Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 23
ΛΟΓΟΣ ΚΓ΄.
Σπεύδειν πρὸς ἄθλους ἀνεπιστρόφῳ δρόμῳ.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,
Καλόν ἐστι τὴν εὐεργεσίαν θεοῦ μὴ ἀποκρύπτειν· ἀλλὰ ἀναγγέλλειν καιροῦ καλοῦντος, ἢν ἐφ᾽ ὑμᾶς ἄρτι καθορῶ, ὅπως καὶ ἐκ τούτου μᾶλλον προθυμότεροι γενώμεθα. Ἤδη γὰρ διὰ τῆς ἐπιτοαυτὸ ὑπομνήσει, καὶ τῇ καθ᾽ ἑκάστην ὡς εἰπεῖν ἡμέραν διαλαλήσει γεγόνατε εἰς προκοπὴν πνευματικὴν καὶ εἰς ἕξιν ἀγαθὴν καὶ εἰς σπουδὴν θεοφιλῆ· καὶ ὅτι ἀληθὲς ὃ λέγω καὶ ὑμεῖς ἀφ᾽ ἑαυτῶν μαρτυρεῖτε· μαρτυρεῖ καὶ ἡ ἀλήθεια· μαρτυρῶ δὲ καὶ ἐγὼ ὁ τάλας κουφισμὸν δεξάμενος τῶν ἀλγεινῶν· καὶ ὡς ἐν γαλήνῃ ἐκ τῆς πολλῆς φροντίδος ἐπὶ τὸ ἡσιχαστικὸν τῆς εὐταξίας ὑμῶν καταντήσας, καὶ ἀγαλλιώμενος τῇ ψυχῇ καὶ ὄντως ἀψευδὴς ὁ λόγος, ὅτι πᾶσα παιδεία πρὸς τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι᾽ αὐτῆς ἐγγεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης· ἀλλ᾽ οὐκ ἐμὸν τὸ κατόρθωμα, οὐδὲ ἐξ ἐμῆς ἐπιμελείας, οὐδ᾽ ἐξ ἐμῆς ἐπιπονήσεως, θεοῦ τὸ δῶρον, ὑμῶν ἡ προθυμία, ἐπικουρία πατρική.
Καὶ ἵνα τι λοιπὸν ἐγὼ ὁ ἄχρηστος εἰς τοὺς ἑτέρων πόνους εἰσερχόμενος γάννυμαι καὶ ἐπιτέρπομαι· ὅλως ἐν ἐμοὶ ὑμεῖς, κἀγὼ ἐν ὑμῖν, καὶ ἀμφοτέρων τὸ κατόρθωμα ἀμφοτέροις λελόγισται. Δῴη δὲ κύριος ὁ φοβερὸς ἐν δυνάμει καὶ κραταιὸς ἐν ἰσχύϊ, καὶ ἀπὸ τῆς δεῦρο νεκρωθῆναι καὶ διερευνήσει τῶν ἁγίων αὐτοῦ ἐντολῶν. Καὶ ὑμᾶς, τέκνα μου, ἐπὶ ὑποταγῇ ἀδιασπάστῳ καὶ ὑπακοῇ ἀνυποκρίτῳ καὶ πίστει ἀνυπερθέτῳ διαφυλάττων διαφυλάξειε, μᾶλλον καὶ μᾶλλον ἐναρέτους ἀποδεικνύων καὶ σπουδαίους ἀποφαίνων· χωροῦντας πρὸς πάντα τὸν πνευματικὸν ἀγῶνα ἀνδρείως καὶ θαρσαλέως πρὸς θλίψιν, πρὸς στενοχωρίαν, πρὸς ἀδολεσχίαν, πρὸς ταλαιπωρίαν, πρὸς πεῖναν, πρὸς δίψαν, πρὸς πάντα τὰ λοιπὰ μακάρια ἀσκητικὰ, ὅπως ἀήττητοι ἀποφανθέντες δέξασθε τὸν τῆς ὑπομονῆς στέφανον ἐν τῇ ἡμέρᾳ τῆς μισθαποδοσίας τοῦ δικαιοκρίτου. Οὕτως καλῶν ὑμῶν τὸ ἐμπόρευμα, ἀδελφοὶ, φθαρτὰ γὰρ καταλιπόντες καὶ ὑμεῖς, τὰ ἄφθαρτα ἀπολήψεσθε· γονέων ἀποστερηθέντες τὸν κύριον πατέρα ἐκτήσασθε· ἀδελφῶν ἀπαλλιωθρέντες τῶν ἁγίων σύσκηνοι ἔσεσθε, γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἀντὶ τῆς ἐνεγκαμένης καὶ θρεψαμένης, ἡ ἄνω πόλις ὑμῖν πατρὶς διαγέγραπται, ἦς τεχνίτης καὶ δημιουργὸς ὁ θεὸς, ὡς γέγραπται· ἀντὶ οἰκίας ἐπικήρου καὶ καταλυομένης, αἱ τῶν ὁσίων καὶ δικαίων αἱ σκηναὶ, ἀντὶ δόξης κενῆς καὶ τιμῆς ἀπολλομένης, τὸ θεῖον καὶ ἰσάγγελον ἀξίωμα· ἀντὶ δωρυφοφίας καὶ εὐπαθείας σωματικῆς ἡ ἀπόλαυσις τῶν αἰωνίων ἀγαθῶν· ἀντὶ ἀποταγῆς καὶ θελημάτων ἐκκοπῆς ἡ μετὰ μαρτύρων ἀγαλλίασις· ἀντὶ μονώσεως καὶ ξενώσεως συγγενικῆς ἡ ἀγχιστεία τῶν ἁγίων ἁπάντων. Τί λοιπὸν ῥαθυμοῦμεν; τί καταπίπτομεν; οἱ τινες καὶ σκυθρωπάζομεν; Εἴπωμεν ἕκαστος σὺν τῷ θείῳ Δαυΐδ· Ἵνα τί εἶ περίλυπος ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με. Ἔλπισον ἐπὶ τὸν θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ. Εἴ περ γὰρ πάσχομεν διὰ τῆς ἀσκήσεως καὶ συμβασιλεύσομεν αὐτῷ μαρτυρίου στέφανοί εἰσι κἀνταῦθα· ἐπεὶ καὶ στάδιον ἀθλήσεως ἀνηγόρευται τὸ κοινοβιακὸν σύστημα. Τί λοιπὸν μακάριος ὁ ὑποτακτικός; Τί θεσπέσιος ὁ ἐξαγγελτικός; τί ὁσιώτατος ὑπομονητικός; τί θεομακάριστος ὁ πιστὸς καὶ ἀμετάθετος ἐν ταῖς ἐντολαῖς.
Διὸ, ἀδελφοί μου, μὴ ἀποπνεύσωμεν, μὴ ἀποκλίνωμεν, μὴ δυστροπήσωμεν, μὴ ὀπισθοποδήσωμεν, μὴ συναπομείνωμεν, μὴ δῶμεν νῶτα, ὦ στρατιῶται, ὦ συνοδοιπόροι, ὦ συμμετανάσται· Σάρκες εἰσὶ, μὴ φεισώμεθα, ὡς ὁ λόγος· ὀλιγοστὸς ὁ χρόνος, βραχυμερὴς ὁ βίος, κᾂν περὶ τὰ ἑβδομήκοντα ἢ ὀγδοήκοντα ἔτη ἐκταθῇ ἡμῶν ἡ ζωὴ, εἰς οὐδέν ἐστι πρὸς τοὺς ἀπείρους αἰῶνας. Προϊέμεθα, παρακαλῶ, ὀβολὸν καὶ ἀντεχόμεν μυριάκις. Προϊέμεθα χρόνον βραχὺν, καὶ κτησόμεθα χρόνους ἀπείρους· ὑπενέγκομεν ὡρινὸν κόπον, καὶ ἀποληψόμεθα ἀπεράντους ἀναπαύσεις. Κλαύσωμεν ἵνα γελάσωμεν τὸ μακάριον γέλως· ἀϊδίως θρηνησόμεν διὰ τὸν πόθον τοῦ Χριστοῦ, ἵνα σκιρτήσωμεν εὐφροσύνας ἀτελευτήτους. Ναὶ, ἀδελφοί μου παρακαλῶ. Ναὶ εὐπροσωπήσωμεν κατέναντι Κυρίου παντοκράτορος. Γενώμεθα ὀνομαστοὶ ἐπὶ γῆς καὶ ἐν οὐρανῷ συνεπόμενοι τοῖς πατράσιν. Ὑπομνήσωμεν ἀλλήλους ἐν τῷ μέλλοντι αἰῶνι, οὐκ ἐγκληματικῶς, οὐδὲ ὀδυρματικῶς, ἀλλ᾽ εὐφραντικῶς μᾶλλον καὶ περιχαρῶς καὶ μακαριστικῶς· ὅτε αἱ τῶν βεβιωμένων ἀντιδόσεις, ὅτε ὁ κριτὴς ἐπὶ θρόνου δόξης αὐτοῦ κάθηται, μυριάδων παρεστηκότων αὐτῷ, καὶ χιλίων χιλιάδων λειτουργούντων αὐτῷ ἁγίων ἀγγέλων, καὶ πάσης τῆς κτίσεως συμπαρούσης· ὅτε αἱ φοβεραὶ ἀποφάσεις, ὅτε ἡ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων παράστασις δηλοποιήσει· τοὺς μὲν μετὰ δόξης καὶ τιμῆς προσιόντας εἰς τὰ ἄνω βασίλεια καὶ χορεύοντας αἰώνια· τοὺς δὲ μετ᾽ αἰσχύνης καὶ ἀτιμίας εἰσβαλλομένους εἰς τὰ ἀτελεύτητα κολαστήρια, ὅπου τὸ πῦρ οὐ σβεσθήσεται, φησὶ, καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει. Βαβαὶ τῆς φοβερᾶς ἀκοῆς· Φεῦ τῆς πικροτάτης ἀγγελίας, ἧς ἐγὼ μόνος ὑπόδικος ἔσομαι κατὰ τὰς ἁμαρτίας μου. Ὑμεῖς δὲ τρέχοντες τὸν καλὸν ἀγῶνα, χαίρετε ἀποσκοποῦντες τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἕως ἂν φθάσητε εἰς καιρὸν τελειώσεως καὶ τῆς ἐκ τῶν ἐντεῦθεν μεταναστάσεως ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.