Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 27
ΛΟΓΟΣ ΚΖ΄.
Στέγειν τὰ πάντα πλὴν μετ᾽ εὐχαριστίας.
ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,
Λύχνον καιόμενον ἔχοντες ἐν ἡμῖν τὸ φίλτρον τοῦ κυρίου, καὶ τὸν πόθον τῶν αἰωνίων ἀγαθῶν, ὀφείλομεν ἑκάστοτε ἐπιβάλλειν τὸ τῆς χρίσεως ἔλαιον· ἵνα μήπως ἀποσβεσθεὶς ἐπισκοτάσῃ, καὶ ὡς ἐν νυκτὶ ὦδε κἀκεῖσε πλανώμενοι, τοῖς πάθεσι κινδυνεύσωμεν. Τί οὖν τὸ ἔλαιον; ἡ ὑπόμνησις, ἡ ἀνάμνησις, ἡ ἀναλόγησις, ἡ ἀναγνώρισις τῶν προγεγεννημένων, τῶν ἤδη παρισταμένων, καὶ μελλόντων. Ἀναμνησθῶμεν τοιγαροῦν ἡμέρας ἐκείνας τῆς νεότητος ἡμῶν, ἐν αἷς ἦμεν ὡς ἐν σκότει ἐν τῇ ἀγνοίᾳ πορευόμενοι· ἢ ὡς ἐν θαλάσσῃ τοῖς πράγμασι κυμαινόμενοι· καὶ ὅθεν ἡμᾶς ὁ ἀγαθὸς θεὸς ἀνεκαλέσατο, καὶ ἀπόθεν ἀνεῤῥύσατο, καὶ ἐκ ποίων καὶ ἡλίκων παθῶν ἀνέσπασε, καὶ χεῖρα ὀρέξας ἀνέστησε, καὶ δραμεῖν ἡμᾶς πρὸς τὸ φωτεινὸν καὶ ἅγιον σχῆμα τοῦτο παρωρμήσατο· πόσων καὶ πηλίκων ἄλλων, συγγενῶν, ἰδίων, ἐταίρων, συνήθων, φίλων, γνωρίμων ἐναπομεινάντων, καὶ μόνων ἡμῶν ὡς ἐξ αἰγυπτιακῆς δουλείας ἐξεληλυθότων, καὶ εἰς τὸ ὑψηλὸν τοῦτο τῆς πολιτείας ὄρος ἀναβεβηκότων, καὶ ἐντεῦθεν ἀποσκοπούντων καὶ θεωρούντων ὡς ἐν βαθυτάτῳ τινι τόπῳ· πῶς βάλλουσί τε καὶ βάλλονται ὑπ᾽ ἀλλήλων ἄνθρωποι, μοχθοῦντες εἰκῆ καὶ μάτην· καὶ ἐν τοῖς ἀπολλυμένοις καὶ ἀστάτοις καὶ ῥέουσι μέγαν τινὰ καὶ ἀνένδοτον ἱδρῶτα ἐπιδεικνύμενοι· καὶ εἴθε μέχρι τούτου, ἀλλὰ μὴ εἰς ἀνταπόδοσιν αἰωνίας κολάσεως. Ὑπὲρ οὖν τῆς τοιαύτης μόνης ἀπολυτρώσεως, πόσην καὶ ἡλίκην ὀφείλομεν τῷ θεῷ χάριν εἰδέναι, καὶ ἀνταποδιδόναι αὐτῷ ἀνταπόδοσιν ὑπὲρ ὧν ἡμῖν ἀνταπέδωκεν. Ἡ δὲ ἀνταπόδοσις αὕτη, ἡ ἀποταγὴ ἡμῶν καὶ ἐκ κόσμου ἀποφυγὴ καὶ ἐξ ἰδίων ἀπαγωγὴ· καὶ ἡ ἐν ὑποταγῇ μακαρία ζωή. Λοιπὸν οὖν ἐγνωκότες τὴν τοῦ θεοῦ δωρεὰν, εὐχαριστήρια προσάγωμεν, καὶ μὴν ἑορτάζοντες διαβιβαζώμεθα τὰς ἡμέρας τῆς παροικίας ἡμῶν· ὑπὲρ τὸν Ἰσραὴλ μᾶλλον ᾄδοντες καὶ ψάλλοντες· ᾌσωμεν τῷ κυρίῳ ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς ἀπωλείας θάλασσαν;
Ἐπεὶ δὲ οὕτως λελυτρώμεθα, χρεία ἄρτι· καλῶς, ἡμᾶς τὴν ἔρημον τοῦ βίου διαβιβάζεσθαι πειθηνίους τε εἶναι, καὶ φιληκόους, ὑπομονητικούς τε καὶ μακροθύμους, φιλάγνους τε καὶ φιλεντόλους· ἀλλὰ μὴ κατὰ τὸν παλαιὸν λαὸν γογγυστάς τε καὶ ἀνηκόους, φιλοσάρκους τε καὶ φιληδόνους, αὐθάδεις τε καὶ ἀντιλόγους καὶ κατ᾽ αὐτοῦ τὸν νομοθέτην ἀντάρτας, μιμνησκομένους οἱονεὶ κρεῶν καὶ λεβήτων, κρομύων τε καὶ σκορόδων αἰγυπτιακῶν, ἅτινα εἰσι τὰ δυνάμει θεοῦ ἀποσταγέντα καὶ ἀπαρνηθέντα ἡμῖν. Μὴ οὖν οὕτως μηδαμῶς παρακαλῶ, ἀλλ᾽ ὡς λαὸς τοῦ θεοῦ ἅγιος ἐσόμεθα· ἀπαραπίκραντος, εὐήκοος, εὐμετάφορος, ὅπου καὶ ἡνίκα καὶ ὅτε καὶ ὅθεν βούλεται, διὰ τῶν συμβαινουσῶν καὶ ἀποδεικνυμένων ἐντολῶν αὐτοῦ, ἀγόμενοι καὶ περιαγόμενοι καὶ περιποιούμενοι καὶ φέροντες τὰ τῆς ὁδοῦ λυπηρά. Κἂν λεῖψις βρώματος, κἂν σπάνις πόματος, κἂν ἄλλο τι τῶν εἰωθότων καὶ ἐὰν οὕτως πεποιθότες ὦμεν ἄγγελος θεοῦ ἡμῶν προπορεύσεται, καὶ κύριος ὑπὲρ ἡμῶν πολεμήσει τὰ πάθη ὡς ἀλλόφυλα ἔθνη, καὶ εἰσελευσόμεθα οὐκ εἰς γῆν Ἀμωῤῥαίων καὶ Χαναναίων καὶ Φερεζαίων καὶ Εὐαίων, ἀλλ᾽ εἰς τὴν γῆν ἐκείνην τῶν πραέων καὶ δικαίων, καὶ εἰς γῆν ῥέουσαν μέλι καὶ γάλα· καὶ ἀθάνατον καὶ ἀκόρεστον, καὶ κατακληρονομήσομεν πάντα τὰ ἐν ἐπαγγελίαις ἀγαθά· συμβασιλεύοντες τῷ δεσπότῃ Χριστῷ.
Βλέπετε οὖν, ἀδελφοὶ, τὰ προκείμενα ἡμῖν ἀνταποδοτήρια· σύνετε τὰ ἑτοιμαζόμενα ἡμῖν ἀπολαυστήρια· καὶ μὴν καὶ τὰ ἀντικείμενα τοῖς ἀτημελῶς βιοῦσι κολαστήρια καὶ τιμωρητήρια. Καὶ τί πέπονθεν ὁ δυσήκοος ἐκεῖνος λαὸς ἐννούμενοι· καὶ εἰς ὅ τι οἱ εὐήκοοι ἀντεπεισέρχονται, καὶ δράμωμεν, καὶ διώξωμεν ἐν πολλῇ προθυμίᾳ, ἐν ἀκαταγωνίστῳ ὑπομονῇ ἐπικρατοῦντες τὰς διακονίας ἡμῶν ἱερῶς, ὡς υἱοὶ τοῦ Καὰδ καὶ τοῦ Μεραρῆ, τὰ ἅγια σκεύη ἐκεῖνα· καὶ αἴρωμεν τὴν σκηνὴν τῆς διαθήκης κυρίου, τὸν εὐαγγελικὸν αὐτοῦ νόμον ἀνολιγώρως. Μηδεὶς οὖν ἀνήκοος, μηδεὶς γογγυστὴς, μηδεὶς ψιθυριστὴς, μηδεὶς κατάλαλος, μηδεὶς παῤῥησιαστὴς, μηδεὶς ψευδολόγος· μηδεὶς γελωτοποίος· μηδεὶς ζηλοπαθὴς, μηδεὶς φθονοποιὸς, μηδεὶς ἀεργὸς, μηδεὶς συκοφάντης, μηδεὶς ἐν μηδενὶ μωμούμενος τὴν ἁγίαν πολιτείαν· ἀλλὰ πάντες πανσθενεὶ πάντα τὰ ἀρεστὰ τῷ θεῷ πράττοντες· ἵνα ἐν τούτοις ἐπιτελέσαντες τὸν καλὸν ἀγῶνα, τὸν τῆς δικαιοσύνης στέφανον ἀναδησώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.