Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 12
ΛΟΓΟΣ ΙΒ΄.
Θεῷ καθαρὰς διδόναι τὰς ἐγγύας.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Καλὸς λαὸς ἐστὲ, ἐάν περ ἐστιν ὁ στρατηγῶν ἐν Κυρίῳ· καὶ κάλλιστον ποίμνιον ἐστὲ, εἴπερ ἐστὶν ὁ διεξάγων ὑμᾶς ποιμὴν ἄριστος. Ἐγὼ δὲ τὸ τοιοῦτον ὕψος, ὅτι οὐράνιον, καὶ τὸ τῆς ἐμῆς ἀσθενείας, ὅτι σαθρὸν καὶ εὐκαταγώνιστόν ἐστιν εἰδὼς, περίφοβός εἰμι, σύντρομος, ἰλλιγγιῶ τὸ βάθος τῆς ἐν αὐτῷ σοφίας καὶ δυνάμεως καὶ ἐπιστήμης· Τίνι λοιπὸν, πατέρες μου, χρήσομαι βοηθῷ; τίνι συνεργῷ; Ποῦ ἀποβλέψομαι; ἐν τίνι ἀναπαύσομαι· στενά μοι οὖν πανταχόθεν· βίος οὐδαμοῦ· λόγος οὐδαμοῦ· Ἐξέλιπον λοιπὸν οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν θεόν μου· ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου αἱ ἐμαὶ ἁμαρτίαι. Οἴεσθέ με ἴσως βαττολόγον, ἐπεὶ καὶ εἰμὶ, καὶ ἐπίδειξιν ποιεῖσθαί τινα· μὴ γένοιτο, μηδὲ οὕτως ὑπολαμβάνοιτε· Τὰ περισσὰ τῆς καρδίας ἀναγγέλλουσι τὰ χείλη. Ταῦτα δὲ εἴρηκα, ἵνα εἰδότες ὡς οὕτως εἰμι ἀσθενὴς καὶ ἐν τοιούτῳ κόπῳ καὶ διαγωνίᾳ, συναντιλαμβάνοισθε καὶ συναγωνίζοισθε, καὶ συναμιλλοῖσθε, καὶ συντρέχοιτε, καὶ γίνοισθέ μοι ὑπερασπισμὸς σωτηρίας, καὶ σθένος καὶ κράτος ἀμαχώτατον.
Τί οὖν ἐστιν ὃ ζητῶ; μᾶλλον δὲ ὃ ζητεῖ καὶ ἀπαιτεῖ ὁ δεσπότης πάντων καὶ θεὸς ἐξ ὑμῶν, ἀλλ᾽ ἢ τὸ καλῶς ὑποτάσσεσθαι καὶ τὸ ἀδιάκριτον τῆς ὑποταγῆς, μέχρις αἵματος· καὶ τὸ ἀκίνητον τῆς βεβαιωμένης, καὶ κεκυρωμένης κατενώπιον τῶν ἁγίων ἀγγέλων αὐτοῦ ὁμολογίας ὑμῶν καὶ διαθέσεως. Οἴδατε γὰρ ἃ ὡμολογήσατε, καὶ οἷα ὑπέθεσθε, καὶ μεθ᾽ οἵων λογίων καὶ ὑποσχέσεων ἕνα ἕκαστον ὑμῶν ἀπεκειράμην καὶ προσήγαγον θεῷ, καὶ ἐφώτισα καὶ οἱονεὶ ἐβάπτισα τὸ δεύτερον βάπτισμα τοῦτο, καὶ ἐνέδυσα τὸν χιτῶνα τῆς ἀγαλλιάσεως καὶ σωφροσύνης· λύσας τὰ ἄλυτα πταίσματα ἐπ᾽ ἐλπίδι τοῦ ἄνω τὸν θεὸν λύειν τῇ ἐμῇ κάτω ταπεινῇ λύσει· καὶ δήσας τὰ ἄῤῥητα συντρίμματα ἐπ᾽ ἐλπίδι τοῦ ἄνω τὸν θεὸν δεσμεῖν, τῇ ἐμῇ κάτω ἐλεεινῇ συνδεσμήσει. Τοιγαροῦν οὐκ ἔστιν ἕτερον λουτρὸν οὐ διαῤῥηγμός· ποῦ μοι λοιπὸν πρὸς ταῦτα οἱ ἄκαιροι διαλογισμοὶ καὶ ἄκριτοι κρίσεις, καὶ ἄλογοι λόγοι καὶ ἀσύμφοροι ἐπιθυμίαι παρὰ τὰ δεδογμένα καὶ κεκανονισμένα ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, διὰ μεσιτείας ἡμῶν αὐτῶν τῶν προεχόντων καὶ διασκέψεως. Ὁ μὲν οὖν ἐπιθυμεῖ νηστείαν ὡς βούλεται· ὁ δὲ ἡσυχίαν ὡς τέρπεται· ἕτερος εὐμάθησιν ὡς αἰρετίζεται· ἄλλος ἀξίωμα ὡς φιλερίζεται· εἶτα τὰ γνωμικὰ θελήματα, εἶτα τὰ μερικὰ ἐπιθυμήματα, καὶ ἐκ τούτου διάλυσις τοῦ παντός. Μὴ, ἐπὶ τούτῳ συνήλθετε, τέκνα μοῦ; Μὴ, διὰ τοῦτο ὡμοδεύθητε, μεμέρισται ὁ Χριστός; ὡς τὰ θεῖα λόγια· ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; Τούτοις γὰρ παρεοίκασιν οἱ συμφοραζόμενοι ταῖς ἰδίαις ὀρέξεσι· καὶ μὴ πρὸς ἓν βλέποντες καὶ ἓν σκοποῦντες τὸ παρὰ τῆς ταπεινώσεώς μου μετὰ πολλῆς διασκέψεως ἀποφανερούμενον. Οὐ στύλος, οὐδὲ κίων, οὐ λάκκος, οὐκ ὄρος, οὐκ ἄντρον, οὐκ ἐρημίαι, οὐχὶ ὀπαὶ γῆς, οὐ λόχμαι, οὐχ ἡ μετὰ θηρίων διαγωγή, οὐχ ἡ μετὰ ἑνὸς καὶ δύο συμβίωσις, οὐχ ἡ μετὰ πέντε καὶ δέκα διάζησις, οὐχὶ ἐσωτικὸν κάθισμα, οὐδὲ ἐξωτικὸν, οὐκ ἀστικὸν, οὐκ ἐγχώριον, οὐχ Ἀγιοπολιτικὸν, οὐ Ῥωμαϊκὸν, οὐκ Αἰγυπτιακὸν, οὐ Κωνσταντινοπολιτικὸν, οὐκ ἄλλο οὐ μικρὸν οὐ μέγα, οὐ ταπεινὸν, οὐχ ὑψηλὸν, οὐκ ἐπαινετὸν, οὐδὲ θαυμαστὸν ἐκζητῶν ἐκζητεῖ παρ᾽ ἡμῶν ὁ θεὸς, ἢ θέλων θέλει· ἀλλ᾽ ἢ μόνον εἰς ὃ ἐκάλεσεν ὑμᾶς κοινόβιον. Οὐ τολμῶ εἰπεῖν καὶ εἰς ὃν ἔδωκεν ὑμῖν ποιμένα, διὰ τὸ ἡμῶν ἀνάξιον καὶ πολυαμάρτητον· καὶ ἵνα ἐν αὐτῷ ζῆτε καὶ μένητε καὶ ἐστὲ πολιτευόμενοι εἰς δόξαν τοῦ προσκυνητοῦ αὐτοῦ ὀνόματος. Τοῦτο γὰρ τὸ μέγα σημεῖον, καὶ τοῦτο τὸ ὡς ἀληθῶς θαυματουργίας ἔργον· μᾶλλον δὲ τὸ ὄντως μαρτύριον, καὶ ἀθλητήριον τῶν τιμίων ὑμῶν ψυχῶν.
Εἰ δὲ πειράζεσθε, οὐ θαυμαστόν· ἀλλὰ φεύγετε τὸ μὴ κατακυριεύεσθαι ἐκ μικρᾶς παραδοχῆς καὶ καταφρονήσεως· καὶ βάλλετε κάτω τὰς κεφαλὰς τῶν ψυχῶν ὑμῶν συγκλίνοντες καὶ τὰς τοῦ σώματος· καὶ ταπεινώθητε ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ· καὶ τῶν τοιούτων λόγων καὶ λογισμῶν πρόνοιαν μὴ ποιεῖσθε εἰς ἀρέσκειαν τοῦ διαβόλου τοῦ ἀντάρτου τοῦ Κυρίου. Ἀλλ᾽ εἰς τὸ ἐπιμένειν μέχρι τέλους, εἰς τὸ ὠφελεῖν τὸν πλησίον, εἰς τὸ πλεονεκτεῖν τῇ ταπεινοφροσύνῃ, εἰς τὸ ὑπερτερεῖν ἐν ἀγάπῃ, μὴ εἰς τὸ φανητιᾶν, μὴ εἰς τὸ αὐθαδειάζεσθαι, μὴ εἰς τὸ ἄνω αἴρειν τὴν ὀφρῦν καὶ ὑψαυχενεῖν ἀγερώχως· μὴ εἰς τὸ φιλοπρωτεύειν, καὶ φιλοδοξεῖν· μὴ εἰς τὸ σοβαρεύεσθαι καὶ περπερεύεσθαι· μὴ εἰς τὸ ἐρίζειν καὶ διαμάχεσθαι καὶ νικᾶν ἐν ταῖς διαλέξεσι· μὴ εἰς τὸ σοφίζεσθαι ἀσόφως, καὶ λογομαχεῖν ἀχρησίμως ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Καὶ τίς σοφὸς καὶ φυλάξει ταῦτα, καὶ συνήσει τὰ ἐλέη Κυρίου; ἐγὼ γὰρ μόνον λαλῶ ἀεργὸς ὑπάρχων ἐν πᾶσι· Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφῦν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ὑμῶν εἰς ἑτοιμασίαν τοῦ εὐαγγελίου τῆς εἰρήνης· καὶ ἔστω κατευοδῶν καὶ διασώζων ὑμᾶς Κύριος ὁ θεὸς, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν.