτήδεια εἰσὶν ἀδελφὲ πρὸς κατάνυξιν· καὶ δεῖ μετὰ συντετριμμένης καρδίας, ὑπομονῆς τε καὶ εὐχαριστίας ἐπιτελεῖν· δακρύων ὄντα αἴτια καὶ καθαιρετικὰ παθῶν καὶ τῆς τῶν οὐρανῶν πρόξενα βασιλείας· βιαστῶν γὰρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν· καὶ γὰρ εἰ ταῦτα κατορθώσης, τῶν παλαιῶν ἠθῶν τελείως ἐκστήσῃ· ἴσως καὶ αὐτῶν τῶν τοῦ λογισμοῦ προσβολῶν· πέφυκε γὰρ ὑποχωρεῖν τῷ φωτὶ τὸ σκότος, καὶ τῷ ἡλίῳ ἡ σκιά· καὶ γὰρ εἰ τούτων ἀμελήσει τίς κατ᾽ ἀρχάς, χαυνῶν τὸν λογισμὸν περίεργος γενόμενος, τῆς χάριτος στερεῖται· καὶ τότε εἰς πάθη κακῶν ἐμπεσών, γινώσκει τὴν ἰδίαν ἀσθένειαν, δειλίας πληρούμενος· οὐ δεῖ δὲ καὶ τὸν κατορθοῦντα, ἐξ ἰδίου κόπου τοῦτο λογίζεσθαι, ἀλλ᾽ ἐκ τῆς τοῦ Θεοῦ χάριτος· προκαθαίρειν δὲ δεῖ ἑαυτὸν κατὰ τὸν εἰπόντα· καθαρτέον πρῶτον, ἔπειτα τῷ καθαρῷ προσομιλητέον· ἐκ γὰρ πολλῶν δακρύων τοῦ νοῦ καθαρθέντος, καὶ ἔλλαμψιν τοῦ θείου φωτὸς ὑποδεχομένου· ὅπερ ὅλος ὁ κόσμος, εἰ λάβῃ, οὐκ ἐλαττοῖ· νοερῶς τοῖς μέλλουσιν ἐμφιλοχωρεῖ.

Ἡρωτήθη ποτὲ ὁ Ἅγιος καὶ μακάριος οὗτος Συμεών, ὁποῖος εἶναι ὀφείλει ὁ Ἰερεύς, καὶ ἀπεκρίθη λέγων· ἐγώ μὲν οὐκ εἰμὶ ἄξιος εἶναι Ἱερεὺς· πλὴν ποταπὸς εἶναι ὀφείλει ὁ μέλλων ἱερουργεῖν τῷ Θεῷ, ἀσφαλῶς ἔγνωκα· ἐν πρώτοις μέν, ἁγνὸς οὐ τῷ σώματι μόνον, ἀλλὰ καὶ τῇ ψυχῇ· καὶ πρὸς τούτοις ἀμέτοχος εἶναι πάσης ἁμαρτίας· δεύτερον δὲ ταπεινὸς καὶ τῷ ἔξω ἤθει, καὶ τῷ ἔνδοθεν τῆς ψυχῆς καταστήματι· εἶτα ὅτε παρίσταται τῇ ἱερᾷ καὶ ἁγίᾳ τραπέζη, νοερῶς μὲν τὴν θεότητα, αἰσθητῶς δὲ τὰ προκείμενα ἅγια ὁρᾶν ὀφείλει ἀναμφιβόλως· οὐ μὴν δέ, ἀλλὰ καὶ αὐτὸν τὸν ἐν δώροις ἀοράτως παρόντα, ἐνοικοῦντα κεκτῆσθαι χρεωστεῖ, ἐν τῇ ἑαυτοῦ καρδίᾳ γνωστῶς· ἵνα δύνηται οὕτω μετὰ παρρησίας τὰς ἱκετηρίας προσφέρειν· καὶ ὡς φίλος πρὸς φίλον διαλεγόμενος, οὕτω λέγειν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· δηλούσης τῆς εὐχῆς, ὡς τὸν φύσει ὄντα Υἱὸν τοῦ Θεοῦ ἔχων οἰκοῦντα ἐν ἑαυτῷ μετὰ τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος· τοιούτους εἶδον Πρεσβυτέρους· συγχωρήσατέ μοι πατέρες καὶ ἀδελφοί.

Ἔλεγε δὲ καὶ τοῦτο, ὡς περί τινος ἄλλου, ἑαυτὸν ὑποκρύβων, καὶ τὴν τῶν ἀνθρώπων δόξαν ἐκφεύγων, ὑπὸ δὲ φιλανθρωπίας αὐτοῦ ἑαυτὸν ἀναγκαζόμενος φανεροῖ· ἤκουσα, φησί, παρά τινος Μοναχοῦ Ἱερέως θαρρήσαντός μοι ὡς προσφιλεῖ αὐτοῦ· ὅτι οὐδέποτε ἐλειτούργησα, μὴ ἰδὼν τὸ Πνεῦμα τὸ Ἅγιον, καθὼς αὐτὸ εἶδον ἐλθὸν ἐπ᾽ ἐμοί, ὅτε με ἐχειροτόνουν, καὶ τὴν εὐχὴν τοῦ Ἱερέως ὁ Μητροπολίτης ἔλεγε, τοῦ Εὐχολογίου ἐπικειμένου τῇ ἀθλίᾳ μου κεφαλῇ· ἐρωτηθεὶς οὖν παρ᾽ ἐμοῦ πῶς τοῦτο εἶδε τότε, καὶ ἐν ποίου εἴδους μορφῇ, εἶπεν· ἁπλοῦν μὲν καὶ ἀνείδεον. πλὴν ὡς φῶς· καὶ ὡς ἐθαύμαζον κατ᾽ ἀρχάς, ἰδὼν δ᾽ οὐδέποτε ἐθεασάμην καὶ τί ἂν εἴη τοῦτο διαλογιζομένου μου, ἔλεγε μοι μυστικῶς ἐκεῖνο, ὥσπερ ἐν γνώσει φωνῆς· ἐγὼ οὕτω πᾶσι Προφήταις, καὶ Ἀποστόλοις, καὶ τοῖς νῦν ἐκλεκτοῖς τοῦ Θεοῦ καὶ ἁγίοις ἐπιφοιτῶ· τὸ γὰρ Ἁγιον Πνεῦμά εἰμι τοῦ Θεοῦ· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας, ἀμήν.

· Contents ·