Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 17
ΛΟΓΟΣ ΙΖ΄.
Διακονεῖν ἄοκνα ταῖς λειτουργίαις.
ΤΕΚΝΑ ΜΟΥ ΠΟΛΥΠΟΘΗΤΑ ΚΑΙ ΑΔΕΛΦΟΙ ΗΓΑΠΗΜΕΝΟΙ,
Καθόσον ἐγὼ ὁ ταπεινὸς καὶ μηδαμινὸς ὁ μὴ κατ᾽ ἀξίαν ὢν ὑμῶν πατὴρ, ἐπιδείκνυμι τὴν παρ᾽ ἑαυτοῦ δύναμιν εἰς τὸ ἀκουστὰ ὑμῖν γενέσθαι τὰ τῆς θεοφιλοῦς σωτηρίας ὑμῶν κατὰ τοσοῦτον· καὶ ὑμεῖς ἀνοίξατε τὰ ὦτα ἐν παιδείᾳ Κυρίου, καὶ ἐνωτίζεσθε τὰ ῥήματά μου· ἵνα μὴ κατὰ κενῆς λαλῶμεν· καὶ ὡς ἐπὶ χέρσου γῆς ῥίπττοντες τὸν σπόρον, αὐτοὶ μὲν ἡμεῖς οὐδὲν ἀμησόμεθα· μείνοιτε δὲ καὶ αὐτοὶ ἄκαρποι ὡς οὐκ ὄντες γῆ ἀγαθὴ, ἀλλ᾽ ἀκνθηφόρος, τῆς τῶν παθῶν ἀναβλαστήσεως. Προσεκτέον οὖν πᾶσιν καὶ ἐπισκεπτέον πάντοτε μὲν καὶ ἐν παντὶ καιρῷ, μάλιστα δὲ ἐν ἡμέρᾳ κατηχήσεως. Ὁ γὰρ καιρὸς ἤδη τῆς ἀπωλείας, ἐφεστηκώς ἐστιν, ἡμέραι εὔθετοι, ζωὴ ἔγκαρπος, δρόμος εὐήλατος. Δράμωμεν, σπεύσωμεν εὐαρεστεῖν τῷ Κυρίῳ ἐν πᾶσιν· ἐν ἡμῖν αὐτοῖς ἐστι καὶ ὁ θάνατος καὶ ἡ ζωὴ, ἐν ἀλλήλοις ὦμεν, ἐν ταῖς διακονίαις ταῖς ἑκάστοτε ἀποτεταγμέναις, ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν, ἐν τῇ ἀγαθῇ ἀναστροφῇ ὑμῶν, ἐν τῇ πρὸς ἀλλήλους εἰλικρινεῖ ἀγάπῃ καὶ ἀνεπιφθόνῳ. Ὅπου γὰρ ἡ ἀγάπη, ἐκεῖ ὁ σύνδεσμος τῆς εἰρήνης, καὶ πᾶν φαῦλον ἀποδιώκεται πρᾶγμα· οὗ δὲ μὴ πάρεστιν, ἐκεῖ ἀντεισῆκται τὸ μῖσος, ὁ διάβολος καὶ ἡ λοιπασία τῶν παθῶν· ὅροις οὖν καὶ διατάγμασι διατηρούμενοι, ἐννόμως περιπατήσωμεν, ἀλλὰ μὴ ἀκανονίστως καὶ ἐθελοθρήσκως καὶ ἀδιαφόρως, πονηρῶς καὶ ἀθέσμως. Διὰ τοῦτο ὧδε μοι πάρεστε πάντες, καὶ μία πᾶσιν ἔστω ψυχὴ καὶ καρδία ἡ αὐτή· ἶσον τέ τὸ θέλημα· ὡς ἂν εὔτακτοι ὦμεν κατὰ πάντα.
Πῶς οὖν ἄρα βιοῦτε, ἀποκρίνασθέ μοι πῶς διεξάγεσθε, πηλίκως ὑποτάσσεσθε· πῶς ὑποτάσσετε οἱ προάγοντες· ἆρα εἰ κατὰ βούλημα Κυρίου ὡς οὐχ αἱρούμενοι τί ἐμπαθῶς ποιεῖν, ἢ καὶ οἱ ὑπακούοντες ὡς ἐκ θεοῦ τὰ ἐντάλματα ἀποπληροῦτε. Εἰ δὲ μὴ οὕτως, ἐλεεινότατον ὄντως ὀλίγαις ἡδοναῖς ἀπώλειαν εὐτρεπίζοντες ἑαυτοῖς· καιρὸς ἀγρυπνίας, καιρὸς βίας, καὶ τοσαύτης, ὡς αἵματα στραγγίσαι· καθὰ ἔδειξεν ὁ τὸν πύελον ἔναιμον ἀφεὶς τῇ γῇ ὅσιός τις τῶν πατέρων. Βία οὖν· καὶ βιαστῶν ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Βιάζεσθε τοῦτο μὲν, ἐν τῷ κανόνι. Καὶ πῶς; ἵνα ἅμα τοῦ κρούσματος πάντες ὁμοῦ εὐψύχως καὶ ἀγεληδὸν συνέρχησθε· ὡς ὑπὸ ἀγγέλου κληθέντες ὁμιλῆσαι θεῷ, καὶ λατρεῦσαι διὰ τῆς ὑμνωδίας· ἀντιλαβεῖν δὲ οὐ ῥευστὰ καὶ ἐπίκηρα· δωρεὰς δὲ θεοπαρόχους καὶ ζωοψύχους. Εὔφωνοί τε εὐθὺς γινόμενοι καὶ μιᾷ κραυγῇ σαλπίζοντες τὴν δοξολογίαν Κυρίου τοῦ θεοῦ πρός τε τὰ καθίσματα ἐνωτικοὶ, πρός τε τὰς ἀναγνώσεις διϋπνιστικοί, καὶ πρὸς τοὺς ψαλμοὺς καὶ τὰς ᾠδὰς ἐν ἀγαλλιάσει ψυχικῇ περιφωτιζόμενοι· καὶ οὕτως ἐπικερδῶς ψάλλωμεν καταισχύνοντες τὸν διάβολον. Τὸ δὲ ἐναντίον, πρόδηλον· σὺν τούτοις δὲ καὶ τὸ ἐν νήψει ποιεῖσθαι τὴν εὐχὴν· ἵνα καθαροὶ τῷ καθαρῷ θεῷ ὀπτανόμενοι, φωτιζώμεθα μᾶλλον καὶ μὴ σκοτισθώμεθα.
Ἀπέδυσεν ὁ κανὼν, ἡσύχως ἐξίωμεν· καὶ ὁ μὲν, πρὸς τὸ μάθημα ἀπίτω· ἐκεῖ μὴ ἀπόλλων τὸ συναχθὲν ἐκ τῆς ψαλμῳδίας κέρδος, διὰ τῆς ἀργολογίας· ἐπισυνάπτων δὲ καὶ τὴν ἐκμάθησιν τῷ λοιπῷ κέρδει. Ὁ δὲ πρὸς τὴν κοίτην αὐτοῦ εἴπερ θέλοι ἀναπαύσασθαι, μόνον κᾀκεῖ κατασφραγιζόμενος καὶ εὐσχημόνως ἀνακλινόμενος, ἐπιλέγων ψαλμὸν ἐν ἑαυτῷ ἀδολεσχῶν, ὥστε μὴ πειρασθῆναι παρὰ τοῦ πειράζοντος. Φιλοῦσι γὰρ μετὰ τὸν κανόνα οἱ δαίμονες ταράσσειν ἡμῶν τὰς ψυχὰς ἐπειδήπερ κατεπλήξαμεν αὐτοὺς διὰ τοῦ κανόνος· καὶ θέλουσιν ἅπερ καλῶς συνήξαμεν, κακῶς ἀπολέσαι. Διὰ τοῦτο σκοτοῦσι τοὺς λογισμοὺς καὶ ἐξοιστροῦσι τὸ σῶμα ὃν ἤδη καὶ ἐκ τῆς ψαλμῳδίας ἄτονον· καὶ συνδυάσεις πονηρὰς καὶ συγκαταθέσεις ἀποτελοῦσιν, ἔστιν ὅτε καὶ ἐκκρίσεις. Ἀποδεκτικὸς μᾶλλον ὁ ἐγκρατευόμενος καὶ προσασχολῶν ἔτι δὲ ἐκ μελέτης δι᾽ ἑτέρου πράγματος, καὶ μὴ ταχὺ προσπίπτων τῇ στρωμνῇ αὐτοῦ ἄνευ κατεπείγοντος ὕπνου. Τότε γὰρ καὶ ἀπείραστος διαμένει· μετὰ ταῦτα πρὸς τὴν πρώτην εὐθυκίνητοι καὶ ἀνεπίλειποι οἱ πάντες εὑρισκόμενοι. Τίς γὰρ χρεία μισθὸν ἀπόλλειν καὶ κριματίζειν ἑαυτοῦ τὴν συνείδησιν; Μετὰ ταῦτα εὐχόμενοι τῷ θεῷ κατευθυνθῆναι ὑμῶν τὸ ἔργον τῶν χειρῶν· καὶ ὁλοτελῆ τὴν ἡμέραν ἀγαθοεργῶς ἐκπληρωθῆναι. Πρόσιτε τοῖς ἔργοις ἄλλος ἀλλαχοῦ ἢ καὶ ὁμοθυμαδὸν ὡς ὑποπίπτουσιν αἱ χρεῖαι, ἀπαρτιζόμενοι· κᾀκεῖ μετὰ τῆς στιχολογίας ἡ ἐργασία· μετὰ τῆς εὐχῆς καὶ καλονοίας ἥτε ἀροτρίασις ἔστω, ἥτε ἀμπελουργία, ἥτε ὀψοποιία, εἴτε ἄλλό τι τῶν ἐνεργουμένων· τεταγμένως τὰς ὥρας, κᾀκείνας εὐσυνειδήτως μετὰ τὴν στιχολογίαν.
Ὁ λόγος ὑμῶν, ὡς πολλάκις λέγομεν, ἐν τοῖς καθήκουσι πράγμασιν, εἰ σωματικὰ εἶεν· εἰ δὲ πνευματικὰ τοιαῦτα· ἢ περὶ τροπαρίου, ἢ περὶ ἄλλου τινος κατορθώματος. Ζηλοῦτε ἀλλήλων τὰ χαρίσματα· ἔχει γὰρ ἕκαστος, καὶ ἐν ᾧ ἀπολιμπάνεται, εὑρίσκεται δι᾽ ἀδελφοῦ αὐτοῦ κτώμενος. Ἐκεῖθεν οὖν ὡς μέλισσα ἀγαθὴ φιλεργάτις ἔστω, καὶ ἀνθομολογήτρια. Πάντες φίλοι μου ἐστὲ, πάντες τέκνα μου, πάντες ἐρασταὶ, καρδία, νοῦς, χαρὰ, εὐδοκία, ἀγαλλίασις στέφανος, καύχημα, δύναμις, σῶσμα· κᾂν οὐκ εἰμὶ ἄξιος τοὺς λόγους τούτους διαγορεύειν· πάντας γοῦν ὑμᾶς θέλω σώζεσθαι, πάντας ἀνδραγαθεῖν, εὐδοκιμεῖν, κᾂν ἄσωτός εἰμι· καθαίρεσθαι, ὑψοῦσθαι, καί γε ἐλπίδας ἔχω εἰς τὸν Κύριον ἡμῶν καὶ θεὸν, δι᾽ ὃν πάντες συνεληλύθαμεν ἐπιτοαυτὸ εἰς τὸν τόπον τοῦτον, ὅτι καὶ γίνεσθε καὶ γενήσεσθε εὐχαῖς τῶν ἁγίων πατέρων ἡμῶν. Ἡ ῥᾳθυμία ἀπέστω· ἡ ὀκνηρία διωκέσθω. Γενώμεθα δὲ θερμοὶ πρὸς θεὸν, καὶ φερέπονοι πρὸς τὴν ἄσκησιν· καὶ μηδὲν ἡμᾶς ἀποτειχίσοι τοῦ πόθου τοῦ θεοῦ· μηδὲ νηστεία, μηδὲ ἀγρυπνία, μηδὲ ψύχος, μηδὲ κρυμὸς, μηδὲ θάλπος, μηδὲ ὕβρις, μηδὲ σπάνις χρειῶν· ἀλλὰ πάντα δεύτερα ἡγούμενοι, πρόκριτοι σχῶμεν τὴν σωτηρίαν ἡμῶν· μιμνησκόμενοι, πῶς ὁ θεὸς ἡμῶν καὶ δεσπότης δι᾽ ἡμᾶς τὰ προειρημένα ἔπαθε, καὶ τὰ ἄλλα πάντα τὰ ἐπώδυνα. Ποταπὴ δὲ ἰσότης δούλου πρὸς δεσπότην; Ὅμως ἀγαθὸς ὢν ὑπὲρ ἀγαθότητα δέχεται τὴν μικρὰν ἡμῶν πρόθεσιν· καὶ τοῖς ὑπομένουσιν αὐτὸν ἐγγύς ἐστι, κατὰ τὸ γεγραμμένον, καὶ τοῖς ζητοῦσιν αὐτὸν εὑρετικὸς πάρεστι. Καὶ κρούσωμεν, καὶ ἀνοίξει· καὶ ἐπιμείνωμεν, καὶ εἰσδέξεται ἡμᾶς, καὶ εἰσάξει εἰς τὴν χαρὰν αὐτοῦ τὴν ἐπουράνιον, καὶ εἰς τὸν νυμφῶνα τὸν ἀχειροποίητον τῆς βασιλείας τῶν οὐρανῶν.
Μικρά μου ἐστι καὶ οἰκτρὰ καὶ ἡ λαλιὰ καὶ ἡ πολιτεία· καὶ οὐκ ἔχω ὅπως ἐξείπω τὰ μεγαλεῖα τοῦ θεοῦ, καὶ τὴν ὑπερβάλλουσαν αὐτοῦ εἰς ἡμᾶς ἀγαθότητα· καὶ ὁποίως μέλλει τιμᾶν καὶ δοξάζειν τοὺς εὐαρεστήσαντας αὐτῷ, ἀλλὰ καὶ κολάζειν αἰώνια τοὺς ἀπειθήσαντας αὐτῷ. Βοῶ ὑμῖν, καὶ παριστῶ ὑμῖν μάρτυρας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τοὺς ἁγίους ἀγγέλους· μὴ ἀμελήσητε τῆς σωτηρίας ὑμῶν· μὴ παρίδητε μίαν καὶ μόνην ἐντολήν· μὴ περιπατήσητε ἐν σκότει ἀνεξαγγελσίας· μὴ λαθροφαγήσητε, μὴ συμπλακῆτε ἡδοναῖς, καὶ ἅψησθε ξίφους πρὸς τὰς ἑαυτῶν ψυχὰς, τὸ πῦρ λέγω τῆς παῤῥησίας, μηδὲ μέχρι τῶν οἰκείων μελῶν· ταῦτα γὰρ Χριστοῦ εἰσὶ καὶ τίμια. Μή κακολογήσητε ἀλλήλους· μὴ μηνιάσητε ἐπιπολύ· μὴ καταφρονήσητε χρόνια· μὴ ἀποδίδωτε κακὰ ἀντὶ κακῶν· μὴ ζητεῖτε φιλαρχίαν· μὴ ἐπιποθήσετε κλήρων τάξεις ἀκαίρως, καὶ διὰ τοῦτο συμβολοκοπεῖτε ἐν τοῖς οἰκείοις λογισμοῖς. Ἀλλὰ πάντα εὐεξάγγελτα ἔχοντες, ἰάθητε καὶ ὑγιαίνετε, καὶ δίδοιτε τὴν εὐπείθειαν· τοῦτο γάρ ἐστι καὶ ἱερατεία, καὶ λειτουργία, καὶ θέωσις.
Πολλοὶ δὲ καὶ ἱερεῖς καὶ ἱερουργοὶ καὶ ἱεράρχαι καὶ προφῆται καὶ θαυματουργοὶ ἴσως ἀπενεχθήσονται εἰς κόλασιν ἀτελεύτητον. Ἀκούομεν γὰρ τοῦ Κυρίου λέγοντος· Ὅτι πολλοί μοι ἐροῦσιν, ὅτι οὐ τῷ σῷ ὀνόματι τὰ καὶ τὰ πεπράχαμεν; καὶ ἀκούσουσιν, ὅτι οὐκ οἶδα ὑμᾶς· ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐμοῦ ἱερεύς; ἐμοῦ θύτης; ἐμοῦ τελετής; ἐμοῦ μύστης; ἐμοῦ θεός; Τολμᾶ γὰρ καὶ μέχρι τούτου ὁ λόγος προβῆναι, εἴπερ μὴ παρέργως ἀκούομεν, τὸ, Ἐγὼ εἶπα θεοὶ ἐστὲ, καὶ υἱοὶ ὑψίστου πάντες. Ὁ καθαρὸς ὢν ἐν ἐξαγγέλσει πρὸς τὴν ταπείνωσιν ἡμῶν καὶ ταπεινὸν κτώμενος φρόνημα, ὑποκάτω δὲ πάσης ἑαυτὸν περικρατῶν κτίσεως· καὶ ὁ μὴ ζητῶν πλεῖον παρ᾽ ὃ ἔλαβε παρὰ τῆς ταπεινώσεώς μου, οὗτος ἐστι, κᾂν μὴ δοκῇ τοῖς πολλοῖς, ὁ ὑψηλότερος πάντων καὶ πρῶτος. Ὁρᾶν δὲ τὰς οἰκονομίας καὶ διαλογίζεσθαι· ἢ ὅτι τὸν μὲν οὕτως διέταξα, τὸν δὲ, ἄλλως· καὶ τὸν μὲν, ἐν τῷδε ἐκλήρωσα· τὸν δὲ, ἐν ἄλλῳ παρέστησα, οὐκ ἀσφαλὲς ὑμῖν, οὐδὲ πρεπωδέστατον. Κύριος οὖν ὁ θεὸς, ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου· ὁ ἀπὸ κοπρίας ἀνυψῶν πένητα· ὁ διδοὺς ταπεινοῖς χάριν καὶ σύνεσιν· καὶ περιζωννύων δύναμιν τοῖς ἀσθενέσι, καταρτίσαι ὑμᾶς, εἰρηνεύσαι, βραβεύσαι, εὐζωήσαι, διακρατήσαι ἐν πᾶσιν εἰς ἔργον τέλειον, εἰς ἐντολῶν ἐκπλήρωσιν, εἰς θείαν εὐαρέστησιν, εἰς ἀγγέλων μίμησιν, εἰς βασιλείας οὐρανῶν κληρονομίαν· ἵνα πάντες ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι αἶνον τῷ θεῷ ἀναπέμψωμεν, ἐν ἡμέρᾳ ἀτελευτήτῳ, ἐν ᾗ ἐστι πάντων τῶν εὐφραινομένων ἡ κατοικία καὶ ἡ ἀγαλλίασις, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν· μεθ᾽ οὗ τῷ Πατρὶ δόξα ἅμα καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.