Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 107
ΛΟΓΟΣ ΡΖ΄
Τὴν μαρτυρικὴν ὑποταγὴν στερεωτέον.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,
Κεκοπιακότες ἐστὲ ἤδη ἐκ τῆς προελθούσης ἀγρυπνίας τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς Σάβα· ἄρτι δὲ καὶ ἐκ τοῦ παρόντος κανόνος τοῦ ἐν ἁγίοις καὶ θαυματοποιοῦ πατρὸς ἡμῶν Νικολάου· καὶ ὁ κόπος ὑμῶν ὅσιος καὶ ψυχωφελὴς, οὐκ ἀπολλύμενος, ἀλλὰ σωζόμενος, τηρούμενος εἰς ἡμέραν ἀνταποδόσεως δικαιοκρισίας θεοῦ. Καὶ τάχα ἀποκνεῖ πως ἡ ἀκοὴ δέχεσθαι λόγον· ἀλλ᾽ ἵνα μὴ ἐγκόψωμεν τὴν συνήθειαν καὶ τὸ παρὸν, βραχέα τινὰ διαλεξόμεθα, ὑπομιμνήσκοντες ὑμᾶς καὶ προθυμοποιούμενοι, ὅτι τὸ ἔργον χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν προκοπῇ ἐστι, καὶ καθεκάστην, ὡς εἰπεῖν, προστιθέμενον καὶ ἐπαυξάμενον τὴν ἡμέραν, καὶ τελειούμενον οὐκ ἐξ ὑλῶν φθαρτῶν καὶ ἐπικήρων, ἀλλ᾽ ἐξ ἐργασίας τῶν ἁγίων καὶ ζωοποιῶν αὐτοῦ ἐντολῶν. Καὶ εὖγε εὖγε· ὅτι τοιοῦτον καὶ τηλικοῦτον τὸ πραγματευόμενον ὑμῖν καὶ ἐνεργούμενον καὶ σπουδαζόμενον καὶ ἐπὶ σωτηρίᾳ τῶν τιμίων ὑμῶν ψυχῶν.
Ἄλλοι μὲν ἀλλαχοῦ αἱροῦνται τῶν ἀνθρώπων· καὶ ὁ μὲν περὶ τοῦ οἰκοδεσποτῆσαι καὶ πλουτῆσαι· ὁ δὲ περὶ τοῦ εὐπραγῆσαι καὶ δοξασθῆναι ἐκ τῶν τοῦ αἰῶνος τούτου ὀνειροπολουμένων ἀξιωμάτων· ἕτερος δὲ περὶ τοῦ παιδοποιῆσαι ἢ πολυκτηματῆσαι ἐν ἄγροις ἢ δούλοις· πλεῖστα γὰρ καὶ ποικίλα τὰ τοῦ κόσμου τούτου ἐπιθυμήματα. Ὑμεῖς δὲ τούτοις πᾶσι χαίρειν προσειπόντες εἰς ἄλλον κόσμον διὰ τῆς ὑψηλῆς πολιτείας μετενεχθέντες τὰ ὑπερκόσμια καὶ οὐράνια καὶ ἐφίεσθε καὶ ἐπιζητεῖτε· καὶ ἐν τούτοις ἡ καρδία ὑμῶν καὶ ἡ μέριμνα καὶ ἡ ἀδολεσχία.
Μή τι γὰρ ἄλλο ἢ ἵνα καθαρθῆτε τελείως ἐκ τῶν παθῶν· καὶ κτήσησθε καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην, προσευχήν τε ἄοκνον, σπουδήν τε ἀνένδοτον, κατανύξεως δάκρυα, ἀμεριμνίαν παντελῆ, οὐ λέγω φίλων καὶ συνήθων, ἀλλ᾽ ἤδη καὶ αὐτῶν τῶν τεκόντων, καὶ πάσης σχεδὸν τῆς ματαιοπόνου ἀδολεσχίας.
Ναὶ οὕτως ἐστὶν εὐδοκία θεοῦ· καὶ γὰρ ὁρῶ ἕνα ἕκαστον ὑμῶν πῶς ἀεὶ ἐνίσταται καὶ ἐναθλεῖ καὶ ἐκβιάζεται ἑαυτὸν ἀποῤῥαγῆναι παντὸς πάθους ἐνοχλοῦντος, καὶ μετὰ θεοῦ μόνου γενέσθαι τῇ διαθέσει. Οὕτω τοιγαροῦν ὑπομένουσιν ἐν τῇ μαρτυρικῇ ταύτῃ ὑποταγῇ δώσειεν ὑμῖν Χριστὸς ὁ θεὸς ἡμῶν ἰσχὺν καὶ κραταίωσιν ἀποτρέψασθαι ὑμᾶς πᾶσαν ἐμπαθῆ καὶ σατανικὴν ἀντιπαράστασιν, καὶ εὐμαρῶς διανῦσαι τὸν προκείμενον ὑμῖν τρισμακάριστον ἀγῶνα· καθάπερ καὶ τοῖς προβεβιωκόσιν ἁγίοις ἀνδράσι καὶ θεοφόροις πατράσιν ἡμῶν.
Μὴ γὰρ κἀκεῖνοι σῶμα περικείμενοι καὶ ὁμοιοπαθεῖς ἡμῖν ὄντες, δίχα πόνων καὶ ἀγώνων διεξῆλθον τὸν τῇδε βίον; Οὐ μὲν οὖν· ἀλλὰ πολλὰ πολυτρόπως ἐνηθληκότες καὶ διαγωνισάμενοι καὶ διὰ πάσης ὑπακοῆς καὶ ταπεινώσεως ἐγκρατείας τε καὶ τῆς λοιπῆς ἀρετῆς ὑποτάξαντες τὴν σάρκα τῷ πνεύματι, ἀνέδραμον εἰς τὸ τῆς πολιτείας ὕψος, καὶ ἐκτήσαντο τὸ δοξασθῆναι αὑτούς.
Ἐπιμνησθῶμεν τοίνυν τὰ τοῦ πανοσίου πατρὸς ἡμῶν Σάβα κατορθώματα εἰς ἐφόδιον τῶν ψυχῶν ἡμῶν, καὶ μὴ ἀμνημονήσωμεν τὰ τοῦ ὁμοταγοῦς ἡμῶν προτερήματα. Ὑποτακτικὸς γὰρ ὢν, ὡς ἴστε, ὑπήκοος ἦν ἄκρος, εὐπρόθυμος, εὐδούλωτος, καὶ τὰς ἐσχάτας διακονίας λαμβάνων ἔχαιρεν, ὡς δοξαζόμενος· κοπιῶν μὲν ταῖς χερσὶ νύκτωρ καὶ μεθ᾽ ἡμέραν, ὑδροφορῶν, ξυλοφορῶν, πρῶτος ἐρχόμενος εἰς τὴν ψαλμῳδίαν καὶ ἔσχατος ἐξερχόμενος, καὶ εἴ τι ἄλλο περὶ αὐτοῦ ὅσιον γέγραπται· οὐ γὰρ σχολὴν μακρηγορεῖν διὰ τὴν ὥραν.
Μιμησώμεθα οὖν τοῦτον, τέκνα, καὶ ἡμεῖς· δυνατὸν γάρ ἐστι, ὁ μὲν ἐν τούτῳ, ὁ δὲ ἐν ἄλλῳ πλεονεκτήματι συντρέχοντες, συναμιλλώμενοι ἀλλήλοις ἐν τοῖς κατορθώμασι· καὶ πρὸ πάντων γε ἐκεῖνο φυλαξώμεθα τὸ μή τι οἰκειοβούλως πράσσειν· μηδὲ αὐτὰ τὰ δοκοῦντα ἡμῖν καλὰ ἄνευ τῆς κατηκούσης διερωτήσεως. Πρὸς δὲ τούτοις οὐδὲ ἐκεῖνο σιωπῆσαι ἄξιον, εἰ καὶ μέμψεως ἔχει αἰτίαν, ὅτι οὐκ οἶδ᾽ ὅπως τοῦτο πράττεται καὶ ἐνεργεῖται παρά τισι ἀμυήτοις καὶ καταφρονηταῖς· λέγω δὴ τὸ γενέσθαι ἀπωλείας, μᾶλλον δὲ κλοπὰς συχνοτέρως. Ἐπὰν γὰρ ἐάσῃ τις τὰ οἰκεῖα καλίκια, ἢ τὰ ὀρτάρια, ἢ τὰ γραφεῖα, ἢ ἄλλα τινὰ ἢ ἐν τῷ κοιταρίῳ, ἢ ἐν ἄλλῳ τόπῳ ἀσφαλείας ἀπιὼν εἴς τινα ἀπόκρισιν, ἢ καὶ μακρότερον ἀποδημῶν, ὑποστρέφων οὐκ εὑρίσκει ἃ κατέλειπε.
Καὶ τοῦτο ὅλον διαβόλου ἔργον, καὶ τοῦτο ὀλέθριον καὶ ταρακτικὸν ἐν ἀδελφότητι. Πρῶτον μὲν λύπαι καὶ ἔχθραι, ὑποψίαι τε καὶ καταλαλιαὶ διὰ τοὺς ὑπευθύνους καὶ εἰς τοὺς ἀνευθύνους. Ἔπειτα καὶ κατὰ τὴν ἀπόφασιν τοῦ μακαρίου Ἀποστόλου. — Κλέπται βασιλείαν θεοῦ οὐ κληρονομήσουσι. — Κλέπται δὲ εἰπὼν, οὐ προσέθηκε χρουσίου ἢ ἀργυρίου ἢ ἱματισμοῦ πολυτελοῦς, ἀλλ᾽ ἁπλῶς τὴν φωνὴν ἐξέδωκε, ἐφ᾽ ὁτιοῦν καὶ τοῦ τυχόντος πράγματος. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, μὴ κλέπτεσθε σακκοῤῥαφια, βελόνια, πινακίδια, κηρούλια, λωρίδια, ἐγχείρια, μαχαίρια, ζωνάρια· προσθήσω δὲ καὶ κρομύδια, συκίδια καὶ ἀρτιδια, καὶ λαχανίδια καὶ τὰ τούτοις ὅμοια. Οἱ γὰρ τὰ τοιαῦτα κλέπτοντες καὶ πάλιν λέγω, — τὴν βασιλείαν τοῦ θεοῦ οὐ κληρονομήσουσι. — Οὐ φοβεῖ ὑμᾶς ὁ ἀποστολικὸς ὅρος; Μή τι ἐγὼ εἰμὶ ὁ τάλας, ὁ ἐπαπειλῶν;
Γνωρίζετε τὰ ἀναγινωσκόμενα. Διὰ τοῦτο οὖν παρακαλῶ ὑμᾶς· ἀξίως περιπατήσωμεν τῆς κλήσεως, ἧς ἐκλήθημεν καθαρῶς ὁσίως καὶ δικαίως, τῶν προειρημένων πάντων ἀπηλλαγμένοι· ἵνα κληρονόμοι ἐσόμεθα τῶν αἰωνίων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.