Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 21
ΛΟΓΟΣ ΚΑ΄.
Σπεῦδε πρὸς ἔργα Κυριακῆς πλὴν μόνης.
ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Τοσούτου ὄντος πελάγους διδασκαλίας τῶν θεοπνεύστων πατέρων ἡμῶν καὶ προσφωνήσεως, οὐκ ἐχρῆν ἡμᾶς τὸ καθόλου φθέγγεσθαι, ἀρκούντων ἐκείνων εἰς ὑπόθεσιν τοῖς ἐθέλουσι τῶν ἀκροατῶν ἐπανοίγειν τὰ ὦτα τῶν καρδιῶν. Ἐπειδὴ δὲ ὁμολογεῖται ὠφελεῖσθαι ἔσθ᾽ ὅτε εἴτ ἐκ τῶν παρὰ τῆς ταπεινώσεως ἡμῶν ὑφηγουμένων, φιλίας κλεπτόμενοι, ἤγουν ἐκ τοῦ τὸ οἰκεῖον ἕκαστον πιθανώτερον προηγεῖσθαι εἰς εὔνοιαν, ὡς ἔκτρωμά τι, μᾶλλον δὲ ὡς σκώληξ καὶ παράῤῥιμμα, τολμῶ καὶ ἀποτολμῶ πρὸς ὑμᾶς αὐτοὺς καὶ μόνον διαλέγεσθαι. Τοῦτο μετὰ τῶν ἄλλων δεδιὼς ὅτι τοῖς οἰκείοις πτεροῖς κατὰ τὴν παροιμίαν, ἀλώσιμος γίνομαι, λέγων ἃ οὐ προέπραξα· οὐδὲ ἔχων τὸν λόγον μαρτυρούμενον ὑπὸ τοῦ ἔργου· ὑμεῖς δὲ καλλωπίσατέ με, ὦ τέκνα, καὶ ὑμεῖς ἀνάστητέ μοι εἰς προθυμίαν· πέπεισμαι γὰρ ὅτι ἔστιν ἐν ὑμῖν ζῆλος ἐπαινούμενος. Ἀγαθὴν γὰρ ἄμιλλαν ἐνδείκνυσθε παρισούμενοι ἀλλήλοις καὶ καλῶς φιλονεικοῦντες ὑπερβαίνειν ἐν τῷ μέτρῳ τῆς ταπεινώσεως· καὶ τάχα τὰ πατρῶα κατορθώματα καὶ ἐν ὑμῖν ποσῶς διαφαίνεσθε· καὶ ὅτι οὐ ψεύδομαι μαρτυρεῖ αὐτὰ τὰ πράγματα· ἡ ἀληθινὴ ἀποταγὴ τὸ πρῶτον ἀγαθὸν· εἰ γὰρ οὗ ἡ ἀρχὴ ἀδόκιμος τὸ πᾶν ἀπόβλητον, πάντως ὅτι καὶ τὸ ἐναντίον πρόδηλον· ἐποικοδομεῖτε γὰρ ἐπὶ τὸ θεμέλιον τοῦτον, καὶ ἓν θέλημα καὶ μίαν ψυχὴν ὑπὲρ χρυσὸν καὶ ἄργυρον καὶ λίθους τιμίους ἐν τῷ μηδενὶ τῶν ὑπαρχόντων εἰς τὴν κοινὴν ζωὴν εἶναί τι ἀποτεταγμένως ἴδιον μέχρι ῥαφίδος.
Θαυμαστὰ μὲν γὰρ καὶ ταῦτα· πῶς γὰρ οὐ θαυμαστότερα δὲ ὅτι καὶ σχεδιάζετε τὴν τροφὴν ἡμῶν ὀλιγαρκούμενοι· καὶ τὸ πλεῖον καὶ οἱ πλεῖστοι ὑδροποτοῦντες καὶ ἐν τοῖς τοιούτοις ἐκβιαζόμενοι· ἡμᾶς καὶ ὑπέρτερα ἐγχειρίζεσθαι· πάλιν τὸ ἀτημελὲς τῶν ἐνδυμάτων, καὶ ὅτι οὐκ ἐστὲ ἐκζητοῦντες καὶ ἐπιλεγόμενοι τὰ καλοφόρητα καὶ καινόῤῥαφα, ἀλλ᾽ ὡς ἔτυχε τὰ εὐτελῆ καὶ πολύῤῥαφα, εἴτε κουκούλια, εἴτε στιχάρια, εἴτε ὑποδήματα· ἐμὲ δὲ κᾀκεῖνα θαυμάζειν ἄξιον, ὅτι τῷ ὄντι λυθέντες τῶν δεσμῶν τῆς προσπαθείας, οὐκ ἀναζητεῖτε καὶ ἀναμνημονεύετε πατέρα ἢ μητέρα, ἢ ἀδελφοὺς, ἢ ἀδελφάς· ὑπὲρ τούτων ἁπάντων ἐχόντων τὸν κύριον καὶ τὴν ἐμὴν ἀναξιότητα. Ναὶ, ὄντως τέκνα, ναὶ ἐν τοῖς ἴχνεσιν ἐκείνων βαίνετε, καὶ καινοποιεῖτε ἄρτι βίον παρηλλαγμένον πρὸς τὴν παροῦσαν γενεάν· τὸ ἀρχαῖον πολίτευμα ἀναλαμβάνοντες. Καὶ μακάριοι μὲν ἐστὲ ὑμεῖς οἱ ὑπήκοοι τῶν ἐντολῶν. Τίς δὲ εἰμὶ ἐγὼ ὁ τάλας, ὅτι ἐπικέκλημαι προστάτης καὶ ἀφηγούμενος; Τοίνυν ἵνα μεθ᾽ ὑμῶν καὶ ἐμὲ περισώσητε· ταύτῃ τῇ σπουδῇ σχολάσωμεν, καὶ ἀπ᾽ αὐτῆς, τέκνα, μὴ ἀπασχοληθῶμεν, ἀλλὰ δῶμεν βοήθειαν ἀλλήλοις ὃ ᾠκοδομήσαμεν μὴ καταλῦσαι, προσθεῖναι δὲ ἐπὶ τῇ οἰκοδομῇ ταύτῃ ἔτι μᾶλλον καὶ μᾶλλον.
Ἐπηγγειλάμην ὑμῖν τῇ προλαβούσῃ, κατηχήσει περὶ τῆς τῶν οὐρανῶν βασιλείας ὑπομνῆσαι· ἰδοὺ, τέκνα μου, ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι κατὰ τὸ γεγραμμένον· βασιλεύετε γὰρ ἐν τῷ θεολήπτῳ βίῳ ὑμῶν, καὶ ὑπερανίστασθε τῷ φρονήματι ἀρχῶν καὶ ἐξουσιῶν καὶ βασιλέων· τὰ ἄνω φρονοῦντες, τὰ ἄνω ζητοῦντες, οὗ ἡ κεφαλὴ ὑμῶν ὁ Χριστὸς, καὶ εἰ καὶ τὰ παραυτίκα θλιπτικὰ συμβαίνει πολλάκις, καὶ τοῦτο σωματικῶς, ἀλλὰ χαρίσεσθε αἰώνια, καὶ μετ᾽ ἀγγέλων χωρεύσεθε, καὶ μετὰ ἁγίων καὶ δικαίων χοροστατήσεσθε. Ἐκεῖ δὲ πάντων ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμὸς, ἔνθα φῶς ἀπρόσιτον καὶ εὐφροσύνη αἰώνιος· ἀποδέδοται μὲν ὁ περὶ τούτων λόγος οὕτως.
Ἐπὶ δὲ ἔτυχε πρὸ τῶν δύο ἡμερῶν ἐπιτιμῆσαι τινὰς ἐξ ὑμῶν, ἀναγκαῖον τὴν τοῦ σφάλματος ὑπόθεσιν καὶ διὰ κατηχήσεως παραστῆσαι· ὅτι τετιμημένη οὖσα ἡ κυρία τῶν ἡμερῶν ἀφοσιοῦσθαι ὀφείλει παρ᾽ ἡμῶν πνευματικῶς μὲν πρῶτον κατὰ τὸ καθαρῶς προσιέναι ἡμᾶς τοῖς θείοις μυστηρίοις, ἔπειτα καὶ τὸ ἄργους ἐκ τῶν σωματικῶν ἔργων φαίνεσθαι. Καὶ ὑμεῖς οὐκ οἶδ᾽ ὅθεν ὑπαχθέντες προφάσεσιν εὐλόγοις, ἀλόγοις, παρεφθείρατε ταύτην. Ὁ μὲν οὖν ὑδροφόρησε ποτίζων τὰ λάχανα, ὁ δὲ μετήνεγκε σῖτον εἰς πλοιάριον, ἄλλος ὅτι ἐπ᾽ ἀγορασίᾳ ἐστάλη τινῶν πραγμάτων· καὶ ταῦτα οὐκ ἀρεστὰ ἐνώπιον θεοῦ καὶ τῆς ἡμετέρας ταπεινώσεως. Οὐ γὰρ ἀνήκει καθόλου ἀναλαμβάνειν ἡμᾶς ἔργον ἐκτὸς ἀναγκαίας καὶ ἀπαραιτήτου προφάσεως, ἀλλὰ σχολάζειν τῷ θεῷ ἀναγνώσμασιν, εὐχαῖς, ψαλμῳδίας, λειτουργίαις· ὥσπερ καὶ οἱ πατέρες ἡμῶν ἐπεδείξαντο. Καὶ ταῦτα κρατείσθω ἐκ τοῦ δεῦρο ἀσφαλῶς, τοῦ μηδὲ πρόοδον ἀδελφοῦ γίνεσθαι· κρίνατε ὑμεῖς εἰ καλῶς λέγω ἢ οὔ. Οἶδα δὲ ὅτι σύμψηφοί μοι ἐν τούτοις ἐστέ. Φυλαχθείητε οὖν μοι λοιπὸν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.