Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 13
ΛΟΓΟΣ ΙΓ΄.
Φρονεῖν ταπεινὰ, καὶ τοὺς εὐτάκτους βλέπειν.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Πρὸς τοὺς ἀναπτομένους ἡμῖν πολέμους ἐντεῦθεν καὶ ἐντεῦθεν, ἐκεῖνο ἔχω λέγειν· Ἐδόθη ἡμῖν ὄντως σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατὰν, ἵνα μὴ ὑπεραιρώμεθα, ἵνα μὴ φυσιώμεθα, ἵνα μὴ ἀλαζονευώμεθα· ἀλλὰ μᾶλλον παιδευόμενοι ταπεινώμεθα, καὶ ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ καταφεύγωμεν, ὡς οὐκ ἐνόντας ἄλλως διασώζεσθαι. Ὅταν δὲ διὰ πάσης σπουδῆς ὑποτάξωμεν τὸ ἀνυπότακτον φρόνημα, καὶ γνῶμεν ἑαυτοὺς, ὅτι ὅλως διόλου ἐσμὲν ταλαίπωροι, μηδὲν κατορθοῦν δυνάμενοι δίχα βοηθείας θεοῦ, μεσιτείᾳ τοῦ καθοδηγοῦντος, ὅστις ἂν εἴη, τότε συγκαταβήσεται περὶ τὴν κάμινον τῶν παθῶν ἡμῖν ἄγγελος, ὥσπερ τοῖς περὶ τὸν Ἀζαρίαν καὶ ἐκτινάξει τὴν φλόγα τῆς ἐπιθυμίας ἐκ τῆς καρδίας, καὶ ἐμποιήσει ἐν ταῖς ψυχαῖς ἡμῶν ὡς πνεῦμα δρόσου διασυρίζον, τὸ τῆς ἁγνείας δῶρον. Διάτοι τοῦτο, ταπεινώμεθα κατὰ τὸ φρόνημα ἡμῶν· κάτω τὰ ὄμματα, ὑποπιπτέτω ὁ λόγος, ἡττάσθω ἡ διάλεξις, καὶ ἐγγὺς τὸ ἔλεος τοῦ φιλανθρώπου θεοῦ· μηδεὶς ἄπιστος, μηδεὶς δόλιος· μηδεὶς σκολιός· μηδεὶς τοῖς χείλεσιν εὐλογείτω τῇ δὲ καρδίᾳ αὐτοῦ πόῤῥω ἀπέχει ἀπ᾽ ἐμοῦ, ὥσπερ ἐστὶν ὁ ἰδιόῤῥυθμος καὶ αὐτοσύνετος, μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος κατὰ τὸν ἀπόστολον· μηδεὶς περιπαρήτω τῷ τῆς παῤῥησίας πτώματι· καὶ ἐμπέσῃ εἰς βάθη κακῶν καὶ ἀποτίσει ποινὰς αἰωνίας. Ὅλως φωτεινοὶ γένοισθε, ὅλως εἰλικρινεῖς, ὅλως γνήσιοι υἱοί· ὡς τέκνα, ὡς ἀδελφοὶ, ὡς συγκληρονόμοι, περιπατήσωμεν· μὴ καταδεχόμενοι τὰς εἰς ἀλλήλους βλάβας, μηδὲ τὰς νεωτερικὰς ἀταξίας, ἀλλ᾽ ὡς ἐπὶ πᾶσι καὶ νῦν.
Ἐπεὶ πάρεστι τὸ γενέθλιον τοῦ δεσπότου ἡμῶν καὶ προστάτου, τοῦ ἁγίου προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, καὶ μέλλουσιν ἤδη ἀπὸ ἑσπέρας οἱ κληθέντες πατέρες καὶ ἀδελφοὶ παραγίνεσθαι, εὕρωσιν ἡμᾶς εὐκαταστάτους· ἴδωσιν ἡγιασμένους, γνώσκουσιν ἡμᾶς ἀπροσκόπους· καὶ τοῦτο πῶς; Ἵνα ἕκαστος καθὼς διετάχθη ἐν τῇ διακονίᾳ αὐτοῦ παραμένων χρησιμεύσῃ, ῥυθμίζων ἑαυτὸν ἐν πάσῃ ἀγαθῇ πράξει· καὶ λαλῶν προσηκόντως, καὶ σιωπῶν εὐστόχως, καὶ ψάλλων προθύμως· καὶ ὑπουργῶν ἐνδυναμωμένως. Βλέπετε γὰρ ἵνα ἐν τῇ ψαλμῳδίᾳ συναθροιζόμενοι πάντες ἀνελλιπῶς, καλῶς χοροστατήσωμεν, καὶ συμφωνήσωμεν, καὶ ἀνακρουσώμεθα τὰ θεοτερπῆ ἄσματα τοῦ Προδρόμου· καὶ ἁπλῶς κατὰ τε τὴν ὑπουργίαν τῆς τραπέζης. Ταύτην τὴν μίαν ἡμέραν παρακαλῶ καὶ δέομαι ὑπὲρ τὰς λοιπὰς χαρίσασθαί μοι εὐκατάστατον, εὐαπόδεκτον, ἵνα δοξασθῇ ὁ θεὸς διὰ τοῦ ἔργου ὑμῶν ἐν τῇ ὠφελείᾳ τῶν ὁρώντων· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.