Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 18

ΛΟΓΟΣ ΙΗ΄.
Πλήττειν τὸν ἐχθρὸν ἀγγελίας κρυφίων.

ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ,

Τοῖς κατὰ σάρκα στρατευομένοις, ἐφόσον ἐνεστείκει ὁ τοῦ πολέμου καιρὸς, οὐδεμία ἄνεσις ἀμεριμνίας· φαρέτραι δὲ καὶ ἀσπίδες καὶ θυρεοὶ καὶ δόρατα καὶ ἀκμαὶ σιδήρων, καὶ εἴτι ἄλλο τῶν ὁπλομαχικῶν ἑτοιμάζεται· ἔτι τε πορεῖαι ἡμεριναὶ, πολλαὶ δὲ παννύχιοι, παραφυλακαὶ, καὶ ταῦτα μετὰ δίψης ἐστιν ὅτε καὶ πείνης καὶ μάλιστα ὅταν ἡ τοῦ πολέμου προσβολὴ παρίσταται. Τῶν γὰρ συγκρούσεων καὶ λογχευμάτων καὶ ἐκτρώσεων καὶ αἱματεκχυσιῶν ἄλλος λόγος. Ἐπὰν δὲ οἴκαδε ἀπανιῶσι λυθέντος τοῦ πολέμου καὶ τοῦ φωσατεύματος, εἰρήνης ἔμπλεως καὶ χαρᾶς καὶ ἀναπαύσεως ὁ καιρὸς αὐτοῖς· καὶ τῶν ἀθλητικῶν ἀνδραγαθημάτων προκείμενα ἔπαθλα, καὶ δωρεαὶ βασιλικαί. Αὐτὸ τοίνυν καὶ ἐφ᾽ ἡμῖν διαγνωστέον, ὦ ἀδελφοί· ἐπὶ πόλεμον γὰρ καὶ ἐπὶ παρατάξεως οὐχὶ καὶ ἡμεῖς ἐσμὲν ἄρα; καὶ λέγω ὑμῖν καὶ ὑπερτέρως· τὰ γὰρ ὅπλα οὐ σαρκικὰ, καθὼς ὁ θεῖος Παῦλος ἁγορεύει, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων· καὶ πολέμιος ὁ ἀλιτήριός ἐστι διάβολος, πάσας τὰς ὑπ᾽ αὐτοῦ ἀποστατικὰς δυνάμεις κατενεχθείσας ἐξ οὐρανοῦ εἰς στρατολογίαν φερόμενος. Οὐκ οὖν ἀναπαύσεως, οὐδὲ ἀμεριμνήσεως ἡμῖν ὁ παρὼν καιρός· ἀλλὰ χρὴ ἡμᾶς φράξασθαι τῇ νοητῇ πανοπλίᾳ, καὶ τὴν μάχαιραν τοῦ πνεύματος ἀναλαβεῖν, πολεμῆσαί τε, καὶ τρόπαια νικητικὰ ἀναδήσασθαι· καὶ ὅτε τὸ τοῦ πολέμου ἡμῶν εὐσθενὲς γνωρισθῇ, τότε λύσῃ τὸν ὡς ἀληθῶς πόλεμον. Ναὶ ἀνακαλέσεται ἐκ τῆς παραυτίκα ξενιτείας καὶ παροικίας εἰς τὴν ἀληθῶς κατοικίαν καὶ ἐλευθερίαν τῆς βασιλείας τῶν οὐρανῶν. Τοῦτο οὖν ὁ νόμος, τοῦτο οἱ προφῆται, ἀπόστολοί τε, καὶ διδάσκαλοι γράφουσι, καὶ τοῦτο ἡμῖν προεξένησεν· ἡ τοῦ ἀρχιπάτορος ἀβουλία, καὶ ὁ τοῖς πικρᾶς γεύσεως γλυκασμός.

Ἰδοὺ τοίνυν γνωστὸν ὑμῖν, ὦ ἀδελφοὶ, τὸ στάδιον καὶ τὸ πολεμικόν. Ἐγκράτεια οὖν ἀνδρείως καὶ γενναιοφρόνως χρησώμεθα· πόλεμος γάρ ἐστι καὶ ὁ τῆς γαστριμαργείας· πόλεμος καὶ ὁ τῆς πορνείας· πόλεμος καὶ ὁ τῆς πολυϋπνίας, ὡσαύτως καὶ ὁ τῆς ἀργολογίας καὶ περπερείας, ὁ γελοιασμοῦ, καὶ εἴ τινος ἄλλου πάθους ἀκαθάρτου. Ὁ τοίνυν ἐνιστάμενος καὶ μὴ ἐνδιδοὺς, ἀλλὰ καταπολεμῶν καὶ καταγωνιζόμενος διὰ τῆς ἐξαγγελτικῆς μεθοδείας καὶ τῆς ὑπομονητικῆς παντευχίας νικᾷ καὶ ὑπερισχύει, καὶ ὡς τοῦ κυρίου ὁπλόμαχος, στεφάνου δόξης ἀμαραντίνου ἀξιωθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Δέομαι οὖν λοιπὸν ὑμῶν, ὦ ἀδελφοὶ, ὦ συστρατιῶται πνευματικοὶ, μὴ δῶμεν νῶτα, μὴ ἀβουκοληθῶμεν, μὴ ἀπολιγωρήσωμεν βάλλοντες τοὺς ὑπεναντίους, μὴ καταπτήζωμεν τὰ ἀσθενῆ αὐτῶν δήγματα καὶ φόβητρα. Μεγάλα οὖν καὶ φρικτὰ ἐπανατείνεται ποιεῖν, καὶ τοῖς προσέχουσιν ἕωλα καὶ σκιώδη τυγχάνει. Οὐ τοίνυν αὐτός ἐστιν ὁ κατὰ τοῦ μεγάλου καθηγητοῦ ἡμῶν Ἀντωνίου κινούμενος, ποτὲ μὲν ὡς ὄφις ἔρπων κατ᾽ αὐτοῦ, πῇ δὲ ὡς λέων ἢ ὡς λύκος, ἢ ὡς ἄλλο τι τῶν ἑρπιστικῶν καὶ ἰοβόλων θηρίων; Καὶ τί τὸ παρὰ τοῦ νεανικοῦ ἀνδρὸς ἀπηλέχθη, σκότος καὶ ὀλίσθημα καὶ ἠφάνισται ταῖς προσευχαῖς αὐτοῦ μακράν. Ὅταν καὶ ἡμῖν ὑποβάληται τοιαῦτα καὶ ἀνεγείρη ὄρη λογισμῶν καὶ κρημνοὺς παθῶν ἐπιδείκνυσιν, οὐ χρεία φόβου. Σφραγῖδι δὲ σημειωσώμεθα ἑαυτοὺς τοῦ ζωοποιοῦ σταυροῦ ἐν εἰρηνικῇ καταστάσει, κᾀκεῖνος ἐκβέβληται. Ἐν τῷ οὖν παρόντι καιρῷ, ὡς εἴρηται, ὑπομονῆς χρεία, ἀδελφοί· ὑπομείνωμεν, ἀγωνισώμεθα. Εἷς οὖν ἕκαστος ὑμῶν βλεπέτω ὅπως καὶ ὅπη περιπατεῖ, καὶ εἰ κατὰ τὴν ταπεινὴν ἡμῶν ἐντολὴν, εἰ κατὰ τὸν κοινοβιακὸν κανόνα, εἰ κατὰ τὴν ἐκκοπὴν τοῦ θελήματος. Εἰ γὰρ ἐν τούτοις ἐστι χαίρων οὐ χαίρει, ἐσθίων οὐκ ἐσθίει, πίνων οὐ πίνει, καθεύδων οὐ καθεύδει· ἐν τῷ κόσμῳ ὢν ὑπὲρ τὸν κόσμον ἐστίν· ἐν τῇ πόλει καὶ ὡς ἐν ἐρημίᾳ ὑπάρχει· καὶ οὕτως μὲν ταῦτα· μεσιτεόν δὲ ἐφ᾽ ἕτερα.

Ἐν ταῖς ἀπὸ τοῦ κανόνος ἐκβάσεσιν ἢ τῆς ἑστιάσεως, ἢ ἄλλης, τινὸς ἡμερινῆς ἢ νυκτερινῆς λειτουργίας, παρακαλῶ μὴ γινέσθωσαν θόρυβοι καὶ ἀπρεπεῖς ὁμιλίαι. Ἀποτέτακται οὖν τῷ λαλοῦντι ὅτε δεῖ λαλεῖν· ὁ δὲ καθεὶς σιγείτω. Τί οὖν ἀπόλλετε τὴν τῆς σιωπῆς γλυκότητα; Τί μὴ τὸ κοκούλιόν σου εἶ κεκαλυμμένος; Τί μὴ αἰρεῖς ψαλμὸν, καὶ θᾶττον ἀπίῃς πρὸς τὴν διακονίαν σου; Ἀγαθὴ ἡμέρα ἐξ ἀπαρχῶν αὐτῆς γίνεται· Τὸ πρωῒ παραστησομαί σοι, φησὶ, καὶ ἐπόψει με. Πρωῒ οὖν ἄρχου ἀποκτενεῖν τοὺς ἁμαρτωλοὺς τῆς γῆς, καὶ τὴν καταστηματικήν σου ἕξιν ἀναλάμβανε, καὶ ἕξεις τὸ τῆς ὅλης ἡμέρας διάστημα κατὰ θεόν. Κόψατε τοίνυν τὸ ἀνατείνειν τὰ ὄμματα καὶ ἀναιδῶς ἐν ὑμῖν αὐτοῖς βλέπειν, μάλιστα ἐν τοῖς λειοπροσώποις· ὅτι βλάβαι πονηραί. Αὐτὸς γὰρ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ ἐπίσταμαι, ὅτι τίκτονται. Προσέχετε τοῦ μὴ ἐμβάλλειν τὰς ἐξωτικὰς συντυχίας· μή τε οἱ διακονοῦντες ἔνδον τοῦ μοναστηρίου, μή τε οἱ ἄλλοι διὰ τῆς ἀναμνήσεως τῶν προτέρων. Καὶ ἐπὶ πᾶσι ὁμονοεῖτε, καὶ πνευματικῶς ἀγαπᾶτε ἀλλήλους· σύνδεσμος ἀῤῥαγὴς ἐν ἀλλήλοις γινόμενοι· Ὁ πατήρ μου, φησὶ, καὶ ἡ μήτηρ μου ἐγκατάλιπέ με, ἀλλ᾽ ὁ κύριος προσελάβετό μου. Αὐτὸς οὖν ὁ θεὸς καὶ πατὴρ ἡμῶν καὶ μήτηρ καὶ ἀδελφός. Ἄξιοι γίνεσθε· καὶ σὺν αὐτῷ ἡτοίμασται ὑμῖν ἡ ἀπόλαυσις τῶν αἰωνίων ἀγαθῶν καλῶς διατελοῦσι τὸν βίον, ἐν αὐτῷ Χριστῷ τῷ θεῷ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·