Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2
St Niketas Stethatos, 8. Σύντομος βιογραφία
ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ
ΝΙΚΗΤΑ
ΜΟΝΑΧΟΥ ΚΑΙ ΠΡΕΣΒΥΤΕΡΟΥ
ΤΗΣ ΕΥΑΓΕΣΤΑΤΗΣ ΜΟΝΗΣ ΤΩΝ ΣΤΟΥΔΙΩΝ ΤΟΥ ΣΤΗΘΑΤΟΥ
ΜΑΘΗΤΟΥ
ΣΥΜΕΩΝ
ΤΟΥ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ
Νικήτας ὁ Ὁσιώτατος Πρεσβύτερος τῆς Στουδίων Μονῆς, ὁ καὶ Στηθᾶτος ἐπικαλούμενος, ἦν ἐν ἔτει ἀπὸ Χριστοῦ χιλιοστῷ τριακοστῷ, μαθητὴς χρηματίσας Συμεὼν τοῦ νέου Θεολόγου ὁ γνησιώτατος· παρ᾽ οὖ πολλὰ μὲν ἐμυήθη τῆς πνευματικῆς φιλοσοφίας μυστηριώδη μαθήματα, καὶ τοσοῦτον τὰς ἐκείνου ἀνεμάξατο ἀρετάς, ὡς ἄλλον ἀτεχνῶς δείκνυσθαι τοῦ διδασκάλου παρήλιον, ὅλας, ὡς εἰπεῖν, τὰς αὐγοειδεῖς ἀντανακλάσεις τῶν ἐκείνου χαρισμάτων καὶ διδαγμάτων ἐν τῇ ψυχῇ αὐτοῦ διαλάμποντα· παρ᾽ ἑαυτοῦ δὲ πόνοις ἀτρύτοις ταῖς θείαις ἐμφιλοσοφήσας γραφαῖς, πάμπολλα καὶ κάλλιστα νοήμαματα συλλεξάμενος· ἔστι δ᾽ ἃ καὶ πείρᾳ καὶ μακαρίῳ πάθει μὴ μόνον μαθὼν, ἀλλὰ καὶ παθὼν καὶ οἱονεὶ ἐγκύμονα θείων καὶ ὑπερφυῶν ἐννοιῶν τὴν ἑαυτοῦ διάνοιαν ἐκ τούτων ἁπάντων ἀπεργασάμενος· ὑψηλὰ καὶ σοφώτατα πονήματα ἀπεκύησεν, ὡς ἔξεστι κρίνειν τοῖς βουλομένοις ἐκ τῶν προκειμένων τριῶν ἑκατοντάδων αὐτοῦ· ἃς ἀκριβῆ κανόνα τῆς πρακτικῆς καὶ γνώσεως ἀπλανοῦς ὁδηγίαν καὶ βίου θεοειδεστάτου τελείωσιν, καὶ συνόλως εἰπεῖν, ταμεῖον πλουσιώτατον τῆς ἠθικῆς καὶ ἀλληγορικῆς ἰδέας εἰπών τις, ἅπασαν ἐρεῖ τὴν ἀλήθειαν· ὡς μὲν γὰρ εἰσιν ὑψηλαὶ τοῖς νοήμασιν· ὡς δὲ μεγαλήγοροι τῇ καλλιεπείᾳ τῆς φράσεως· ὥστε ἄπορον εἶναι πότερον διὰ τὸν ἐν αὐταῖς ἐγκείμενον νοῦν ἢ διὰ τὸ κομψὸν τῶν λέξεων, τοσαύτην χάριν ἐγχεῖσθαι ταῖς τῶν ἀναγινωσκόντων ψυχαῖς.