Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 29

ΛΟΓΟΣ ΚΘ΄.
Ζηλοῦν ἑκοντὶ νηπίων ἀκακίας.

ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,

Τὴν ἑορτὴν ἤδη ἑορτάσαμεν τῶν γενεθλίων τοῦ Χριστοῦ καὶ τὰ εἰκότα ἀπεπληρώσαμεν εὐφρανθέντες καὶ ἀγαλλιασάμενοι ἐν ταῖς θείαις ὑμνωδίαις καὶ ταῖς ἱεραῖς ἀναγνώσεσι, καὶ οὐδὲν παρὰ τὸ εἰκὸς γέγονε χάριτι Χριστοῦ· ἀλλὰ καὶ εἴ τι σωματικὸν πρὸς παράκλησιν καὶ τοῦτο μετὰ εὐταξίας καὶ τῆς καθηκούσης συμμετρίας. Δεδώκαμεν δὲ καὶ τὸ ἄγιον σχῆμά τινι τῶν ἀδελφῶν, καὶ χαρὰ γέγονε ἐν οὐρανῷ, καθὼς γέγραπται. Οὕτως ἤδη τὰ πάντα χαρίζεται ἡμῖν ὁ κύριος πλουσίως καὶ μεγαλοδώρως. Καὶ τί ἀνταποδώσωμεν τῇ ἀγαθότητι αὐτοῦ ὑπὲρ ὧν ἀνταποδίδοσιν ἡμῖν, ἢ τὸ μιμεῖσθαι αὐτὸν καθ᾽ ὅσον οἷόν τε. Βλέπετε, τέκνα καὶ ἀδελφοὶ, τί γέγονε; καὶ ἐξ οἵου ὕψους θεότητος εἰς οἷον ταπεινώσεως μέτρον καθῆκεν ἑαυτῷ. Θεὸς γὰρ ὢν καὶ κύριος τοῦ παντὸς δούλου μορφὴν ἀνέλαβε, κυηθεὶς ἐκ τῆς ἁγίας θεοτόκου, καὶ ὡς βρέφος ἐσπαργανώθη καὶ ὡς παιδίον ἐγαλακτοτροφήθη. Καὶ ταῦτα ταπεινῶς καὶ εὐτελῶς, ὑπὸ γὰρ σπήλαιον ἐτέχθη, καὶ ἐν φάτνῃ ἀνακλήθη, καὶ τὸ ὁρώμενον κατὰ μικρὸν ηὐξήθη, καὶ ἐκ τοῦ παιδὸς τελεῖ εἰς μειράκιον, καὶ οὕτως εἰς ἄνδρα τέλειον· ὅτε καὶ καταδέχεται βαπτίσασθαι, πηγάζων ἡμῖν τῆς ἀναγεννήσεως τὸ λύτρον. Τὰ γὰρ ἑξῆς μεταληπτέα· λέγω δὴ τὴν παράδοσιν, τὰ ζωοποιὰ αὐτοῦ πάθη, τὴν σταύρωσιν, τὸν θάνατον, τὴν τριήμερον ἀνάστασιν. Τοῦτο οὖν ὅλον, ὡς οἴδατε, δι᾽ ἡμᾶς γέγονεν, ἵνα καὶ ἡμεῖς ἐφ᾽ ὅσον οἷον τε παραζηλοῦμεν αὐτόν.

Ἐπεὶ οὖν ὁ ἀσωμάτως ἐκ πατρὸς πρὸ αἰώνων γεννηθεὶς, δι᾽ ἡμᾶς ὕστερον ἐνσωμάτως ἐκ τῆς ἁγίας Παρθένου ἐτέχθη, γεννηθῶμεν καὶ ἡμεῖς, οἱ πρότερον σωματικῶς, ὕστερον πνευματικῶς, κοινῶς μὲν οἱ πάντες ἐπὶ τοῦ ἁγίου βαπτίσματος, ἰδίως δὲ οἱ ἀπομονάζοντες διὰ τοῦ ἁγίου σχήματος. Διὸ ὀφείλομεν, τέκνα, καὶ νηπιάζειν, καὶ μάλιστα οἱ νεωστὶ σχηματισθέντες καὶ παιδίων μιμεῖσθαι ἀφελότητα· ἵνα ἐάν τις παροξύνῃ, ἢ παραπλήξῃ ἢ ὀνειδίσῃ, μὴ εὐθὺς θηριώμεθα, ἀναλογιζόμενοι τὴν σωματικὴν νεότητα, ἢ τυχὸν τὸ γῆρας, ἢ τὰ ἄλλα, ἢ ὅτι ἐπετροπεύσαμεν, ἢ ὅτι ᾠκονομήσαμεν, ἢ ἐπολιταρχήσαμεν, ἢ ἐδεσποτεύσαμεν, ἢ ἐκτητορεύσαμεν, ἤ τι τοιοῦτον. Ἐπεὶ οὔπω ἐγεννήθημεν κατὰ Χριστὸν, ἀλλ᾽ ἐν πᾶσι καὶ κατὰ πάντα ὑποτασσόμενοι τοῖς πνευματικοῖς γονεῦσιν. Ὁ γὰρ τὰ πάντα ὑποτάσσων τῷ λόγῳ τοῦ προστάγματος αὐτοῦ, ὑποτάσσετο, ὑποταγῆς μέτρα καὶ εὐπειθείας ἀποπληρῶν πρὸς τὴν τεκοῦσαν· τὸ γὰρ ὅτι ὀνειδίζετο καὶ ὑβρίζετο ἀκούων παρὰ τῶν δυσμενεστάτων γραμματέων καὶ φαρισέων δαιμόνιον ἔχειν, καὶ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειν τὰ δαιμόνια, καὶ υἱὸν τοῦ τέκτονος, καὶ ὅσα ἄλλα ἐπονείδιστα, τί δεῖ καὶ λέγειν; Ὁπότε καὶ ἐμπτυόμενος καὶ ῥαπιζόμενος, σταυρούμενός τε καὶ προσηλούμενος καὶ λογχευόμενος, οὐδὲ φωνὴν ἠφίει, ἢ μόνον εὐχαριστήριον καὶ εὐκτήριον. Πάτερ, γάρ, φησιν, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν αὐτῶν, οὐ γὰρ οἴδασί τι ποιοῦσι. Ἰδοὺ οἱ θέλοντες σώζεσθαι μιμνησκέσθωσαν τὰ τοιαῦτα ἐξ ὀλίγου πῶς, εἴπερ συγκληρονόμοι τῶν ἁγίων αἱροῦνται γενέσθαι.

Βλέπετε οὖν λοιπὸν δὴ πάντες μὲν, μάλιστα δὲ οἱ ἀποκαταρθέντες ἄρτι, πῶς μέλλεσθε ἑαυτοὺς διαφυλάττειν εὐλαβεῖς καὶ εὐθέτους καὶ εὐηκόους ἐν ἅπασι, μὴ ἀλλοιούμενοι ἐκ τῆς καλῆς ἀλλοιώσεως, μηδὲ μωμούμενοι τὸ καθαρὸν ἡμῶν ἐπάγγελμα. Εἰ δὲ οἱ ἀρτιπαγεῖς οὕτως, πόσῳ γε μᾶλλον οἱ προβεβηκότες χρεωστοῦμεν ἀσφαλεῖς καὶ ἀκράδαντοι εἶναι, τυποῦντες δι᾽ ἑαυτῶν καὶ τοὺς κατωτέρους, καὶ φωτίζοντες διὰ τῆς ἀγαθῆς πολιτείας; Οὐδὲ γὰρ διὰ τοῦτο προηγοῦνται λύχνοι ἵνα σκοτίζουσι, ἀλλ᾽ ἵνα φαίνωσι· οὐδὲ διατοῦτο προπορεύονται ὁδῆται ἵνα πλανῶσι, ἀλλ᾽ ἵνα σώσωσιν. Εἰ δὲ ἐναντία τῶν ἐναντίων εἰσὶν, ὅπερ ἀπείη ἐφ᾽ ὑμῖν λέγεσθαι, διατοῦτο προσέχετε ἀπὸ κεφαλῆς ἕως ποδῶν, οἱ τῶν διακονιῶν, οἱ τῶν ἐξουσιῶν, μή τι γίνεται κατὰ πρόσκλησιν, κατὰ περιφρόνησιν, κατ᾽ ὄχλασιν, ἀλλ᾽ ἐν ἅπασιν οἱ πάντες θείως καὶ θερμῶς τὰ τοῦ θεοῦ τελῶμεν καὶ συντελῶμεν, ἵνα θεραπεύηται Χριστὸς δι᾽ ἡμῶν τῶν ἁμαρτωλῶν, ἵνα δοξάζηται, ἵνα χαίρῃ. Ἐπεὶ δὲ οἱ ἅγιοι ἄγγελοι αὐτοῦ, ἐπεὶ καὶ οἱ ἅγιοι πάντες, μάλιστα οἱ πατέρες καὶ ὁμόσχημοι καὶ ὁμοταγεῖς ἡμῶν.

Καλὸν δέ ἐστι μηδὲ τοῦτο ἀποκρύψαι, ὅτι καὶ ἡ ταπείνωσίς μου μᾶλλον καὶ μᾶλλον ἀναπαυομένη ἐστὶν εἰς τὴν ἁγιοσύνην ὑμῶν· ὅτι κάλλιστα καὶ εὐθύνεσθαι ἤρξατο, ὅτι εὐτακτεῖ, ὅτι οὐ διαμάχεται, ὅτι γαληνιᾷ. Ἀλλ᾽ ἐκ θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἐμοῦ· ἐξ ὑμῶν αὐτῶν τῆς ἀγαθῆς προθέσεως, ἀλλ᾽ οὐκ ἐξ ἀμελείας μου. Δοίη δὲ ὑμῖν κύριος ὁ θεὸς ἔτι καὶ ἔτι δύναμιν καὶ κραταίωσιν καθαίρεσθαι καὶ ὑψοῦσθαι καὶ βελτιοῦσθαι καὶ λαμπρύνεσθαι· ἵνα λαμπῆτε ὡς φωστῆρες ἐν κόσμῳ, ἵνα εὐωδιάζητε τὴν εὐωδίαν τοῦ Πνεύματος, ὡς τὰ ὡραῖα φυτὰ τοῦ παραδείσου· ἵνα πυκάζετε ὡς ῥόδα ἀμάραντα τοῦ ἁγίου θυσιαστηρίου. Ναὶ παρακαλῶ καὶ δέομαι ὑμῶν ὅσον ὅσον ἐπειχθησόμεθα, ἐπιγνώμεθα ἐπιδραμούμεθα πρὸς ἁρπαγὴν τῆς βασιλείας τῶν οὐρανῶν, πρὸς ἀπόλαυσιν τῶν αἰωνίων ἀγαθῶν, πρὸς ἀνάπαυσιν τῆς ἀϊδίου μακαριότητος· ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·