Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 22

ΛΟΓΟΣ ΚΒ΄
Εἶναι προθύμους πρὸς λοιπὸν τοῦ δρόμου.

ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Ἡ χάρις τοῦ ἁγίου Πνεύματος προσήγαγεν ἡμᾶς μέχρις ἡμύσεως τῆς σεπτοτάτης τεσσαρακοστῆς ἐν ἀσθενείαις οὐκ ὀλίγαις. Πιστεύω δὲ ὅτι καὶ περιππεύσει καὶ ἐπ᾽ αὐτῆς τῆς ζωοποιοῦ καὶ φωτοποιοῦ ἡμέρας ἐν ἀφέσει ἁμαρτιῶν καὶ περισσοτέρᾳ βελτιώσει τῆς καλλίστης ὑμῶν προκοπῆς ἐπενέγκῃ ὑμᾶς. Στραφῆτε γὰρ εἰς τὰ ὀπίσω, καὶ ἴδετε τὸ τῆς καταστάσεως ὑμῶν, ποῦ ποτε ἦν καὶ ὅπου περ νῦν ἀνεπήδησεν· ἅπαξ ψυχὴ ἐπιλαβομένη ἀφορμῆς σωτηρίας, θᾶττον πῶς ἀπεπαισθήτως ὁδεύει καὶ ἄνεισιν ἐπὶ ὑψηλὰ τῶν ἀρετῶν μετεωροποροῦσα τὰ οὐράνια. Οὕτως καὶ ὑμεῖς, τέκνα, ἐπεὶ συνετρέψαμεν ἑαυτοὺς, καὶ ἀπεθώμεθα τὰ δυσκολοῦντα καὶ ἐμποδίζοντα, βεβαδίκαμέν τε καὶ εὐθυπορήσαμεν, καὶ γεγόναμεν ἕτεροι ἀνθ᾽ ἑτέρων, τὴν εὐταξίαν ἀσπασάμενοι καὶ τὰς ἐντολὰς ἀκριβολογούμενοι, οὐ προσαπωλέσαμεν τὰ καλῶς κτηθέντα· Καί γε εὐφράνθη μου ἡ καρδία, καὶ ἠγαλλίασέ μου τὸ πνεῦμα, ὅτι ἐπλεόνασε τὸ θεῖον ἔργον, καὶ ὥφθη εἰς κρείττονα μοῖραν τὸ ἱερὸν ὑμῶν σπούδασμα. Τοῦτο ὅλον οὐ τοῦ τρέχοντος οὐδὲ τοῦ θέλοντος, ἀποστολικῶς εἰπεῖν, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ, δι᾽ οὗ οἱ ἀνίσχυροι ἐνισχύονται, καὶ οἱ ἀσθενοῦντες περιζώννυνται δύναμιν. Ὦ τέκνα, οὐκ ἀρκεσθῶμεν ἐπὶ τοῖς ἤδη καταληφθεῖσι, νεανιευσώμεθα δὲ καὶ πρὸς τὰ ὑπέρτερα, καὶ ἀνακαινισθήτω ὡς ἀετοῦ ἡ νεότης τῶν ψυχῶν ὑμῶν. Καὶ ἐσώμεθα ἀεὶ προβαίνοντες, καὶ μηδὲν ἡγησώμεθα μέτρον τοῦ καλοῦ καὶ τῆς μεγίστης ἀναβάσεως, ἕως ἂν φθάσωμεν διὰ θανάτου μεταβῆναι ἐκ τῶν προσκαίρων πρὸς τὰ ἀΐδια. Καὶ μακάριοι ὄντως ὑπάρξωμεν, ἀδελφοὶ, προβαίνοντες καὶ προκόπτοντες καὶ τῶν μακαρίων ἁγίων τὸν κλῆρον ληψώμεθα· ἀλλ᾽ οἷα δόξα καὶ τιμὴ ἐν τῷ οὕτως ὑμᾶς πολιτεύεσθαι. Χαίρει ὁ δεσπότης τῶν ἁπάντων ὁρῶν ὑμᾶς· συγχαίρουσιν οἱ ἅγιοι πάντες, καὶ συνευφραίνονται, κροτοῦσι, καὶ στεφανοῦσιν ὑμᾶς οὐρανόθεν· ὡς γὰρ ἡμεῖς τοὺς ἐν σταδίῳ τρέχοντας σωματικοῖς ὀφθαλμοῖς θεώμεθα· οὕτως ὁ θεὸς καὶ πᾶς ἀγγελικὸς χορὸς καὶ τῶν ἁγίων δῆμος τὰ καθ᾽ ἡμᾶς βλέπει καὶ δοκιμάζει ἑκάστοτε.

Δράμωμεν οὖν, ἀδελφοὶ λοιπὸν, τῷ ὄντι δράμωμεν ἐν τῷ μεγάλῳ διαύλῳ τούτῳ τῆς ἀπὸ γῆς εἰς οὐρανὸν φερούσης ὁδοῦ· νικήσωμεν τὸν ἀντίπαλον, τύψωμεν αὐτὸν, συμπλακῆναι πειρώμενον· ἀποσοβήσωμεν πόῤῥω διὰ τῆς ἀνδρικῆς ἡμῶν διεγέρσεως. Δειλός ἐστιν, ἀσθενὴς, εὐκαταφρόνητος· διὰ τοῦτο βοᾷ ὁ Ἀδελφόθεος Ἰάκωβος· Ἀντιστῆτε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾽ ὑμῶν. Ἐγγίζατε τῷ θεῷ καὶ ἐγγιεῖ ὑμῖν. Μὴ στραφῶμεν εἰς τὰ ὀπίσω τὸ καθόλου· οὐ γάρ ἐστιν ἰδίωμα τῶν σφοδρῶς τρεχόντων· μὴ χλιαροπατήσωμεν. Οὐ γάρ ἐστι γνώρισμα τῶν νικᾷν σπευδόντων· ἀλλὰ γεγυμνωμένοι καὶ τοῖς πράγμασι καὶ τοῖς θελήμασι, καὶ ἄνω πως εἰς τὸν οὐρανὸν βλέποντες ἀποπεραιώσωμεν τὸν δρόμον ἡμῶν· ἵνα καὶ ἡμῖν ἐξῇ λέγειν σὺν τῷ Παύλῳ. Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα, λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος. Ἄλλοι κατ᾽ ἄλλο, καὶ ἕτεροι ἑτέρως ἐκλάμψουσιν ὡς ὁ ἥλιος πρὸ προσώπου τοῦ θεοῦ· ἡμεῖς δὲ τὸ ἀποστολικὸν τὸ σχῆμα ἔχοντες περὶ τὰς τῶν ἀποστόλων σκηνὰς εὑρεθησόμεθα, ὡς λογίζομαι. Διὸ σκιρτᾶτε, καὶ γάννυσθε, καὶ πληροῦσθε πνεύματι ἀγαλλιάσεως· καὶ μακαρία ἐκείνη ἡ ψυχὴ ἡ κόρον μὴ λαμβάνουσα ἐπὶ τῷ θείῳ φίλτρῳ· καὶ τῇ ἐπιθυμίᾳ τῶν μελλόντων καὶ τῇ ἀποταξίᾳ τῶν παρόντων. Ὅταν οὖν ἀπολαύοιτε τῶν ἀγαθῶν ἐκείνων, τότε μου μνημονεύσετε τῶν ταπεινῶν λόγων, εἰς ὅσην ἔσχον, καὶ ἐφόσον ὀναίμην ὑμῶν ἐν κυρίῳ· καὶ καθόσον ἠράμην ὑμᾶς διαφέρειν ἐν θείᾳ δόξῃ· τότε δι᾽ ἐμὲ τὸν μόνον ὄψεσθε κολαζόμενον, μηδὲν τῶν καλῶς λεγομένων πράξαντα· ἀλλ᾽ ἐὰν εὔχησθε, δύνασθέ με σῶσαι τὸν ἄσωτον ἴσως. Ἐν τούτοις μὲν, ταῦτα. Αὐτὸς δὲ ἀδελφὲ οἰκονόμε ἐν κρίσει τὰ πράγματα καὶ τοὺς λόγους εἰδὼς καὶ ἔχων ἔργον· ὑμεῖς τε οἱ πρωτεύοντες καὶ οἱ διακονοῦντες· εἶτα δὲ καὶ ὁ λοιπὸς λαὸς, ὡς ποίμνιον Χριστοῦ εὐπειθῶς ἀγόμενοι καὶ ἐπιβάρως τοῦτο ἔχοντες· καὶ μᾶλλον εὔνοιαν ἡμῖν λογιζόμενοι τῆς ταπεινῆς ἡμῶν φωνῆς ἀκούετε· καὶ ἐπὶ νομὰς ζωηφόρους ἀναπαύεσθε καὶ ἐκτρέφεσθε· καὶ μηδεὶς ἤτω ἐν ὑμῖν ἀῤῥωστῶν τῇ ψυχῇ, ἢ χωλαίνων νοητῶς, ἢ ἀπολλύμενος ψυχικῶς, ἢ λυπούμενος σατανικῶς, ἢ ἀποκρυπτόμενος καὶ ἀφιδιαζόμενος ἁρπαστικῶς· ἀλλὰ πάντες εἰς τὰ λεῖα καὶ φωτεινὰ, εἰς τὰς χώρας τὰς καθαρὰς καὶ συνάγεσθε καὶ ἀναπαύεσθε, διεγείρεσθε, καὶ κοιτάζεσθε. Καὶ Χριστὸς ὁ θεὸς ἡμῶν φρουρῶν φρουρήσοι, καὶ φυλάττων φυλάξοι τοῦ μηδένα ὑμῶν γενέσθαι θηριάλωτον, ἢ κατάβρωμα, ἢ ὀπισθόρμητον· ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

· Contents ·