Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 3

ΛΟΓΟΣ Γ΄
Σὺν ἐγκρατείᾳ τὴν ταπείνωσιν φέρειν.

ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Τί καλὴ ἡ ἐγκράτεια καὶ ἡ δι᾽ αὐτῆς ἐπιφαινομένη εὐταξία ἐν τῇ ἐργασίᾳ τῶν θείων ἐντολῶν; ἴδετε γὰρ οἷα καὶ ἡλίκα τὰ παρόντα· ἐπειδὴ γὰρ περιήχθημεν εἰς ταύτας τὰς ἱερὰς ἡμέρας τῆς θείας τεσσαρακοστῆς, ὡς ἐν λιμένι γαληνῷ ἀποφυγόντες ἔκ τινος κλύδωνος τῶν προτέρων ἡμερῶν, ἡσυχίαν ἄγομεν, εἰρηνικὴν κατάστασιν, ἀθόρυβον διαγωγὴν, ἐπιμέλειαν ἐν παραστάσει, ψαλμῳδίας ἐγρήγορσιν, ἐπὶ προσευχῇ νῆψιν, τήν τε δίαιταν ἀποίκιλον καὶ ἀπέριττον, τάλλα ὅσα συντείνει εἰς σωτηρίαν ψυχῆς· οὔτε γὰρ εἴσοδοι γίνονται προσώπων κοσμικῶν, οὔτε ἔξοδοι ἀφ᾽ ἡμῶν πρὸς αὐτούς. Ἐντεῦθεν οὖν βούλομαι πρὸς ὑμᾶς τὴν κρίσιν τοῦ καλοῦ λαμβάνοντας ἐν ἔξει πως γενέσθαι τῆς ζωῆς πρὸς τὸν ἑξῆς χρόνον, ἀπεχομένους τῶν τῆς κακίας τρόπων, καὶ μὴ πρὸς πέντε ἢ δέκα ἡμέρας ἡ ἐνάρετος διαγωγή· εἶθ᾽ ὕστερον καταμελοῦντες τοῦ καλοῦ εὑρεθῶμεν, ἃ ᾠκοδομήσαμεν πάλιν ἀποστολικῶς καταλύοντες· Μηδαμῶς, ὦ ἀδελφοὶ, μηδ᾽ οὕτως ἐσμεν εὐπερίτρεπτοι, ὥστε στρέφεσθαι ἡμᾶς εὐχερῶς ὑπὸ τῆς τοῦ πειράζοντος διαβουλήσεως· ἀλλὰ στέργωμεν καὶ ἐμμένωμεν τοῖς προκατορθωθεῖσιν, ἐπιβολὰς ποιούμενοι τῶν καλῶν ἔργων τῆς εὐπραξίας· εἰδότες οὐ τὸ ἐν ὀλίγῳ χρόνῳ εὐβιῶσαι ἀρκετὸν εἰς σωτηρίαν, ἀλλὰ τὸ διὰ πάσης τῆς ζωῆς ἡμῶν ἐπιτεταμένως ἔχεσθαι τῆς σωτηρίας. Τοιοῦτος γὰρ καὶ ὁ πειράζων· οὐ νύκτωρ οὐ μεθημέραν ἐῶν ἡμᾶς τῆς καταδρομῆς τοῦ δολίου ἐνέδρου τῆς ἀπωλείας· πολλὰς ἱστῶν τὰς καθ᾽ ἡμῶν παγίδας, μυρία πέμπων τὰ κατὰ τῆς ψυχῆς τόξα, τοὺς γαργαλισμοὺς, τοὺς ἐμπυρισμοὺς τῶν ἡδονῶν, τὰς τρικυμίας καὶ ἀντιπνεύσεις τῶν πειρασμῶν· συνταράσσων τὸ κύτος τῆς διανοίας, ὡς ἐπὶ θαλάσσης τινός· ὥστε εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, ἕκαστον λέγειν, παραβραχὺ παρώκησε τῷ ἅδῃ ἡ ψυχή μου· ἐκ τοῦδε ὑποστέλλεται, καὶ εἰς ἕτερον μεθίσταται· ὑποκρύπτει τὸ βέλος τῆς ἐπιθυμίας πρός τινα καιρὸν, καὶ τὸ τῆς κενοδοξίας προβάλλεται φάρμακον· πυρώσας ἔνθεν τῇ ὀξυχολίᾳ, ἐκεῖθεν τοῦ φθόνου τὴν βολίδα ἀφίησι· καὶ ὅλως πανταχόθεν πολὺν κονιορτόν ἐστιν ἐπεγείρων τῇ ταπεινώσει ἡμῶν. Ἔχει γὰρ ἀκόρεστον τὴν τῆς καταλύσεως ἡμῶν ἐπιθυμίαν· ἀντάρτης γάρ ἐστι τοῦ δεσπότου τῶν ἁπάντων θεοῦ· καὶ μαίνεται ὁρῶν ἡμᾶς ἀνερχομένους εἰς τὴν οὐρανίαν ἀρχὴν, ἐξ ἧς αὐτὸς δι᾽ ὑπερηφανίας ἀποπέπτωκεν.

Ὅσης οὖν καὶ ἡλίκης λοιπὸν φροντίδος καὶ ἐνστάσεως χρεία, ἐπιμελείας καὶ ἀγῶνος, δρόμου καὶ κόπου συντόνου, ἵνα τὸν τοιοῦτον καὶ τηλικοῦτον δράκοντα νικήσωμεν; Ἀλλὰ θαρσεῖτε λέλεχεν ὁ Κύριος, ἐγὼ νενίκηκα τὸν κόσμον· καὶ αὐτοῦ νικήσαντος, ἡμεῖς ἐσμὲν διὰ τῆς ἁγίας αὐτοῦ σαρκώσεως, οἱ κατ᾽ αὐτοῦ τὸ κράτος λαβόντες. Πάλιν γὰρ ἐπιβοᾷ· Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων· καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· ὥστε πατῶμεν αὐτοῦ τὰς ὁρμάς, τὰς πολυμόρφους ἡδονάς. Πῶς δὲ τοῦτο ἔσται, ἀλλ᾽ ἢ ἐκ τοῦ μιμεῖσθαι τὸν νενικηκότα; μίμημα δὲ ἐκείνου καθὼς αὐτός φησι περὶ ἑαυτοῦ· Μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· ταπεινοφροσύνην τοιγαροῦν καὶ πρᾳότητα ἀναληψόμεθα. Εἰ γὰρ αὐτὸς ὁ τῶν ἁπάντων βασιλεὺς καὶ δεσπότης, ὁ φύσει μόνον δεδοξασμένος καὶ ὑπεράγαθος ταπείνωσιν εἴλετο, ὑπήκοος γενόμενος τῷ θεῷ καὶ πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, τί εἴπωμεν ἡμεῖς, ἢ ὅσον γε ταπεινούμενοι ἐξομοιωθησόμεθα. οἱ φύσει εὐτελεῖς καὶ ταπεινοὶ καὶ ὑποδούλιοι τῷ κτίστῃ· καὶ εἰ αὐτὸς ἐξενίτευσεν ἐξ οὐρανῶν καταβὰς ἐπὶ τῆς γῆς, πόσον ἡμεῖς ξενιτεύσαντες τῶν οἰκείων, λογιούμεθα ἀπέχειν τοῦ διαστήματος; Καὶ εἰ αὐτὸς ἐνηπίασε καὶ ἐγαλακτοτροφήθη, αὐξήθη τὲ καὶ τὰ ἔννομα ἐτέλει ὑποταττόμενος τοῖς γονεῦσιν, ὡς γέγραπται, ἡλίκον ἡμεῖς νηπιάζοντες τῇ κακίᾳ καὶ ὑποτασσόμενοι τοῖς ἡγουμένοις ἡμῶν, δόξομεν ἐξισοῦσθαι; Καὶ εἰ αὐτὸς ἐπείνασε καὶ ἐδίψησεν ὡδοιπόρησέ τε καὶ κεκοπίακε, πόσον ἡμεῖς ἐν τοῖς τοιούτοις εὑρισκόμενοι νομίσομεν ἐφάμιλλα δεδρακέναι; Καὶ τὸ τελευταῖον, εἰ αὐτὸς ὑβρίσθη καὶ ἐῤῥαπίσθη, ἐμυκτηρίσθη καὶ ἐχλευάσθη, παρεδόθη καὶ ἐκριτηριάσθη, ἐμαστίχθη καὶ ἐσταυρώθη, κατεγελάσθη καὶ ἐξεμυκτηρίσθη, καὶ ὅσα ἄλλα ὑπὲρ ἡμῶν ἤνεγκε, τί ποσὸν καὶ ἡμεῖς δραμούμεθα ἵνα τὸ πολλοστὸν μιμησώμεθα; Δέον ταῦτα ἀδελφοὶ, ἀεὶ ἐνθυμεῖσθαι, καὶ πρὸς αὐτὸν ἀπευθύνεσθαι καὶ ταπεινοῦσθαι σφόδρα· καὶ τὰ κατὰ μίμησιν αὐτοῦ, ἢ φθάσαντα εὐχαρίστως δέχεσθαι, ἢ μὴ φθάσαντα, ἐπιζητεῖν· οἷον, πεῖναν, δίψαν, μυκτηρισμόν, χλευασμὸν, ἐξουδένωσιν, ταλαιπωρίαν, εὐτέλειαν ἐν ἱματίῳ, ἐν ὑποδήματι, ἐν πᾶσι τοῖς ἄλλοις, οἷς ὁ κατὰ θεὸν γνωρίζεται ἄνθρωπος· ὅπως οὕτως κατὰ μικρὸν προβιβαζόμενοι καὶ ἀναβιβαζόμενοι, οἰκοδομούμενοι καὶ ἀνοικοδομούμενοι, ὑψούμενοι καὶ ἀνυψούμενοι, φθάσοιτε εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Νῦν μὲν εὐμαρῶς διεξερχόμενοι τὰς νηστίμους ἡμέρας, πρὸς δὲ τὸ ἑξῆς ἀνδριούμενοι κραταιότερον τῇ δυνάμει τοῦ Πνεύματος· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·