Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 15
ΛΟΓΟΣ ΙΕ΄.
Ἕκαστον εὐχάριστον εἶναι Κυρίῳ.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ ΠΝΕΥΜΑΤΙΚΑ,
Ἀκούομεν τοῦ θείου Δαυῒδ διαῤῥήδην βοῶντος καὶ ἀνακράζοντος· Ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα· καὶ ὅσα ἑξῆς ἐπιφέρεται. Διὰ τοῦτο φοβηθῶμεν τρομάξωμεν, εὐτρεπισθῶμεν, ἑτοιμασθῶμεν, γρηγορήσωμεν ὅτι ὁ Κύριος ἐγγὺς, καὶ λόγον ἀπαιτησόμεθα, καὶ εὐθύνας εἰσπράξει εἴπερ κατ᾽ ἐμὲ γένηταί τις ἁμαρτωλός. Καιρὸς τοιγαροῦν καὶ ὥρα θέρους, ἀποθερίσωμεν ἀφ᾽ ἡμῶν αὐτῶν τὰ πάθη διὰ ξίφους ὑπακοῆς, ὡς διὰ τῆς δρεπάνης τοὺς στάχυας· μὴ ἀνατείλῃ ἐν τῇ καρδίᾳ ἡμῶν τὰ πονηρὰ σπέρματα. Σπείρωμεν ἐν δάκρυσιν, ἵνα ἐν ἀγαλλιάσει θεριοῦμεν· ὃ γὰρ σπείρῃ ἄνθρωπος τοῦτο καὶ θερίσει κατὰ τὸ γεγραμμένον. Εἴθε ἀδελφοί μου ἀπονεκρώσομεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· εἴθε ἀποθάνωμεν τῇ ἁμαρτίᾳ· εἴθε τὴν ἀγαλλίασιν τῆς ἀπαθείας ἐν ἑαυτοῖς περιφέρομεν· ὡς Ἰακὼβ, φησὶν, ἄπλαστος ἐν τῷ οἴκῳ αὐτοῦ, οὕτως ἡμεῖς ἐν τῷ μοναστηρίῳ ἀκεραιότητι καὶ ἀκακίᾳ διαζήσωμεν. Μακάριος ἀνὴρ ὃς καθ᾽ ἑκάστην ἡμέραν ὡς λίθος ἅγιος κυλίεται ἐν μέσῳ τῶν ἀδελφῶν, προφητικῶς εἰπεῖν· ὃς διαφαίνεται σὺν τοῖς ἄλλοις ἐσθίων καὶ πίνων καὶ κοιμώμενος· κρυπτῶς δὲ ἀεὶ τὸν θεὸν βλέπων καὶ φαντασιούμενος τὰ ἐκεῖσε· προορῶν τὸν θάνατον καὶ διὰ τοῦτο ἀποτρεπόμενος τῶν παθῶν. Εἴτι δὲ καλὸν καὶ εἴτι τερπνὸν καὶ φίλον θεῷ εἰσβάλλων ἐν τῇ ἑαυτοῦ ψυχῇ, μνήμην ἁγίου κατορθώματος βίου, θεωρίαν οὐρανίας διαγωγῆς, ὕμνον καὶ δοξολογίαν, εὐχὴν τυχὸν, Κύριε ἐλέησον· καὶ Δόξα σοι ὁ θεός· ἢ Εὐχαριστῶ σοι Κύριε· ἢ Τί σοι ἀνταποδώσω, ὑπὲρ ὧν πεποίηκάς μοι, ἀπὸ πελάγους τῶν ἁμαρτιῶν μου ἀναῤῥυσάμενος καὶ ἐνεγκὼν εἰς τὴν ἁγίαν σου ἐπίγνωσιν. Ὅσα σοι ἡμάρτηκα μολύνας ἑαυτὸν καὶ ἀχρειώσας, καὶ ἀπέπλυνάς με διὰ τοῦ σχήματος. Ὅσα μετὰ ταῦτα παρωλίσθησα ἐν λόγῳ ἢ ἔργῳ, διὰ τῆς ἐξαγγέλσεως παρεχώρησάς μοι· καὶ νῦν Κύριε εὐεργετεῖς καθ᾽ ἑκάστην, καὶ οὐκ ἐᾶς με ὑπὸ τοῦ ἐνοχλοῦντος τέλεον καταπίπτεσθαι· ἀλλὰ μικρὸν ὑποπίπτοντι, καὶ χεῖρα μοι ὀρέγεις, καὶ πάλιν ἀνιστᾶς ἐπιλέγων· Ἔγειραι υἱέ μου, καὶ μὴ ὀλιγώρει παιδείας Κυρίου. Χαρίζῃ εὐψυχίαν καὶ καρτερίαν· ἀτονῶ πρὸς ἔργα καὶ ἀπευδοκῶ· καὶ ἰσχυροποιεῖς ἀπροσδόκητα· οὐ δοκῶ πρὸς τὸν πόλεμον τοῦ νύσσοντος σφοδρῶς πάθους ἀντισχεῖν πρὸς ὥραν μίαν, καὶ παρεβίβασας ἡμέρας καὶ καιροὺς καὶ ἐνιαυτούς. Καὶ τί ἄρα σοι ἀνταποδώσω; Ποτήριον σωτηρίου λήψομαι· τοῦτο δέ ἐστιν ἀδελφοί μου τὸ θῦσαι ἑαυτὸν μέχρις αἵματος ἐν τῇ αὐτῇ εὐαρεστήσει.
Ἀλλ᾽ οἷα φλυαρῶ ἐγὼ ὁ ἄσωτος; κατ᾽ ἐμαυτοῦ τὰς ἀποφάσεις ἀποφέρων; Ὁ γὰρ ταῦτα φιλοσοφῶν, πάντοτε πίπτω καὶ κατάκριτος γίνομαι· ὅμως δι᾽ ὑμᾶς ἀναγκάζομαι διαγορεύειν ὑμῖν τὰ ὀφειλόμενα. Σώζοισθέ μοι τέκνα μου πολυπόθητα, φυλάττοισθέ μοι ἀδελφοί μου πνευματικώτατοι· εἷς δι᾽ ἑνὸς παραθήγετε ἀλλήλους ἐν τοῖς πνευματικοῖς, ἀποστυγοῦντες πᾶν ὅτι πονηρότατον, εἰσοικειούμενοι ὅτι ἂν θεοφιλέστατον. Ὦ ἀδελφοὶ, ὦ τέκνα; ὦ πατέρες, δράμωμεν, δράμωμεν. Δίαυλος μέγας, ἕως καιρὸς πάρεστι πρὶν ἐπιδύσει ὁ τῆς ζωῆς ἡμῶν ἥλιος· ἵνα ἐκεῖ ὀψόμεθα τὸ φῶς τὸ ἀπρόσιτον, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εἰς αἰῶνα αἰῶνος ἐξαστράπτοντα καὶ καταλάμποντα ἀθανασίαν τοῖς αὐτὸν ἠγαπηκόσιν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.