Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 103

ΛΟΓΟΣ ΡΓ΄.
Χρεὼν ἐλέγχειν καὶ διδάσκειν πλειστάκις.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Τί δή ποτε σπείρει ὁ γεωργὸς· ἀλλ᾽ ἵνα πάντως θερίσῃ; Καὶ τινὸς ἕνεκεν κοπιᾷ ὁ πραγματευόμενος, ἀλλ᾽ ἵνα πάντως κερδήσῃ; Οὕτω καὶ ὁ τὸν λόγον τῆς διδασκαλίας διανέμων, τί ἄλλο ἐκ τοῦ πόνου ἐλπίζει, ἀλλ᾽ ἢ τὴν τῶν ἀκουόντων πάντως προκοπὴν καὶ βελτίωσιν; Ἐφ᾽ ὑμῖν δ᾽ οὐκ οἶδ᾽ ὅπως αἱ ἁμαρτίαι μου ποιοῦσιν, ἀνενέργητος γίνεται ὁ λόγος· καὶ πολλὰ σπείροντες καὶ κοπιῶντες ἀμώμεθα, ὡς εἰπεῖν, οὐδέν. Λέγομεν γὰρ καὶ κατηχοῦμεν καὶ ὑπομιμνήσκομεν· καὶ μέχρι ψιλῆς ἀκοῆς ὑμῶν κατὰ τὴν ὥραν ἢ μέχρι τῶν ῥημάτων ὑπεισῆλθε δύναμις· καὶ θᾶττον εὐθὺς ἀπολανθάνοντες ἐπὶ τοῖς αὐτοῖς ἐστε πλημμελήμασι.

Καὶ θρηνῶ ἐπὶ τούτῳ καὶ κόπτομαι, μὴ δυνάμενος ὑμῶν τὴν ἀταξίαν ἀνακόψαι· ἀλλὰ πάντως παρὰ τῶν ταπεινῶν μου λόγων ἡ ἀσθένεια καὶ ἡ ἀποτυχία γίνεται. Ἀλλ᾽ εἰ καὶ παρ᾽ ἐμοῦ τὸ ἀσθενὲς, οὐκ ἀκούετε τῆς θεοπνεύστου γραφῆς; Οὐκ ἐνηχοῦνται ὑμῶν τὰ ὦτα ἑκάστοτε τὰ σωτήρια δόγματα;

Τί ἐμβοῶσι οἱ ἅγιοι πατέρες; τί ἀναγγείλουσι; τί διαμαρτύρονται; τί ἀπειλοῦσιν; Οὐχὶ ἄγουσιν ὑπ᾽ ὄψιν ὑμῖν τὸ φοβερὸν δικαστήριον καὶ ἀπαραλόγιστον; ἐκεῖνο τὸ βῆμα τὸ φρικτὸν καὶ ἀδίκαστον; τὴν μεγάλην ἀπόφασιν ἐκείνην τοῦ θεοῦ καὶ ἀνείκαστον; τὰ κριτήρια καὶ βασανιστήρια τὰ αἰώνια; τὸ πῦρ τὸ ἄσβεστον τὸ ἐνδότερον καὶ τὸ ἐξώτερον; τὸν σκώληκα τὸν ἰοβόλον, τὸ χάσμα τὸ μέγα, τὸ σκότος τὸ ἀφεγγὲς, τὰ ταρταρώδη καταχθόνια, τὰ δεσμὰ τὰ ἄλυτα, τὰ ἄλλα ὅσα κατονομάζεται; Εἶτα ἄντικρυς τὴν βασιλείαν τῶν οὐρανῶν οὐχ ὑποδεικνύουσι; τὴν ζωὴν τὴν ἀτελεύτητον; τὴν χαρὰν τὴν ἀνεκλάλητον· τὴν δόξαν τὴν ἀπρόσιτον· τὸ ἄφραστον φῶς; Τὰ ἀμήχανα καὶ ἀπερινόητα κάλλη τοῦ παραδείσου; τοὺς κόλπους τοῦ Ἀβραὰμ, τὰς σκηνὰς τῶν ἁγίων, τὰς ἐπαύλεις τῶν δικαίων, τὰς χοροστασίας τῶν ἀγγέλων, τὰς εὐφροσύνας τὰς ἀκαταλήκτους, καὶ οἷα ἄλλα ἀναφανοῦσι. Καὶ οὐδεμία πρὸς ταῦτα διόρθωσις, οὐδὲ καταμέλεια.

Ἀλλ᾽ οἷον ἁπλοὺς λόγους καὶ διακένους ἀκούομεν καὶ παρακούομεν, ζητοῦντες τὰς ἡδονὰς καὶ τὰς προσπαθείας τῆς σαρκὸς ὑμῶν ἐκτελεῖν· καὶ οἷον μυωπάζομεν, κάτω νενευκότες καὶ βρίθοντες· ὥσπερ τὰ ἄλογα ζῶα ζητοῦμέν τι φάγωμεν καί τι πίωμεν, τήνδε τὴν ἡμέραν, καὶ τήνδε. Καὶ ποῖον λόγον γελοιώδη κινήσομεν εἰς χαύνωσιν τῆς οἰκείας ψυχῆς, καὶ τοῦ ἀκούοντος; Καὶ πῶς προφασισόμεθα τὴν ὑπακοὴν διακρούοντες, καὶ τὴν ἐργασίαν διαλύοντες, καὶ τὸ ψεῦδος εἰσδεχόμενοι, καὶ τὴν ἀλήθειαν ἀπαρνούμενοι, ἐξερευνῶντες ἐξερευνήσεις πονηρὰς καὶ οὐ προσηκούσας, καὶ ἐργαστήριον οὐχ ὁσιότητος καὶ δικαιοσύνης, ἀλλ᾽ ἀνομίας καὶ ἀδικίας τὴν ἑαυτῶν ψυχὴν ἀπεργαζόμενοι.

Δέον ἄνω βλέπειν, τὰ ἄνω φρονεῖν, τὰ ἄνω ζητεῖν, εἰδέναι ἡμᾶς ὁποῖον καὶ ἡλίκον ἐπάγγελμα ἐνδεδύμεθα, καί τινι συντετάγμεθα καὶ καθυπεθέμεθα, ὅτι τῷ δεσπότῃ τῶν ὅλων θεῷ. Ἡλίκων δὲ καὶ ὅσων ἁμαρτημάτων ἄφεσιν λαμβάνομεν τῶν κακῶς πεπραγμένων ἡμῖν διὰ τοῦ προτέρου βίου, ὅσης ἄλλης διὰ τῆς μετὰ τὸ ἅγιον σχῆμα παραμελήσεως ἡμῶν, συγχωρήσεως ἀπηλαύσαμεν. Καὶ ἐν τούτῳ στένειν καὶ τρέμειν, συστέλλεσθαι καὶ κατανύσσεσθαι, ἀδιάχυτον ἔχειν τὴν καρδίαν καὶ τὴν ὄψιν, μεμελετημένην τὴν ὥραν τοῦ θανάτου, τὴν πρὸς τὸν κριτὴν ἀπολογίαν, τὴν ἐκ τοῦ σώματος συναχώρησιν, τὴν τῶν φοβερῶν ἀγγέλων θεωρίαν κατὰ μίμησιν τῶν ἁγίων πατέρων ἡμῶν. Καὶ γὰρ ἐκεῖνοι μέχρι καὶ λόγου τοῦ τυχόντος ἀκρίβειαν ἕλκοντες, ὅλοι δι᾽ ὅλου σεμνοὶ, καὶ ἐπιεικεῖς ὑπῆρχον, φωτεινοὶ καὶ εἰλικρινεῖς, εὐσταθεῖς, ἄκακοι, πρᾶοι, εἰρηνικοὶ, ἄμαχοι, ἀφιλόσαρκοι, ἀφιλόκοσμοι, ἡσυχασταὶ, ὑμνολόγοι, εὐχάριστοι, εὐήκοοι, ταπεινόφρονες· σκεύη ὄντως ἐκλελεγμένα, κατηρτισμένα εἰς πᾶν ἔργον τὸ ἀγαθὸν, ἔνοικον ἔχοντες τὸ Πνεῦμα τὸ ἅγιον.

Τί οὖν λοιπὸν ἀμελοῦμεν ἡμεῖς οἱ ἄθλιοι; Τί νοθρευόμεθα; Τί ἐκλελύμεθα; Τί οὐχ ἅπτεται ἡμῶν λόγος θεοῦ τῶν ψυχῶν; Τί οὐ κινοῦμεν δάκρυα; Τί οὐ μαλασσόμεθα τὰς λιθίνας καρδίας; Τί οὐ καθ᾽ ἑκάστην ἡμέραν εἰς τὸ μεῖζον ἀνατρέχομεν; Τί οὐκ ἀλλοιούμεθα τὴν καλὴν ἀλλοίωσιν, καὶ εἶδος, καὶ σχῆμα, καὶ φωνὴν, καὶ κίνημα ξένον, καὶ παρηλλαγμένον παρὰ τοὺς ἐν τῷ βίῳ ὄντας ἐνδεικνύμενοι· ὡς ἂν φαινοίμεθα ἀπὸ κόσμου φυγόντες, καὶ ὑπεράνω τῶν φρονημάτων τῶν ἀνθρώπων ὄντες διὰ πάσης εὐλαβείας καὶ ἡσυχίας διεξαγόμενοι πᾶσαν ἡμῶν πρᾶξιν καὶ ἐνέργειαν; Ἥξει, ἥξει, καὶ οὐ χρονιεῖ ἡ φοβερὰ ἐκείνη καὶ φρικτὴ ἡμέρα καὶ ὥρα τῆς μεταστάσεως· ὁ ἄγγελος ὁ φοβερὸς καὶ ἀπότομος· ἡ λύσις τῆς πανηγύρεως. Καὶ τότε στενάξομεν πικρὰ καὶ ὀδυνηρὰ καὶ ἀνόνητα οἱ ἠμεληκότες, καὶ μὴ ἔχοντες λέγειν· — Ἑτοίμη ἡ καρδία μου, ὁ θεός· ἑτοίμη ἡ καρδία μου. —

Ἀλλὰ — Δεῦτε, εἴπερ ἀκούετέ μου, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ βασιλεῖ καὶ θεῷ ἡμῶν. — Στενάξωμεν τῷ ὄντι ἐν καρδίᾳ· καὶ ἐγγὺς κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Καὶ δίδωσι βοήθειαν, ἐκτινάξασθαι ἡμᾶς τὴν πονηρὰν συνήθειαν· καὶ εἰσδέξεται ἡμᾶς εἰς τὴν ἐνάρετον διαγωγήν.

Οὐ λέγω μὴ φαγεῖν, μηδὲ πιεῖν, μηδὲ συντυχεῖν, μηδὲ συνομιλῆσαι ἀδελφῷ. Οὐ λέγω μὴ κοιμηθῆναι, μηδὲ ἀναπαυθῆναι. Οὐ λέγω μὴ λαβεῖν ἄνεσιν, μηδὲ συνελθεῖν ἐν ἀλλήλοις εἰς ὁμιλίαν τινά. Ἀλλὰ τὸ εὐτάκτως ταῦτα πάντα ἐνεργεῖν καὶ μετρίως καὶ κατὰ τὸν δέοντα καιρὸν καὶ τόπον· ἵν᾽ ἐντεῦθεν ἀρετὴν ἐπ᾽ ἀρετῇ προλαμβάνοντες, καὶ προκοπὴν ἐπὶ προκοπῇ ἐξευρίσκοντες, εἰρηνικὸν τὸν βίον διατελῶμεν, ἀστασίαστον, ἄμαχον, ἀγγελοειδῆ, ὡς ἂν καὶ ἐγὼ ὁ τάλας προθυμέτερος γένοιμι περὶ τὸ λέγειν· οἵ τε τὰ πρῶτα φέροντες λάβοιεν ἄνεσιν τοῦ ἐλέγχειν καὶ ἀντιφθέγγεσθαι· οἱ διδάσκαλοι ἀπὸ τῶν μαθητευομένων, οἱ προέχοντες ἀπὸ τῶν ὑποδεεστέρων, καὶ πάντες ἐν πᾶσι συγκροτούμενοι ἐν ἀγάπῃ, ὁσίως τε καὶ δικαίως πολιτευόμενοι τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἐστι σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

· Contents ·