Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 109
ΛΟΓΟΣ ΡΘ΄.
Ἐξαγορεύειν τοῦ δράκοντος τὰς πλάνας.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,
Εἰ μήτηρ φιλεῖ τὰ ἑαυτῆς ἔκγονα διατρέφειν, φύσεως γάρ ἐστιν ἰδίωμα ἐπὶ τὰ ἑαυτῆς τέκνα καταγίνεσθαι, πῶς οὐχὶ καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ ποθοῦμεν ὑμᾶς διατρέφειν; Καὶ εἰ ἐκείνη ὧδε κακεῖσε περιαθροῦσα καὶ περιαθροίζεται περιτρέχουσα, καὶ ἐρανίζεται τὰ τροφῆς ἐπιτήδεια· πῶς οὐχὶ καὶ ἡμεῖς οἱ πένητες συνεισοίσομεν ὑμῖν τὰ χρήσιμα; Ἄχθομαι δὲ ὅτι μὴ πλουσίως δυναίμην ὑμᾶς ἐκτρέφειν· μηδὲ ὅσον ἐπιζητεῖ ἡ ἔφεσις. Τίς δὲ ἡ τροφή; αὐτὸς ὁ χορηγῶν αὐτὴν ἔφησε· — Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. —
Ὦ ἀδελφοὶ, ἔδωκεν καὶ ἡμῖν ἐξουσίαν καλεῖν αὐτὸν πατέρα. Ἀγαπήσωμεν τὸν ἀγαπήσαντα ἡμᾶς θεόν· καὶ τοσοῦτον ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ δοῦναι λύτρον ὑπὲρ πάντων ἡμῶν. Πῶς δὲ ποιήσωμεν; καὶ πῶς πράξομεν; Ἐδείξατε μὲν οὖν τοῦτο καὶ διὰ τῆς τοῦ προτέρου ὑμῶν βίου ὁμολογίας. Τίνος γὰρ ἕνεκεν ἀπεφύγετε κόσμον, καὶ τὰ τοῦ κόσμου ἀπαρνήσασθε, γονεῖς, καὶ τὰ γονέων, ἀπαλλοτριωθέντες ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων καὶ τἄλλα ὅσα ἐν τῇ ματαιότητι τοῦ βίου ἐπιφαίνεται; Ἀλλὰ καὶ ἔτι ἐπεδείξατε, παρακαλῶ, διὰ τοῦ ὑποφέρειν ὑμᾶς τὴν θλιπτικὴν ὑποταγὴν, τοὺς πόνους καὶ τοὺς κόπους τῆς ἐγκρατείας, τὸ ἄχθος καὶ τὸ βάρος τῆς διακονίας, τὰς ἀτονίας, τὰς ὀλιγοψυχίας τῆς ἐγκρατείας, καὶ μέν τοι τὰ τόξα καὶ τὰ βέλη τῶν ἀοράτων λογισμῶν, τὸ πῦρ τῆς ἐπιθυμήσεως, τὸ σκότος τῆς ἀκηδίας, τὴν τηκεδόνα τοῦ φθόνου, τῆς ἀθετήσεως τὸν ὄλεθρον, τῶν ἄλλων ἁπάντων, δι᾽ ὧν πειρᾶται κατενεγκεῖν ἡμᾶς εἰς ἄδου ταμεῖα ὁ ὀλοθρευτὴς τῶν ψυχῶν ἡμῶν, διάβολος.
Ἀλλὰ θαρσεῖτε, τέκνα· βάλλεται γὰρ ἐκεῖνος καὶ καταβάλλεται δυνάμει θεοῦ ἐν ἡμῖν, ἀλλ᾽ οὐχ ἡμᾶς καταβάλλων φαίνεται· τρίζει τοὺς ὀδόντας καὶ βρύχει, ἡνίκα ὁρᾷ ἡμᾶς εἰρηνικὴν καὶ ἀστασίαστον ζωὴν διεξάγοντας. Βούλεται εἰσπηδῆσαι καὶ ἁρπάξαι ψυχὴν εἰς ἀπώλειαν, καὶ οὐχ ἕξει. Ὅθεν εἰσελεύσεται, ἐπειδὰν βλέπει ὑμᾶς πεφραγμένους καὶ τετειχισμένους τῷ νόμῳ κυρίου, ἵστησι παγίδας καὶ θήρατρα ὑπενεγκεῖν ὑμᾶς ἐν αὐτοῖς γλιχόμενος καὶ ἀποτυγχάνων· ὀδύρεται δὲ ὁπηνίκα αἰσθάνεται ἡμᾶς δι᾽ ἐξαγορεύσεως τὰ αὐτοῦ μηχανήματα διαλύοντας. Οὐ γὰρ ἔχει χώραν, οὐ τόπον ἐκεῖ, οὗ ἐστι φόβος θεοῦ, οὗ ὑπάρχει ἐντολῶν τήρησις, κανόνων ἐνέργεια, ἐπιτιμιῶν ὑποδοχή.
Διὰ τοῦτο χαίρετε καὶ προθυμεῖσθε, εὐψυχεῖτε καὶ εὐσθενεῖτε· κραταιοῦσθε καὶ δυναμοῦσθε, μηδόλως παραχωροῦντες παρασυρίττειν εἰς τὸ οὖς τῆς ψυχῆς ὑμῶν τὸν σκολιὸν ἐκεῖνον ὄφιν. Ὁπόταν ἔλθη, ἀποκρουέσθω· ἀποπεμπέσθω. Ἴστε ὅπως ἐξηπάτησε τὸν πρῶτον ἄνθρωπον· ὅπως τε ἐξαπατᾷ νῦν τοὺς ἠπατημένους. Ἐκεῖνα φθέγγεται καὶ συμβουλεύει ἃ εἰς ἀθέτησιν φέρει, ἃ εἰς ὑπερηφανίαν ἐνίησιν, ἃ εἰς φθόνον παροτρύνει, εἰς ἐπιθυμίαν ἕλκει, εἰς ἀκρασίαν ἐνάγει, εἰς πᾶν ὁτιοῦν τῶν τὴν ψυχὴν μολυόντων καὶ ἀπολλύντων. Φεῦ τῆς συμβουλίας τοῦ δράκοντος!
Ἀλλ᾽ ὑμεῖς ἐκεῖνα ἀεὶ μελετᾶτε καὶ ἀπακούετε, ἃ ὁ φύλαξ τῆς ζωῆς ἡμῶν καλῶς ὑπομνήσκει καὶ ὑποβάλλει τὰ περὶ σωφροσύνης, τὰ περὶ ἀνδρείας, τὰ περὶ πολιτείας τῶν ὁσίων πατέρων ἡμῶν, τὰ περὶ θανάτου, τὰ περὶ μεταστάσεως, τὰ περὶ ἀπολογίας τῶν βεβιωμένων, τὰ περὶ τῶν μελλόντων ἀγαθῶν, καὶ μέν τοι τῶν ἐναντίων κολαστηρίων. Πῶς καὶ ποίοις τρόποις ἐστὶ τῶν μὲν ἐπιτυχεῖν, τῶν δὲ ἀποφυγεῖν· ἵν᾽ ἐν τούτοις καταγινόμενοι καὶ ἐναδολεσχούμενοι, ἔτι καὶ ἔτι εὐπραγήσοιτε, συνετίξοισθέ τε καὶ εὐθυπορήσοιτε τὴν ὁδὸν κυρίου τοῦ θεοῦ ἡμῶν, ἕως ἂν τὸ διωρισμένον τῆς ζωῆς ἡμῶν τέλος δέξηται· καὶ μεταστήσοι ἡμᾶς ἐκ τῶν ἐνταῦθα ὀδυνηρῶν πρὸς τὴν μέλλουσαν αἴδιον ἀνάπαυσιν ὁ καλῶς ὑφ᾽ ὑμῶν λειτουργούμενος καὶ θεραπευόμενος δεσπότης.
Ἡμεῖς μὲν οὖν ταῦτα ἠρανισάμεθα ὑμῖν εἰς τροφὴν, καὶ τὰ νῦν ὀλιγοστῶς πως· ὑμεῖς δὲ ἀμείψασθέ με καὶ ἀντιθρέψατε τὸν ταπεινὸν, ὦ τέκνα, ταῖς προσευχαῖς, ταῖς δεήσεσι, ταῖς ἐναρέτοις εὐπραγίαις καὶ εὐδοξίαις ὑμῶν· ἐν τῷ ἑνὶ στοιχειούμενοι θελήματι, ἐν τῇ μιᾷ συναγόμενοι καρδίᾳ, διὰ τῆς εἰς ἀλλήλους ἀφθόνου ἀγαπήσεως, διὰ τῆς ἐπ᾽ ἀλλήλοις συμπαθηστικῆς εὐσπλαγχνίας, διὰ τῆς ἀνολιγώρου ἐν ταῖς διακονίαις λειτουργίας· διὰ τῆς ἔτι εὐτονίας τῆς ἐνισταμένης ἁγίας τεσσαρακοστῆς· ἵνα καὶ εὐμαρῶς τελειοῦντες, τελέσητε· καὶ διανύοντες διανύσητε, ῥωννύμενοι καὶ ψυχῇ καὶ σώματι, χαιρόμενοι διὰ τῆς ἐλπίδος τῶν καταβαλλομένων ὑμῖν πόνων, ἀξιούμενοί τε καὶ ἐπ᾽ αὐτῆς τῆς ἁγίας τοῦ Χριστοῦ γεννήσεως ἀκατακρίτως φθάσαι, χάριτι αὐτοῦ καὶ φιλανθρωπίᾳ· μεθ᾽ οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.