Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 14

ΛΟΓΟΣ ΙΔ΄.
Γραφὰς ἐρευνᾶν τὰς θεοπνεύστους χρέος.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Τί ἡ παροῦσα κατήχησις; Ἵνα στῶμεν γενναίως περιζωσάμενοι τὴν ὀσφῦν ἡμῶν ἐν ἀληθείᾳ, καὶ ὑποδησάμενοι τοὺς πόδας ἡμῶν ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἀναβλέποντες, ἀνασκοποῦντες, τὰ ἄνω ζητοῦντες, περὶ τὰ οὐράνια καταγινόμενοι, περὶ τὴν φροντίδα τῆς ἀπολογίας, περὶ τὴν ἔξοδον τοῦ σώματος, περὶ τὴν ὑπάντησιν τοῦ κριτοῦ, περὶ τῶν θείων βίβλων, ἰχνηλατοῦντες τοὺς βίους τῶν ἁγίων, εἴτι καλὸν, εἴτι χρήσιμον, ἐκστηθίζοντες· ἐν ᾧ ἔχοντες καὶ ταῦτα προβαλλόμενοι ὡς βολίδας κατὰ τοῦ ἐχθροῦ, μὴ φιλαυτικῶς, μηδὲ κενοδοξικῶς· αὐτὸ γὰρ τοῦτο καθ᾽ ἡμῶν ἐργαζόμεθα· ἀλλ᾽ ἐνθέως καὶ ὠφελίμως καὶ ταπεινοφρόνως· Εἴτις ἐν πάθεσιν ἐνοχλεῖται, μὴ ἀκηδιάτω, μηδὲ καταπιπτέτω, Ἐγγὺς γὰρ Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν, καὶ ψυχὴ ζητοῦσα εὑρήσει αὐτόν. Μόνον στηκέτω, στεναξάτω, δακρυσάτω, ἐπαράτω τὰς χεῖρας εἰς τὸν οὐρανὸν, τυψάτω τὸ στῆθος· ἐπιλογισάσθω τὴν αἰσχύνην τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος, ἀλλὰ καὶ τὴν ἐν ἑαυτῷ καὶ τὴν ἐν ἀνθρώποις θριαμβευομένην· καὶ ἐντεῦθεν ἀνακοπτέσθω, ἐντεῦθεν στηριζέσθω. Τί γὰρ γέγραπται; Υἱὲ μὴ ὀλιγώρει παιδείας Κυρίου· μηδὲ ἐκλύου ὑπ᾽ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται. Καὶ πάλιν ἐν ἑτέρῳ· Μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· δοκιμάζει ἡμῶν τὸν πόθον, εἰ ἐπιμένομεν πρὸς αὐτὸν, ὁ Κύριος· καὶ εἰ μὴ προκρίνομεν τῆς ἀγάπης αὐτοῦ τὴν μυσαρὰν πρᾶξιν, τὴν ὀλεθρίαν καὶ θανάσιμον, τὴν γλυκόγευστον καὶ πικρόληκτον, τὴν μᾶλλον μαχαίρας διστόμου χολωδεστέραν καὶ τιμωρητικωτέραν καὶ οὐχ ὡς δείκνυσιν ὁ ἀλάστωρ ἐστὶ τὰ πράγματα· φῶς δεικνύει καὶ κεῖνο σκότος ἐστὶν, ἀγάπην τῷ δοκεῖν πνευματικὴν ὑποσπείρει, κἀκεῖνο μῖσος πάμμισόν ἐστι.

Σὺ οὖν στρατιῶτα Χριστοῦ, μὴ ἀγνόει τὰ νοήματα αὐτοῦ, μηδὲ τὰ μηχανήματα αὐτοῦ· εἰ ζωὴν ἐφίεσαι, ἐκζήτει τὸ φῶς· ὅτι ὁ θεὸς καὶ ἡ ἐντολὴ αὐτοῦ· τεκμαίρου οὖν ἐκ τῆς καταστάσεως τῆς ἑαυτοῦ ψυχῆς, τίς ὁ παραγενόμενος· ἡμέτερος ἢ τῶν ὑπεναντίων; Ἐὰν μὲν ἀτάραχόν σου τὴν ψυχὴν διαφυλάττῃ ἀμαθαλητὸν, ἀῤῥενωπὸν, ἀνολίγωρον τῶν οὐρανίων θεωριῶν, τοῦ φόβου τῶν μελλόντων, τῆς ἐπιθυμίας τῶν ἀποκειμένων ἀγαθῶν, εὖ ἂν ἔχοι. Ἄνοιξον αὐτῷ τὰς πύλας τῆς καρδίας, εἴσδεξαι, συνεστιάθητι, συνοίκησον, συνδείπνησον αὐτῷ, ἵνα σε θρέψῃ μᾶλλον πρὸς μείζονα ἔφεσιν θεοῦ τε καὶ τῶν θείων. Εἰ δὲ σου τοὺς ὀφθαλμοὺς πρὸς σάρκα καὶ αἷμα κεχηνότας πρὸς τὸ παρὸν ἡδὺ ἐξοιστρῶν καὶ οἷον ἀναπαφλάζων σου τὴν ψυχὴν τῷ ἐμπυρισμῷ τῶν ἡδονῶν· φεῦγε, στῆθι πόῤῥωθεν, δίωξον τὸν δράκοντα. Ἦλθεν ἵνα ἐν μιᾷ καιροῦ ῥοπῇ καταβάλῃ σου τοὺς πολυετεῖς καμάτους, τὰς ἀθλητικὰς ἐνστάσεις, τὰς ἐν πολλοῖς δάκρυσι καὶ εὐχαῖς ἀνδραγαθίας· ἥκει ἵνα σε τὸν στρατιώτην τοῦ Χριστοῦ παρανάλωμα δείξῃ μιᾶς καὶ βραχείας ἡδονῆς· παρεγένετο ἵνα τὸν ἀριστέα κεράσας ἓν ψυχροῦ ποτήριον φαρμακοποσίας ἡδονῆς, θανατώσῃ εἰς αἰῶνα. Καὶ ταῦτα οὐχ ὡς ἀπαθὴς γράφω, ἀλλ᾽ ὡς πειρασθεὶς, μᾶλλον δὲ ὡς πολυπαθὴς καὶ ὡς ἐξ ὧν ἀναγινώσκω, συνεπίσταμαι· καὶ ὡς ἐξ ὧν δεδίδαγμαι παρὰ τοῦ πατρός μου, καὶ ἀκήκοα παρὰ πολλῶν κατανοῶ. Αὐτοὶ δὲ χάριτι Χριστοῦ παρ᾽ ἑαυτοῖς τὸν ὠφελήμονα λόγον ἐξευρίσκοντες, δύνασθε καὶ ἄλλους ὠφελεῖν· πλὴν ὅτι πρὸς τὸ κοινῇ συμφέρον, πρός τε ἐμαυτῷ. Καὶ αὐτὸς εἴ τι λέγω, λέγοιμι· καὶ εἴτι γράφω γράφοιμι. Χρείαν γὰρ μᾶλλον ἐγὼ πρὸς ὑμῶν ἔχω νουθεσίας τέκνα· πνεῖ γὰρ μᾶλλον περισσοτέρως ἐπ᾽ ἐμὲ ὁ Σατανᾶς, εἴπερ ἔργον τοῦ πολεμοῦντος, τὸν στρατηγὸν καταβαλεῖν πρῶτον, εἶθ᾽ ὕστερον ἀκάματον αὐτῷ τὸ στρατόπεδον ἑλέσθαι. Διὰ τοῦτο παρακαλῶ, δέεσθε καὶ εὔχεσθε ὑπὲρ τῆς ἐμῆς ταλαιπωρίας, ἵνα σῶόν με ὁ Κύριος, καὶ ἀνώτερον διατηρήσῃ παντὸς πάθους τὸν παντοπαθῆ. Περὶ δὲ τῆς ἀσθενείας τῆς ταλαιπώρου σαρκός μου, μᾶλλον ὑγιαίνω· οὔπω δὲ λαμβάνω τοιαύτην ῥῶσιν, πρὸς τὸ δύνασθαί με εἰς ὃ ἐπιθυμεῖ ἡ ψυχή μου καὶ χρεωστῶ διαγενέσθαι ἐν μέσῳ ὑμῶν. Καὶ τοῦτο λελύπημαι σφόδρα, ἐγκοπὴν ὑμῖν τάχα διδούς. Ἀλλ᾽ ὑμεῖς διὰ τὸν Κύριον ἀνέχεσθέ μου τῆς ἀσθενείας καὶ συγκροτεῖτέ με τοῖς κατ᾽ ἀρετὴν ὑμῶν αὐχήμασι, τὸν ταλαίπωρον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·