Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 24
ΛΟΓΟΣ ΚΔ΄.
Πίστιν κατ᾽ ἐχθρῶν ὡς ὅπλον προβλητέον.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Πορευόμενοι πορεύεσθε τὴν ὁδὸν ὑμῶν ἐν εἰρήνῃ· καὶ χαίρω ὁρῶν ὑμᾶς ἐπὶ τοιαύτῃ καταστάσει· ἀλλ᾽ ἐπειδὴ στρατιῶται ἐστὲ Χριστοῦ· στρατιώτου δὲ ἴδιον τὸ τὰ πολέμου μελετᾷν, τήν τε πανοπλίαν κατηρτισμένην ἔχειν καὶ ἐμπαράσκευον πρὸς τὴν ἐκ καιρῷ συμβουλὴν τῶν ἐναντίων, ἴδετε πῶς ἐστὲ ἡτοιμασμένοι, πῶς δὲ ὅπλα ὑμῶν τὰ πνευματικὰ οἷον ἠκονημένα καὶ κεκαθαρμένα καὶ ἐστιλβωμένα· ἡ ῥομφαία τῆς ὑπακοῆς, ὁ θώραξ τῆς πίστεως, ἡ περικεφαλαία τῆς σωτηρίου ἐλπίδος, ὁ θυρεὸς τῆς ταπεινοφροσύνης, ἡ φαρέτρα τῶν ἀγαθῶν λογισμῶν· καὶ μέν τοι καὶ τὸ οἴχημα, ἤγουν τὸ τίμιον σῶμα, καθάπερ τις ἵππος καλῶς γεγυμνασμένος· μήτε πολυσαρκῶς, ἐπειδὴ ἄχρηστος πρὸς τοὺς δρόμους, μήτε λίαν κατισχνώμενος, ἐπειδὴ ἀργὸς πρὸς τὰς κινήσεις, καλῶς φέρων τὸν χαλινὸν τοῦ θείου φόβου, ὡς ἂν μὴ ἔξω φέρηται τῆς ἡνιοχίας· μηδ᾽ αὖ καταβάλοι τὸν ἐπιβάτην νοῦν ἀπαιδευσίας σκιτρήμασι. Τοιούτους ἡμᾶς βούλεται ὁ λόγος εἶναι, ἐπειδὴ καθεκάστην ὁ πόλεμος, καθ᾽ ὥραν ἡ μάχη, κατὰ ῥοπὴν τὰ τόξα. Τίς οὖν ἐν ὑμῖν ἀριστεύς; τίς ἰσχυρός; τίς πολεμιστής; κόπτων τοὺς ὑπεναντίους λογισμοὺς ἐν χιλιάσι καὶ μυριάσι, καὶ πρῶτον γε τὸν ὑπερήφανον νοῦν κατασπάσας ὡς τὸν Γολιὰθ ἐκεῖνον ὁ θεῖος Δαυῒδ. Ἐξ οὗ τί γενήσεται; Τροπὴ τῶν πνευμάτων τῆς πονηρίας, τῶν πολυμόρφων καὶ ποικίλων παθῶν τῆς ἁμαρτίας· τοῦτο γάρ ἐστι τὸ πρῶτον τῶν κακῶν καὶ τελευταῖον δι᾽ οὗ ἐκπέπτωκεν ἐκ τῶν οὐρανίων ἀψίδων καὶ τῆς ἀγγελικῆς λαμπροφορίας ὁ νῦν πειράζων ἡμᾶς δράκων, ἐξ οὗ ὥσπερ ἐκ τίνος ῥίζης ἔφυ τὰ μυρία βλαστημάτων.
Ἀγωνιστέον οὖν καὶ πολεμητέον πρὸς ἕκαστον τῶν ἐπιβαλλόντων ἡμῖν, ἐπειδὴ ἄλλῳ ἄλλος πεποίωται πάθει, καὶ ἄλλος ἄλλως τοξεύει ὁ σοφιστὴς τῆς κακίας ὄφις· προστίθειται ὁ μὲν τῇ πορνείᾳ, ἕτερος τῇ γαστριμαργίᾳ, ἄλλος τῇ ἀκηδείᾳ, ἄλλος τῷ φθόνῳ, ἕτερος τῇ κενοδοξίᾳ, ἄλλος τῇ ὀργῇ, ἕτερος τῇ ἀπιστίᾳ, ἄλλος τῇ ἀποδράσει, ἕτερος τῇ φιλαυτίᾳ, ἄλλος τῇ ἀργίᾳ, ἕτερος τῇ δυσμενείᾳ. Ταῦτα πάντα ἓν καὶ τὸ αὐτὸ ἐνεργεῖ πνεῦμα τὸ σατανικόν. Καὶ πολὺς πρὸς ταῦτα ἀγὼν, πανταχόθεν ὁ ὀφθαλμὸς, ἑκατέρωθεν ὁ σκοπὸς, κοκλώθεν ὁ περιφραγμὸς, ὡς ἂν μὴ εἰσέλθῃ, μὴ χειρώσηται, μὴ κτείνῃ καὶ ἀπολέσῃ ἀντιπολεμητέον. Ἐστὶ λαβεῖν ἅπαξ καὶ δοῦναι δεκάκις πληγῆναι μικρὸν καὶ πλῆξαι καιρίαν, ὁ κατὰ σῶμα τιτρωσκώμενος ἰατρείας χρήζει· ὡσαύτως καὶ ὁ κατὰ πνεῦμα· ἰατρεία δὲ, ἡ δι᾽ ἐξαγορεύσεως ἐπιτιμία, καὶ πάλιν ἐπὶ τὸν πόλεμον ἐξιτέον. Ὁ κατὰ σῶμα νικῶν ἓν εἴληφε στέφος· ὁ δὲ κατὰ πνεῦμα μυρία, τὰ βραβεῖα ὥστε καθ᾽ ἡμέραν οἱ στέφανοι, καθεκάστην τὰ ἔπαθλα. Καὶ μακάριοι ἐστὲ ἐφ᾽ ὅσον ἐνίστασθε καὶ οὐ καταπίπτετε· ἐνισχύετε καὶ οὐ κατολιγωρεῖτε, μέχρις ἂν ὁ πόλεμος διαλυθείῃ διὰ τῆς ἐκ τῶν ἐνταῦθα ὑμῶν μεταστάσεως.
Θαρσεῖτε οὖν τέκνα καὶ ἀδελφοὶ, θαρσεῖτε· θεὸν ἔχομεν βοηθὸν, ἐπίκουρον τῆς ζωῆς ἡμῶν ἄγγελον, ἀντίληψιν παρὰ τῶν ἁγίων, ὧν τὰ ὀνόματα ἐπικαλούμεθα· ὅπλον ἀήττητον τὸν τύπον τοῦ σταυροῦ τοῦ Χριστοῦ· αὐτὴν τὴν πατρικὴν πίστιν, τὴν τῶν ἐπαγγελμάτων ἡμῶν πεποίθησιν, τὴν τῶν ἀδελφῶν σύμφραξιν. Οὐ φοβηθησόμεθα ἀπὸ τῶν μυριάδων λαοῦ τῶν κυκλούντων ἡμᾶς ἀοράτων ἐχθρῶν. Οὐ κάμψωμεν γόνυ τῇ βαὰλ τῶν ἡδονῶν, οὐ προησόμεθα τὴν σωφροσύνην ἡμῶν, ἣν ἐνυμφεύσατο ὁ κύριος ἐν ἁγιασμῷ· οὐ ποιήσωμεν τὰ μέλη ἡμῶν πορνείας καὶ ἀκαθαρσίας σκεύη διὰ τῆς εἰς ἀλλήλους ὀλεθρίου παῤῥησίας, ὄντα Χριστοῦ μέλη τοῦ ἀχράντου καὶ ἀθανάτου νυμφίου· οὐκ εἰσδεξιόμεθα σύμβουλον τὸν ὄφιν ἐκσκορακίσαι ἡμᾶς τοῦ παραδεισιακοῦ κοινοβίου βουλόμενον· οὐκ ἀνοίξωμεν θύραν τοῖς κλέπταις δαίμοσι συλῆσαι ἡμῶν τὸν τῆς ψυχῆς θησαυρὸν καὶ αἰχμαλωτισθῆναι εἰς Ἀσσυρίους λογισμοὺς καὶ Βαβυλωνίας δουλίας. Τί καλὸν μένειν ἡμᾶς ἐν τῇ πόλει, ἣν κύριος ὁ θεὸς ᾠκοδόμησεν ἡμῖν διὰ τῶν ποικίλων ἀρετῶν; τί μακάριον ἀδούλωτον τὸ τῆς ψυχῆς ἀξίωμα κεκτῆσθαι ἀπὸ τῆς δουλοπαθοῦς ἁμαρτίας; ψυχὴ ἀκυρίευτος ἐκ παθῶν, ὅλη ἐστιν ἐλευθέρα, ὅλη θεοειδὴς, ὅλη δεσπόσυνος, ὅλη φωτοειδὴς, ὅλη ἀγαλλιωμένη, εὐπρόθυμος, εὐπρόσιτος, θεοσύναπτος, θεοσύγκρατος, οὐράνιος λέγουσα ὡς δούλοις ταῖς φυσικαῖς ἐνεργείαις ἡνίκα δέον ἐστί· τόδε ποίησον, καὶ ποιεῖ· καὶ τῷ ἄλλῳ πορεύου, καὶ πορεύεται ἐν εἰρήνῃ. Ἀλλ᾽ οὐχ ὡς ἀνδραποδισθεῖσα καὶ δουλωθεῖσα καὶ κρατηθεῖσα ὑπὸ τῶν τυράννων παθῶν, ἥ ἐστιν ὁρᾶν πολλὰ καὶ δεινὰ πάσχουσαν ἑλομένην ἔνθεν καὶ ἐκεῖθεν εἰς δουλείαν παντὸς πάθους πάσης πράξεως βδελυρᾶς· προστασσομένη γὰρ ποιεῖ τὰ κελευόμενα παρὰ τῷ δαίμονι, καὶ εἴθε ἑνὶ, ἀλλὰ μὴ πολλοῖς, δεσπόζει αὐτοῖς ὁ τῶν ἡδονῶν, ὁ τοῦ φθόνου, ὁ τοῦ μίσους, ὁ τῆς ἔριδος, ὁ τῆς κοιλιομανίας, ὁ τοῦ θυμοῦ, ὁ τῆς ὑπερηφανίας, ὁ τοῦ ψεύδους, ὁ τῆς κλοπῆς, ὁ τῶν ἄλλων πάντων, ὧν τὰ ὀνόματα τίς ἂν καταριθμήσοιτο, καὶ ὡς ἕκαστος ἐπιγινώσκει, ἐξ ὧν δηλοῦται ὧνπέρ ἐστιν ὑποχείριος; Ἐν τούτοις ἐλεεινὴ ἡ ψυχὴ παναθλία, ἡ ζωὴ αὐτῆς, ὅλη δυσειδὴς, σκοτεινὴ, ἀφεγγὴς, ἀλαμπὴς, ἄθεος, ἄμορφος, δυσείμων, καὶ τὸ ὅλως μισητὴ ὁρᾶσθαι ὑπὸ τῶν εὐφρονούντων.
Μὴ δὴ οὖν τὸ ἀξίωμα ἡμῶν καταβάλωμεν, ὦ τέκνα, μηδὲ τὴν ἐλευθερίαν ἡμῶν ἀπεμπολήσωμεν· δεσπόται τυγχάνοντες μὴ γενώμεθα δοῦλοι· μὴ θώμεθα τὸ φῶς ἡμῶν σκότος· μὴ μεταβάλωμεν τὸ κάλλος ἡμῶν εἰς ἀμορφίαν· μὴ στρέψωμεν τὸ πρόσωπον ἡμῶν ἀπὸ θεοῦ ἐπὶ τὸν χαρακτῆρα τῆς κακίας· μὴ ἀπεκδυσώμεθα τοὺς φωτεινοὺς χιτῶνας τῶν ἀρετῶν ἐνδιδυσκόμενοι τὰ μεμελανωμένα ῥάκια τῶν ἀνομημάτων· μὴ χρηματίζοντες υἱοὶ τοῦ θεοῦ, χρηματίσωμεν τέκνα διαβόλου, φωτὸς ἔκγονα γεγενημένοι, μὴ φανῶμεν σκότους ἐκτρώματα. Εἰ γὰρ ταῦτα σωματικῶς λαμβανόμενα πονηρὰ καὶ δύσχρηστα, πόσῳ γε πνευματικῶς οὐκ ἐλεεινὰ καὶ παγχάλεπα καὶ λεγόμενα καὶ νοούμενα; Ἀλλὰ τίς φρονῶν δουλείαν αἱρεῖται τυγχάνων δεσπότης; Ἀλλὰ τίς υἱοθεσίαν ἔχων θεοῦ, γέννημα διαβόλου φιλεῖ καλεῖσθαι; Ἀλλὰ τίς ῥίπτων τὴν ἄῤῥητον εὐγένειαν τῆς ἀρετῆς ἕλοιτο δυσγένειαν ἀναλαμβάνεσθαι τῆς ἐμπαθοῦς ζωῆς; Ἀλλὰ τίς ἀπὸ πλούτου πνευματικοῦ εἰς πενίαν ζητεῖ σαρκὸς φθάσαι; Ἀλλὰ τίς προαιρεῖται τὴν βασιλείαν οὐρανῶν ἀπολέσαι, κερδαίνων πῦρ καὶ σκότος καὶ τὰς αἰωνίους ἄλλας βασάνους; Οὐ σωφρόνων τὸ πρᾶγμα, οὐ λογισμὸν ἐχόντων τὸ δρᾶμα. Τίνων δὲ ἀλογίστων καὶ ἀναισθήτων. Ὡς ὄφελον τοὺς οὕτω πράττοντας οὕτω γενέσθαι, ἢ κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ κρισθέντας ἐπὶ κληρονομίᾳ τῶν αἰωνίων ἀγαθῶν καταχῆναι διὰ τῆς ἀλόγου φιλοπαθείας, εἰς ταμεῖα ἅδου κρίσεως αἰωνίου; Ἀλλὰ ἀνανήψωμεν οἱ μὴ νήφοντες, εἴ πέρ τις νυστάζει· ἀναβλέψωμεν οἱ μὴ ἀκούοντες εἴ πέρ τις κωφεύει· ἀναλάβωμεν τὰς δυνάμεις ἡμῶν, εἴ πέρ τις ὑπεχάλασε τοὺς τόνους τῆς εὐανδρίας· μοχθήσωμεν διώξωμεν, ὡς ἂν διὰ τοῦ εὖ πράττειν ἡμᾶς ἐν ἔξει τοῦ καλοῦ γενόμενοι μεθ᾽ ἡδύτητος καὶ εὐμαρείας, πράττωμεν τὰ θεῖα καὶ σωτήρια. Καὶ ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.