Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 11
ΛΟΓΟΣ ΙΑ΄
Τῆς ὑποταγῆς θλιβερὰ πάντα στέγειν.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,
Ἀποσιωπῆσαι με πρὸς ὑμᾶς οὐχ οἷον τε, ἀλλ᾽ αὐτὸν τὸν μηδαμινόν μου λόγον ἀναγκαῖον ἐστὶν ἑκάστοτε προσφέρειν ὑμῖν. Γέγραπται γὰρ· Ἐπίστηθι εὐκαίρως ἀκαίρως· ἔλεγξον ἐπιτίμησον παρακάλεσον· ἐπεὶ τοίνυν εἰς τοῦτο κείμεθα εἰ καὶ ἀναξίως, δέον τὰ ἐπιβάλλοντα ἡμῖν ἐνεργεῖν· καὶ πῆ μὲν, ἐλέγχειν· πῆ δὲ, ἐπιτιμᾶν· εἶτα καὶ παρακαλεῖν ἐν τῇ δεούσῃ διδασκαλίᾳ. Πολυτρόπως γὰρ ἡ σωτηρία ἡμῶν ἐνεργεῖται· καὶ διαφόρῳ λόγῳ καὶ ἀγωγῇ ἰατρεύεται τὰ κατὰ ψυχὴν ἡμῶν πάθη. Διὰ τοῦτο φροντίς μοι καὶ μέριμνα οὐκ ὀλίγη, ἀγὼν καὶ φόβος οὐχ ὁ τυχὼν, ἵνα ὑμᾶς τὸ ποίμνιον τοῦ Χριστοῦ, τὸν ἐκλεκτὸν αὐτοῦ λαὸν, τοὺς ἀγγελικοὺς ἄνδρας, τοὺς φυγάδας τοῦ κόσμου, τοὺς καθαροὺς λατρευτὰς τοῦ Χριστοῦ, τοὺς μεμονωμένους ἀπὸ πάσης ματαιότητος κοσμικῆς, εἴγε καὶ οὕτως βιοτεύομεν, παραστῆσαι τῷ θεῷ μου ἀμώμους καὶ ἀμέμπτους ἐν τελειότητι τῆς κατ᾽ ἀρετὴν πολιτείας· δέχεσθέ μου λοιπὸν δυσωπῶ εὐμενῶς, ὥσπερ τὰς παρακλήσεις, καὶ τὰς ἐπιτιμήσεις· καὶ δι᾽ ἐμοῦ καὶ τὰ παρὰ τῶν ἄλλων πρωτευόντων· καὶ ὡς τοὺς οἰκτιρμοὺς, καὶ τοὺς ἐλεγμούς· καὶ ὡς τὰς συμπαθείας, καὶ τὰς αὐστηρίας· καὶ κλίνοντες τὸ οὖς ὑμῶν, προσεκτικῶς δέχεσθε τὰ λεγόμενα· μὴ ὡς ἐν καταφρονήσει, μὴ ὡς ἐν συνηθείᾳ ψιλῇ, μὴ ὡς ῥήματα οὕτως ἁπλῶς λεγόμενα, καὶ εἰς ἀέρα ῥέοντα, ἀλλ᾽ ὡς ἐκ πόνου ψυχῆς, ὡς ἐκ συνοχῆς καρδίας, ὡς ὑπὲρ ἀγάπης ὑμῶν εἰλικρινοῦς καὶ σωτηρίας. Ναὶ πιστεύσατε τέκνα, καὶ γὰρ καιομένη ἐστὶν ἡ καρδία μου ἐν ὑμῖν καὶ ζηλοτυπῶ τὴν σωτηρίαν ὑμῶν, καὶ εὔχομαι εὐχὴν τολμηρὰν, τὴν ἀπώλειαν τὴν ἐμὴν ὄψεσθαι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἢ τὴν ὑμῶν ἐκ θεοῦ ἀπόπτωσιν.
Ἀποπέσοιμεν δὲ πῶς ἄρα, ἢ ἐκ τοῦ μὴ κατὰ τὸ ἱερὸν ἡμῶν ἐπάγγελμα βιοτεῦσαι· ὁποῖον δὲ τὸ ἐπάγγελμα, ἴστε· ἅγιον γὰρ καὶ ἀγγελικὸν ὑπάρχει κατὰ τὰς φωνὰς τῶν ἁγίων, μαρτυρικοὺς ἔχον τοὺς στεφάνους τὰς ἀνταποδόσεις ἀθανάτους καὶ αἰωνίους. Περιπατήσωμεν οὖν κατὰ τὸ αὐτὸ δέομαι ὑμῶν, ἀδελφοὶ τιμιώτατοι, καὶ τὴν εὐγένειαν αὐτοῦ μὴ καθυβρίσωμεν, καὶ τὴν δόξαν αὐτοῦ μὴ ἀτιμάσωμεν ἐκ τῆς ἐναντιουμένης διαβιώσεως. Βιώσωμεν οὖν κατὰ μίμησιν τῶν ὁσίων πατέρων ἡμῶν, πολιτευσώμεθα κατ᾽ ἴχνος τῆς ἀρετῆς αὐτῶν· τοῦτο δὲ δι᾽ ὑπομονῆς κραταιᾶς καὶ εὐψυχίας θεοσεβοῦς κατορθοῦται· ἵνα καὶ τὸν λοιπὸν τῆς ζωῆς ἡμῶν χρόνον ἐνέγκωμεν, καθυποτασσόμενοι τῷ Κυρίῳ. Οὐ γὰρ ἡμῖν τοῖς ἁμαρτωλοῖς, φυλάττοντες τὴν ἁγνείαν τοῦ σώματος ὑμῶν ἄσπιλον ὡς νυμφαγωγηθεῖσαν Χριστῷ ὐπακούοντες καὶ ταπεινούμενοι ἐν μιμήσει τοῦ ὑπὲρ ἡμῶν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ ἑαυτὸν ἐκδεδωκότος, αὐτοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς ἐκάλεσεν ἡμᾶς ἀπὸ σκότους εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς τῆς ἀσκήσεως, ὃς ἦρε τὰ παραπτώματα ἡμῶν· καὶ πάλιν ἐκ φιλανθρωπίας διὰ τῆς ἐπενδύσεως τοῦ ἁγίου σχήματος. Μηκέτι οὖν λοιπὸν ἐν νυκτὶ τῶν παθῶν πορευσώμεθα· μηκέτι παραβάται νόμου γενοίμεθα· μηκέτι πλημμέλειαν πλημμελήσωμεν τινὰ ἢν ἀπηρνησάμεθα· ἀλλ᾽ ἐν θερμῇ διαθέσει, ἐν ἐπιθυμίᾳ τῶν μελλόντων ἀγαθῶν, διαμείνωμεν τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν. Ἐμπορευώμεθα τὰς ὑπολειπομένας ἡμέρας τῆς παροικίας ἡμῶν, φέροντες τὰ παρόντα γενναίως οἷαπέρ εἰσιν· εἴτε κατὰ τοὺς ἀοράτως, πολεμοῦντας ἡμᾶς, εἴτε κατὰ τοὺς ὁρατῶς προσφερομένους ὑμῖν ἀδελφοὺς ἐν λόγοις πληκτικοῖς, ἐν ἐξουδενώσεσιν, ἐν ἀτιμίαις, ἐν ἀφορισμοῖς.
Ταῦτα γάρ εἰσι τὰ καθαρτήρια τῆς ψυχῆς φάρμακα· ταῦτα τὰ αὐχήματα τῶν ἀληθινῶν ὑποτακτικῶν· αὗται αἱ προκοπαί. Δι᾽ αὐτῶν σχεδὸν τίς εἰς τὸ ἀκρότατον τῆς ἀρετῆς συντόμως ἀναβαίνων, διασώζεται· τὰ γὰρ ἐναντία τῶν προῤῥηθέντων, οἷον ὑπερηφανίαι, παρακοαὶ, ὕβρεις, ἔχθραι, φόνοι, λοιδορίαι, ἔριδες, ἀνυποταξίαι, αὐτάδειαι, περπερίαι, κόροι, πλησμοναὶ, φιλοσαρκίαι, φιλοκοσμίαι, γέλωτες, στρηνιασμοὶ, παῤῥησίαι, ἀπείη καὶ ἐννοεῖν ἐν ὑμῖν. Ἐν τούτοις γὰρ οἱ ἁλόντες, υἱοὶ σκότους καὶ διαβόλου, καὶ υἱοὶ ἀπειθείας καὶ ἀνομίαις ἀναγορεύονται, οὐκ εὐδοκεῖ Κύριος ὁ θεὸς ἐν τούτοις· οὐ κατοικεῖ τὸ Πνεῦμα τὸ ἅγιον ἐν ψυχαῖς αὐτῶν. Ἐπὶ τίνα, γάρ φησιν, ἐπιβλέψω· οὐχὶ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; Μὴ ἐπὶ τὸν αὐθάδη καὶ ὑπερήφανον καὶ ἀλαζόνα. Καὶ ποῦ ἐλευσόμεθα φησὶ, καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν· δηλαδὴ καὶ ἡ ἁγία Τριὰς, οὐχὶ εἰς τὴν πιστὴν καρδίαν καὶ τηροῦσαν τοὺς θείους λόγους; μὴ εἰς τὴν ἄπιστον καὶ ἐνδοιάζουσαν καὶ ἀκατάστατον; Καὶ ἐν ποίοις ἐστὶν ἐν μέσῳ ὁ Χριστὸς, οὐχὶ ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι ἐπὶ τῷ ὀνόματι αὐτοῦ, μὴ ὅπου συνέδρια ἐπὶ τὸ αὐτὸ δύο τριῶν, πονηρὰ βουλευομένων ἀσωτίας καὶ ἀποδράσεως, καὶ εἴ τινος ἄλλου πονηροῦ σκέμματος; Οὐδαμῶς· ἀλλ᾽ ἐκεῖ ἐστιν ὁ ἐνεργῶν ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας σατανᾶς. Μὴ οὖν ἁλισκέσθω ἀδελφοί μου ἔν τινι τῶν τοιούτων παραπτωμάτων· ἀλλ᾽ εἰ καὶ ὑπήχθη, θᾶττον ἀνορθούσθω, δεχόμενος ὡς ἰατήρια τῆς ψυχῆς, τὰ ἐπιτίμια τοῦ σφάλματος. Ναὶ δέομαι καὶ παρακαλῶ πάντας ὑμᾶς, συνέλθετε εἰς ἀλλήλους εἰρηνικῶς καὶ θεοπρεπῶς· ὁμονοήσατε καὶ ὁμοφρονήσατε τὰ πρὸς σύνεσιν καὶ εὐστάθειαν ἐν Κυρίῳ· Ἔσεσθε ἄνδρες ἐπιθυμιῶν τοῦ Πνεύματος· ἔσεσθε συναγωγὴ Κυρίου, ἄθροισμα ἀγγελικὸν, ἐπαινουμένη συναγωγή· ζηλωταί τῶν ἐντολῶν τοῦ Κυρίου, ἀλλήλους παραθήγοντες ἐν τοῖς καλοῖς, προτρέχοντες ἐν τῇ ταπεινοφροσύνῃ, προλαμβάνοντες ἐν τῇ ὑπακοῇ, ἄμαχοι, ἀφιλένδεικτοι, ὁσιοπολίτευτοι, καρτερικοὶ, ἔμφρονες, θεοδίδακτοι, ἵνα τοιαύτῃ πολιτείᾳ λειτουργήσαντες τὰ ἐνταῦθα, ἐν τῷ μέλλοντι αἰῶνι ἀπολάβοιτε τὰς αἰωνίους ἀναπαύσεις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ παντοκράτορι Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.