Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 20
ΛΟΓΟΣ Κ΄.
Μὴ βαρυθυμεῖν πνευματικοῖς ἐν πόνοις.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Βραχυτάτη οὔσης τῆς νυκτὸς, καὶ τῆς ὥρας ἐπιδεομένης μετὰ τὴν ψαλμῳδίαν ἀναπαύσεως, ὡς ὀχληρὰ δοκεῖ εἶναι ἡ κατήχησις· ἀλλ᾽ οὖν μετὰ τῶν ἄλλων καταδέχεσθε καὶ παρακαλῶ· ἐν ὀλίγοις ῥήμασιν ὑπομιμνήσκουσαν περὶ τῆς ἀσκήσεως ἡμῶν, ἐν ᾗ ἐκλήθημεν, καὶ δι᾽ ῆς ἀφείθημεν τῶν προτέρων ἁμαρτημάτων· καὶ ὑπὲρ ἧς ἀγωνιζόμεθα καὶ τληπαθοῦμεν καθ᾽ ἑκάστην ἡμέραν. Στενὴ γάρ ἐστιν ὡς ἀληθῶς ὁδὸς καὶ τεθλιμμένη, κατὰ τὸν λόγον τοῦ κυρίου, πρὸς τὴν πλατεῖαν καὶ εὐρύχωρον καὶ τοὺς πολλοὺς ἀπάγουσαν εἰς ἀπώλειαν· ἀλλ᾽ οὖν ὅτι ζωῆς αἰωνίου ἐπαγγελίαν ἔχει. Χαιρώμεθα τοίνυν, τέκνα μου, καὶ προθυμώμεθα, καὶ τὴν καλὴν ἅμιλλαν πρὸς ἀλλήλους προσαμιλλώμεθα, ὡς ἐπὶ σταδίου τρέχοντές τε καὶ νικῶντες τὸν ἀντίπαλον, ἵνα τὸν τῆς δικαιοσύνης στέφανον κομισώμεθα ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδώσεως· Διὰ τοῦτο τὰ βαρέα ὡς εὔχρηστα, καὶ τὰ λυπηρὰ ὡς περιχαρῆ, καὶ τὰ στερητικὰ ὡς ἐπιτευτικὰ, καὶ τὰ ἀτιμαστικὰ ὡς τιμητικὰ, καὶ τὰ ὀνειδιστικὰ ὡς ἐγκωμιαστικά· ἡ ὑποταγὴ ὡς ἐπιτυχία ἀρχῆς, ἡ ὀλιγοδεία ὡς πολυτροφία, ἡ ὑδροποσία ὡς οἰνοποσία, ἡ βραδυφαγία ὡς ταχυφαγία· εἴ τις οὖν ἄλλη περίσταται ἀσκητικὴ ἄθλησις. Ἐν τούτῳ γὰρ τὸ μαρτύριον ἡμῶν καὶ ἡ ἀποκαραδοκία, καὶ ἡ ἐλπὶς τῶν μελλόντων ἀγαθῶν. Καὶ μὴ ὅτι πρὸς τὸ παρὸν λυπεῖ καὶ ἐκτήκει τὰς καρδίας ἐποκλάσωμεν καὶ ἐπολιγωρήσωμεν ἀντιβολῶ· ἀλλ᾽ ὅτι πρὸς τὸ μέλλον υἱοθεσίαν ἡμῖν ταμιεύεται καὶ βασιλείαν οὐρανῶν καὶ ἀθανασίαν, ἀντισχώμεθα, ἀνταγωνισώμεθα, καὶ εἰσαεὶ καινοποιώμεθα μόχθους ἐπὶ μόχθοις καταβαλλόμενοι καὶ ἀγῶνας ἐπὶ ἀγῶσι, καὶ σπουδὰς ἐπὶ σπουδαῖς, καὶ ὑπακοὰς ἐπὶ ὑπακοαῖς, καὶ ἐκκοπὰς θελημάτων ἐπὶ ἐκκοπαῖς, καὶ ἐπιτιμίας ἐπὶ ἐπιτιμίαις, προσευχάς τε ἐπὶ προσευχαῖς, καὶ ἀγρυπνίας ἐπὶ ἀγρυπνίαις, καὶ μελετὰς, ἐπὶ μελεταῖς θείας, καὶ δάκρυα ἐπὶ δάκρυσι, καὶ ἔρωτας ἐπὶ ἔρωσι θείοις καὶ οὐρανίοις.
Τοιοῦτος καὶ τηλικοῦτος ὁ μακάριος βίος ἡμῶν· ἠλλοιωμένος καὶ ἐπηρμένος τῶν παραυτίκα· ξένος τις καὶ ἀλλόζωος ὑπὲρ τοὺς φρονοῦντας τὰ ἐν κόσμῳ καὶ ὑπὸ σαρκὸς διοικουμένους· καὶ ὑπὲρ τὰ μέλλοντα τῶν τῇδε ἀντιποιουμένους· οἷοι δὲ ὑμεῖς, τέκνα μου καὶ ἀδελφοὶ, πρὸς τὸ καταλιπεῖν κόσμον καὶ τὰ ἐν κόσμῳ, γονεῖς καὶ ἀδελφοὺς καὶ τέκνα καὶ πᾶσαν περιουσίαν βίου· ἑτοίμως ἔχοντες ὑπὲρ τῆς εἰς τὸν κύριον ἀγάπης καὶ ταλαιπωρεῖσθαι καὶ περιοδυνᾶσθαι, καὶ ἕλκεσθαι, καὶ περιφέρεσθαι, μυκτηρίζεσθαί τε, εἰ συμβῇ, καὶ χλευάζεσθαι, καὶ μὴν καὶ τύπτεσθαι καὶ στρεβλοῦσθαι καὶ μελοκοπεῖσθαι καὶ ἀποθνήσκειν. Διὰ τοῦτο πολὺς ὁ μισθὸς ὑμῶν ἐν τοῖς οὐρανοῖς θησαυρίζεται· καὶ διὰ τοῦτο μετατιθέμενοι ἐκ κόσμου εἰς θεὸν ἄπιτε· καὶ χωριζόμενοι τῆς ἐπικήρου ζωῆς, εἰς ζωὴν ἀτελεύτητον μεταβαίνετε· ἐὰν ἄρα μέχρι τέλους τὸ δοκίμιον ὑμῶν τῆς ὑποταγῆς ἐπιδείξησθε ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.