Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 105

ΛΟΓΟΣ ΡΕ΄.
Μηδὲν μόνιμον, ἀρετῆς δίχα, μένειν.

ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Ὡς ἤδη ἀρχόμενός εἰμι τὴν κατήχησιν ποιεῖσθαι, ὡς ἤδη ἀνέωγα τὸ στόμα μου τὸ ταπεινὸν πρὸς ὑμᾶς· καὶ τοῦτο, οὐκ ἐκ ταπεινοφροσύνης λέγω. Οὐ γάρ ἐστιν ἐν ἐμοὶ, ἀλλ᾽ ἐκ συναισθήσεως τῶν τε ἀμυθήτων μου ἁμαρτιῶν, καὶ τῆς ἐκζητουμένης διδασκαλίας ἐν τοῖς ποιμέσι. Πόσον γὰρ καὶ ἡλίκον καὶ πράσσειν καὶ λέγειν ὀφείλεταί μοι ἐπὶ λυσιτελείᾳ τῶν τιμίων ὑμῶν ψυχῶν κατὰ πᾶσαν, ὡς εἰπεῖν, ἡμέραν καὶ ὥραν.

Εἰ γὰρ ὁ μέγας ἀρχιερεὺς τοῦ θεοῦ, ὁ κήρυξ τῆς μετανοίας, ὁ τῆς ἀληθείας ὑπεραθλήσας, τὸν Χρυσόστομον λέγω, μετὰ τὴν ἄπειρον, ὡς εἰπεῖν, καὶ ἀπερίληπτον τῶν ἐκ θείας χάριτος διὰ τῶν χειλέων αὐτοῦ, δίκην ποταμῶν ῥυεισῶν, διδασκαλιῶν ἐπὶ πᾶσαν τὴν οἰκουμένην, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ἔχει θείων πατέρων δέδοικε. Δέδοικε γὰρ τὸ ἔργον τῆς προστασίας καὶ τρέμει· καὶ βοᾷ που ἐν τοῖς ἑαυτοῦ λόγοις, ὅτι τὸ κατ᾽ ἐμὲ ὡς ἔχω καὶ διάκειμαι, δύσκολόν ἐστιν σωθῆναι τὸν ἡγουμενεύοντα.

Τί ἵνα ἐγὼ φθέγξωμαι, ὁ τάλας καὶ ἀκάθαρτος, ἡ κοπρία καὶ ὁ σκώληξ, ὁ ἄνους καὶ ἄφρων, ὁ ἄφωνος καὶ ἄλογος; Οὐκ οἶδα τί εἴπω ἄξιον τῆς ἐμαυτοῦ ἀναξιώτητος; Ὦ, πῶς εἰς τοῦτο ἐπῆλθον τὸ ἀξίωμα; Ὦ, πῶς ῥυπαρὸς ὢν εἰς τὸ φωτίζειν ἄλλους προῆγμαι; Ὦ, πῶς πόῤῥω ὢν θεοῦ εἰς τὸ προσάγειν τοὺς ἀφεστηκότας ἀποτέταγμαι; Δέον με ἔτι πρόβατον εἶναι, καὶ εἰς ποιμένα κατέστην; Δέον με εἶναι ἀρχόμενον, καὶ εἰς ἄρχοντα ἦλθον; Δέον ὑποτιθέναι τὸ οὖς εἰς ἀκρόασιν διδαγμάτων, καὶ τὰ ῥυπαρὰ χείλη ἀνοίγω εἰς διδασκαλίαν ἑτέρων;

Ἀλλ᾽ ἴδοι ὁ θεὸς καὶ ἐπιβλέψοι, καὶ κρίνοι κρίσιν. Οὐκ οἶδα ποίαν εἴπω διὰ τὴν καταδίκην μου· ἐφ᾽ οἷς τρόποις ἤχθην ὑμῖν οὕτως. Τί δεῖ οὖν πρὸς ταῦτα; Ἆρα ἀπογνῶναι; Οὐδαμῶς. Ἆρα σιωπῆσαι εἰς τὸ παντελὲς, εἰ καὶ ἀγλωττός εἰμι καὶ ἄσοφος; Οὐχ οὕτως. Ἀλλὰ σὺν θεῷ, συνεργουσῶν καὶ τῶν εὐχῶν ὑμῶν, ἐπάρξασθαι αὐτίκα, καὶ πάλιν ἐπαναλαβεῖν, καὶ πάλιν ἀνενεγκεῖν εἰς ἑαυτόν. Καὶ ἴσως ὁ τῶν μεγάλων καὶ παραδοξοποιῶν πραγμάτων τερατουργὸς θεὸς, διὰ τὸ ὑμῶν ἐπωφελὲς θαυματουργήσειε κἀνταῦθα· καὶ ποιήσειέ με τὸν τυφλὸν, βλεπτικόν· καὶ τὸν κωφὸν, ἀκουστήν· καὶ τὸν λεπρὸν, ὑγιῆ· καὶ τὸν χωλὸν στερεόν· καὶ τὸν μογιλάλον, εὔλαλον· δύναται γὰρ ὅσα θέλει. Ὅπως καὶ ὁδηγήσω, καὶ ἐνικήσω, καὶ καταρτίσω, καὶ καθαρίσω, καὶ περιποιήσωμαι ὑμᾶς εἰς λαὸν περιούσιον.

Εἰ καὶ μέγα καὶ ὑπὲρ τὴν ἀξίαν τὸ ἐξαιτούμενον, διὰ τοῦτο, τέκνα, — γνῶτε καὶ ἴδετέ, φησιν, ὅτι ἐγώ εἰμι ὁ θεὸς, ὑψούμενος ἐν τοῖς ἔθνεσιν, ὑψούμενος ἐν τῇ γῇ. — Ὑψωθήτω οὖν καὶ ἐφ᾽ ὑμῖν, δέομαι, καὶ παρακαλῶ. Πῶς ἂν ἄλλως ὑψωθείη ἢ διὰ τῆς μετεώρου καὶ ὑπερανεστώσης πάντων χαμαιζήλων τῆς γῆς πραγμάτων, διὰ τῆς ἁγίας ὑμῶν πολιτείας; Ἐν ᾗ καὶ ἥρθητε, χάριτι αὐτοῦ τοῦ ἀνορθοῦντος τοὺς κατεῤῥαγμένους ἐκ τῶν χαμόθεν, ὡς πρὸς οὐρανὸν, αὐτῷ ἀγγελικῶς βιοῦντες, καὶ συναναστρεφόμενοι. Εἰρήνη γάρ ἔστιν ἐν ὑμῖν καὶ ἀγάπη καθὼς καὶ ἐν τοῖς ἀγγέλοις· μία ψυχὴ καὶ ἓν θέλημα, σύμπνοια καὶ συγκρότησις, ἀνῃρημένων παντάπασι τῶν διαζευκτικῶν καὶ διαιρετικῶν ὑποθέσεων· ἅ τινά ἐστιν, ἰδιογνωμοσύνη, μερικαὶ σχέσεις, σαρκικαὶ φιλίαι, συγγενικαὶ ἀκολουθίαι.

Ἐπεὶ δὲ εὐδοκίᾳ θεοῦ ἐκποδών εἰσιν ἀφ᾽ ὑμῶν, εὑρίσκεται πάντως τὰ ἐναντία ἡ ὁμοκτημοσύνη· μᾶλλον δὲ, τὸ μηδὲν ἔχειν καὶ πάντα κατέχειν· ἡ ἀγαπητικὴ ἐπὶ πᾶσι διάθεσις, ἡ τῶν σαρκικῶν γονέων ἀδελφῶν τε καὶ συγγενῶν πάντων ἀπαλλοτρίωσις. Ὁμολογῶ γὰρ καὶ κηρύττω τὸ ἀγαθὸν ὑμῶν, ὅτι καίπερ ἀγχιθύρων ὄντων τῶν βλαβερῶν, καὶ ὡς ἐπὶ μάχης καὶ πάλης, καὶ ὡς ἐπὶ βαλανείων ψυχολέθρων ἐν τῇ πόλει ταύτῃ ἑστῶτες, οὐ καταφλέγεσθε, οὐ καθέλκεσθε. Ἀλλὰ τὸ δὴ μεῖζον, ὅτι καὶ δρᾶτε μᾶλλον ἢ παθαίνεσθε· ᾠφελεῖτε γὰρ καὶ τοὺς ἀκούοντας καὶ ὁμοσχήμους καὶ ὁμοταγεῖς ὑμῶν. Καὶ γὰρ εἰσί τινες ἐν ὑμῖν οἱ παντάπασι διὰ δεήσεως ἀπέστησαν τοῦ ὅλως ὁρᾶν πρόσωπον μητρικὸν ἠ ἀδελφικὸν, σχεδὸν εἰπεῖν, ἢ συγγενικόν. Καὶ τοῦτο οὐκ ἔστιν ἀξιέπαινον; Καὶ τοῦτο οὐκ ἔστιν ἀξιομνημόνευτον;

Καὶ λέγω ὑμῖν. Καὶ οὕτω φρονοῦντες ἔτι μᾶλλον καὶ μᾶλλον, τέκνα μου, στερεοῦσθε εἰς τὸ βελτιώτερον. Καλὴ γὰρ ἡ πραγματεία, ἧς μείζων οὐκ ἔστιν ἄλλη. Καλὴ ἡ ἀπλανὴς αὕτη πλάνη, ἣν οἱ ζητήσαντες, εὗρον θεόν. Καὶ πρὸς μίαν ὥραν ἢ ἡμέραν ἡ ἐγκράτεια, ἐπί τε θεωρίας, ἐπί τε ἀκοῆς, ἐπί τε ἀπολαύσεως παντοίας ἄλλης, καὶ παρῆλθε, καὶ ἰδοὺ οὐκ ἦν· καὶ μενοῦν γε οὔτε παρέρχεται, οὔτε διαπίπτει· ἀλλ᾽ εἰς τὸ διηνεκὲς διαμένει· ἀρετὴ γάρ ἐστι. Πῶς δὲ ἀντὶ τῶν προειρημένων οὐ μικρά τις καὶ ὀλίγη, ἀλλ᾽ αἰωνία καὶ ἀνείκαστος χαρὰ, καὶ εὐφροσύνη τῆς ἐν τῷ μέλλοντι αἰῶνι ἀγαλλιάσεως;

Ὑπομείνατε οὖν λοιπὸν, τέκνα μου, καὶ ἀγωνίζεσθε, καὶ βιάζεσθε προύχειν ἀλλήλων ἐν τοῖς κατορθώμασι· ἀνεπιφθόνως δέ· πάντων γὰρ τὸ καλὸν εἰς ἕκαστον παραχωρεῖ· καὶ ἕκαστον εἰς ἅπαντας κατὰ θείαν ἀνάκρασιν· Καὶ θώμεθα, εἰ βούλεσθε ἀπαρχὴν, οὐ μόνον ἐκ τῆσδε κατηχήσεως, ἀλλὰ καὶ ἐπὶ πᾶσαν ἡμέραν. Τοῦτο γὰρ δεδιδάγμεθα καὶ κεκελεύσμεθα πατρικῶς· οὐ γάρ ἐστι στάσις τοῦ καλοῦ, καὶ πάντως ἐκ δυνάμεως εἰς δύναμιν πᾶς τις σωθῆναι θέλων αἱρεῖται εἰσέρχεσθαι. Καὶ ἐὰν οὕπω ἀκηδιάσωμεν μέχρις ἂν τελευτήσωμεν συναμιλλώμενοι ἀλλήλοις ἐν τῇ καλῇ ἁμίλλῃ ταύτῃ, εὖ ἴστε, οὐρανῶν ἡμῖν πύλαι ἀνοιγήσονται· ὁ παράδεισος εἰσδέξεται· οἱ χοροὶ τῶν μαρτύρων ἀγκαλίσονται· αἱ ἐπαύλεις τῶν δικαίων εἰσοικίσονται· αὐτὰ τῶν ἀγγέλων τὰ ἄπειρα τάγματα ὁμοχορεύσουσιν ἐν χαρᾷ ἀνεκλαλήτῳ τῇ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν· ᾧ ἡ δόξα, τιμὴ, καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

· Contents ·