Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 26

ΛΟΓΟΣ Κϛ΄.
Τὸν νοῦν ἰθύνειν δεξιῶς πρὸς τὸν πόλον.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ὧδε ὁ νοῦς ἀεὶ· ὦδε ἡ καρδία γρηγοροῦσα εἰς τὸ ἔργον τοῦ θεοῦ, εἰς τὸ σκάμμα τῆς ἀσκήσεως· ἀλλὰ μὴ τῇδε καὶ τῇδε ἀλωμένη ὡς αἰχμάλωτος· μὴ γὰρ τῇ θαλάσσῃ, ἐπιλείπει ὕδωρ, ἢ τῷ ἀναπνέοντι ἀήρ; οὕτω πολλῷ μᾶλλον οὐδὲ ἡμῖν ὀφείλει ἐπιλείπειν ἀγαθὴ ἔννοια ἀποβλέπουσιν εἰς τὸ ἄπειρον πέλαγος τῶν θαυμασίων τοῦ θεοῦ, ἐν οἷς ἐμφιλοχωρῶν ὁ νοῦς, οὐκ ἄγει σχολὴν ἐμματαιάζειν τῷ βίῳ καὶ τοῖς τῆς πονηρίας λογισμοῖς συναναπλέκεσθαι. Φύσει γὰρ ἀεικίνητος ὢν οὐ δύναται ἠρεμεῖν, ἀλλὰ πρὸς ὅπερ ἂν αὐτὸν ἀπευθύνωμεν, ἀνάγκη φέρεσθαι, εἴτε δεξιῶς, εἴτε ἀριστερῶς· καὶ εἰ μὲν δεξιῶς, ἔχει τὰ τοῦ δαυῒδ φθέγγεσθαι· Κύριε ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. Εἰ δὲ ἀριστερῶς τὸν ἑξῆς στίχον· Ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος. Ἀποστροφὴ γὰρ θεοῦ ἐστὶν ἡ ἐν τοῖς ματαίοις ἐντριβή· καὶ ταραχή ἐστι τῆς ψυχῆς ὀλέθριος, ἡ διὰ πονηρίαν σχολή. Διόπερ σπουδάσωμεν δεξιῶς αὐτὸν ἀπευθύνεσθαι πάντοτε, καὶ καλὰ θεάματα ὁρᾶν. Τίνα ταῦτα; τὰς ἀγγελικὰς καὶ οὐρανίους δυνάμεις· τὰ ἐκεῖσε ἄῤῥητά τε καὶ ἀμήχανα κάλλη, τὰς φωτοειδεῖς σκηνὰς τῶν ἀποστόλων, τῶν προφητῶν, τῶν μαρτύρων, τῶν ἁπάντων δικαίων, αὐτὸ τὸ οὐράνιον κύτος, τὴν ἡλιακὴν ἀκτῖνα, τὸ σεληνιαῖον φῶς, τὰς τῶν ἀστέρων χοροστασίας, ὅσα ἄλλα ὑπὸ τὴν αἴσθησιν· οὐκ ἵνα ἐν αὐτοῖς ἐναπομείνῃ ἀλλ᾽ ἵνα δι᾽ αὐτῶν ἀναθεωρῶν τὸν γενεσιουργὸν τῶν ἁπάντων θεὸν φυλάττῃ τὸ ἑαυτοῦ κάλλος ἀπαράφθαρτον.

Καὶ γὰρ ἐκάλλυνεν ἡμᾶς ὁ θεὸς, κατ᾽ ἀρχὰς μὲν, ἐν τῷ παραδείσῳ διὰ τοῦ κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν ἀξιώματος. Εἰ καὶ ὅτι μάλιστα διὰ παρακοῆς ἐζοφώσαμεν ἑαυτούς τε καὶ συνεχέαμεν· πάλιν ἐκάλλυνεν ἡμᾶς ἐν τῇ χάριτι διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινίσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν. Ἀλλ᾽ ὅμως κἀνταῦθα ἠχρειώθημεν, τρίτον ἐκάλλυνεν ἡμᾶς ἐν τῷ τῆς παρθενίας ἐπαγγέλματι χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα ἐξαλείψας τὸ καθ᾽ ἡμῶν χειρόγραφον τῇ σταυροφόρῳ ζωῇ, ἐπίσης τῷ βαπτίσματι. Τοιγαροῦν μεινάτω ἐν τῷ ἑαυτῆς κάλλει ἡ ψυχὴ ἡμῶν· ὡς ἂν ἀξιωθείη ἀκοῦσαι· Ὅλη καλὴ ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί. Εἰ δὲ καὶ φθάνει μωμεῖσθαι, ἐπειδήπερ ὑπὸ τροπὴν ἐσμὲν καὶ οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὔτε καυχήσεταί τις ἁγνὴν ἔχειν τὴν καρδίαν· ἀλλὰ τοῖς δάκρυσι καθαιρώμεθα· Πλυνεῖς με γάρ φησι, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Καὶ πάλιν· Λούσασθε καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας τῶν ψυχῶν ἡμῶν. Καὶ μακαρία ἡ οὕτως ἀεὶ καθαίρουσα ἑαυτὴν, ἡ ἀπολελυμένη πάσης σχέσεως, καὶ μόνον τὸν θεὸν καὶ σχέσιν καὶ πόθον καὶ ἔρωτα κεκτημένη· ἡ καθ᾽ ἑκάστην ἡμέραν προσδεχομένη τὸν θάνατον ἡδέως· ἥξει γὰρ πάντως, καὶ ἀποτίσομεν καὶ ἡμεῖς τὸ ὀφειλόμενον χρέος· ἀλλ᾽ εἴθε ὁσίως, ἀλλ᾽ εἴθε δικαίως· ὡς ἂν τὸ λείψανον ἑκάστου ἡμῶν, ἀσπαστὸν εἴη τοῖς ὁρῶσι τοῖς ψαύουσιν, ὡς σκεῦος ἐκλογῆς, ὡς ὅπλον δικαιοσύνης· ἥτε ψυχὴ ἡμῶν ὑπὸ ἁγίων ἀγγέλων προσλαμβανομένη εἰς ζωὴν αἰώνιον. Ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·