Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 28
ΛΟΓΟΣ ΚΗ΄.
Ζητεῖν ξένην γέννησιν ἐνθεεστέραν.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Ἀνεῤῥωσάμην ἤδη τῆς ἀσθενείας μου εὐχαῖς ἡμῶν· ἀλλὰ διὰ τὸ μὴ προσβλαβῆναί με αὖθις οὔτε διανυκτερεύω, οὔτε κατὰ πρόσωπον ὑμῶν ὁμιλῆσαι ἔκρινα τανῦν· ἔχοντες δὲ τὸν νοῦν ὑμῶν πεφωτισμένον ἐκ τῆς ἑκάστοτε γινομένης ὑμῖν προσευχῆς καὶ ἀκροάσεως τῶν τε θείων ἀναγνωσμάτων, καὶ μέν τοι καὶ ψαλμῳδίας τῆς ἐν ἑκάστῃ ὥρᾳ, αὐτοὶ ἑαυτοὺς κατηχήσατε καὶ συνετίσατε, καὶ συνεισβάλετε ἐν ταῖς καρδίαις ἡμῶν λόγους καὶ τρόπους τῆς πρὸς θεὸν εὐαρεστήσεως. Ἰδοὺ οὖν καὶ ὁ καιρὸς τῆς τοῦ Χριστοῦ ἡμῶν γεννήσεως. Καὶ τίς ἄξιος τῆς εἰλικρινοῦς κοινωνίας τοῦ μυστηρίου; Ἁγνείας γὰρ εὐθὺς ἐξαστράπτει λαμπηδών. Ἐκ παρθένου γὰρ ὁ κύριος τίκτεται· ταπεινοφροσύνης ἀνατέλλει ἥλιος· ἐν φάτνῃ γὰρ ἀλόγων ὁ δημιουργὸς τῶν ὅλων καὶ Λόγος τοῦ ἀνάρχου Πατρὸς κατατίθεται· ἀγάπης διαλάμπει φωστὴρ· διὰ γὰρ φιλανθρωπίαν ὁ βασιλεὺς τῶν ὅλων ὡς παιδίον ὑπομάζιον τῇ Θεοτόκῳ μητρὶ διαβλέπεται, ἐπιβουλεύεται, φυγαδεύεται, τὰ ἄλλα πάντα πάσχων, φέρει· ἵνα ὅπερ ἐδημιούργησε πλάσμα ἐξ ἀπειθείας πεσὸν πάλιν ἀνασώσηται. Κοινωνία τοίνυν τοῦ μυστηρίου ἡ κατὰ τὰ προλεχθέντα, κατὰ τὸ δυνατὸν ἀνθρώπῳ, μίμησις αὕτη ἐστίν.
Ἔστω πᾶς οὖν λοιπὸν ὁ θέλων κοινωνὸς γενέσθαι Χριστοῦ, πρῶτον ἁγνὸς, δεύτερον ταπεινόφρων, εἶτα ἀγάπης δημιουργός· λοιδορούμενος καὶ μὴ λοιδορητικός, πάσχων, καὶ μὴ ἀπειλητικός, πάντα στέγων, πάντα ὑπομένων, μὴ ἔχων τὸν τοῦ Ἡρώδου φθόνον, μὴ τὸ ψυχοκτονητικὸν πάθος, μηδὲ τὴν ἰουδαιόφρονα ἀπιστίαν καὶ ἰδιογνωμοσύνην·
Καιρὸς τοίνυν γεννήσεως τέκνα ἠγαπημένα· δυνατὸν ἡμᾶς διὰ τῆς μεταποιήσεως ἀναγεννηθῆναι πρὸς τὴν ἐνθεωτέραν ζωὴν· ἐὰν δι᾽ ἀμελείας ἀποῤῥαθυμήσας νωθρὸς καὶ παρειμένος γέγονας πρὸς τὰς σωματικάς σου κινήσεις, καὶ εἰς τὰς ψυχικάς σου ἐργασίας, ἀντιλογῶν ἀφηνιάζων, δουλοπρεπῶς κλέπτων τὴν ἁμαρτίαν, καὶ οἷον ἀποτεθνηκὼς ἐν κακίᾳ, πάλιν διὰ συλλήψεως φόβου θεοῦ, καὶ ἐννοίας τῶν ἀποκειμένων φοβερῶν κριτηρίων, ἀναγεννήθητι, ἐλθὲ εἰς φῶς, αὔξησον τὴν καλὴν ἡλικίαν, καὶ γενοῦ συνηλικιώτης Χριστοῦ, ἀπελαύνων τοὺς πονηροὺς λογισμοὺς, ὡς τοὺς χριστοκαπήλους ἐκ τοῦ ἱεροῦ ὁ κύριος. Εἶθ᾽ οὕτως λαμβάνεις λόγον σοφίας καὶ συνέσεως, καὶ καθ᾽ ὁδὸν ἀνιῶν ἐπὶ τὰ τελεώτερα ἀξιῶσαι καὶ τὸν πειραστὴν διάβολον ῥίψαι· καὶ μεν τοι καὶ εἰς κριτήριον ἀχθῆναι καὶ ῥαπισθῆναι· τοῖς πολλοῖς τρόποις τοῖς καθ᾽ ἑκάστην ἡμέραν ἐπιγινομένοις τῇ ἀδελφότητι, καὶ οἷα ξίφεσί τε τισὶ καὶ καλάμοις τὴν κάραν τυφθῆναι καὶ σταυρωθῆναι, καὶ φθάσαι καὶ ἐπ᾽ αὐτοῦ τοῦ θανάτου τῆς παντελοῦς ἐκκοπῆς καὶ νεκρώσεως τῶν οἰκείων ἐφέσεων καὶ θελήσεων. Οὕτως ἐστὶ τὸ συσταυρωθῆναι Χριστῷ καὶ συντεθνᾶναι· ὁ δὲ συσταυρούμενος καὶ συνδοξασθήσεται, ὁ συνταπτόμενος, καὶ συναναστήσεται· καὶ ὁ συμπεπονθὼς, καὶ συμβασιλεύσει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κατὰ τοῦτο οὐν καὶ ὑμεῖς τῶν ἀποκειμένων ἀγαθῶν ἀπολαύσετε, εἴπερ ἐπιμένοιτε ζέοντως καὶ ὁλοπροθέως ἐν τῇ ὁδῷ τοῦ θεοῦ πορευόμενοι, καὶ ἀφιέντες τὰς παρατροπάς.
Ἀλλ᾽ εἰσί τινες ἐξ ἡμῶν εὐεπηρέαστοι, οὓς κύριος ὁ θεὸς ἕλξειεν εἰς τὸ μέτρον, ἵνα μηδεὶς ἀπόπεμπτος τῆς βασιλείας τῶν οὐρανῶν γένηται. Φείσασθε τὰς θορυβοποιοὺς ἕξεις, συνέρχεσθε ἐπιτοαυτὸ, ἀλλ᾽ ἡσύχως· καὶ λαλοῦντε, ἀλλὰ μὴ πολλά. Καὶ ταῦτα δὴ χρηστῶς, καὶ γλυκέως, καὶ ἐπιτηδείως, καὶ ᾠφελίμως. Γινωσκέτω ἕκαστος τὴν ἰδίαν τάξιν· μὴ ὢν γλῶσσα, σιγάτω· ὢν δὲ χεὶρ, ἐργαζέσθω· εἰ δὲ ποῦς, βαδιζέτω· ὁ ἀσθενῶν, ὑπηρετείσθω· ὁ δὲ ἀνακομισθεὶς ἐγειρέσθω καὶ διακονείτω. Μὴ πάντες ἐπὶ τὰ προπόματα καὶ προγεύματα· μὴ πάντες ἐπὶ τὴν οἰνοποσίαν· μὴ πάντες τὰ ἑαυτῶν, ἀλλὰ τὰ ἑτέρου, κατὰ τὸν Ἀπόστολον, ἕκαστος διωκέτω. Ἀλλ᾽ οὐχ οὕτως τινὲς· ἐπεὶ οἱ πολλοὶ εἰς τὰ ἔργα ἔξω ἔμελλον τρέχειν καὶ ἀστενοχώρητοι οἱ κελλαρίται, καὶ τὰ μαγειρεῖα οὐκ ὀχλητικά· καὶ οἱ οἰκονομοῦντες οὐ πολυφρόντιδες καὶ πολυαπολόγητοι· τοὐναντίον δὲ οὐ φθάνει ἀναπνεῖν ὁ οἰκονομῶν, ἑνὶ ἑκάστῳ ἀπολογούμενος, ὁ κελλαρίτης τὸ αὐτὸ, ὁ ὀψοποιὸς περιστοιχιζόμενος ἐκ τοῦ πλήθους· οἱ τῶν ἔργων ἐπιστατοῦντες, ζητοῦντες καὶ μὴ εὑρίσκοντες τοὺς συνεργαζομένους. Ἀλλὰ ταῦτα μὴ γενηθήτωσαν, ἵνα μὴ ἔλθωσι βαρέα ἐπιτίμια ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. Σύνετε μὴ πῦρ ἔλθῃ οὐρανόθεν· τὸ δὲ πῦρ, οὐ τοιόνδε ὁρᾶς, οὐ ξύλοις συνιστάμενον, ἀλλὰ κατὰ ψυχὴν ἐνεργούμενον. Ἐξ οὗ τι γενήσεται καὶ συμβήσεται, οἴδασιν οἱ ἀπαίδευτοι κατ᾽ ἐμέ. Περιαθρήσω, καὶ περιάξω, καὶ περικρατήσω, καὶ περικρατήσω καὶ περισφίγξω τοὺς πάντας ὑμᾶς, ἵνα μὴ θεὸς παραπικραίνηται, καὶ μάλιστα ἐν τῇ πόλει ταύτῃ κατοικούντων ἡμῶν. Αὐτὸς δὲ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δώσει ὑμῖν πνεῦμα προθυμίας, πνεῦμα ἐνεγέρσεως, πόθου οὐρανίου, ζήλου πνευματικοῦ, σπουδῆς πατρικῆς· καὶ φωτίσει ὑμᾶς, φωτὶ γνώσεως· καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.