Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 106

ΛΟΓΟΣ Ρϛ΄.
Τῇ συμμετρίᾳ τῆς διαίτης ἐμμένειν.

ΤΕΚΝΑ ΜΟΥ ΗΓΑΠΗΜΕΝΑ ΚΑΙ ΠΕΡΙΠΟΘΗΤΑ,

Οἴεσθέ με ἴσως κατατονῆσαι καὶ ὀλιγωρῆσαι πρὸς τὸ κατηχεῖν ὑμᾶς καὶ διανέμειν τὸν τῆς σωτηρίας λόγον. Ἐγὼ δὲ οὐχ οὕτως, ἀλλ᾽ ὁ αὐτός εἰμι, καὶ ἐλλείπειν μᾶλλον ἢ ἐπικρατεῖν ὑμῖν ἡγοῦμαι καὶ ὀφείλειν, ἢ ἀποπληροῦν τὸ δέον. Νυκτὶ οὖν καὶ ἡμέρᾳ καταμερίζων ὑμῖν τὸν λόγον, καὶ διαδίδων ὑμῖν τὸ τρόφιμον ταῖς ψυχαῖς σιτηρέσιον, οὔπω ἄξιον πεποίηκα· ἀλλ᾽ ἀπόκειμαι καὶ κεχρεώστηκα δρᾶν τοῦτο, ἀκούων τῆς μεγάλης φωνῆς τοῦ θείου ἀποστόλου πρός τινας λέγοντος· — Οὐκ ἐπαυσάμην τριετίαν νύκτα καὶ ἡμέραν μετὰ δακρύων ἕνα ἕκαστον ὑμῶν νουθετῶν· — καὶ πρὸς ἄλλους. ὅτι — ἀδιάλειπτός μοι ἐστὶ προσευχή· — καὶ πρὸς ἑτέρους — ὅτι ηὐχόμην ἐγὼ αὐτὸς ἀνάθημα εἶναι, ὑπὲρ τῶν ἰδίων φοιτητῶν· — καὶ — ὅτι ἀδιάλειπτός μοι ὀδύνη ἐστὶν ἐν τῇ ψυχῇ. —

Ταῦτα γὰρ τῷ ἀληθῶς ὄντι προστάτῃ ψυχῶν ἀνήχουσιν. Εἰ οὖν οὕτως ἐκεῖνος, τί ὁ τάλας ἐγὼ προσεπιδείξαιμι; Ἢ τί ἀπεπλήρωσα πρὸς ὑμᾶς; Οὐδὲν ὡς ἀληθῶς οὖν, ὅλως· ὅτι τὴν καρδίαν μου καὶ τὴν διάνοιαν αἱροῦμαι προτίθεσθαι, εἴπερ τι χρήσιμον ὑμῖν γίνεται.

Αὐτοὶ οὖν, τέκνα μου, ὡς γῆ ἀγαθὴ ὑετιζομένη ἐκ τῶν θεοχαρίτων ῥείθρων τοῦ ἁγίου Πνεύματος, καρποφορεῖτε καὶ προβάλλεσθε τὰς ἀρετὰς στάχυας ἀειζώους· καὶ νεώσατε ὥσπερ τὰς χώρας, οὕτως καὶ τὴν γῆν τῶν ψυχῶν ὑμῶν ἀποκαθαίροντες τὰς ἀκανθώδεις ἐννοίας, τῷ πυρὶ τοῦ φόβου τοῦ θεοῦ, καὶ τῷ ξίφει τῆς ἀληθείας. Κἂν δυσεργῆσαι θέλητε, πάρεστιν ὑμῖν τὸ τῆς καλλιεργίας ἐποφελὲς ἐκ τῶν ἔξωθεν ὑποδειγμάτων. Οὕτω γὰρ σπείροντες, πολύχουν ἀναβλαστήσετε τὸν καρπόν.

Σπείρατε οὖν, τέκνα μου, κατὰ τὰς ἀποστολικὰς διατάξεις, μὴ εἰς τὴν σάρκα, ἵνα μὴ τὴν ἐκ τῆς σαρκὸς φθορὰν ἀποθερίσητε· ἀλλὰ τὰ κατὰ πνεῦμα, ἵνα τὰ ἀπὸ τοῦ πνεύματος ἀποδραγμεύσησθε, ὑπομονὴν παιδευόμενοι, καρτερίαν, μακροθυμίαν, ταπεινοφροσύνην, τὴν εἰς ἀλλήλους ἀγάπην, μισοῦντες τὸ ἐπίφθονον, τὸ δολερὸν, τὸ ἀποτακτικὸν, τὸ ὑβριστικὸν, τὸ ἐνδιαβλητικόν. Κτήσασθε οὖν καὶ ἐγκράτειαν· ἐγκράτεια δὲ ἡ κατὰ χρείαν ἐπιδιδομένη τροφὴν ὑπάρχει, μήτε ὑπερπιέζουσα τὸ σῶμα, μήτε ἀνακουφίζουσα παντελῶς, καθάπερ φόρτος σκάφους· ἂν τε γὰρ πολλοστὸς εἴη, κατέδυσε τὴν ναῦν, ἄν τε ἐλαφρὸς, περιέτρεψεν αὐτήν· οὕτως καὶ ἐπὶ ὕπνου μεταλαμβάνειν τὸ χρήσιμον. Ἐντεῦθεν γὰρ οἱ εὐαπάλλακτοι ὕπνοι, ἐπακολουθοῦντες τῷ συμμέτρῳ τῆς διαίτης, ἡ κατὰ τὴν ψαλμῳδίαν ἐγρήγορσις, ἡ ἐπακρόασις τῶν ἀναγνωσμάτων, ἡ σύνεσις καὶ ἡ κατάληψις τῆς ἐφ᾽ ἑκάστῳ λόγῳ τῶν ψαλλομένων θείων ἀσμάτων.

Ἐν τούτοις οὖν γλυκαινομένη ἡ ψυχὴ τρυφᾷ καὶ τέρπεται, ἀφορμὰς καλημερίας ἀποτιθεμένη. Ἐκ γὰρ τῆς πολυϋπνίας, ὕπνοι δυσάγωγοι, ἐπισκοτώσεις ἐννοιῶν, ἀδιάγνωστοι ὑμνολογήσεις, πεπηγμένα χείλη, ἀφώτιστοι ὀφθαλμοὶ καὶ ψυχῆς καὶ σώματος· σὺν τοῖς ἔξω γὰρ μύουσι καὶ οἱ ἔσω. Καὶ ὁ κλέπτης τῶν ψυχῶν ἐπιδραμὼν, ἀποσυλᾶ ὅσα βούλεται. Διὰ τοῦτο γὰρ καὶ ὁ κύριος εἴρηκε· — Γρηγορεῖτε. —

Γρηγορεῖτε οὖν, τέκνα μου, γρηγορεῖτε· ἵνα μὴ δυσθυμήσητε, ἵνα μὴ ἀπαρασκεύαστοι ἔρχησθε εἰς τὸ πρὸς ἡμέραν, καὶ ἐν τούτῳ δυσκολῆσθε ἐπὶ πᾶσι τοῖς ἔργοις. — Ἱλαρὸν λόγον ἀγαπᾷ ὁ θεὸς, — ὑποπίπτουσαν ἀπόκρισιν, εὐκατάστατον πρόσωπον, ἥμερον ἦθος, ὁμιλίαν τεταπεινωμένην. Οἱ δὲ καυχοῦντες μεγάλα καὶ κατακαυχώμενοι καὶ ἀποθηριούμενοι τῷ προσώπῳ διὰ τῶν ἀποδεικνυμένων λόγων καὶ διὰ βλεμμάτων, οὗτοι ἐμπαίζουσι καὶ τὸν θεὸν καὶ ἑαυτούς. Τίς φέρει ὑπὲρ τοὺς ἄλλους κακουχεῖσθαι; Τίς εὐχαριστεῖ ἐλλειπόμενος τοῦ κατὰ χρείαν ἱματίου, ὑποδήματος, κουκουλίου, σκεπάσματος; Οὗτος ἐργάτης θεοῦ τοῖς μέλλουσιν ἀγαθοῖς ἀνταλλασσόμενος τὰ πρόσκαιρα καὶ μηδαμινά.

Ἐγὼ μὲν οὖν πάντας θέλω καὶ καταθάλπεσθαι καὶ πληροῦσθαι ἐνδυμάτων, βρωμάτων, εἴ τινων ἄλλων τῶν πρὸς τὴν χρείαν· εὐθυτέρως γὰρ ἡ σωματικὴ γίνεται ἐργασία. Λέγω δὲ οὕτως, ἵνα ὅτε οὐκ ἐπιφθάσουσι τὰ πράγματα, μὴ καταπληττώμεθα, μηδὲ ἀπεχθανώμεθα, μηδὲ γογγύζωμεν. Εἰσὶ δέ τινες πόθῳ θεοῦ ἐκπυρούμενοι, ὡς καὶ ἑκόντες, ταῦτα αἱροῦνται· ἕκαστος δὲ εὖ ποιεῖ, τὸ διδόμενον μετ᾽ εὐχαριστίας λαμβάνων ὅτε καὶ ὁποῖον δ᾽ ἂν εἴη.

Ὄντως, τέκνα μου ἠγαπημένα, οὐ μὴ μεταμεληθῶμεν ἐπὶ τῇ στενώσει ταύτῃ· οὐδὲ ἐπὶ μικροῖς κέρδεσιν ὁ κόπος. Ὁρᾶτε ὅτι θεὸς θεραπεύεται. Βλέπετε ὅτι βασιλεία οὐρανῶν πρόκειται· γινώσκετε ὅτι ζωῆς ἀθανάτου ἀντάμειψις ἐστί. Καὶ τίς οὐκ ἐπειχθείη; τίς οὐκ ἐπιδράμῃ; τίς οὐκ ἀφαρπάσει θησαυροὺς διδομένους; τίς οὐκ αὐτοθελὴς γένηται καὶ κακουχῆσαι καὶ ἀπεκδύσασθαι, καὶ αἴθριος γενέσθαι, καὶ κρυμωθῆναι, καὶ ἑαυτὸν θανατῶσαι διὰ ἀσκήσεως, τηλικούτων ὄντων τῶν ἀγαθῶν;

Ἀλλ᾽ οὖν ὑμεῖς οὐκ ἐστὲ ἄμοιροι, ὧν εἰρήκαμεν· διὰ γὰρ τῆς ἐκκοπῆς τῶν θελημάτων καὶ τῆς ἐπὶ πᾶσιν ἀποταγῆς, καὶ τῆς κατὰ πάντα ὑπομονῆς καὶ θνήσκετε καθ᾽ ὥραν, καὶ ψύχεσθε, καὶ ἀπαλλάττεσθε τοῦ κόσμου, ἔχοντες κεκρυμμένην τὴν ζωὴν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. — Ὅταν δὲ φανερωθῇ ἡ ζωὴ ἡμῶν ὁ Χριστὸς κατὰ τὰ λόγια, τότε καὶ ὑμεῖς χαρήσεσθε αἰωνίως. —

Μὴ οὖν ζητεῖτε λοιπὸν ἐκ παντὸς τρόπου τὸ ἐνταῦθα ἄνετον καὶ ἀναπαυστικόν· ἀλλ᾽ ἀπόδειξιν τῆς ἐκεῖθεν ἀναπαύσεως, τὴν ἐνταῦθα ἔχετε κακοπάθειαν. Ὑμεῖς μου ἐστὲ ἐν πᾶσιν ἡ χαρὰ καὶ στέφανος, ἡ εὐελπιστία· καὶ οὐκ ἔχω τινὰ ἄλλο προκριτέον ὑμῶν· μάρτυς μου ὁ θεός· οὔτε ἐν ἀγάπῃ, οὔτε ἐν μερίμνῃ, οὔτε ἐν εὐδοκιμήσει· οὐ πατέρα, οὐ μητέρα, οὐκ ἀδελφὸν, οὐ γένος, οὐ φιλίαν, οὐκ εὐδοξίαν κοσμικὴν, οὐκ ἄρχοντας, οὐ δυνάστας, οὐ βασιλεῖς, οὐκ ἄλλο τι, οὐ μικρὸν, οὐ μέγα τῶν ἐνταῦθα· ἀλλ᾽ ἐν πᾶσι καὶ διὰ πάντα καὶ ἐπὶ πᾶσιν ὑμᾶς καὶ ζωὴν καὶ τροφὴν καὶ ἔλεος καὶ εἰρήνην καὶ σωτηρίαν καὶ ἄφεσιν ἁμαρτιῶν. Καὶ λογίζομαι, καὶ κατακτῶμαι ἐνώπιον θεοῦ τοῦ πάντα ἐφορῶντος τοῖς ἀλαθήτοις αὐτοῦ ὀφθαλμοῖς.

Χαίρεσθε ἐν κυρίῳ λυπούμενοι τὸ κατὰ σάρκα· αὕτη γὰρ χαρὰ θεόδεκτος, καὶ ταύτην διδασκόμεθα χαίρειν. Ἀγαλλιᾶσθε, ὅτε μιμνήσκεσθε τὸν θάνατον· ὅτι ἐκεῖ εὑρίσκετε τὴν ζωήν. Τρυφᾶτε τὴν ὀλιγαρκείαν καὶ τὴν ὁπωσδήποτε ἡτοιμασμένην τράπεζαν, κἂν ἀπὸ ἄρτου μόνου καὶ ὕδατος καὶ λαχάνων ἐστίν, ὅτι διὰ ταύτην μέλι καὶ γάλα ζωήῤῥυτον καὶ ἀφθαρτόδοτον καταπολαύετε διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν· μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·