Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 25
ΛΟΓΟΣ ΚΕ΄.
Φέρειν νοσοῦντας εὐχαρίστως τὰς νόσους.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Οὐκ ἐκ τοῦ ἅπαξ, ἢ δὶς, ἢ πολλάκις κατηχεῖν ὑμῖν ἀρκοῦμαι, ἀλλ᾽ ἤδη μοι τοῦτο ἔργον ἀδιάλειπτον, ὑπομιμνήσκειν καὶ νουθετεῖν καὶ παρακαλεῖν, προθυμεῖσθαι εὐαγγελίζεσθαι ὑμῖν τὰ ἀγαθὰ καθότι ἐστὲ ἐν τοῖς ἀγῶσι τῆς εὐσεβείας τὸν ἀσκητικὸν καὶ μακάριον διανύοντες βίον· καὶ γοῦν, ἔτι μακροθολμήσατε, ὑπομείνατε καὶ καρτερήσατε τὰς ἐπερχομένας ἐπηρείας ἀοράτους τε καὶ ὁρωμένας ἐκ δαιμόνων τε καὶ ἐξ ἀνθρώπων. Τίς οὐκ οἶδεν ὅτι πολύαθλος ἡμῶν ἐστιν ὁ βίος; τίς οὐ μαρτυρεῖ ὅτι πολύθλιπτος ἡμῶν ἐστιν ὁ δρόμος; ἔνθεν οἱ καθημερινοὶ ἡμῖν ἐπανίστανται πόλεμοι· ἐκεῖθεν οἱ προγεγονότες ἡμᾶς τυραννοῦσιν ὄλεθροι· καὶ τὰ ἐκ τῶν ἀδελφῶν συμβαίνοντα, καὶ ὄλεθροι· καὶ τὰ οἱονεὶ ποντοποροῦμεν τὸ μέγα τοῦτο καὶ βαρύτατον τοῦ κόσμου πέλαγος· τὸ ἱστίον τῆς ἐλπίδος πετάσαντες καὶ πρὸς τῶν οὐρανῶν φερόμενοι. Ἀλλ᾽ εὔξασθε ἵνα πρῶτον μὲν ὁ κυβερνήτης ὑμῶν θεία δυνάμει καὶ εὐχαῖς, ἀνοίξῃ τοὺς ὀφθαλμοὺς τῆς διανοίας, καὶ βλέπων βλέψῃ, καὶ γρηγορῶν γρηγορήσῃ καλῶς ἀπευθύνειν καὶ πηδαλιουχεῖν τὸ σκάφος ὑμῶν πρὸς τὸν τῆς ζωῆς λιμένα. Ἔπειτα ὑμεῖς χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι διαπεραιοῦντες τὸν βίον τοῦτον οὕτως πολυμόχθως, ζωὴν αἰώνιον κληρονομήσετε. Πρὸς οὐδὲν οὖν ὀφείλομεν ἐνδοιάζειν, ἐγκόπτεσθαι καὶ ἐγκρατεῖσθαι, ἀλλ᾽ εὐθύμως καὶ προθύμως καὶ εὐσθενῶς, ἐμβιβάζεσθαι καὶ ἀναλαμβάνεσθαι ἐκεῖνα, δι᾽ ὧν ἐστι τὸν δράκοντα διάβολον καταπατεῖν καὶ τὰς ἐντολὰς τοῦ κυρίου ἐκπληροῦν. Νέος εἶ ἀρτιφώτιστος; σπεῦσον καὶ δίωξον τὸ ταπεινὸν καὶ ὑπήκοον, ἵνα ταῖς καλαῖς ἀρχαῖς κατὰ μικρὸν ἀναβιβάζῃ εἰς τελειότητα· προβεβηκὼς ἐν τῷ σχήματι τυγχάνεις; ὡς τῇ ἀρετῇ προέχων καὶ μὴ ὡς τῷ βαθμῷ γνωρίσθητι, ἵνα ὡς ἀληθῶς ἔργῳ καὶ λόγῳ πρῶτος λογίζῃ.
Ταῦτα δὲ λέγω, ἐπειδὴ καταμανθάνω ἀδολεσχίας ἐν ὑμῖν καὶ ἕριδας γίνεσθαι, ταραχάς τε καὶ παροξυσμοὺς, καὶ ἀγανακτήσεις· ἀλλ᾽ οὐκ ἐν πᾶσιν· ἐρωτῶ δὲ, ἀδελφοὶ, καὶ ἐξ ὧν αἰτιῶν γεγένηνται; Οὐδαμόθεν ὡς ἔγωγε νομίζω; ἀλλ᾽ ἢ ἐκ τοῦ μὴ ἔχειν τὸ ἔργον τῆς ταπεινώσεως. Παρακαλῶ οὖν ὑμᾶς ὡς φησὶν ὁ ἀπόστολος· μὴ παιδία γίνεσθαι ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε· μηδὲ ἀδολεσχεῖτε εἰς οὐδὲν χρήσιμον· μηδὲ θέλοντες στῆσαι τῶν λόγων ῥητορεύετε καὶ μωρολογεῖτε τὸ καὶ τὸ ἐπιφέροντες καὶ καταιτιαζόμενοι. Τίς ἐστι φησὶν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; αὐτὸς ὁ ἐρωτήσας, καὶ ἀνταποκρίνεται. Παῦσον φησὶν τὴν γλῶσσαν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον· ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν· ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν. Πόθεν τὰς καλὰς ἡμέρας καὶ τὴν ἀτάραχον ζωὴν διῆγεν ὁ ἅγιος Δοσίθεος; Πόθεν ὁ τρισμακάριστος Δωρόθεος, ὁ ἀείμνηστος Ἀκάκιος, καὶ ἡ σύμπασα αὐτῶν ὁμήγυρις; Ἀλλ᾽ εἰ μή τι τολμηρὸν λέγω· πόθεν οἱ τινὲς τῆς συνοδίας ἡμῶν οἵ τε νῦν καὶ μεταστάντες διήλθοσαν μακαρίως καὶ ἁγίως καὶ ἀμερίμνως καὶ ἀταράχως; Οὐκ ἐκ τούτου; οὐκ ἐκ τοῦ μηδὲν ἡγεῖσθαι ἑαυτὸν ἕκαστος, ἕτοιμον εἶναι πρὸς ὑπόπτωσιν παντὸς πράγματος; ἀλλ᾽ ἐμοὶ, ἵνα μὴ εἴπω ὑμῖν, ἡ κενοδοξία, καὶ ἡ αὐτοθελησία, καὶ ἡ φιληδονία προϊστάμενοι, οὐκ εὐ οὔτε τὸ εὐζωῇν, οὔτε τὸ εἰρηνεύειν, οὔτε τὸ ἐν ἀφελότητι καὶ ἀκακίᾳ διεξέρχεσθαι ἀγαθῶς τὰς ἐπικνήρους καὶ ὀλίγας τοῦ αἰῶνος τούτου ἡμέρας. Ὅστις οὖν ταράσσεται καὶ ἄχθεται ἑαυτὸν μεμψέσθω, καὶ μὴ τὸν πλησίον· ὅστις οὖν θέλει εὐθυπορῆσαι καὶ εὐνοῆσαι ψυχικῶς καὶ σωματικῶς, μηδὲν ἐκδικείτω τῶν οἰκείων ἐφέσεων· καὶ παύσουσιν αἱ λύπαι καὶ κατασιγάσουσιν αἱ θλίψεις, καὶ θῆρες ἄγριοι, κατὰ τὸν Ἰὼβ, τῷ τοιούτῳ εἰρηνεύσουσιν οὐχ ὅτι οἱ ὁμότροποι καὶ ὁμοδίαιτοι ἀδελφοί. Διὰ ἱματίου τοίνυν οὐχ οἵου βουλόμεθα ἔνδυσιν· καὶ διὰ ὑποδήματος κεκομμένου, καὶ διὰ μαντίου οὐχ οἵου θέλομεν, περιβολὴν, καὶ διὰ διακονίας ὑπαλλαγὴν, καὶ διὰ προόδου ἐκκοπὴν, καὶ διὰ παραπληκτισμὸν ὑπομονὴν, καὶ διὰ ἐπιτιμήσεως ἐπιφορὰν, καὶ διὰ τοῦτο καὶ δι᾽ ἐκεῖνο τῶν μικρῶν τούτων, ἵν᾽ εἴπω καὶ μεγάλων καὶ εὐτελῶν, καὶ πολυτελῶν, ἡ βασιλεία τῶν οὐρανῶν ἡμῖν πρόκειται. Ἀγωνισώμεθα οὖν, ἀδελφοὶ μου, ἀγωνισώμεθα ἕως πάρεστιν ἡμῖν ἰσχὺς, θεραπεύειν τὸν κύριον· καὶ μακάριος, ὃς τὴν διακονίαν αὐτοῦ ὡς τοῦ θεοῦ ἐποπτευόντος καὶ τελεῖ καὶ ἀποπληροῖ.
Ἄρτι τοίνυν ὁ καιρὸς νοσώδης καὶ πολλοὶ τῶν ἀδελφῶν πεπτώκασιν· ἀνδρίζου λοιπὸν ὁ νοσοκομῶν· ὁ καιρὸς ἦλθε τῆς ἐργασίας σου· σύναξον ὑπὲρ χρυσίον καὶ λίθους τιμίους, τοὺς τῆς νοσοκομίας μισθούς· καὶ ὑμεῖς οἱ νοσηλευόμενοι τοὺς τῆς ὑπομονῆς καρπούς. Μὴ ζητεῖτε πλέον τῶν διδομένων, ἵνα μὴ σὺν τῇ σαρκὶ καὶ τὴν ψυχὴν ἀσθενῆτε. Τί δὲ οὕτως ἐστὲ οἱ μὲν ἀπαίδευτοι καὶ τοῦ ἰατροῦ παραγενομένου πάντες ἐπιτρέχετε, πάντες διερωτᾶτε, πάντες ὑποδεικνύετε τὰ μέλη, τὰ πάθη, τὰ νοσήματα· οὐκ αἰδεῖσθε ἀπὸ προσώπου τοῦ κοσμικοῦ; εἴθε μὴ δὲ ὅλως εἰσήει ἐνταῦθα. Εἶτα ἐπειδὴ ἀναγκάζομαι διὰ τὸ θεράπευσθαι, τί μὴ φυλάσσετε τὴν τάξιν ὑμῶν καὶ διὰ τοῦ νοσοκόμου ὑποβάλλετε τὸ παριστάμενον, καὶ πάντως ἡ χρεία γενήσεται· ἀλλ᾽ ἡ ἀταξία αὕτη εἰς ἕτερα ἐκβάλλει ἡμᾶς βλαβερά. Μὴ οὕτως τέκνα, μηδαμῶς ἔτι γένηται· μηδὲ πάλιν τὴν ἀσθένειαν εἰς ἀφορμὴν ἀργίας λαμβάνετε· μετὰ τὴν ἀνακομιδὴν περιερχόμενοι εἰκῆ καὶ μάτην· μηδὲ ἔστε ἀκρατεῖς, καὶ ἐκ τούτου νοσεῖτε διδόντες κόπον τοῖς ὑγιαίνουσιν· ἀλλὰ καὶ ὑμεῖς οἱ εὐρωστοῦντες διὰ τὸν κύριον καὶ τὴν φιλαδελφίαν ὑπομείνατε, τέκνα· καὶ συνυπουργήσατε καὶ βαστάξατε τὸ βάρος τῶν ἀδυνατῶν καὶ παρελάσωμεν καὶ τὸν μῆνα τοῦτον, καὶ μετέλθωμεν καὶ εἰς ἄλλον ἐνιαυτὸν μεταβιβαζόμενοι ἐν πνευματικωτέρᾳ ἀγωγῇ· ἵνα τὸν κύκλον τῆς ζωῆς ἡμῶν διερχόμενοι ἐν σεμνότητι καὶ βίῳ χρηστῷ τοὺς στεφάνους τῆς ζωῆς ἀναδησώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα, καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.