Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 104
ΛΟΓΟΣ ΡΔ΄.
Τὴν συντελείαν ἐννοεῖν τε καὶ τρέμειν.
ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,
Τοῦ περὶ τὸν σεισμὸν φόβου προσγινομένου ἡμῖν ἐκ τῆς χθὲς ἡμέρας οὐ χρεία περὶ ἄλλου τινὸς ἢ περὶ τούτου μόνον διαλεχθῆναι, πόθεν καὶ οὕτινος χάριν γίνεται. Καὶ ἄλλοι μὲν τῶν ἑλλήνων ἄλλα ἔφασαν· ποιότητα γῆς, καὶ νηνεμίαν ἀνέμων, καὶ ἄλλα τινὰ ἕτερα ἀλόγως φυσιολογοῦντες, καὶ μηδαμοῦ τὸ ἀληθὲς ἐξευρίσκοντες. Ἡμᾶς δὲ ὁ θεῖος Δαυῒδ πιστοῦται λέγων· — Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν· ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. — Οἱονεὶ γὰρ βλέμματί τινι αὐστήρῳ πρὸς δοῦλον δεσπότης χρώμενος, ἔντρομον αὐτὸν καθίστησιν, οὕτως ὁ ἀληθινὸς δεσπότης τοῦ παντὸς καὶ ποιητὴς, δοῦλα τὰ πάντα ἔχων παριστάμενα, ἐπειδὰν τὴν καθ᾽ ἡμῶν ἐξ ἁμαρτιῶν ἀγανάκτησιν θελήσῃ ἐνδείξασθαι, τὸ παντέφορον ὅμμα τῆς δυνάμεως αὐτοῦ ἐμβριθῶς πρὸς τὴν κτίσιν ὑποβλέψας, ποιεῖ αὐτὴν τρέμειν· ἵν᾽ ἡμεῖς φοβηθέντες καὶ τρομάξαντες δοῦλοι ὠργισμένοι ἐπαναχθῶμεν πρὸς σωφρονισμὸν καὶ διόρθωσιν τῶν προσταγμάτων αὐτοῦ.
Ἴδετε οὖν, ἀδελφοί μου, οἵα αὐτοῦ φοβερὰ ἡ δύναμις· ἡλίκη ἡ ἔνδειξις τῆς ἀγανακτήσεως, ὁ θυμὸς τῆς ὀργῆς αὐτοῦ· καὶ εἰ ὁ παρὼν τοιοῦτος καὶ τηλικοῦτος, ποταπὸς ἂν εἴη ἐκεῖνος ὁ σεισμὸς τῆς τοῦ παντὸς συντελείας; Κατὰ τὸ — Ἰδοὺ ἐγὼ ἅπαξ τὸν οὐρανὸν καὶ τὴν γῆν σείω, λέγει κύριος. — Ποῖος φόβος ἕψεται; Ποῖος τρόμος γενήσεται, ὅταν ἀρασσομένη ἡ γῆ ἀναδώσειε πάντας τοὺς ἀπ᾽ αἰῶνος κεκοιμημένους· συμπηγνυμένων ὀστέων πρὸς ὀστέα, καὶ φυομένων ἐν αὐτοῖς σαρκῶν καὶ νεύρων, καὶ πάλιν ψυχουμένων καὶ ἀνισταμένων τῶν σωμάτων; Ὅταν οὐρανὸς ὡς βιβλίον ἑλισσόμενος τοὺς ἀστέρας ἀποβάλληται, καὶ τοὺς φωστῆρας ὑπαλλάττηται; Ἤχου καὶ βροντῆς ἐξακουομένης διὰ τῆς τοῦ ἀρχαγγέλου σάλπιγγος ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν;
Ὁ αὐτὸς ὁ θεὸς ἡμῶν ἐμφανῶς ἥξει μυρίων μυριάδων καὶ χιλίων χιλιάδων ἀγγέλων καὶ ἀρχαγγέλων καὶ πασῶν τῶν ἄνω δυνάμεων προηγουμένων καὶ προπορευομένων ἔμπροσθεν αὐτοῦ. Ὅταν θρόνοι τεθῶσι καὶ εἰς κριτήριον καθίσῃ ὁ ἀδίκαστος κριτὴς καὶ δεσπότης· πάντα γυμνὰ καὶ τετραχηλισμένα κρίνων καὶ διευθύνων καὶ ἐξετάζων, βουλὴν καὶ πρᾶξιν καὶ λόγον τῶν βεβιωμένων ἡμῖν. Ὅταν ἐν ῥιπῇ ὀφθαλμοῦ τούτων πάντων τελουμένων, ἐξενεχθῆ ἡ μεγάλη καὶ φοβερὰ ἀπόφασις, καλοῦσα τοὺς μὲν δικαίους εἰς βασιλείαν οὐρανῶν καὶ ζωὴν αἰώνιον, τοὺς δὲ ἁμαρτωλοὺς ἀποπέμπουσα εἰς πῦρ ἐξώτερον καὶ σκώληκα ἱοβόλον, καὶ εἰς σκότος ἀφεγγὲς καὶ εἰς τάρταρα ψύχους ἀνυποστάτου, καὶ εἰς πάσας τὰς ἀπειλουμένας φρικωδεστάτας κολάσεις.
Τίς οἴσει ταῦτα πάντα, ἀδελφοί; Τίς ἐνέγκῃ τὰ φρικτὰ καὶ δεινά; Τίς ὑποστήσεται τὰ φοβερὰ καὶ ἐκταστικά; Ἰδεῖν οὐρανοὺς σχιζομένους, τὴν γῆν ἀναῤῥησσομένην, βλέψαι τὰ πλήθη τῶν ἀγγέλων, αὐτὸν τὸν κύριον καὶ θεὸν ἐρχόμενον ἐπὶ τῶν νεφελῶν κρῖναι πᾶσαν τὴν γῆν; Ἀλλ᾽ οὐκ εἰς μακρὰν ταῦτα· καὶ ἐγγὺς τὸ προσδοκώμενον καὶ κατὰ πόδας. Καὶ ἐπὶ θύραις ὁ κριτής· — Ἰδού, φησιν, ὁ νυμφίος· ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ. — Ἀλλ᾽ εἰ μὲν ἔχομεν τὰς λαμπάδας φαιδρὰς τῆς ἁγνείας, καὶ τὸ ἔλαιον τῆς συμπαθείας καὶ ἀγάπης ἐπ᾽ αὐταρκείᾳ, εὖ ἂν ἔχοι· ἀσμενέστατα γὰρ ὑπαντήσομεν, καὶ συνεισέλθωμεν εἰς τὸν νυμφῶνα αὐτοῦ. Εἰ δὲ μήγε, ἀποπεμφθησόμεθα τῆς θείας πύλης ἐκείνης μὴ ἀνοιγομένης ἡμῖν κρούουσι, κακῶς φρονήσασι, καὶ νυστάξασι, καὶ κατευδήσασι, καὶ οὐχ ἑτοίμοις εὑρεθεῖσι.
Διὸ ἵνα μὴ ταῦτα συμβῇ ἡμῖν, διεγερθῶμεν οἱ καθεύδοντες ἀπὸ τοῦ ὕπνου τῆς ῥαθυμίας· διαναστῶμεν οἱ ὀλιγωροῦντες ἀπὸ τῆς ἀτόνου ἀκηδίας· νήψωμεν οἱ μεθύοντες ἀπὸ τῆς καρώσεως τῆς λογισμομαχίας· ἁγνίσωμεν τὰς ψυχὰς οἱ χραίνοντες αὐτὰς ταῖς ἀτόποις ἐπιθυμίαις· στερίξωμεν τὰς καρδίας κραταιότητι τῆς πίστεως οἱ ἔχοντες αὐτὰς σεσαλευμένας ἀπὸ τῆς διψυχίας καὶ παλιμβολίας καὶ φιλοσαρκίας. Οἱ εὐδρομοῦντες, ἔτι δράμωμεν ἀκαταπόνητα· οἱ ὑποσκελισθέντες, ἀναστῶμεν διὰ μετανοίας ἐπιπονωτέρας.
Κινηθῶμεν πρὸς ἐργασίαν ἐντολῶν οἱ λιθώδεις καὶ ναρκώδεις καὶ πεπωρωμένοι. Ἐμβλέψωμεν εἰς οὐρανὸν οἱ κοσμοθεάμονες καὶ φιλοθέατροι καὶ φιλοπαιγνεῖς. Ἐκρήξωμεν δάκρυον κατανυκτικὸν ἐκ πεπωρωμένης καρδίας οἱ πετριώδεις καὶ δυσκίνητοι πρὸς τὸ καλόν. Οἱ φωτεινοὶ, ἔτι φωτισθῶμεν· οἱ καθαροὶ, ἔτι καθαρθῶμεν· οἱ διεγερτικοὶ, ἔτι διαναστῶμεν· οἱ φιλάρετοι, ἔτι ἐρασθῶμεν· οἱ πολυεργοὶ, ἔτι ἐργασώμεθα· οἱ σπουδαῖοι, ἔτι σπουδαιολογήσωμεν καὶ σπουδεργήσωμεν· οἱ ταπεινόφρονες, ἔτι ὑψωθῶμεν διὰ τῆς ἁγίας ταπεινώσεως· οἱ φιλάδελφοι, ἔτι ἀνάψωμεν τὸν πνευματικὸν καὶ ἀπαῤῥησίαστον εἰς ἀλλήλους ἔρωτα.
Οἱ προϊστάμενοι τῶν ἔργων καὶ τῶν διακονιῶν καὶ τῶν εὐταξιῶν, ἔτι ἐχώμεθα τῶν φροντίδων ἡμῶν, ἀπαθέστερον καὶ συνεπώτερον, ὡς ἐν τάξει φωστήρων καὶ ὀφθαλμῶν καὶ κανόνων. Οἱ ὑπακούοντες καὶ ὑποτασσόμενοι, ἔτι προσθῶμεν τὴν ἀναντίλογον εὐπείθειαν, τὴν ἀγόγγυστον εὐκινησίαν, τὴν εὐμετάφορον διακονίαν, τὴν ἐπίπονον ἐργασίαν, ὡς υἱοὶ φωτὸς καὶ τέκνα εἰρήνης. Οἱ ἱερουργοῦντες καὶ διακονοῦντες, ὡς ἀρχάγγελοι καὶ ἄγγελοι· καὶ πρὸ τοῦ βήματος καὶ ἐν τῷ βήματι, καὶ πρὸ τῶν εὐχῶν καὶ ἐν ταῖς εὐχαῖς, φαίνοισθε τῷ παντοκράτορι κυρίῳ. Οἱ νέοι τὸ δυσκάθεκτον τῶν ὁρμῶν ἀποῤῥίψαντες, ἀναλάβετε τελειότητα. Οἱ φιλοσώματοι καὶ φιλήδονοι ὑποστάλθητε ἀπὸ τῆς παῤῥησίας καὶ ἀλληλοβλεψίας, πρὸς θεῖον ἔρωτα ἀνακαιόμενοι. Οἱ δυνατῶς ἔχοντες κατὰ τὸ σῶμα πρός τε νηστείαν καὶ ἀγρυπνίαν, τοῦ ἐν ὑμῖν χαρίσματος μὴ ἀμελεῖτε, ὃ ἐδόθη ὑμῖν ἀπὸ κυρίου εἰς οἰκείαν σωτηρίαν καὶ ἑτέρων ῥαθυμούντων ἐπαναγωγήν. Οἱ φιλάριστοι καὶ φιλοπόται καὶ φιλοπρόοδοι, σύνετε τὸ ἀλυσιτελὲς, ἐπιθυμίαν ἀσπαζόμενοι τοῦ κατατρυφᾶν κυρίῳ· μὴ ὡς ἀναπεπτωκότες καὶ ὡς ἤδη τὸ πᾶν ἐργασάμενοι ζητεῖτε ἀνάπαυσιν· Ὁ γὰρ ὄλεθρος αἰφνίδιος· καὶ οὐδὲ ὁ πᾶς τοῦ βίου δρόμος ἐπάρκει πρὸς τοὺς ἀγῶνας.
Οἱ μελετῶντες τὸν νόμον κυρίου ἡμέρας καὶ νυκτὸς, ἔτι φροντίζετε τῆς θείας ὑμνήσεως καὶ παραστάσεως καὶ ἀνυσταξίας, νύκτωρ τε καὶ μεθ᾽ ἡμέραν· Οἱ μεμυκότες, ὡς ἄλογα ζῶα ἐν καιρῷ λειτουργίας παντοίας, ἀνοίξατε τὸ στόμα καὶ ἑλκύσατε πνεῦμα· ψάλατε τῷ κυρίῳ συνετῶς. Οἱ πάντες τὰ πάντα εὖ πράξατε· εὖ διάθεσθε, ἀεὶ φροντίζοντες, ἀεὶ τρέχοντες καὶ συντρέχοντες, ἁμιλλώμενοι καὶ συναμιλλώμενοι, προθυμούμενοι καὶ συμπροθυμούμενοι, συμβιβάζοντες καὶ συμβιβαζόμενοι, ἐπαμύνοντες καὶ συνεπαμυνόμενοι, εἰρηνεύοντες καὶ συνειρηνευόμενοι· ὡς πῦρ ἀναπτόμενοι ἐν τῷ θείῳ ζήλῳ· ὡς ξίφος ἀκονώμενοι πρὸς τὸν πολεμοῦντα δράκοντα· ὡς μάχαιρα ἀνατεινόμενοι πρὸς πᾶσαν ἐκδίκησιν ἐντολῆς θεοῦ. Ὅπως ἐν τούτοις συντηρούμενοι καὶ περιφρουρούμενοι, θεὸν θεραπεύητε, ἀγγέλους ξενίζητε, ἀνθρώπους ἐκπλήττητε, τὸν ἐφάμιλλον δρόμον τῶν ὁσίων πατέρων ἡμῶν διεξερχόμενοι.
Οἷοι γὰρ ἐκεῖνοι τῷ ὄντι φρόνιμοι πραγματευταὶ καὶ κερδαίνοντες τὰ κέρδους ἄξια, ὅτι οὐκ ἐφίλησαν κόσμον, οὐκ ἠγάπησαν σάρκα, οὐκ ἐπόθησαν φθορὰν, οὐδ᾽ ἐδέθησαν φίλτρῳ τοῦ παρόντος βίου· ἀλλὰ μικρὸν πονήσαντες, μικρὸν ταλαιπωρήσαντες· μικρὸν γάρ ἐστι τῷ ὄντι πρὸς τοὺς ἀπείρους μέλλοντας αἰῶνας, καὶ ἡ ἑκατονταέτης ἐνταῦθα διαβίωσις, ἔτυχον ζωῆς αἰωνίου, ἐπέτυχον χαρᾶς ἀνεκλαλήτου, ἀθανασίας καὶ βασιλείας οὐρανῶν.
Ἧς, καὶ ἡμᾶς, ἀνολιγώρως ἀποπληροῦντας τὴν ἀθλητικὴν ἡμῶν ὑποταγὴν, πιστεύω ἀραρότως μετασχεῖν καὶ ἀπολαῦσαι σὺν πᾶσι τοῖς ἁγίοις, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.