Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 10
ΛΟΓΟΣ Ι΄
Πῶς ἀντικρούειν δαίμονας δεῖ ταῖς πάλαις.
ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,
Ἐμοὶ μὲν τὸ λαλεῖν οὐκ ὀκνηρὸν, ὡς φησὶν ὁ λόγος· ὑμῖν δὲ ἀσφαλὲς, εἴ γε ἀσφαλίζεσθε ἐν τῇ ἀκροάσει τῶν ταπεινῶν μου λόγων· μὴ γὰρ ὅτι ὑπὸ στόματος ῥυπαροῦ καὶ ἀσθενοῦς ψυχῆς λαλεῖται ὃ λαλεῖται, ἀλλ᾽ ὅτι σωτηρίως καὶ συμφερόντως διὰ τὴν ἐμπιστευθείσαν μοι ἀναξίως ἀρχὴν δέχεσθε καὶ ἐνωτίζεσθε, βελτιοῦσθε καὶ προκόπτετε ἐπὶ τὰ μείζονα καὶ τελειότερα. Τοῦτο γὰρ τὸ ζητούμενον, καὶ διὰ τοῦτο ὁ κόπος μου καὶ ὁ μόχθος, ἡ καθημερινὴ ἐπισύστασις περὶ ὑμῶν καὶ φροντίς μου. Εἰ γὰρ καὶ οὐκ εἰμὶ ἱκανὸς οὔτε ἄξιος φθέγξασθαι ἐκεῖνα τὰ ἀποστολικά, τὸ· Τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ἀλλ᾽ οὖν διὰ τὸν ἐπηρτημένον μοι κίνδυνον τῆς προστασίας, διὰ τὸν φόβον τῶν κολάσεων, διὰ τὸ ζηλοτυπεῖν με τὴν ὑμῶν σωτηρίαν καὶ προκοπὴν, τιτρώσκομαι καὶ βάλλομαι καὶ καίομαι ἐπὶ ἑνὶ ἑκάστῳ, ἵνα πάντες σώζοισθε, ἵνα μηδεὶς ἀπόληται· Πῶς δὲ ἂν ἄλλως τοῦτο γένοιτο, ἢ ἐκ πολλῆς προσοχῆς καὶ νήψεως καὶ τῆς καθεκάστην ἀκροάσεως, εὐταξίας τε καὶ συμφωνίας, ὁμοψυχίας τε καὶ συννεύσεως, τηρήσεως ἀκριβοῦς τῶν ἐντεταλμένων, καὶ μηδὲ τοῦ τυχόντος παρορᾶν τῶν ὀφειλόντων κατορθοῦσθαι, εἰς δόξαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ;
Λοιπὸν σκοπείτω ἕκαστος καὶ βλεπέτω ὅπως στήκῃ ἑδραῖος καὶ ἀμετακίνητος ἐν τῇ πέτρᾳ τῆς πίστεως, ἐν τῇ ὁμολογίᾳ τῆς ὑποταγῆς αὐτοῦ, ἐν τῇ ὁδῷ τῶν μαρτυρίων τοῦ Χριστοῦ· μὴ ἐκκλίνων εἰς δεξιὰ ἢ εἰς ἀριστερὰ, ἀλλ᾽ ὁδῷ βασιλικῇ πορευόμενος, μηδ᾽ ἀπονυστάζων κατὰ ψυχὴν ἐν τῇ ὀλιγωρίᾳ τῆς ὑπομονῆς ὡς ἂν μὴ προσκόψῃ πρὸς λίθον συμπτώματος τὸν πόδα αὐτοῦ· μηδέ τι φρονῶν ἢ ποιῶν ἐξ αὐταρεσκείας μᾶλλον δὲ προσπαθείας, καὶ γινόμενος τοῦ νόμου νομιμώτερος, καὶ τοῦ κανόνος εὐθύτερος, μᾶλλον δὲ στρεβλότερος καὶ ἀλλοτριώτερος. Εἰ γάρ μοι καὶ ὁρᾶσθε, ἀλλ᾽ οὐ πάντοτε καὶ ἐν παντὶ τόπῳ· θεοῦ μόνου τοῦτο τοῦ πάντα ἐφορῶντος καὶ ἐξετάζοντος· ὥστε οὐκ οἶδα μή τι κρύβδην κατὰ τὰς ἁμαρτίας ἰδιοπραγοῦντες, μᾶλλον δὲ φιλοπαθοῦντες, ἐνέχεσθε εἰς πτῶμα ἁμαρτίας, εἰς ὄλισθον ψυχῆς. Σκοπεῖτε διὰ ταῦτα, φοβεῖσθε, τρέμετε, ὡς ἔτι ἐξουρίας πλεῖτε, μέμνησθε ναυαγίου, κατὰ τὸ εἰρημένον· μιᾷ καιροῦ ῥοπῇ λαίλαψ, καταιγὶς, πνεῦμα πονηρὸν, χειμὼν, ὄλεθρος. ἀπώλεια, θάνατος. Ὡς ἔτι εἰρήνη καὶ ἀσφάλεια δοκεῖ εἶναι, αἰφνιδίως ταραχὴ, μάχη, πόλεμος, σφαγὴ, καὶ τόγε ἐλεεινότερον, οὐ σώματος, ἀλλὰ ψυχῆς. Ὑποστέλλεται ὁ δόλιος καιρῷ τινὶ, ἵνα ἀμεριμνίαν δῷ, εἶθ᾽ οὕτως εἰσπηδήσας θᾶττον, περιτρέψειε τὸν λογισμὸν καὶ ἀπολέσειεν· οὐκ ἔστιν ἀμεριμνία, οὐκ ἔστιν ἀνέσεως καιρός. Πολλοὺς πρὸς αὐτῷ τῷ λιμένι φθάσαντας τῆς σωτηρίας, ὑποβρυχίους πεποίηκε, πολλοὺς εἰς αὐτὰς τὰς τοῦ οὐρανοῦ ἁψίδας ἀνιόντας, διὰ μικρᾶς ἀμελείας εἰς τὴν γῆν κατήγαγε τῆς ἀνομίας· πλείστους ἀρετῶν θησαυροὺς ἐκένωσε· πολλοὺς ἀγῶνας πνευματικοὺς ἀπεσύλησε καὶ πτωχοὺς ἀποκατέστησε. Τί λοιπὸν εἴπομεν ἡμεῖς ὡς ἀληθῶς οἱ πτωχοὶ καὶ πένητες, οἱ ἀσθενεῖς καὶ ἄνανδροι, οἱ νέοι καὶ ἄνηβοι, οἱ ὀλιγοχρόνιοι καὶ ὀλιγοκάματοι πρὸς τὴν ἄσκησιν· θαῤῥήσομεν ἆρα ἢ φθεγξόμεθα ἢ γρύξομεν, εἰ μὴ βοηθοίμεθα ἄνωθεν; οὐχὶ ἄρδην εἰς γῆν ἰδιοῤῥυθμοῦντας ἀπολέσειε καὶ συμπτώσειεν ὁ πολυμήχανος ἐχθρός;
Ἀλλ᾽ ἕως πότε λοιπόν προσπαθήσομεν; ἕως τίνος στήσομεν βουλὰς καὶ τρόπους οὐχὶ ὑπὲρ σωτηρίας, ἀλλὰ κατὰ τῆς σωτηρίας, ἡμῶν; Παῤῥησιάζεσθε ἀκούω· οὐχὶ πάντες, ἀλλ᾽ οἱ παῤῥησιαζόμενοι, καὶ οὐ φοβεῖσθε ἀπὸ τοῦ πατάσσοντος ἀγγέλου ἀορασίᾳ· βλέπετε γὰρ ἀναιδῶς εἰς ἀλλήλους, λογολεσχεῖτε καὶ γελοιάζετε· τινὲς δὲ καὶ συμπλέκεσθε, καθὼς δεδήλωταί μοι χερσὶ χεῖρας, καὶ στόμα πρὸς στόμα, παρειὰν πρὸς παρειὰν, τὸ θρήνους ἄξιον. Ἀποδήσει γὰρ τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια αὐτοῦ οὐ κατακαύσει; ἢ ἐπ᾽ ἀνθράκων πυρὸς περιπατήσει, τοὺς δὲ πόδας οὐ καταφλέξει; Οὕτως ὁ τὰ τοιαῦτα ποιῶν, οὐκ ἀτιμώρητος οὐδ᾽ ἀδιάπτωτος διαμένει. Ὅλως ἀκούεταί τι τοιοῦτον ἐν ὑμῖν; ὅλως τολμᾶται ἐν τοῖς σταυρώσασι ἑαυτοὺς τῷ κόσμῳ; ἐν τοῖς νενεκρωμένοις τῇ ἁμαρτίᾳ; ὅλως ἀνανεύετε εἰς πρόσωπα ἀλλήλων; ὅλως ἐπιδίδετε λόγῳ λόγον διαθέσει τοιαύτη; Καὶ τίς ὁ ἐλεῶν τὸν αὐτοβόθριστον; και τίς ὁ μὴ θρηνῶν τὸν αὐτοφόνευτον; καὶ τίς ὁ ἀνεχόμενος τὸν λυμαινόμενον; Μήτε ἀκούσαιμι τὰ τοιαῦτα, μήτε ἴδοιμι πονηρὸν πραττόμενον ἐνώπιον ὑμῶν· πονηρὸν δὲ καὶ τὸ φιλοκαλεῖν τὸ πρόσωπον καὶ τὸ καλοφορεῖν, τὸ στιβίζεσθαί τε καὶ γραμματίζεσθαι οἷον αἱ πορνευόμεναι· καὶ οὕτως γὰρ βλέπω τινὰς στοιβάζοντας τὸ ζῶσμα καὶ διευθετοῦντας τὸ ἱμάτιον, καὶ τὸ βάδισμα στρηνιστικὸν κινοῦντας, καὶ τὸν λόγον ἐκλυτικὸν προβάλλοντας, οἷς παραγγέλλω μηκέτι τὰ τοιαῦτα πράσσειν. Ἐπεὶ ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξει ὁ λόγος· οὐ γὰρ εἰς καθαίρεσιν, ἀλλ᾽ εἰς οἰκοδομὴν θέθεικεν ἡμᾶς ὁ θεὸς τοῦ λαοῦ τούτου.
Διὸ φυλάττετε τοὺς νόμους· οἱ διδάσκαλοι τοὺς μαθητευομένους νουθετεῖτε καὶ διορθοῦσθε· οὔ πω γὰρ λέγω ὅτι περὶ ὑμῶν τί τοιοῦτο κατοπτεύεται· καὶ οἷον ἀντὶ ἰατροῦ ὅτι γίνεταί τις τραυματιστής· ἀντὶ φωστῆρος σκοτήρ· ἀντὶ ὁδηγοῦ πλανήτης· ἀντὶ σωφρονιστοῦ παράφρων, ἀντὶ σωτῆρος ἀπωλείας αἴτιος. Οἱ γὰρ διδάσκαλοι, ὑποτύπωσις εὐσεβείας, ὑπογραμμὸς σωτηρίας, πάσης ἀγαθοεργίας εἰκονογραφία τοῖς μαθηταῖς πρόκεινται· διὰ τοῦτο γὰρ καὶ παραδίδονται, ἵνα τοῦ καλοῦ τῶν διδασκάλων μετάσχωσι τρόπου. Εἰ δὲ τὰ ἐναντία, αἰρέσθωσαν καὶ διαχωριζέσθωσαν, ἵνα μὴ τῆς οἰκείας ψώρας μεταδίδοιεν τοῖς ὑγιαίνουσι· οὔπω θέλω τὰ τοιαῦτα λέγειν· ἀλλ᾽ ἡ βία με κατεπείγει. Καὶ γοῦν τίθημι ὅρον, μηδεὶς ὑποπτευθείη ἔτι· εἴτε ὁ διδάσκαλος μαθητὴν, εἴτε ὁ μαθητὴς διδάσκαλον· εἴτε ἀδελφὸς ἀδελφὸν ἄνευ τοῦ κοινοῦ ἀσπασμοῦ ἢ περιπλεκόμενος· ἢ ἀντωθούμενος· ἢ ὑβρίζων καὶ ἀνθυβριζόμενος· ἀλλὰ καὶ μέχρι τοῦ τυχόντος λόγου τε καὶ βλέμματος, ἀκρίβειαν ἑλκέσθω, ἵνα κατευθύνοντες πορευώμεθα· ἵνα ὁ θεὸς χαίρῃ ἐπὶ τῇ καλλίστῃ διαγωγῇ ἡμῶν, καὶ ἔτι συνιστᾷ καὶ συγκροτῇ ἡμᾶς τοὺς ταπεινούς. Ταῦτα μοι καὶ περὶ τοῦ ἐξαγορεύειν ἠσφάλισται· ἀλλ᾽ ὑμεῖς τοιοῦτοι ἐστὲ, καὶ ὅτι τὰ μὴ ἐξαγορευόμενα ὑπό τινος. ἀφ᾽ ἑαυτῶν ἐκζητοῦντες καὶ ἀνερευνῶντες; τοῦτο κἀκεῖνο λαλεῖτε πρὸς ἀλλήλους, καὶ ἐνίετε τὸν ἰὸν ἐν ταῖς καρδίαις ὑμῶν, κνήθοντες καὶ κνηθόμενοι ὑπὸ τῶν παθῶν· καὶ πορνεύοντες τῇ γλώσσῃ· ὃ τάχα δύνασθε ποιεῖν ῥᾳδίως· εἴθε δὲ τῇ γλώσσῃ καὶ μὴ τῇ ψυχῇ εἰ γὰρ καὶ ἄνευ τοῦ ταράσσοντος ἀφ᾽ ἑαυτῆς ἡ φύσις τὰ κύματα καὶ τοὺς βρασμοὺς τὸν ἐπιθυμιῶν ἀναφέρει, τί δαι καὶ οὐ πείσεται ὁ τῷ πυρὶ ὕλην ὑποβάλλων, καὶ τῷ θηρίῳ ἐρεθισμοὺς ἐπεισάγων.
Ὦ τάλανες, ὦ φιλόπορνοι ἀλλ᾽ οὐ φιλόθεοι, ὦ ἐκζηταὶ οὐ δικαιοσύνης, ἀλλ᾽ ἀνομίας. Τολμᾶς καθίσαι καὶ συλλαλῆσαι καὶ ἐκμαθεῖν τί πέπονθεν ὁ δεῖνα, καὶ πῶς τόδε τὸ πάθος ἀνάπτει καὶ εἰς τίνα φλέγει; καὶ τὰ αἰσχρότερα τῶν ῥημάτων παρίημι λέγειν, ἵνα μὴ χραίνων ἑαυτὸν ὀφθῶ· ἀλλ᾽ αὐτοὶ καὶ νέοι ὄντες καὶ ἀγένειοι καὶ φλογιζόμενοι ὑπὸ τῶν παθῶν, ταύτας τὰς ὕλας ἀνάπτετε καὶ πυρκαϊὰν κατὰ τῆς ἑαυτῶν ψυχῆς ἐγείρετε μεγάλην; Διὸ φείσασθε καὶ ἐμοῦ καὶ ἑαυτῶν· ὅτι ὁ θεὸς ἐκδικήσεων Κύριος· καὶ ἐκ τῶν τοιούτων ἡ καταστροφὴ τῆς ψυχῆς· διατί ἵνα ζητῇ τις τὰ τοιαῦτα μανθάνειν, ἐφ᾽ ῶν οὐκ ἔλαβεν ἐξουσίαν, ἐφ᾽ ᾧ ἀπόλλυται. Διατί ἵνα μὴ φράσσοιμεν τὰς ἀκοὰς ἡνίκα ἀκούσομεν πῶς ποτε, οὐδὲ αὐτὸς ἐγὼ οἶδα τὰ τῶν τινῶν, ὡς λέγουσιν αὐτοὶ ἐκεῖνοι οἱ συνεργοὶ τοῦ διαβόλου φημὶ, τὰ τῶν ὁμηλίκων καὶ συνεταίρων· Ἔκστηθι οὐρανὲ ἐπὶ τούτῳ, καὶ οὐ μὴ ἐκζητήσω, οὐ μὴ ἐπιτιμήσω, καὶ οὐ μὴ καύσω, εἰ μὴ ἀναστείλητε· Ναὶ ναὶ δοκεῖτε μου τῆς ἐλαφρίας καταφρονεῖν· οὐχ οὕτως ἐγὼ, εἰ καὶ ἀνέχομαι, ἀλλὰ καὶ καιρῷ ἀνατείνομαι ὡς πῦρ καῖον πρὸς ὑμᾶς· εἰ καὶ φείδομαι ἀλλὰ καιρῷ διανίσταμαι ὡς ξίφον καθ᾽ ὑμῶν· μὴ καὶ Φινεὲς τίς γένοιμι καὶ ἐκκεντήσω τινὰ ἐν ξίφει ἐπιτιμίου, τῶν συμπλεκομένων ἐκ τοιούτοις λόγοις· μὴ καὶ Μωσῆς τίς χρηματίσω ἀποκτένων καλῶς τὸν ἔκφυλα καὶ ἀλλότρια λαλοῦντα; Ἀλλ᾽ ἵνα μὴ τοῦτο γένηται, παρακαλῶ καὶ δέομαι, δυσωπῶ ἀπὸ καρδίας καὶ κινήσεως ψυχῆς μου· παύσασθε ἀπὸ τῶν κακιῶν ὑμῶν· ἀργήσατε ἀπὸ τῶν πονηριῶν ὑμῶν· καὶ οὐ μόνον περὶ ὧν ὁ λόγος, ἀλλὰ καὶ περὶ πάσης ἁμαρτίας καὶ ἀταξίως, εἰς τὸ τὰς προόδους ἀκαίρως ποιεῖσθαι, εἰς τὸ προφασίζεσθαι καὶ ποιεῖν τὰ θελήματα τῶν διανοιῶν ὑμῶν, κατὰ τε βρῶσιν καὶ πόσιν, ἢ ἄλλην τινὰ ἀνάπαυσιν, λούσματος, ἢ χρίσματος ἰατρικοῦ, ἢ ἄλλου τινὸς τοῦ μὴ κατὰ χρείαν πολλὴν ἐπιδεομένου. Οὔπω ἀκμὴν γεγηράκατε, οὔπω ἐπολυχρονήσατε ἐν τῇ ἀσκήσει ἀκμὴν, οὐδὲ προσήψασθε, οἱ μὲν, τῶν κόπων εἰ καὶ προσήψασθε, ἀλλὰ μικρὸν, καὶ ἵνα τί ζητεῖτε ταῦτα καὶ ἐκεῖνα; Καὶ οὐκ ἀφιλοστόργως οὐδ᾽ ἀσυμπαθῶς κινούμενος, ἀλλὰ καὶ μετὰ πολλῆς καὶ σφοδρᾶς εὐσπλαγχνίας λελάληκα. Ποιεῖτε οὖν τὰ προσήκοντα, ἵνα τὰ τοιαῦτα πράσσοντες, μᾶλλον εὐμαρῶς διεξανύσητε τὸν βίον ὑμῶν· Χριστὸς ὑμᾶς δυναμώσειεν αὐτὸς εὐσθενώσειε, κραταιώσειε νῦν τε, καὶ πρὸς τὸ ἑξῆς· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.