Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 16

ΛΟΓΟΣ Ιϛ΄
Κρείττω μοναχῶν μηδένα λέγειν βίον.

ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Ἐγὼ μὲν τῇ ἀσθενείᾳ κατάκειμαι· καὶ οὐχ οἷος τέ εἰμι κατὰ πρόσωπον ὑμῶν παρίστασθαι καὶ κατηχεῖν ὑμῖν τὸν ἐξουθενημένον μου λόγον· ἀλλ᾽ ἐὰν ὑμεῖς εὐρωστῆτε καὶ ὑγιαίνητε ἀμφοτέρωθεν, οὐ νοσηλεύομαι, οὐδὲ ἔν τινι ἀνιῶμαι. Ὑμεῖς γὰρ ὡς ἀληθῶς τέκνα μου καὶ ὑγεία καὶ εὐεξία, ἀνάπαυσις καὶ παρηγόρησις, χαρὰ καὶ στέφανος. Μεθ᾽ ὑμῶν οὖν καὶ εὐζωία καὶ εὐημερία ἑορτασμὸς καὶ καύχησις, πλοῦτος καὶ χαρμοσύνη, ἀπόλαυσις καὶ εὐπάθεια. Ὑμῶν δὲ καχεκτούντων, ὅπερ μὴ γένοιτο, κατὰ ψυχὴν, τότε μοι τὸ ἄχθος καὶ ἡ νόσος καὶ ἡ συντριβή. Διὰ τοῦτο δέομαι καὶ παρακαλῶ· ἀντιβολῶ καὶ ἱκετεύω, δυσωπῶ καὶ προσπίπτω ὡς πατὴρ, μὴ ἄξιος ὢν ὡς ἀδελφὸς, ὡς τέκνον, ὡς δοῦλος ὑμῶν, στήκετε, φέρετε γενναίως· εὐψυχεῖτε, ἀνδρειοῦσθε, ὑψώθητε τῇ διανοίᾳ· μετεωρίσθητε οὐρανίως. Ἴδωμεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τῇ διανοίᾳ καθήμενον ἐπὶ θρόνου δόξης· ᾧ Σεραφὶμ καὶ Χερουβὶμ καὶ πᾶσα ἀγγελικὴ τάξις παρίσταται καὶ λειτουργεῖ μετὰ φόβου καὶ τρόμου· τότε ἀκούσουσι τῆς εὐλογημένης φωνῆς καὶ δεσποτικῆς, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες καὶ μηδενὶ τῶν παρόντων θελχθέντες ἡδέων, μηδὲ καταπιασθέντες ἐν τῇ τερπνότητι τῆς ματαιότητος τοῦ κόσμου. Τότε φησὶν ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος, ἡνίκα ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοῤῥᾶ καὶ θαλάσσης, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ εἰς χαρὰν ἀνεκλάλητον· ἡνίκα διανέμει τὰς δωρεὰς κατ᾽ ἀξίαν ὁ βασιλεὺς ἡμῶν καὶ Κύριος. Αἲ, αἲ, ἀδελφοί μου καὶ τέκνα, ἡλίκης καὶ οἵας ἀπολαύσουσι δόξης οἱ τρισμακάριοι καὶ ἅγιοι ἀποτακτίται.

Πάντως μὲν γὰρ οὖν ὅτι ἕκαστος ἐν ᾧ τάγματι εὐηρέστησε τῷ θεῷ, ἀπολήψεται τὰ ἀγαθά· καὶ μεγάλοι μέν εἰσιν οἱ ἐν τοῖς ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς λατρεύοντες τῷ θεῷ· οἱ στυλίται καὶ κιονίται καὶ ἐγκεκλεισμένοι, καὶ εἴ τις ἐν ἄλλῳ βίῳ δοξάζει τὸν θεόν. Ἀλλ᾽ οὖν γινώσκετε, ἀγαπητοί μου καὶ περιπόθητοι· ὅτι αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ διανομεὺς τῶν ἀπερινοήτων ἀγαθῶν, κατελθὼν ἐπὶ τῆς γῆς, οὐκ ἐρημικὸν ἠσπάσατο βίον, οὐδὲ στυλιτικὸν, οὐδὲ ἐξ ὧν εἰρήκαμεν ἄλλον, τὸν δὲ δι᾽ ὑποταγῆς ὅρον καὶ κανόνα. Λέλεχε γὰρ ὁ αὐτός· Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός· καὶ ὅτι· Ἃ ἐγώ λαλῶ, ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ᾽ ὁ πέμψας με Πατὴρ ἐντολήν μοι ἔδωκε, τί εἴπω ἢ τί λαλήσω. Διεζώσατο δὲ καὶ λέντιον καὶ ὑπηρετικὸν σχῆμα ἀναλαβὼν ἀπένιπτε τοὺς πόδας τῶν μαθητῶν ἐκμάσσων τῷ λεντίῳ· ὧδε δέ που πάλιν λέλεχεν· Ὅτι ἐγώ εἰμι ὡς ὁ διακονῶν ἐν μέσῳ ὑμῶν. Εἰ δὲ τέκνα μου καὶ ἀδελφοὶ, ὡς ὁρᾶτε ὑποτακτικὸν καὶ τὸ ἡμέτερον ὑπὲρ τὸ τῶν ἄλλων ἁπάντων ἀνεδέξατο πολίτευμα· οὐ χαίρετε; οὐκ ἀγαλλιᾶσθε; οὐ πληροῦσθε ἡδονῆς, καὶ ἐνθουσιασμοῦ; ὅτι τῇ καθομοιώσει τοῦ Κυρίου ἐπιβιοῦτε; Μετὰ τοῦτο ἔστιν ὑμῖν ἄλλό τι μακαρίζειν ἢ καὶ προσεπεμβάλλειν εἰς ἄλλους τρόπους βιώσεως; Μὴ οὖν ὑπὲρ τὸν βίον ὑμῶν εἴπερ ἀκριβῶς αὐτὸν μετέρχεσθε, μακαρίσητε ἄλλον. Διὰ τοῦτο καὶ ἐν τῷ ἁγίῳ Γεροντικῷ, οὐχὶ τῶν τριῶν ταγμάτων τοῦ ἐν ἐρημίᾳ καὶ τοῦ ἐν σθενείᾳ, ὁ ὑποτακτικὸς ὥφθη ἐνδοξότερος φορῶν τὴν Γοργόνην ἐκείνην; Ναὶ λέγω ὑμῖν ἀδελφοί μου, μέγας ὁ βίος ἡμῶν καὶ πανάγιος· καὶ ἐκ παντὸς τρόπου τελειοῦντες τὸν δρόμον ὑμῶν μετὰ Ἀβραὰμ δοξασθήσεσθε, καὶ μετὰ μαρτύρων χορεύσετε, καὶ μετὰ δικαίων κατασκηνώσετε.

Τρέχετε οὖν καλῶς λοιπὸν, καὶ μὴ ἔστω ὁ βασκαίνων ὑμῖν διάβολος· μηδὲ ἐγκόπτεσθε· Ἀλείψατε τοὺς πόδας ὑμῶν ἔλαιον καρτερίας, ἵνα τοῖς ψυχικοῖς νεύροις θαλφθέντες ἱκανῆτε πρὸς τὸν δρόμον· ἐνδύσασθε χιτῶνα δικαιοσύνης καὶ ἀγαλλιάσεως· πίνετε ὕδωρ ἁγνείας καὶ σωφρονισμοῦ. Μὴ εἴπητε, Ἕως πότε; ἀκηδιαστῶν γὰρ ὁ λόγος. Οὐ χιλιονταέτεις ἐσμέν. Βαβαὶ ἐπὶ τῆς παλαιᾶς ἐννακόσια, ἑπτακόσια, τριακόσια, ἑκατὸν τὸ ἔλαττον διέζων ἔτη· καὶ οὕτως Νῶε, καὶ οὕτως Ἐνὼχ, καὶ οὕτως Ἐνὼς, καὶ οὕτως Ἄβελ, καὶ οὕτως Ἀβραὰμ, καὶ οὕτως Ἰὼβ καὶ οἱ λοιποὶ οἱ εὐηρεστηκότες τῷ θεῷ. Καὶ ἄρτι ἐν τῇ καθ᾽ ἡμᾶς γενεᾷ τὸ πολλοστὸν ζῶν τις, φθάνει εἰς ἑβδομήκοντα ἔτη. Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν κατὰ τὸν ἅγιον Δαυὶδ ἐν τῷ ἀριθμῷ τούτῳ, ἢ καὶ ὀγδοήκοντα. Βλέπω δὲ ἄρτι ἄωρα νήπια καὶ πρώτῃ ἡλικίᾳ καὶ πρὶν ἡβάσαι, ἢ καὶ ἁπλῶς φέρειν μικρὰν πολιὰν, καὶ παρῆλθε τοῦ βίου. Οὕτως οὖν καὶ ἡμεῖς, ἰδοὺ τέκνα ἀποθνήσκομεν σήμερον· καὶ τοῦτο καθ᾽ ἑκάστην τιθέντες εὐποιοῦμεν, τὸν πατρικὸν νόμον πορευόμενοι· οὕτως οἱ ἅγιοι ἡμῶν πατέρες ἐτροποφορήσαντο τὰς ὀλίγας ταύτας ἡμέρας. Ἔστω οὖν ἐφ᾽ ὑμᾶς ἔλεος, εἰρήνη, ἀγάπη, ἀφθονία, ἀζηλία, ἀπερπερία, εὐηκία, χρηστολογία, συνασπισμὸς ἀλληλοσυμπάθεια, ταπεινοφροσύνη. Ἐν τούτοις βιοῦτε· ἐν τούτοις ἀναστρέφεσθε ὑπερευχόμενοι καὶ τῆς ἐμῆς ταπεινώσεως, ἵνα μὴ ἀποῤῥιφῶ εἰς πῦρ ἀτελεύτητον· οὑ φύγοιμεν ἅπαντες ἀξιωθέντες τῆς βασιλείας τῶν οὐρανῶν, ἐν αὐτῷ Χριστῷ τῷ θεῷ ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις καὶ μεγαλοπρέπεια, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·