Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 19
ΛΟΓΟΣ ΙΘ΄.
Προσχεῖν ἀπειλαῖς νουθεσίαις πατέρων.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Ἐπειδὴ ἔργον μοι καὶ διακονία ὁ λόγος τῆς κατηχήσεως, οὐκ ὀκνητεόν, οὐδὲ ἀμελητέον ταύτης τῆς διακονίας· μᾶλλον δὲ καὶ μᾶλλον ἐπεικτέον καὶ μεριμνητέον· τὸ μὲν, ἵνα ὑμεῖς οἱ ἐκλεκτοὶ τοῦ θεοῦ, ἔχητε τὰ πρὸς ὑπόμνησιν καὶ παράκλησιν καὶ διέγερσιν εἰς σωτηρίαν ψυχῆς· τὸ δὲ, ἵνα κᾀγὼ ὁ τάλας τὴν ἐμαυτοῦ ταλαίπωρον ψυχὴν ἀνυπεύθυνον διατηρήσω ἐκ τῆς τῶν ὀφειλόντων καταγγέλσεως, κᾂν ἀνικανῶ δεόντως τοῦτο πράσσειν. Πιέζει γὰρ καὶ φοβεῖ μου τὴν ψυχὴν, ἡνίκα ἀκούω τοῦ θείου διδασκάλου τῆς οἰκουμένης Παύλου, ὧδέ που φάσκοντος· Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων· οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ. Ἂν οὖν κᾀγὼ ὁ ταλαίπωρος κατὰ τὸ ἐνδεχόμενόν μοι τὰ δέοντα μὴ ἀναγγείλω ὑμῖν καὶ διαγορεύσω, πῶς ἵνα ἐκφεύξωμαι τοῦ ἀπαραιτήτου κρίματος τῆς σιωπῆς; Διὰ τοῦτο, σύγγνωτε, καὶ ἐν τῇ προτέρᾳ κατηχήσει ἐλεγκτικῶς πρὸς ὑμᾶς διεξῆλθον, κατηγορῶν καὶ κωμῳδῶν τοὺς τινάς. Οὐχ ἵνα λυπήσω ἀλόγως, μὴ γένοιτο· οὐδ᾽ ἵνα ἐκπληρώσω οἰκεῖον πάθος, μὴ ὑπολάβοιτε· ἀλλ᾽ ἵνα καταφοβήσω καὶ καταρτίσω καὶ βελτιώσω ὁ ἀκατάρτιστος καὶ ἀβέβαιος· πλὴν ὅτι ὁ ζῆλος ἐπὶ τούτῳ καὶ προθυμία ἐξ ἀγάπης καὶ φειδοῦς τῆς περὶ ὑμᾶς σωτηρίας.
Τοιγαροῦν τέκνα μου ἀκούοντες, ἀκούετε· καὶ συνιέντες συνιεῖτε τίνα τὰ παρὰ τῶν ἁγίων λεγόμενα καὶ ἐντελλόμενα ὑμῖν· ταῦτα γὰρ αὐτὰ εὐτελῶς πως καὶ ἀναξίως κατατολμῶμεν ἐν ταῖς κατηχήσεσιν ὑποβάλλειν· ὑπομιμνήσκοντες καὶ διευκρινοῦντες ὑμῖν τὰ ἑαυτοῖς καὶ ἡμῖν ὅσια. Τί δὴ οὖν λέγουσι, καὶ τί ἐμβοῶσιν ὑμῶν καθεκάστην ταῖς ἀκοαῖς, ἐκ δυοῖν τὸ παρὸν ὑπομνήσω· ὁ μὲν γὰρ ἀπειλῶν τάδε φησί· Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε κλέπται, οὔτε μέθυσοι, οὔτε λοίδοροι, οὐχ ἄρπαγες βασιλείαν θεοῦ οὐ κληρονομήσουσι. Καὶ πάλιν ἀλλαχοῦ· Πᾶσα πικρία καὶ θυμὸς, καὶ ὀργὴ, καὶ βλασφημία ἀρθήτω ἀφ᾽ ὑμῶν σὺν πάσῃ κακίᾳ. Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ θεὸς ἐχαρίσατο ἡμῖν; Ὁ δὲ προσκαλούμενος, τοιαῦτα φησί· Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς. Καὶ ἑτέρωθι· Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις. Τοίνυν, τέκνα καὶ ἀδελφοὶ, ταῖς ἀπειλαῖς ἀσφαλισώμεθα καὶ τὰς διδασκαλίας ἐνστερνισώμεθα· καὶ δεῦτε ἐπὶ τὸ αὐτὸ προσκυνοῦντες προσκυνήσωμεν, καὶ προσκλαύσωμεν αὐτῷ ὑπὲρ τοῦ παρελθόντος βίου, ὑπὲρ τῶν καθημέραν ὀφλισκομένων ἡμῖν ἐν γνώσει τε καὶ ἀγνοίᾳ, ἔργων, λόγων, ἐνθυμημάτων· καὶ εἰσέλθωμεν εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις καὶ ἐν δοξολογίαις, ἀλλὰ μὴ ἐν αἰσχροννοίαις καὶ δυσμενείαις καὶ παρακοαῖς καὶ ὑψηλοφροσύναις. Γογγύζει, φησὶ, τίς, ἁμαρτία αὐτῷ ἐστι· μὴ δὲ γογγύζωμεν, μὴ δὲ ἀφηνιάζωμεν, μὴ δὲ αὐτοβουλῶμεν, μὴ δὲ οἰηματιζώμεθα ὥς τινες. Ἐσμὲν γὰρ γῆ, καὶ σποδὸς, καὶ τέφρα καὶ κόνις, καὶ μάλιστα οἱ λογιζόμενοι ἐν ἀφροσύνῃ ἑαυτοὺς ἐνδόξους εἶναι κατὰ τε σωματικὴν καὶ πνευματικὴν ἐργασίαν.
Ἐγὼ ὁρῶ, ὅτι παρεξῆλθε τὸ σχῆμα τοῦ κόσμου τούτου ἀφ᾽ ἡμῶν· ἄλλο γὰρ ἐσμὲν, παρ᾽ ὃ εἰσὶν οἱ λαϊκοὶ, ξένην τινὰ περιβεβλημένοι στολὴν καὶ πολιτείαν· ἄζυγες, ἀκτήμονες, ἄκληροι, ἄσχετοι, μᾶλλον δὲ ἄσαρκοι· οἱ γὰρ ἐν σαρκὶ ὄντες, φησὶν, ἀρέσαι θεῷ οὐ δύνανται· ἐσταυρωμένοι τῷ κόσμῳ. Ἐπεὶ οὖν ὁ ἀνῃρημένος ἡμῖν βίος τηλικοῦτος, ἀξιολόγως τὰ τοῦ τηλικούτου βίου γνωρίσματα ἐπιφέρωμεν· ἵνα κυριολέκτως, καὶ μὴ ψευδονύμως ὃ ἐσμὲν, κεκλήμεθα· καὶ ἐσόμεθα ἔτι ὑπήκοοι, εὐσύστροφοι, εὐκίνητοι, θεόφοβοι, χρηστόφρονες, εὐλαβεῖς, ἀπαῤῥησίαστοι, φιλάλληλοι, ἄφθονοι, ἄμαχοι, ἀπέρπεροι, φιλήσυχοι, φιλεργοὶ, ἐξαγορευτικοὶ, εὐπειθέστατοι, ὑπομονηκτικοὶ, εὐχάριστοι, ἐν τοῖς κατὰ πᾶν ὁτιοῦν διδομένοις ὑμῖν, εἴτε βρώμασιν εἴτε πόμασιν, εἴτε ἐνδύμασιν, εἴτε ὑποδήμασιν, καὶ εἴτι ἄλλο σύνεστιν, ἵνα εὐ πράττοντες, κληρονόμοι τῆς ἐπιθυμουμένης καὶ ἐπιζητουμένης ἡμῖν βασιλείας οὐρανῶν γενώμεθα· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.