Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 9
ΛΟΓΟΣ Θ΄
Μὴ φιλοσαρκεῖν· φθείρεται γὰρ ὡς χλόη.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Αὐθήμερον καὶ γεωργὸς εἰς τὴν ἄρουραν ἐπανήκει· καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ ἐπὶ τὴν κατήχησιν ἐρχόμεθα· ἐκεῖνος μὲν, ἵνα τὴν καταβληθεῖσαν σπορὰν ἴδοι ὅπως ἀνίχει· ἡμεῖς δὲ, ἵνα ὑμᾶς τὸν ἀμπελῶνα Χριστοῦ ἐπισκεψώμεθα ποικίλως καρποφοροίη· καὶ οὐκ ὀκνητέον, οὔτε ἐκείνῳ ἡ πρὸς τὸν ἀγρὸν ἐπιδημία, οὔτε ἡμῖν ἡ ἐκ τοῦ λόγου ἐπίσκεψις· ἀμφοτέροις γὰρ ὄνησις τοῦτο. Ἐρωτῶ οὖν, μή τις ἄτμητος ταῖς τῆς ἀκαρπίας ξηρότησιν; ἢ ἄλλος ἄσκαφος τοῖς ἀνεξαγορεύσεως πταίσμασιν; ἢ ἕτερος ἀπότιστος ταῖς τῆς ἀκατανυξίας πωρώσεσιν; Ἐλπίζω οὖν οὐχ οὕτως ἔχειν· καρποφορεῖν δὲ ὑμᾶς μᾶλλον καὶ κομᾶν ἐν τοῖς τῆς δικαιοσύνης ἀγαθουργήμασι. Λαμπτῆρες μου, φωστῆρες μου, τρέχετε, ἀναβιβάζεσθε τοῖς θείοις ὑψώμασιν· ὄρη γένοισθέ μοι τῶν ἀρετῶν, ἵνα κατὰ τὸ εὐαγγέλιον πυρσοφανήσητε νοητῶς ἐν τῇ πόλει ταύτῃ. Μέγα οὖν ὅπλον τῷ μοναχῷ ἡ ἐγκράτεια· εἰσαγωγὴ γὰρ πρὸς πᾶσαν ἀρετὴν ὑπάρχει· ὁ δὲ τὴν ὑπακοὴν ἔχων, χριστομίμητος· ὁ ταπεινόφρων, ἰσάγγελος· ὁ ἐξαγορεύων, καθαρὸς ὡς ὁ ἥλιος· διὰ τοῦτο μηδεὶς ἀνεξάγγελτος, ἵνα μὴ ἀθεράπευτος. Ζητεῖτε οὖν ὅσα χρήσιμα καὶ πρὸς ταπείνωσιν ὑμᾶς καθέλκει, μὴ τἀναντία· εἰσὶ γὰρ, εἰσι τινὲς, οἱ δι᾽ ἀμαθίαν, ἢ οὐκ οἶδ᾽ ὅπως εἴπω ὑπεροψίαν, τὰ ἀνοίκεια ἐφιέμενοι, κἀκ τούτου οὐ τελεσφοροῦσι.
Γνῶτε οὖν ποῦ ἐσμὲν, καὶ ποῦ μικρὸν ὕστερον μεταβησόμεθα· πῶς συνδεδέμεθα τῇ φιλίᾳ τῆς σαρκός· καὶ τί μετὰ τὴν διὰ τοῦτο. Προσέχωμεν, νήφωμεν, ὁ νοῦς ἀεὶ πρὸς θεὸν ἐκδημείτω· ἱστορείτω τὰ οὐράνια, τὴν τῶν ἀγαθῶν ἀπόλαυσιν, τὴν τῶν ἐναντίων πικρότητα, τὰς ἐν τῇ κολάσει ἀπειροπληθεῖς τιμωρίας. Ζῇ Κύριος καὶ εὐλογητὸς ὁ θεὸς, ὅτι οὐ μεταμεληθησόμεθα ἐφ᾽ οἷς ἐπράξαμεν ἐλθόντες ἐπὶ τὸ ἅγιον σχῆμα τοῦτο· καὶ βδελυξάμενοι τὰ ἐν κόσμῳ, καὶ ὡς ἐν μαχαίρᾳ ἀποτμνηθέντες τῆς σαρκικῆς ἡμῶν ἰδιότητος· ὅτι εἴπερ ἀποσώσοιμεν τὸν καλὸν ἀγῶνα, χορεύειν μέλλομεν αἰώνια. Ἐμοὶ τοίνυν εἴη, κἂν μηδὲν ἐξ ὧν φάσκω ἔχω, καὶ νηστεύειν καὶ ἀγρυπνεῖν, καὶ τληπαθεῖν πρὸς πᾶν ὁτιοῦν τῶν ἀσκητικῶν ἀγώνων· προσθήσω δ᾽ ὅτι καὶ ῥαπίζεσθαι καὶ κατασκορακίζεσθαι, καὶ ἐμπιπρᾶσθαι δι᾽ ἀγάπην θεοῦ, καὶ μήτι τῶν φιλοσάρκων ἀντέχεσθαι, ὅτι ταῦτα πρὸς μικρὸν, καὶ ὅσον ἐν φαντασίᾳ ὀνειράτων· ἡ δὲ ὑπὲρ τούτων ἄμειψις, αἰωνία καὶ ἀθάνατος. Ἀγωνίζου τέκνον οἰκονόμε, σπουδαῖος ἔσο· περισσοτέρως πρωτοπρεσβύτερε διανάστηθί μοι· οἱ λοιποὶ μικροί τε καὶ μείζονες, πρῶτοι τε καὶ ἀρχάριοι, πάντες χαίρετε, πάντες εὐδρομεῖτε, πάντες εὐπρόθυμοι, πρὸς τὴν ἀγρυπνίαν, πρὸς τὴν λειτουργίαν, πρὸς ὑπακοὴν, πρὸς ἐργασίαν· ἀποσκορακιζέσθω ἀφ᾽ ὑμῶν νωθρότης, μῆνις, ἔρις, ζῆλος· ἀπεληλάσθω φθόνος, ὄκνος· εἰς ἀλλήλους παραχωρεῖτε, ἐν ἀγάπῃ τελειούμενοι ἐπὶ πᾶσιν· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.