Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 108

ΛΟΓΟΣ ΡΗ΄.
Λιπεῖν τὰ κόσμου, καὶ τυχεῖν τῶν ἀφθίτων.

ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Ὡς γῆ πίων καὶ ἀγαθὴ, δεχόμενοι τὸν τῆς ταπεινώσεώς μου λόγον καρποφορεῖτε ἑκάστοτε καὶ ἀεὶ βλαστάνετε ὡς παράδεισος πεποικιλμένος διαφόροις τῶν ἀρετῶν κάλλεσι. Ὁρῶ γὰρ καὶ ἐπιγινώσκω τὰ ἐν ὑμῖν πραττόμενά τε καὶ σπουδαζόμενα· καὶ ὑποδέχομαι τοῦ μὲν τὸ πρᾶος, τοῦ δὲ τὸ θερμόν· ἄλλου τὸ ἡσυχαστικὸν, ἑτέρου δὲ τὸ στιχολογικὸν, καὶ τοῦ μὲν τὸ ἐργατικὸν, τοῦ δὲ τὸ ἀγρυπνητικὸν, καὶ ἄλλου ἄλλα, καὶ ἑτέρου ἕτερον. Καὶ ἐν πᾶσι τὸ ἀκαταγώνιστον καὶ ἀνένδοτον καὶ ἀκαταμάχητον τῆς πρὸς τὴν ἐν τῇ κοινοβιακῇ ζωῇ τελειότητα ἐνστάσεως ὑμῶν.

Καὶ ἀποθαυμάζω· πῶς οἱ μὲν τῆς προτέρας εὐπαθοῦς συνηθείας ἐπιλαθόμενοι τῇ κατὰ μικρὸν διὰ κύριον ἐπιβιάσει· ὡς ἄλλοι τινες γεγόνατε φέροντες τὰ παρόντα γενναίως, καὶ ἱσοσταθμούμενοι καὶ ταυτοδιαιτούμενοι πρὸς τοὺς πρὶν ἁλιτημένους. Ἀλλ᾽ ὄντως πάντα ἰσχύει ἡ Χριστοῦ ἀγάπη πείθουσα καὶ ἕλκουσα καὶ τοὺς ὑψηλοὺς ταπεινοῦσθαι, καὶ τοὺς ἀβροδιαίτους ὀλιγαρκεῖσθαι, καὶ τοὺς πολυκτήμονας καταπτωχεύειν.

Οὐ μὴν ἐπὶ τούτοις μόνον εἰμὶ θαυμαζόμενος, ἀλλὰ καὶ ἐπὶ πᾶσι τοῖς διὰ τὸ εὐαγγέλιον τοῦ κυρίου καταλελοιπόσιν ἅπαντα· καὶ πῶς οἱ μὲν γονεῖς, οἱ δὲ ἀδελφοὺς, οἱ δὲ γυναῖκας, οἱ δὲ ἰδίους, οἱ δὲ πατρίδα· ἄλλοι οἰκίας, ἕτεροι συνηθείας. Ἔστι γὰρ, ἔστιν ἐν ἅπασιν ἡ ἀποταγὴ, καὶ πολλάκις ὁ δοκῶν μικροπρεπὴς εἶναι καὶ οὐκ ἀξιολογούμενος πρός τινα τῶν μεγάλων πλείονα ἢ μείζονα πόνον ἐσχηκέναι ὁμολογεῖται. Εἰ γὰρ καὶ μηδέν τι ἄλλο, ἀλλ᾽ οὖν ὅτι τῆς φύσεως τυραννικῆς καὶ βιαίας καὶ γονικῆς ἀπεσπάθη ἢ καὶ θεληματικῆς· ἀρκετὸν αὐτῷ εἰς μαρτύριον καὶ εἰς τὸ ἐπιλέξαι, ὡς κορυφαῖος τῶν ἀποστόλων πρὸς Χριστόν· — Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἡμῖν ἔσται; — Καὶ ἀντακοῦσαι — Ἐν τῇ παλιγγεννησίᾳ καθήσεσθε ἐπὶ θρόνους δώδεκα κρίνοντες τὰς δώδεκα φυλὰς Ἰσραήλ. —

Τοιούτων καὶ τηλικούτων εὐτρεπιζομένων ἡμῖν τῶν μισθῶν, ὦ ἀδελφοὶ καὶ πατέρες, τί ἵνα μὴ μᾶλλον ἢ παρόντος ἐκβιασώμεθα, ἔτι καὶ πρᾶξαι καὶ τελέσαι τὰ ὅσια; Τί ἵνα μὴ ἐνέγκοιμεν ἅπαν θλιβερὸν καὶ ἐπαχθὲς τῶν ἐν κυρίῳ· ἀλλ᾽ ἐγκράτειαν; ἀλλ᾽ ἐπιτίμησιν; ἀλλ᾽ ὑποταγήν; ἀλλὰ πρόσταξιν; ἀλλ᾽ ἐξάγγελσιν; ἀλλ᾽ ἀνύπνησιν; Ναὶ καὶ εἴ τι ἄλλο, ἐπιλέγοντες καὶ τὸ προφητικὸν ἐκεῖνο· — Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. — Καί γε, τέκνα μου, οὐδὲ πόῤῥω ἐστὲ τῆς φωνῆς ταύτης; — Οὐχὶ γὰρ καὶ ὑμεῖς σφάξεσθε — ταῖς κοπαῖς τῶν θελημάτων καὶ ταῖς πληγαῖς τῶν ἐλέγχων καὶ τῇ ἀλλεπαλλήλῳ διαγωγῇ τῆς ὑπακοῆς; Καὶ τὸ αἷμα κἂν οὐκ αἰσθητῶς, ἀλλὰ νοερῶς ῥεῖ ἐκ τῶν καρδιῶν ὑμῶν; Ἀλλὰ χαίρετε καὶ ἀθλοφορεῖτε, καὶ τὸν ἀμάραντον τῆς δόξης στέφανον κομιεῖσθε, ὡς ὁ ἀπόστολος λέγει.

Οὔπω, τέκνα, ἀπατῷ ὑμᾶς· οὐδὲ φρενακίζω ἐν τούτοις τὰ φρονήματα ὑμῶν. Μὴ γένοιτο. Ἀλλὰ καὶ μᾶλλον ἀπολιμπάνομαι τῆς ἀληθεστέρας ἀποδείξεως· ἢ μόνον εἰκονίζω τὰ πράγματα ἀμυδρότητί πως τοῦ σκοτεινοῦ λόγου. Λέγω δὲ ὑμῖν ὅτι μεγάλων μισθῶν ἐστὲ ἄξιοι τελειοῦντες τὸν βίον· καὶ μακάριος ὅστις οὐκ ἀκροατὴς μόνον, ἀλλὰ καὶ ποιητὴς τῶν ἀναγινωσκομένων καὶ λεγομένων ἐστί. Καλὸν δὲ ἦν ἐμοὶ τῷ παναθλίῳ πρὸς τὸ τυχεῖν με τῆς λύσεως τῶν πταισμάτων καὶ δόξης οὐρανίου ἀπεντεῦθεν ἤδη καὶ ὑβρισθῆναι καὶ ῥαπισθῆναι, χλευασθῆναι καὶ μυκτηρισθῆναι εἰς τὰ καλὰ καὶ χριστομίμητα πάθη. Ἐπεὶ καὶ διωχθῆναι καὶ ἀπαχθῆναι καὶ θανατωθῆναι καὶ κατακαυθῆναι, καὶ εἴ τι ἄλλο παθεῖν τῶν θλιβερῶν καὶ οὐ φοβερῶν· τῶν δειλιαστικῶν καὶ οὐ δειλιαστικῶν. Τὸ μὲν ὅτι ὁ κόσμος φιλεῖ τὸ ἴδιον σῶμα· τὸ δὲ ὅτι ἡ ψυχή ἐστι ἡ προτρεπτέα καὶ τιμητέα, μεθ᾽ ἧς καὶ τὸ σῶμα ἀπολαύσεται τῶν ἐπηγγελμένων ἀγαθῶν·

Ἐπιλαμφθείη οὖν ὑμῖν, τέκνα, διὰ ταῦτα φῶς γνώσεως ἀπλανοῦς, καὶ ἔρως θεοῦ χωρίζων κόσμου· καὶ ἐπιθυμία ζωῆς αἰωνίου ἀπονεκροῦσα τὰς ἡδονάς. Καὶ ἄξοι ὁ θεὸς καὶ ἐπανάξοι πάντας ὑμᾶς εἰς στάσιν ὑψηλὴν, καὶ εἰς σκοπὸν εὐσεβείας ἐν ἑδραιότητι καρδίας καὶ ἐν κραταιότητι λογισμοῦ. Καὶ μηδένα ὑμῶν ἀπόλοιπον ποιήσοι τῆς καλῆς μερίδος καὶ κληρουχίας ἐκείνης, ἧς ἔλαχον οἱ προκοιμηθέντες ἀδελφοὶ ἡμῶν. Ὅτι πάντες πάντως ἐκεῖσε ἀπελευσόμεθα, καὶ γνωριοῦμεν ἀλλήλους, καὶ θεασώμεθα γνώσει ἑτεροτρόπῳ· Εἴη δὲ εἰπεῖν, ὅτι καὶ ἀπολαύσοιμεν ἃ ὀφθαλμὸς οὐκ οἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ἐν Χριστῷ Ἰησοῦ τῷ θεῷ ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·